Χριστὲ, φάος μερόπων, πυρόει στύλε Γρηγορίοιο Ψυχῇ, πλαζομένῃ πικρῆς βιότου δι' ἐρήμης, Σχὲς Φαραὼ κακόμητιν, ἀναιδέας ἐργοδιώκτας· Καὶ πηλοῦ μ' ἀδέτοιο, καὶ Αἰγύπτοιο βαρείης Ἐξερύσαις, πληγῇσιν ἀεικελίῃσι δαμάσσας Δυσμενέας, λείην δὲ πόροις ὁδόν. Ἢν δὲ κίχῃσιν Ἐχθρὸς ἐπισπέρχων, σὺ δέ μοι καὶ πόντον ἐρυθρὸν Τμήξειας, στερεὴν δὲ διεκπεράοιμι θάλασσαν, Σπεύδων ἐς χθόνα δῖαν, ἐμὸν λάχος, ὥσπερ ὑπέστης· Καὶ ποταμοὺς στήσειας ἀπείρονας, ἀλλοφύλων τε Κλίναις θούριον ἔγχος, ἀγάστονον. Εἰ δ' ἐπιβαίην Γῆς ἱερῆς, μέλψω σε διηνεκέεσσιν ἐν ὕμνοις.
O Christ, Light of mortals, fiery pillar unto Gregory's soul wandering through the bitter wilderness of life, check evil-plotting Pharaoh, the shameless taskmasters; and draw me out of the unbound clay and heavy Egypt, having subdued my foes with unseemly plagues, and grant me a smooth path. And if the enemy, pressing hard behind, should overtake me, do Thou cleave even the Red Sea for me, and may I pass right through a solid sea, hastening to the divine land, my portion, even as Thou didst promise; and stay the boundless rivers, and turn aside the furious, much-groaning spear of the foreigners. And if I set foot upon the holy land, I shall sing of Thee in unceasing hymns.
Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ' ἐνέδησας; Τίπτε βίῳ κρυόεντι, καὶ ἰλυόεντι βερέθρῳ,
O Christ the King, why hast Thou bound me in these nets of the flesh? Why in a chilling life, and a miry pit,