Ὦ κόσμοιο θέμεθλα, βίου φάος, ἔρμα λόγοιο, Μυστοπόλοι ζωῆς ἀτελευτήτοιο φαεινῆς, Χριστοφόροι, θώκοισιν ἐνεδριόωντες ἀρίστοις, Ὑψηλοὶ, θεάτροισι γεγηθότες εὐπρεπέεσσι, Σκηνοβάται, κώλοισιν ἐφεσταότες ξυλίνοισιν, Ἀδρανέως χάσκοντες ἐν ἀλλοτρίοισι προσώποις, Εὐσεβίης ὅσα δ' ἐντὸς, ὁμοῖα πᾶσιν ἔχοντες! Ὑμεῖς μὲν παίζοιτε, τά περ καὶ παίζετ' ἀεικῶς, Καὶ σοβαρὸν φθέγγοισθε, τὰ δ' ἔρδετε ὡς μάλ' ἐλαφρά Αὐτὰρ ἐγὼν, εἰ καί με κακὸν καὶ ἀνάρσιον ἄνδρα Πάντες ὁμοῦ θείητε, χοροῦ δ' ἄπο τῆλε δίοισθε Ὑμετέρου, βάλλοντες ἐπασσυτέροισιν ὀϊστοῖς, Ἀμφαδίοις, κρυπτοῖς τε, τό περ καὶ φίλτερον ὑμῖν·
O foundations of the world, light of life, prop of the word, mystic ministers of radiant, unending life, Christ-bearers, sitting upon the noblest seats, lofty ones, rejoicing in comely theatres, stage-treaders, standing upon wooden stilts, feebly gaping in borrowed masks, yet having all that pertains to inward piety like unto all other men! Play on yourselves, as indeed you play unseemlily, and utter pompous speech, while the deeds you do are exceeding light; yet I, even though you should all together account me a wicked and hostile man, and chase me far away from your choir, pelting me with thick-flying arrows, both open and secret, which indeed is dearer to you;