Γνώμην γινώσκων τὴν ἐμὴν, οὐκ οἶδ' ὅθεν, Ἴσως δὲ φίλτρῳ πατρικῷ κινούμενος (Δεινὸν δὲ φίλτρον ἐστὶ σύν γ' ἐξουσίᾳ), Ὡς ἂν κατάσχοι ταῖς πέδαις τοῦ Πνεύματος, Ὧν τ' εἶχε τιμήσειε τοῖς ἀμείνοσι, Κάμπτει βιαίως εἰς θρόνων τοὺς δευτέρους. Οὕτω μὲν οὖν ἤλγησα τῇ τυραννίδι (Οὔπω γὰρ ἄλλως τοῦτο καλεῖν ἰσχύω, Καί μοι τὸ θεῖον Πνεῦμα συγγινωσκέτω Οὕτως ἔχοντι), ὥστε πάντων ἀθρόως, Φίλων, φυσάντων, πατρίδος, γένους λυθεὶς, Ὡς οἱ μύωπι τῶν βοῶν πεπληγότες, Εἰς Πόντον ἦλθον, τῆς ἀνίας φάρμακον Θήσων ἐμαυτῷ τῶν φίλων τὸν ἔνθεον. Ἐκεῖ γὰρ ἤσκει τὴν Θεοῦ συνουσίαν
knowing my mind, I know not whence, yet perhaps moved by paternal affection (and terrible is affection joined with authority), so that he might hold fast by the fetters of the Spirit, and honour with the better things that he possessed, bends forcibly to the second of thrones. So grieved therefore was I at the tyranny (for not yet am I able to call this otherwise, and may the divine Spirit pardon me for being thus disposed), that loosed all at once from all—friends, parents, homeland, kindred—like oxen stung by a gadfly, I came to Pontus, to set as a remedy for my distress the godly one among my friends. For there he practised communion with God