Ὡς δ' ὅτε τίς τε λέοντα λιπὼν ἄρκτῳ πελάσειε Μαινομένῃ, καὶ τήνδε φυγὼν ἐς δῶμα πέσῃσιν Ἀσπασίως, καὶ χεῖρα ἑὴν πρὸς τοῖχον ἐρείσῃ, Ἔνθεν δ' ἐκπροθορών μιν ὄφις τύψῃσιν ἀέλπτως· Ὣς καὶ ἐμοὶ πολλοῖσιν ἐλαυνομένῳ παθέεσσιν, Οὐδὲν ἄκος καμάτοιο, τὸ δ' ἄλγιον, ὅ ττί κεν εὕρω. Πάντη δ' ἀθρήσας τε καὶ ἐν πάντεσσι μογήσας, Ἐκ σέθεν, εἰς σὲ, μάκαρ, λεύσσω πάλιν, ἄλκαρ ἐμοῖο, Παντοκράτωρ, ἀγένητε, καὶ ἀρχὴ, καὶ πάτερ ἀρχῆς, Υἱέος ἀθανάτοιο, φάος μέγα φωτὸς ὁμοίου, Ἐξ ἑνὸς εἰς ἓν ἰόντος ἀτεκμάρτοισι λόγοισιν· Υἱὲ Θεοῦ, σοφίη, βασιλεῦ, λόγε, ἀτρεκίη τε, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση, Ποιμὴν, ἀμνὲ, θύος τε, Θεὲ, βροτὲ, ἀρχιερεῦ τε·
And as when a man escaping a lion draws near a raging she-bear, and fleeing her plunges gladly into a house, and leans his hand against the wall, and leaping forth thence a serpent strikes him unawares (cf. Amos 5:19); so too for me, driven by many sufferings, there is no remedy for my toil, and whatsoever I find is the more painful. Having gazed on every side and laboured among all things, from Thee, unto Thee, O blessed One, I look again, my defence, Almighty, unbegotten, both beginning and Father of the beginning, of the immortal Son, great light of like light, proceeding from One unto One by inscrutable reasons; O Son of God, wisdom, King, Word, and truth, image of the Archetype, nature equal to the Begetter, Shepherd, Lamb, and sacrifice, God, mortal, and high priest;