ἐντεύξεως, καὶ χάρις πολλὴ τῷ τοῦτο χαρισαμένῳ. Τὸ μὲν οὖν τοῖς ἄλλοις ἐπισκόποις, περὶ ὧν ἐπέστειλας, γράφειν, οὔπω γὰρ τούτου καιρὸς, παραλείψομαι. Καὶ ἅμα ἡ ἀῤῥωστία ὀκνηροτέρους ἡμᾶς πρὸς τοῦτο καθίστησιν· ἃ δέ σοι γράφομεν, κἀκείνοις διὰ σοῦ γράφομεν. Παυσάσθω περιεργαζόμενος τὰ παρ' ἡμῖν, ὁ κύριός μου καὶ θεοφιλέστατος Ἑλλάδιος ὁ ἐπίσκοπος. Οὐ πνευματικῇ γὰρ, ἀλλὰ ἐριστικῇ ταῦτα ζητεῖ περιόδῳ· οὐδὲ ἀκριβείᾳ κανόνων, ἀλλ' ὀργῆς ἐκπληρώσει, ὡς δῆλόν ἐστιν ἐκ τοῦ καιροῦ, καὶ πολλῶν τῶν σὺν τούτῳ κεκινημένων ἔξω τοῦ λόγου· χρὴ γὰρ οὕτω λέγειν, καὶ μὴ λυπεῖν. Ἐγὼ γὰρ εἰ μὲν τοῦ σώματος οὕτως εἶχον ὡς Ἐκκλησίας δύνασθαι προστατεῖν Ναζιανζοῦ, ᾗ την ἀρχὴν ἐπεκηρύχθην, ἀλλὰ μὴ Σασίμοις, ὥς τινες ὑμᾶς πείθουσιν οὐκ ὀρθῶς· οὐχ οὕτως ἤμην ἄθλιος, οὐδὲ τῶν θείων διατάξεων ἀμαθὴς, ὡς ἢ τῆς Ἐκκλησίας ὑπεριδεῖν, ἢ τὴν τοῦ βίου ῥαστώνην μεταδιώκειν, πρὸ τῶν ἀποκειμένων μισθῶν τοῖς κάμνουσι κατὰ Θεὸν, καὶ τὸ πιστευθὲν τάλαντον ἐπεργαζομένοις. Τί γάρ μοι τῶν πολλῶν πόνων ὄφελος, καὶ τῶν μεγάλων ἐλπίδων, περὶ τῶν μεγίστων βουλευσαμένῳ κακῶς; ἐπειδὰν δὲ καὶ τὸ σῶμα κακῶς ἔχει μοι, ὃ πᾶσι δῆλόν ἐστι· καὶ βάρος οὐδὲν ἐκ τῆς ὑποχωρήσεως ἔδεισα ταύτης, δι' ἣν εἶπον αἰτίαν· καὶ τὴν Ἐκκλησίαν ἑώρων ἐχομένην ἡμῶν, βλαπτομένην δὲ περὶ τὰ καίρια, καὶ λελυμένην σχεδὸν ἐκ τῆς ἐμῆς λύσεως, ἐδεήθην καὶ πρότερον καὶ νῦν τῶν κυρίων μου καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων, τῶν πατριωτῶν λέγω, δοῦναι τῇ Ἐκκλησίᾳ κεφαλὴν, ἣν σὺν Θεῷ δεδώκασιν, ἀξίαν καὶ τῆς ἐμῆς ἐπιθυμίας καὶ τῶν ὑμετέρων εὐχῶν. Ταῦτ' οὖν αὐτὸς γίνωσκε, κύριε τιμιώτατε, καὶ τοὺς λοιποὺς ἐπισκόπους ἀναδίδαξον καὶ ἀποδέχεσθαι, καὶ συνεπιψηφίζειν, καὶ μὴ βαρεῖν τὸ ἡμέτερον γῆρας, ταῖς διαβολαῖς πειθομένους. Προσκείσθω δὲ κἀκεῖνο τοῖς
of the meeting, and great thanks be to Him Who granted this. Writing, then, to the other bishops concerning whom you wrote, since it is not yet the season for this, I shall omit. And at the same time my infirmity renders us more hesitant towards this; yet what we write to you, we write to them also through you. Let my lord and bishop most beloved of God, Helladius, cease meddling in our affairs. For not in a spiritual, but in a contentious circuit does he seek these things; nor out of strictness of canons, but for the fulfilment of wrath, as is manifest from the occasion, and from many of those who with him have been stirred up beyond reason; for one must speak thus, and not cause grief. For if indeed I were so disposed in body as to be able to preside over the Church of Nazianzus, to which from the beginning I was proclaimed, and not for Sasima, as certain persons not rightly persuade you, I was not so wretched, nor so ignorant of the divine ordinances, as either to despise the Church, or to pursue ease of life in preference to the rewards laid up for those who labour according to God and work at the talent entrusted to them. For what profit would there be to me of my many labours and great hopes, if I had taken ill counsel concerning the greatest matters? Since, however, my body also is in an ill state, which is manifest to all, and I feared no burden from this withdrawal for the cause that I stated, and I saw the Church clinging to us, yet harmed in vital matters and almost dissolved through my own dissolution, I entreated both previously and now my lords and the bishops most beloved of God, my fellow countrymen I mean, to give a head to the Church, whom with God's help they have given, worthy both of my desire and of your prayers. Know these things yourself, therefore, most honoured lord, and instruct the rest of the bishops both to receive him and to join in confirming him by their vote, and not to weigh down our old age by being persuaded by slanders. And let that also be added to the