Migne Reading Room

PG 37 · cols. 177–188 · Read from the page

Epistles Col

Epistles Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 37:177Read from the page
οὐκ ἀλλοτρίως, κακίας ἐφόδιον ποιησάμενοι· οὐ μόνον δὲ, ἀλλ' ὅτι καὶ ὑπὸ τῆς δυτικῆς συνόδου δεδέχθαι φασὶν, ὡς πυνθάνομαι, ὑφ' ἧς τὸ πρότερον ἦσαν κατακριθέντες, ὡς πᾶσιν εὔδηλον. Εἰ μὲν οὖν ἐδέχθησαν ἢ νῦν ἢ πρότερον οἱ τὰ Ἀπολλιναρίου φρονοῦντες, τοῦτο δειξάτωσαν, καὶ ἡμεῖς στέρξομεν. Δῆλον γὰρ, ὅτι τῷ ὀρθῷ λόγῳ συνθέμενοι· οὐδὲ γὰρ ἐνδέχεται ἄλλως, ει τούτου τετυχήκασι. Δείξουσι δὲ πάντως, ἢ διὰ τόμου συνωδικοῦ, ἢ δι' ἐπιστολῶν κοινωνικῶν· οὗτος γὰρ τῶν συνόδων ὁ νόμος. Εἰ δὲ λόγος τοῦτό ἐστι καὶ ἀναπλασμὸς, εὐπρεπείας ἕνεκεν αὐτοῖς καὶ πιθανότητος τῆς πρὸς τοὺς πολλοὺς εὑρημένος διὰ τὸ τῶν προσώπων ἀξιόπιστον, δίδαξον αὐτοὺς ἠρεμεῖν, καὶ διέλεγχε. Τῇ γὰρ σῇ πολιτείᾳ καὶ ὀρθοδοξίᾳ τοῦτο πρέπειν ὑπολαμβάνομεν.
not as strangers, making into a provision for wickedness; and not only so, but because they also say, as I learn, that they have been received by the Western synod, by which formerly they had been condemned, as is manifest to all. If, therefore, those who hold the sentiments of Apollinarius were received either now or formerly, let them prove this, and we shall be content. For it is plain that it was as assenting to the right doctrine; for neither is it possible otherwise, if they have obtained this. And they will certainly prove it, either through a synodical tome, or through letters of communion; for this is the law of synods. Yet if this is mere talk and fabrication, devised by them for the sake of speciousness and persuasiveness before the many on account of the trustworthiness of the persons, teach them to keep quiet, and refute them. For we suppose that this befits your manner of life and orthodoxy.
Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι, μηδὲ ἀπατάσθωσαν, ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακὸν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν. Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον προαιώνιον, ἀμιγῆ σώματος, καὶ τῶν ὅσα σώματος, ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκὶ, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν' ὅλω ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν.
Let not the men deceive, nor let them be deceived, receiving the Dominical man, as they themselves say, rather than our Lord and God, as without a mind. For neither do we sever the Man from the Godhead, but we teach as dogma one and the Same, Who formerly was not man, but God and sole Son pre-eternal, unmixed with body and all that belongs to body, and at the end Man also, assumed on behalf of our salvation, passible in flesh, impassible in Godhead, circumscribed in body, uncircumscribed in spirit, the Same earthly and heavenly, visible and intelligible, comprehensible and incomprehensible, in order that by the Same, at once whole Man and God, the whole man who fell under sin might be fashioned anew.
Εἴ τις οὐ Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὑπολαμβάνει, χωρὶς ἐστὶ τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλῆνος τῆς Παρθένου δραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῇ διαπεπλάσθαι λέγοι θεϊκῶς ἅμα καὶ ἀνθρωπικῶς· θεϊκῶς μὲν, ὅτι χωρὶς ἀνδρός· ἀνθρωπικῶς δὲ, ὅτι νόμῳ κυήσεως, ὁμοίως ἄθεος. Εἴ τις διαπεπλάσθαι τὸν ἄνθρωπον, εἶθ' ὑποδεδυκέναι
If anyone does not take the holy Mary to be Mother of God, he is severed from the Godhead. If anyone should say that He ran through the Virgin as through a channel, and was not formed in her at once divinely and humanly—divinely, because without a husband; humanly, because by the law of gestation—he is likewise godless. If anyone, for the man to have been formed, and thereafter to have entered in
Notes, col. 177

On the reading

Printed ει, for εἰ.

Printed συνωδικοῦ, for συνοδικοῦ.

Printed ὅλω, for ὅλῳ.

PG 37:180Read from the page
λέγοι Θεὸν, κατάκριτος. Οὐ γὰρ γέννησις Θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως. Εἴ τις εἰσάγει δύο Υἱοὺς, ἕνα μὲν τὸν ἐκ Θεοῦ καὶ Πατρὸς, δεύτερον δὲ τὸν ἐκ τῆς μητρὸς, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν αὐτὸν, καὶ τῆς υιοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υιοὶ δὲ οὐ δύο, οὐδὲ Θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, ει καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου, καὶ τὸ ἐκτὸς προσηγόρευσε. Καὶ ει δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ (εἴπερ μὴ ταυτὸν τὸ ἀόρατον τῷ ὁρατῷ, καὶ τὸ ἄχρονον τῷ ὑπό χρόνον), οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο, ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο, ἓν γὰρ τὰ τρία καὶ ταυτὸν τῇ θεότητι.
should say of God, he is condemned. For this is not a birth of God, but a flight from birth. If anyone introduces two Sons, one from God and the Father, and the second from His mother, and not one and the Same, may he also fall from the adoption of sons promised to those who believe rightly. For God and man are indeed two natures, since soul and body are also; yet there are not two sons, nor two Gods. For neither here are there two men, even if Paul thus styled the inward part of man and the outward. And if one must speak briefly, the elements of which the Saviour consists are one thing and another (if indeed the invisible is not the same as the visible, nor the timeless as that which is subject to time), yet He is not one Person and another: far be it! For both are one by commingling, God having become man, and man having been deified, or however one might name it. And I say one thing and another, conversely to how the case stands with the Trinity. For there it is one Person and another, lest we confound the hypostases; yet not one thing and another, for the Three are one and the same in Godhead.
Εἴ τις, ὡς ἐν προφήτῃ, λέγοι κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ' οὐσίαν συνῆφθαί τε καὶ συνάπτεσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις μὴ προσκυνεῖ τὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω, καὶ τετάχθω μετὰ τῶν θεοκτόνων. Εἴ τις ἐξ ἔργων τετελειωμένον, ἢ μετὰ τὸ βάπτισμα, ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγοι, καθάπερ οὓς Ἕλληνες παρεγγράπτους εισάγουσιν, ἀνάθεμα ἔστω. Τὸ
If anyone should say that the Godhead wrought in Him by grace as in a prophet, and was not and is not conjoined with Him according to essence, may he be empty of the higher working, or rather full of the opposite. If anyone does not worship the Crucified, let him be anathema, and let him be numbered among the deicides. If anyone should say that He was made perfect from works, or after baptism, or after the resurrection from the dead was counted worthy of adoption as Son, like those whom the Greeks introduce as enrolled gods, let him be anathema. For that
Notes, col. 180

On the reading

Printed υιοθεσίας, for υἱοθεσίας.

Printed υιοὶ, for υἱοὶ.

Printed ει, for εἰ.

Printed ὑπό, for ὑπὸ.

Printed εισάγουσιν, for εἰσάγουσιν.

PG 37:181Read from the page
γὰρ ἠργμένον, ἢ προκόπτον, ἢ τελειούμενον, οὐ Θεὸς, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτω λέγηται. Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν ἁγίαν σάρκα λέγοι, καὶ γυμνὴν εἶναι τὴν θεότητα τοῦ σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι, καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας αὐτοῦ. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέθειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις, καὶ ὀδμῆς ῥύσις, καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν, ἢ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; θεότης γὰρ καθ' ἑαυτὴν ἀόρατος. Ἀλλ' ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος. Ὥσπερ δὲ ταῦτα λέγομεν ἀποσκευαζόμενοι τὴν ὑπόνοιαν, οὕτω κἀκεῖνα γράφομεν διορθούμενοι τὴν καινοτομίαν.
which has had a beginning, or advances, or is being perfected, is not God, even if it be so spoken of on account of His gradual manifestation. If anyone should say that the holy flesh has now been laid aside, and that the Godhead is stripped of the body, and is not both now with that which He assumed and about to come with it, may he not behold the glory of His coming! For where is the body now, if not with Him Who assumed it? For surely it has not, according to the drivellings of the Manichaeans, been laid away in the sun, that it might be honoured through dishonour; or been poured forth into the air and dissolved, like the nature of a voice, and the flow of a scent, and the course of lightning that does not abide. And where too would be His being handled after the resurrection, or His being seen hereafter by those who pierced Him? For Godhead of itself is invisible. Nay, He will come indeed with the body, as my teaching holds, yet such as He was seen by the disciples on the mountain, or was glimpsed, the Godhead overpowering the frail flesh. And just as we say these things clearing away false suspicion, so we write those also correcting innovation.
Εἴ τις λέγοι τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ' ἡμῶν, εἰ καὶ ὑπὲρ ἡμᾶς, ἀνάθεμα ἔστω. Τὸ γὰρ, Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ, καὶ Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι, καὶ, Οὐδεὶς ἀναβέβηκεν εις τὸν οὐρανὸν, ει μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ εἴ τι ἄλλο τοιοῦτο, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν οὐράνιον ἕνωσιν, ὥσπερ καὶ τὸ διὰ Χριστοῦ γεγονέναι τὰ πάντα, καὶ κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν, οὐ κατὰ τὸ φαινόμενον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν φύσεων, οὕτω δὴ καὶ τῶν κλήσεων, καὶ περιχωρουσῶν εἰς ἀλλήλας τῷ λόγῳ τῆς συμφυΐας.
If anyone should say that the flesh has come down out of heaven, and is not from hence and from us, even though above us, let him be anathema. For the saying, The second man is from heaven, and As is the heavenly, such are they also that are heavenly, and, No one has ascended into heaven, save He Who descended out of heaven, the Son of man, and whatever else is of this sort, must be understood as spoken on account of the union with the Heavenly One, just as also that all things came into being through Christ, and that Christ dwells in your hearts, not according to that of God which appears, but according to that which is perceived by the mind, the appellations being mingled just as the natures are, and mutually interpenetrating according to the principle of their natural coalescence.
Εἴ τις εἰς ἄνουν ἄνθρωπον ἤλπικεν, ἀνόητος ὄντως ἐστὶ, καὶ οὐκ ἄξιος ὅλως σώζεσθαι. Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· ὃ δὲ ἥνωται τῷ Θεῷ,
If anyone has set his hope in a mindless man, he is truly senseless, and not worthy to be saved wholly. For that which is unassumed is unhealed; but that which is united to God,
Notes, col. 181

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

PG 37:184Read from the page
τοῦτο καὶ σώζεται. Ει ἥμισυς ἔπταισεν ὁ Ἀδὰμ, ἥμισυ καὶ τὸ προσειλημμένον καὶ τὸ σωζόμενον. Εἰ δὲ ὅλος, ὅλῳ τῷ γεννηθέντι ἥνωται, καὶ ὅλως σώζεται. Μὴ τοίνυν βασκαινέτωσαν ἡμῖν τῆς παντελοῦς σωτηρίας, μηδὲ ὀστᾶ μόνον, καὶ νεῦρα καὶ ζωγραφίαν ἀνθρώπου τῷ Σωτῆρι περιτιθέτωσαν. Εἰ μὲν γὰρ ἄψυχος ὁ ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοὶ λέγουσιν, ἵν' ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα, τούτου καὶ πάσχοντος. Εἰ δὲ ἔμψυχος, εἰ μὲν οὐ νοερὸς, πῶς καὶ ἄνθρωπος; οὐ γὰρ ἄνουν ζῶον ἁ ἄνθρωπος. Καὶ ἀνάγκη τὸ σχῆμα μὲν ἀνθρώπειον εἶναι καὶ τὴν σκηνὴν, τὴν δὲ ψυχὴν ἵππου τινὸς, ἢ βοὸς, ἢ ἄλλου τῶν ἀνοήτων. Τοῦτο γοῦν ἔσται καὶ τὸ σωζόμενον· καὶ διεψεύσθην ἐγὼ παρὰ τῆς ἀληθείας. ἄλλου τιμηθέντος, ἄλλος μεγαλαυχούμενος. Εἰ δὲ νοερὸς, ἀλλ' οὐκ ἄνους ὁ ἄνθρωπος, παυσάσθωσαν ὄντως ἀνοηταίνοντες.
this is also saved. If Adam stumbled by half, by half also is that which is assumed and that which is saved. Yet if he stumbled wholly, he is united to the Whole Who was begotten, and is saved wholly. Let them not therefore begrudge us complete salvation, nor clothe the Saviour with bones only and sinews and the painted likeness of a man. For if the man is soulless, this the Arians also say, that they may refer the passion unto the Godhead, on the ground that what moves the body is also what suffers. Yet if he has a soul, if indeed it is not rational, how is he even a man? For man is not a mindless animal. And of necessity his outward form and tabernacle would be human, while his soul would be that of some horse, or ox, or another of the senseless brutes. This, then, will also be that which is saved; and I have been cheated by the Truth, boasting myself as one while another has been honoured. Yet if the man is rational and not mindless, let them cease truly playing the fool.
Ἀλλ' ἤρκει, φησὶν, ἡ θεότης ἀντὶ τοῦ νοῦ. Τί οὖν πρὸς ἐμὲ τοῦτο; Θεότης γὰρ μετὰ σαρκὸς μόνης οὐκ ἄνθρωπος, ἀλλ' οὐδὲ ψυχῆς μόνης, οὐδὲ ἀμφοτέρων χωρὶς τοῦ νοῦ, ὃ καὶ μᾶλλον ἄνθρωπος. Τήρει οὖν τὸν ἄνθρωπον ὅλον, καὶ μίξον τὴν θεότητα, ἵνα με τελέως εὐεργετῇς. Ἀλλ' οὐκ ἐχώρει, φησὶ, δύο τέλεια. Οὐδὲ γὰρ, εἴπερ σωματικῶς σκοπεῖς. Ἀγγεῖον γὰρ μεδιμναῖον οὐ χωρήσει διμέδιμνον, οὐδὲ σώματος ἑνὸς τόπος δύο ἢ πλείω σώματα· εἰ δὲ ὡς νοητὰ καὶ ἀσώματα, σκόπει ὅτι καὶ ψυχὴν, καὶ λόγον, καὶ νοῦν, καὶ Πνεῦμα ἅγιον ὁ αὐτὸς ἐχώρησα, καὶ πρὸ ἐμοῦ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, ὁ κόσμος οὗτος, τὸ ἐξ ὁρατῶν λέγω καὶ ἀοράτων σύστημα. Τοιαύτη γὰρ ἡ τῶν νοητῶν φύσις, ἀσωμάτως καὶ ἀμερίστως, καὶ ἀλλήλοις, καὶ σώμασι μίγνυσθαι. Ἐπεὶ καὶ φωναὶ πλείους ἀκθῇ μιᾷ χωρηταὶ, καὶ ὄψεις πολλῶν τοῖς αὐτοῖς ὁρατοῖς, καὶ ὀσφραντοῖς ὄσφρησις, οὔτε τῶν αἰσθήσεων στενοχωρουμένων ὑπ' ἀλλήλων, ἢ ἐκθλιβομένων, οὔτε τῶν αἰσθητῶν ἐλαττουμένων τῷ πλήθει τῆς ἀντιλήψεως.
Yet the Godhead, someone says, sufficed in place of the mind. What then is that to me? For Godhead with flesh alone is not man, nay, nor with soul alone, nor with both apart from the mind, which is even more properly man. Keep therefore the whole man, and mingle the Godhead, that you may confer a complete benefit upon me. Yet it had not room, you say, for two perfect things. No indeed, if you look at the matter corporeally. For a vessel holding one medimnus will not hold two medimni, nor will the place of a single body hold two or more bodies; yet if you consider them as intelligible and incorporeal things, observe that I, the selfsame man, have contained soul, and reason, and mind, and the Holy Spirit, and before me this world—the system, I mean, composed of things visible and invisible—has contained the Father, and the Son, and the Holy Spirit. For such is the nature of intelligible things, to mingle incorporeally and indivisibly both with one another and with bodies. Since indeed several voices are receivable by a single hearing, and the gazes of many by the same visible objects, and smell by things odorous, neither the senses being cramped by one another or crowded out, nor the sensible objects being diminished by the multitude of perception.
Notes, col. 184

On the reading

Printed Ει, for Εἰ.

Printed ἁ, for ὁ.

Printed ἀληθείας. ἄλλου, for ἀληθείας, ἄλλου.

Printed ἀκθῇ, for ἀκοῇ.

PG 37:185Read from the page
Ποῦ δὲ καὶ τέλειος νοῦς ἀνθρώπου ἢ ἀγγέλου, συγκρίσει θεότητος, ἵνα τὸ ἕτερον ἐλθλιβῇ παρουσίᾳ τοῦ μείζονος; οὐδὲ γὰρ αὐγή τι πρὸς ἥλιον, οὐδὲ νοτὶς ὀλίγη πρὸς ποταμὸν, ἵνα τὰ μικρὰ προανέλωμεν, οἴκου μὲν αὐγὴν, γῆς δὲ νοτίδα, καὶ οὕτω χωρηθῇ τὰ μείζω καὶ τελεώτερα. Πῶς γὰρ χωρήσει δύο τέλεια, οἶκος μὲν αὐγὴν καὶ ἥλιον, γῆ δὲ νοτίδα καὶ ποταμὸν, τοῦτο διασκεψώμεθα· καὶ γὰρ πολλῆς ὄντως τὸ πρᾶγμα φροντίδος ἄξιον. Ἢ ἀγνοοῦσιν, ὅτι το πρός τι τέλειον πρὸς ἕτερον ἀτελὲς, ὡς βουνὸς πρὸς ὄρος, καὶ κόκκος νάπυος πρὸς κύαμον, ἤ τι ἄλλο τῶν μειζόνων σπερμάτων, κἂν τῶν ὁμογενῶν μεῖζον λέγηται· εἰ δὲ βούλει, καὶ ἄγγελος πρὸς Θεὸν, καὶ πρὸς ἄγγελον ἄνθρωπος; Τέλειον οὖν ἡμέτερος νοῦς, καὶ ἡγεμονικὸν, ἀλλὰ ψυχῆς καὶ σώματος, οὐχ ἁπλῶς τέλειον, Θεοῦ δὲ δοῦλον καὶ ὑποχείριον, ἀλλ' οὐ συνηγεμονικὸν, οὐδὲ ὁμότιμον. Ἐπεὶ καὶ Μωϋσῆς, Φαραὼ μὲν θεὸς, Θεοῦ δὲ θεράπων, ὡς ἀναγέγραπται· καὶ ἀστέρες νύκτα μὲν περιλάμπουσιν, ἡλίῳ δὲ κρύπτονται, ὡς, μηδ' ὅτι εἰσὶν, ἡμέρᾳ γνωρίζεσθαι· καὶ λαμπὰς ὀλίγη μεγάλῃ πυρκαϊᾷ προσχωρήσασα, οὔτε ἀπόλλυται, οὔτε φαίνεται, οὔτε χωρίζεται, ἀλλ' ὅλον ἐστὶ πυρκαϊὰ, τοῦ ὑπερέχοντος ἐκνικήσαντος.
And how too is the mind of man or of angel perfect in comparison with the Godhead, so that the one should be crowded out by the presence of the greater? For neither is a gleam anything beside the sun, nor a little moisture beside a river, that we should first clear away the small things—the gleam from a house, the moisture from the earth—and thus the greater and more perfect things may find room. For how two perfect things will find room—a house holding both a gleam and the sun, and the earth holding both moisture and a river—let us examine closely; for truly the matter is worthy of much consideration. Or are they ignorant that what is perfect in relation to one thing is imperfect in relation to another, as a hill beside a mountain, and a grain of mustard beside a bean, or any other of the larger seeds, even if it be called larger than things of the same kind; and, if you will, an angel also beside God, and a man beside an angel? Our mind, therefore, is a perfect and ruling thing, yet of soul and body, not simply perfect, but a servant and subject of God, not a co-ruler, nor equal in honour. Since Moses also was a god unto Pharaoh, yet a servant of God, as it stands written; and stars illumine the night, yet are hidden by the sun, so as not even to be recognized by day that they exist; and a small torch, when it approaches a great pyre, neither perishes, nor appears, nor is separated, but the whole is pyre, that which surpasses having prevailed.
Ἀλλὰ κατάκριτος, φησὶν, ὁ ἡμέτερος νοῦς. Τί δαὶ ἡ σάρξ; οὐ κατάκριτος; Ἢ καὶ ταύτην ἀποσκεύασαι διὰ τὴν ἁμαρτίαν, ἢ κἀκεῖνον πρόσαγε διὰ τὴν σωτηρίαν. Εἰ τὸ χεῖρον προσείληπται, ἵν' ἁγιασθῇ διὰ τῆς σαρκώσεως, τὸ κρεῖττον οὐ προσληφθήσεται, ἵν' ἁγιασθῇ διὰ τῆς ἐνανθρωπήσεως; εἰ ὁ πηλὸς ἐζυμώθη καὶ νέον φύραμα γέγονεν, ὦ σοφοὶ, ἡ εἰκὼν οὐ ζυμωθήσεται, καὶ πρὸς Θεὸν ἀνακραθήσεται, θεωθεῖσα διὰ τῆς θεότητος; Κἀκεῖνο δὲ προσθήσομεν· εἰ διέπτυσται πάντως ὁ νοῦς ὡς ἁμαρτητικὸς καὶ κατάκριτος, καὶ διὰ τοῦτο σῶμα μὲν προσείληπται, νοῦς δὲ παραλέλειπται, συγγνώμη τοῖς πταίουσι περὶ νοῦν. Μαρτυρία γὰρ Θεοῦ κατὰ σὲ σαφῶς ἔδειξε τὸ τῆς θεραπείας ἀδύνατον. Εἴπω τὸ μεῖζον· σὺ μὲν διὰ τοῦτο ἀτιμάζεις, ὦ βέλτιστε, τὸν ἐμὸν νοῦν (ὡς σαρκολάτρης, εἴπερ ἀνθρωπολάτρης ἐγὼ, ἵνα συνδήσῃς
Yet our mind, someone says, is condemned. What then of the flesh? Is it not condemned? Either cast this away also on account of sin, or bring that in also on account of salvation. If the worse part has been assumed, that it may be sanctified through the incarnation, shall the better part not be assumed, that it may be sanctified through the becoming man? If the clay was leavened and has become a new lump, O wise men, shall the image not be leavened, and be commingled unto God, having been deified through the Godhead? And this too we shall add: if the mind has been altogether spat out as sinful and condemned, and on this account a body has been assumed while a mind has been left aside, there is pardon for those who stumble in respect of the mind. For the testimony of God, according to you, clearly showed the impossibility of healing it. Let me say what is greater: you, my good friend, dishonour my mind on this account (as a flesh-worshipper, if indeed I am a man-worshipper, in order that you may bind
Notes, col. 185

On the reading

Printed ἐλθλιβῇ, for ἐκθλιβῇ.

Printed το πρός, for τὸ πρός.

PG 37:188Read from the page
Θεὸν πρὸς σάρκα, ὡς οὐκ ἄλλως δεθῆναι δυνάμενον, καὶ διὰ τοῦτο ἐξαιρεῖς τὸ μεσότοιχον. Ὁ δὲ ἐμὸς λόγος τίς, τοῦ ἀφιλοσόφου καὶ ἀπαιδεύτου; ὁ νοῦς τῷ νοῒ μίγνυται, ὡς ἐγγυτέρῳ καὶ οἰκειοτέρῳ, καὶ διὰ τούτου σαρκὶ μεσιτεύοντος θεότητι καὶ παχύτητι.
God to flesh, as though unable to be bound otherwise, and on this account you take away the middle wall. What then is my account, that of an unphilosophical and unlearned man? Mind mingles with mind, as closer and more akin, and through it with flesh, mediating between Godhead and grossness.
Τίς δὲ καὶ ὁ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως, ἴδωμεν, εἴτουν σαρκώσεως, ὡς αὐτοὶ λέγουσιν. Εἰ μὲν ἵνα χωρηθῇ Θεὸς, ἄλλως ἀχώρητος ὢν, καὶ ὡς ὑπὸ παραπετάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν τὸ προσωπεῖον αὐτοῖς, καὶ τὸ δράμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρὸς καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον. Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας, ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν, καὶ ψυχῆς διὰ τὴν ψυχὴν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν, οὐ πταίσαντα μόνον ἐν τῷ Ἀδὰμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὥσπερ οἱ ἰατροὶ λέγουσιν ἐπὶ τῶν ἀῤῥωστημάτων. Ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὃ δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν· ὃ δὲ παρέβη, τοῦτο καὶ σωτηρίας ἐδεῖτο μάλιστα; ὃ δὲ τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη· ὁ νοῦς ἄρα προσείληπται.
Let us also see what account they give of the inhumanation, or incarnation, as they themselves say. If on the one hand it was so that God, being otherwise uncontainable, might be contained, and might converse with men under the flesh as under a curtain, clever is their mask, and the drama of play-acting; not to mention that it was possible for Him to converse with us otherwise as well, just as previously in a bush of fire and in human form. If on the other hand it was so that He might loose the condemnation of sin by sanctifying like by like, just as He needed flesh because of the flesh that had been condemned, and soul because of the soul, so also He needed mind because of the mind, which not only stumbled in Adam, but was first affected, as physicians say in the case of illnesses. For that which received the commandment is also that which did not keep the commandment; and that which did not keep it is also that which dared the transgression; and that which transgressed is also that which stood most in need of salvation; and that which stood in need of salvation is also that which was assumed; the mind, therefore, has been assumed.
Τοῦτο νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμετρικαῖς, ὥς φασιν αὐτοὶ, καὶ ἀναγκαίαις ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ ὀφθαλμοῦ ἀνθρώπου πταίσαντος καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν ἐθεράπευες, τὸν δὲ ὀφθαλμὸν ἀθεράπευτον εἴας· ἢ ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες. Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν, καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι Θεῷ, καὶ χωρὶς νοῦ, σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δή που καὶ χωρὶς σαρκὸς, μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ, καὶ ἐνήργηκεν ἀσωμάτως. Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν' ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας. Ἀλλ' ἀπατῶνται ὑπὸ τοῦ γράμματος, καὶ διὰ τοῦτο τῇ σαρκὶ προστρέχουσι, τὴν συνήθειαν τῆς Γραφῆς
This has now been demonstrated, even should they be unwilling, by geometrical and necessary demonstrations, as they themselves say. Yet you act in a similar manner as if, when a man's eye had taken harm and his foot had stumbled besides, you were to heal the foot, whilst leaving the eye unhealed; or when a painter had painted something badly, you were to alter what was painted, whilst passing over the painter as though succeeding. And if, shut out by these reasonings, they take refuge in saying that it is possible for God even apart from mind to save man, surely it is possible even apart from flesh, by mere willing alone, just as He works and has wrought all other things incorporeally. Do away, then, with the flesh as well along with the mind, so that your folly may be complete. Yet they are deceived by the letter, and on this account run to the flesh, being ignorant of the custom of Scripture
Notes, col. 188

On the reading

Printed δράμα, for δρᾶμα.

Printed μάλιστα;, for μάλιστα·.