Migne Reading Room

PG 36 · cols. 52–61 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:52Read from the page
φαινόμενον Χριστὸν τῷ πλοίῳ μὴ προσιέμενον, καὶ διὰ τοῦτο ἀποπεμπόμενον· καίτοιγε θερμότερος τῶν ἄλλων εἰς ἐπίγνωσιν Χριστοῦ Πέτρος, καὶ διὰ τοῦτο μακαριζόμενος, καὶ τὰ μέγιστα πιστευόμενος. Τί δ' ἂν εἴποις περὶ Ἡσαΐου, καὶ Ἰεζεκιὴλ τοῦ τῶν μεγίστων ἐπόπτου, καὶ τῶν λοιπῶν προφητῶν; ὧν ὁ μὲν τὸν Κύριον Σαββαὼθ εἶδε καθήμενον ἐπὶ θρόνου δόξης, καὶ τοῦτον ὑπὸ τῶν ἑξαπτερύγων σεραφὶμ κυκλούμενον, καὶ αἰνούμενον, καὶ ἀποκρυπτόμενον, ἑαυτόν τε τῷ ἄνθρακι καθαιρόμενον, καὶ πρὸς τὴν προφητείαν καταρτιζόμενον· ὁ δὲ καὶ τὸ ὄχημα τοῦ Θεοῦ τὰ χερουβὶμ διαγράφει, καὶ τὸν ὑπὲρ αὐτῶν θρόνον, καὶ τὸ ὑπὲρ αὐτοῦ στερέωμα, καὶ τὸν ἐν τῷ στερεώματι φανταζόμενον, καὶ φωνὰς δή τινας, καὶ ὁρμὰς, καὶ πράξεις· καὶ ταῦτα, εἴτε φαντασία τις ἦν ἡμερινὴ, μόνοις θεωρητὴ τοῖς ἁγίοις, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγενομένη τοῖς μέλλουσιν ὡς παροῦσιν, εἴτε τι ἄλλο προφητείας εἶδος ἀπόῤῥητον, οὐκ ἔχω λέγειν· ἀλλ' οἶδεν ὁ τῶν προφητῶν Θεὸς, καὶ οἱ τὰ τοιαῦτα ἐνεργούμενοι. Πλὴν οὔτε οὗτοι περὶ ὧν ὁ λόγος, οὔτε τις ἄλλος τῶν κατ' αὐτοὺς, ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Κυρίου, κατὰ τὸ γεγραμμένον, οὐδὲ Θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν.
admitting into the boat Christ Who appeared, and therefore sending Him away (Luke 5:8); although Peter was warmer than the others unto the knowledge of Christ, and on this account was pronounced blessed (Matt. 16:17), and entrusted with the greatest things (Matt. 16:18). And what would you say concerning Isaiah, and Ezekiel the beholder of the greatest things, and the rest of the prophets? Of whom the one saw the Lord of Sabaoth sitting upon a throne of glory, and Him encircled by the six-winged seraphim, and praised, and hidden by them, and himself cleansed with the coal, and equipped for prophecy (Isa. 6:1 sqq.); while the other also describes the chariot of God, the cherubim, and the throne above them, and the firmament above it, and Him Who appeared in vision in the firmament, and certain voices, and impulses, and actions (Ezek. 1:4 sqq.); and whether these things were some daytime appearance, visible to the saints alone, or an unerring vision of the night, or an impression of the governing faculty conversing with future things as though present, or some other ineffable form of prophecy, I cannot say; but the God of the prophets knows, and they who are wrought upon in such ways. Yet neither did these of whom I speak, nor anyone else of their fellows, stand in the substance and essence of the Lord, according as it is written (Jer. 23:18), nor either see or declare the nature of God.
Κʹ. Παύλῳ δὲ, εἰ μὲν εκφορὰ ἦν ἅπερ ἔσχεν ὁ τρίτος οὐρανὸς, καὶ ἡ μέχρις ἐκείνου πρόοδος, ἢ ἀνάβασις, ἢ ἀνάληψις, τάχα ἄν τι περὶ Θεοῦ πλέον ἔγνωμεν, εἴπερ τοῦτο ἦν τὸ τῆς ἁρπαγῆς μυστήριον· ἐπεὶ δὲ ἄῤῥητα ἦν, καὶ ἡμῖν σιωπῇ τιμάσθω. Τοσοῦτον δὲ ἀκούσωμεν αὐτοῦ Παύλου λέγοντος, ὅτι Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ταῦτα, καὶ τὰ τοιαῦτα ὁμολογεῖ ὁ μὴ ἰδιώτης τὴν γνῶσιν, ὁ δοκιμὴν ἀπειλῶν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὁ μέγας τῆς ἀληθείας προαγωνιστὴς, καὶ διδάσκαλος. Διὸ καὶ πᾶσαν τὴν κάτω γνῶσιν οὐδὲν ὑπὲρ τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα τίθεται, ὡς ἐν μικροῖς τῆς ἀληθείας ἱσταμένην ἰνδάλμασιν. Εἰ δὲ μὴ λίαν δοκῶ τισι περιττὸς καὶ περίεργος τὰ τοιαῦτα ἐξετάζων, οὐδὲ ἄλλα τινὰ τυχὸν ἢ ταῦτα ἦν, ἃ μὴ δύνασθαι νῦν βαστα-
XX. And as for Paul, if the things which the third heaven held, and his advance, or ascent, or assumption as far as that place (2 Cor. 12:2), had been an utterance, perhaps we should have known something more concerning God, if indeed this was the mystery of the rapture; but since they were unspeakable, let them be honoured by us also in silence. Only let us hear this much of Paul himself saying, For in part we know, and in part we prophesy (1 Cor. 13:9). These things, and such as these, does he confess who is not unskilled in knowledge, who threatens a proof of Christ speaking in him, the great champion and teacher of the truth. Wherefore also he sets all knowledge here below as nothing above mirrors and riddles (1 Cor. 13:12), as standing in small semblances of the truth. And unless I seem to some overly superfluous and curious in examining such things, perhaps neither were those things anything else than these, which could not now be borne-
Notes, col. 52

On the reading

Printed εκφορὰ, for ἐκφορὰ.

PG 36:53Read from the page
χθῆναι, ὁ Λόγος αὐτὸς ὑπηνίσσετο, ὥς ποτε βασταχθησόμενα καὶ τρανωθησόμενα· καὶ ἅπερ μηδ' ἂν αὐτὸν δυνηθῆναι χωρῆσαι τὸν κόσμον, Ἰωάννης ὁ τοῦ Λόγου πρόδρομος, ἡ μεγάλη τῆς ἀληθείας φωνὴ, διωρίζετο.
the Word Himself hinted (John 16:12), as things that would one day be borne and made plain; and which John the forerunner of the Word, the great voice of truth, declared that not even the world itself would be able to contain (John 21:25).
ΚΑʹ. Πᾶσα μὲν οὖν ἀλήθεια, καὶ πᾶς λόγος δυστέκμαρτός τε καὶ δυσθεώρητος· καὶ οἷον ὀργάνῳ μικρῷ μεγάλα δημιουργοῦμεν, τῇ ἀνθρωπίνῃ σοφίᾳ τὴν τῶν ὄντων γνῶσιν θηρεύοντες, καὶ τοῖς νοητοῖς προσβάλλοντες μετὰ τῶν αἰσθήσεων· ἢ οὐκ ἄνευ αἰσθήσεων, ὑφ' ὧν περιφερόμεθα καὶ πλανώμεθα, καὶ οὐκ ἔχομεν γυμνῷ τῷ νοῒ γυμνοῖς τοῖς πράγμασιν ἐντυγχάνοντες, μᾶλλόν τι προσιέναι τῇ ἀληθείᾳ, καὶ τὸν νοῦν τυποῦσθαι ταῖς καταλήψεσιν. Ὁ δὲ περὶ Θεοῦ λόγος, ὅσῳ τελεώτερος, τοσούτῳ δυσεφικτότερος, καὶ πλείους τὰς ἀντιλήψεις ἔχων καὶ τὰς λύσεις ἐργωδεστέρας. Πᾶν γὰρ τὸ ἐνιστάμενον, κἂν βραχύτατον ᾖ, τὸν τοῦ λόγου δρόμον ἐπέσχε καὶ διεκώλυσε, καὶ τὴν εἰς τὸ πρόσω φορὰν διέκοψεν· ὥσπερ οἱ τοὺς ἵππους τοῖς ῥυτῆρσιν ἀθρόως μεθέλκοντες φερομένους, καὶ τῷ ἀδοκήτῳ τοῦ τιναγμοῦ περιτρέποντες. Οὕτω Σολομὼν μὲν ὁ σοφισάμενος περισσὰ, ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν, καὶ καθ' ἑαυτὸν, ᾧ τὸ τῆς καρδίας πλάτος δῶρον Θεοῦ, καὶ ἡ ψάμμου δαψιλεστέρα χύσις τῆς θεωρίας, ὅσῳ πλέον ἐμβατεύει τοῖς βάθεσι, τοσούτῳ πλέον ἰλιγγιᾷ, καὶ τέλος τι ποιεῖται σοφίας εὑρεῖν ὅσον διέφυγεν. Παῦλος δὲ πειρᾶται μὲν ἐφικέσθαι, οὔπω λέγω τῆς τοῦ Θεοῦ φύσεως, τοῦτο γὰρ ᾔδει παντελῶς ἀδύνατον ὂν, ἀλλὰ μόνον τῶν τοῦ Θεοῦ κριμάτων. Ἐπεὶ δὲ οὐχ εὑρίσκει διέξοδον, οὐδὲ στάσιν τῆς ἀναβάσεως, οὐδὲ εἴς τι φανερὸν τελευτᾷ πέρας ἡ πολυπραγμοσύνη τῆς διανοίας, ἀεί τινος ὑποφαινομένου τοῦ λείποντος· ὢ τοῦ θαύματος (ἵνα καὶ αὐτὸς πάθω τὸ ἴσον)! ἐμπλήξει περιγράφει τὸν λόγον, καὶ πλοῦτον Θεοῦ, καὶ βάθος τὸ τοιοῦτο καλεῖ, καὶ ὁμολογεῖ τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀκατάληπτον, μονονουχὶ τὰ αὐτὰ τῷ Δαβὶδ φθεγγόμενος, ποτὲ μὲν ἄβυσσον πολλὴν ὀνομάζοντι τὰ τοῦ Θεοῦ κρίματα, ἧς οὐκ ἔστι τὴν ἕδραν ἢ μέτρῳ ἢ αἰσθήσει λαβεῖν, ποτὲ δὲ τεθαυμαστῶσθαι τὴν γνῶσιν ἐξ ἑαυτοῦ, καὶ τῆς ἑαυτοῦ συστάσεως λέγοντι, κεκραταιῶσθαί τε πλέον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ περίδραξιν.
XXI. Every truth, then, and every principle is hard to track and hard to contemplate; and as though with a small instrument we fashion great works, hunting after the knowledge of existing things by human wisdom, and approaching intelligible things together with the senses, or not without the senses, by which we are carried round and led astray; and we are not able, by meeting with things stripped bare with our mind stripped bare, to draw somewhat nearer to the truth, and to have our mind moulded by comprehensions. Now the discourse concerning God, the more perfect it is, the harder it is to attain, both having more objections and rendering the solutions more laborious. For every obstacle, even though it be very slight, checks and hinders the course of the discourse, and cuts short its onward rush; just like those who all at once pull back with the reins horses that are rushing along, and overturn them by the unexpectedness of the jerk. Thus Solomon, who grew wise exceedingly, beyond all who were before him and in his own time (3 Kings 3:12; 2 Chron. 1:12), to whom largeness of heart was a gift of God, and a pouring forth of contemplation more abundant than the sand, the more he enters into the depths, the more he grows dizzy, and makes it a kind of end of wisdom to discover how far it has escaped him (Eccles. 7:24; 8:17). And Paul attempts indeed to attain—I do not yet say to the nature of God, for this he knew to be altogether impossible—but only to the judgements of God. Yet since he does not find a way out, nor a halting-place for his ascent, nor does the busy inquiry of his mind end at any manifest limit, something lacking always showing itself beneath—O the wonder (that I myself also may experience the same thing)!—he circumscribes his discourse with astonishment, and calls such a thing the riches of God, and depth, and confesses the incomprehensibility of the judgements of God (Rom. 11:33), uttering almost the very same words as David, who at one time calls the judgements of God a great abyss (Ps. 35:7), whose bottom cannot be grasped either by measure or by sense, and at another time says that knowledge has become wonderful from himself, and from his own constitution, and has grown too strong for his own power and grasp (Ps. 138:6).
PG 36:56Read from the page
ΚΒʹ. Ἵνα γὰρ τἄλλα ἐάσας, φησὶ, πρὸς ἐμαυτὸν βλέψω, καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν καὶ σύμπηξιν, τίς ἡ μίξις ἡμῶν; Τίς ἡ κίνησις; Πῶς τὸ ἀθάνατον τῷ θνητῷ συνεκράθη; Πῶς κάτω ῥέω, καὶ ἄνω φέρομαι; Πῶς ψυχὴ περιγράφεται; πῶς ζωὴν δίδωσι, καὶ πάθους μεταλαμβάνει; Πῶς ὁ νοῦς καὶ περιγραπτὸς καὶ ἀόριστος, ἐν ἡμῖν μένων, καὶ πάντα ἐφοδεύων τάχει φορᾶς καὶ ῥεύσεως; Πῶς μεταλαμβάνεται λόγῳ καὶ μεταδίδοται, καὶ δι' ἀέρος χωρεῖ, καὶ μετὰ τῶν πραγμάτων εἰσέρχεται; Πῶς αἰσθήσει κοινωνεῖ, καὶ συστέλλεται ἀπὸ τῶν αἰσθήσεων; Καὶ ἔτι πρὸ τούτων, τίς ἡ πρώτη πλάσις ἡμῶν, καὶ σύστασις ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ; Καὶ τίς ἡ τελευταία μόρφωσις καὶ τελείωσις; Τίς ἡ τῆς τροφῆς ἔφεσις καὶ διάδοσις; Καὶ τίς ἤγαγεν ἐπὶ τὰς πρώτας πηγὰς, καὶ τοῦ ζῇν ἀφορμὰς αὐτομάτως; Πῶς σιτίοις μὲν σῶμα, λόγῳ δὲ ψυχὴ τρέφεται; Τίς ἡ τῆς φύσεως ὁλκὴ, καὶ πρὸς ἄλληλα σχέσις τοῖς γεννῶσι καὶ τοῖς γεννωμένοις, ἵνα τῷ φίλτρῳ συνέχηται; Πῶς ἑστηκότα τε τὰ εἴδη, καὶ τοῖς χαρακτῆρσι διεστηκότα, ὧν τοσούτων ὄντων, αἱ ἰδιότητες ἀνέφικτοι; Πῶς τὸ αὐτὸ ζῶον θνητὸν καὶ ἀθάνατον, τὸ μὲν τῇ μεταστάσει, τὸ δὲ τῇ γεννήσει; Τὸ μὲν γὰρ ὑπεξῆλθε, τὸ δὲ ἀντεισῆλθεν, ὥσπερ ἐν ὁλκῷ ποταμοῦ μὴ ἑστῶτος καὶ μένοντος. Πολλὰ δ' ἂν ἔτι φιλοσοφήσαις περὶ μελῶν καὶ μερῶν, καὶ τῆς πρὸς ἄλληλα τούτων εὐαρμοστίας, πρὸς χρείαν τε ὁμοῦ καὶ κάλλος συνεστώτων τε καὶ διεστώτων, προεχόντων τε καὶ προεχομένων, ἑνουμένων τε καὶ σχιζομένων, περιεχόντων τε καὶ περιεχομένων νόμῳ καὶ λόγῳ φύσεως. Πολλὰ περὶ φωνῶν καὶ ἀκοῶν· πῶς αἱ μὲν φέρονται διὰ τῶν φωνητικῶν ὀργάνων, αἱ δὲ ὑποδέχονται, διὰ τῆς ἐν μέσῳ τοῦ ἀέρος πληγῆς καὶ τυπώσεως ἀλλήλαις ἐπιμιγνύμεναι. Πολλὰ περὶ ὄψεως ἀῤῥήτως κοινωνούσης τοῖς ὁρατοῖς, καὶ μόνῳ
XXII. For that I may leave the rest aside, says he, and look to myself, and to all human nature and constitution: what is our mixture? What is our motion? How was the immortal mingled with the mortal? How do I flow downwards, and yet am borne upwards? How is a soul circumscribed? How does it give life, and partake of passion? How is the mind both circumscribed and boundless, abiding in us, and traversing all things with speed of motion and flow? How is it partaken of through speech and imparted, and passes through the air, and enters in together with things? How does it commune with sense, and contract itself away from the senses? And even prior to these things, what is our first moulding and constitution in the workshop of nature? And what is our final shaping and completion? What is the desire and distribution of nourishment? And who led us spontaneously to the first springs, and the starting-points of living? How is the body nourished by meats, and the soul by reason? What is the drawing of nature, and the mutual relation between parents and offspring, that it is held together by tender affection? How are the species both fixed, and separated by their characteristics, of which, though they are so many, the peculiarities cannot be reached? How is the same living creature mortal and immortal, the one by departure, the other by generation? For the one withdraws, and the other comes in its stead, just as in the current of a river that does not stand still and abide. And you might philosophize much more yet concerning limbs and parts, and their harmony with one another, brought together and set apart at once for use and for beauty, projecting and recessed, united and cleft, encompassing and encompassed by the law and principle of nature. Much also concerning voices and hearings: how the former are borne through the vocal organs, and the latter receive them, mingling with one another through the stroke and impression of the air between. Much concerning sight, ineffably communing with visible things, and by the sole
PG 36:57Read from the page
τῷ βούλεσθαι, καὶ ὁμοῦ κινουμένης, καὶ ταυτὸ τῷ νοῒ πασχούσης. Μετὰ γὰρ τοῦ ἴσου τάχους, ἐκεῖνός τε μίγνυται τοῖς νοουμένοις, καὶ αὕτη τοῖς ὁρωμένοις. Πολλὰ περὶ τῶν ἄλλων αἰσθήσεων, αἳ παραδοχαί τινές εἰσι τῶν ἔξωθεν, λόγῳ μὴ θεωρούμεναι. Πολλὰ περὶ τῆς ἐν ὕπνοις ἀναπαύσεως, καὶ τῆς δι' ὀνειράτων ἀναπλάσεως, μνήμης τε καὶ ἀναμνήσεως, λογισμοῦ τε καὶ θυμοῦ, καὶ ἐφέσεως, καὶ συντόμως εἰπεῖν, ὅσοις ὁ μικρὸς οὗτος κόσμος διοικεῖται, ὁ ἄνθρωπος.
act of willing, and being moved together with it, and experiencing the same thing as the mind. For with equal speed both the latter mingles with the things understood, and the former with the things seen. Much concerning the other senses, which are certain receptions of external things, not contemplated by reason. Much concerning rest in sleep, and the fashioning of images through dreams, and memory and recollection, and calculation and anger, and desire, and, to speak briefly, all the things whereby this little world, man, is governed.
ΚΓʹ. Βούλει σοι καὶ τὰς τῶν ἄλλων ζώων διαφορὰς πρός τε ἡμᾶς καὶ πρὸς ἄλληλα, φύσεις τε καὶ γενέσεις, καὶ ἀνατροφὰς, καὶ χώρας, καὶ ἤθη, καὶ οἷον πολιτείας καταριθμήσωμαι; Πῶς τὰ μὲν ἀγελαῖα, τὰ δὲ μοναδικά; τὰ μὲν ποηφάγα, τὰ δὲ σαρκοβόρα; τὰ μὲν θυμοειδῆ, τὰ δὲ ἥμερα; τὰ μὲν φιλάνθρωπα καὶ σύντροφα, τὰ δὲ ἀτίθασσα καὶ ἐλεύθερα; καὶ τὰ μὲν οἷον ἐγγύτερα λόγου τε καὶ μαθήσεως, τὰ δὲ παντελῶς ἄλογα καὶ ἀμαθέστατα; τὰ μὲν πλειόνων αἰσθήσεων, τὰ δὲ ἐλαττόνων; τὰ μὲν ἀκίνητα, τὰ δὲ μεταβατικά; τὰ μὲν ταχύτατα, τὰ δὲ παχύτατα; τὰ μὲν ὑπερβάλλοντα μεγέθει καὶ κάλλει ἢ τῷ ἑτέρῳ τούτων, τὰ δὲ βραχύτατα ἢ δυσειδέστατα ἢ καὶ ἀμφότερα; τὰ μὲν ἄλκιμα, τὰ δὲ ἀσθενῆ; τὰ μὲν ἀμυντικὰ, τὰ δὲ ὕποπτα καὶ ἐπίβουλα; τὰ μὲν φυλακτὰ, τὰ δὲ ἀφύλακτα; τὰ μὲν φιλεργὰ καὶ οἰκονομικὰ, τὰ δὲ παντάπασιν ἀργὰ καὶ ἀπρονόητα; Καὶ ἔτι πρὸ τούτων, πῶς τὰ μὲν ἑρπυστικὰ, τὰ δὲ ὄρθια; τὰ μὲν φιλόχωρα, τὰ δὲ ἀμφίβια; τὰ μὲν φιλόκαλα, τὰ δὲ ἀκαλλώπιστα; συζυγῆ τε καὶ ἀζυγῆ; σώφρονά τε καὶ ἀκόλαστα; πολύγονά τε καὶ οὐ πολύγονα; μακρόβιά τε καὶ ὀλιγόβια; Κάμνοι ἂν ἡμῖν ὁ λόγος τοῖς κατὰ μέρος ἐπεξιών.
XXIII. Would you have me also recount for you the differences of the other living creatures, both in relation to us and in relation to one another, their natures and generations, and rearings, and regions, and habits, and, as it were, commonwealths? How some are gregarious, and others solitary; some herbivorous, and others carnivorous; some fierce, and others tame; some fond of man and domestic, and others untamable and free; and some, as it were, nearer to reason and learning, and others altogether irrational and unteachable; some possessed of more senses, and others of fewer; some immovable, and others capable of changing place; some very swift, and others very sluggish; some surpassing in size and beauty, or in one of the two, and others very small or very unsightly, or even both; some strong, and others weak; some self-defensive, and others suspicious and treacherous; some guarded, and others unguarded; some industrious and thrifty, and others altogether idle and improvident? And even prior to these things, how some are creeping, and others upright; some attached to a place, and others amphibious; some fond of beauty, and others unadorned; paired and unpaired; temperate and intemperate; prolific and not prolific; long-lived and short-lived? Our discourse would grow weary in going through the particulars.
ΚΔʹ. Σκέψαι μοι καὶ νηκτὴν φύσιν τῶν ὑδάτων διολισθαίνουσαν, καὶ οἷον ἱπταμένην κατὰ τῆς ὑγρᾶς φύσεως, καὶ τοῦ μὲν ἰδίου σπῶσαν ἀέρος, τῷ ἡμετέρῳ δὲ κινδυνεύουσαν, ὥσπερ καὶ ἡμεῖς ἐν τοῖς ὕδασιν· ἤθη τε καὶ πάθη, καὶ μίξεις, καὶ γονὰς, καὶ μεγέθη, καὶ κάλλη, φιλοχωρίας τε καὶ πλάνας, συνόδους τε καὶ ἀποχωρήσεις, καὶ ἰδιότητας μικροῦ τοῖς ἐπιγείοις παραπλησίας, ἔστι δὲ ὧν καὶ κοινώνίας, καὶ ἰδιότητας ἀντιθέτους, ἔν τε εἴδεσι καὶ ὀνό-
XXIV. Consider for me also the swimming nature gliding through the waters, and as it were flying through the liquid element, drawing in its own air, yet imperilled by ours, just as we also are in the waters; their habits and passions, and minglings, and births, and sizes, and beauties, their attachments to places and wanderings, their musterings and withdrawals, and properties almost akin to those of land animals, and in some cases even partnerships, and opposite properties, both in forms and in names-
Notes, col. 57

On the reading

Printed κοινώνίας, for κοινωνίας.

PG 36:60Read from the page
μασιν. Σκέψαι μοι καὶ ὀρνέων ἀγέλας καὶ ποικιλίας, ἔν τε σχήμασι καὶ χρώμασι, τῶν τε ἀλάλων, καὶ τῶν ᾠδικῶν· καὶ τίς τῆς τούτων μελῳδίας ὁ λόγος, καὶ παρὰ τίνος; τίς ὁ δοὺς τέττιγι τὴν ἐπὶ στήθους μαγάδα, καὶ τὰ ἐπὶ τῶν κλάδων ᾄσματά τε καὶ τερετίσματα, ὅταν ἡλίῳ κινῶνται τὰ μεσημβρινὰ μουσουργοῦντες, καὶ καταφωνῶσι τὰ ἄλση, καὶ ὁδοιπόρον ταῖς φωναῖς παραπέμπωσι; Τίς ὁ κύκνῳ συνυφαίνων τὴν ᾠδην, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ μέλος τὸ σύριγμα; Ἐῶ γὰρ λέγειν τὰς βιαίους φωνὰς, καὶ ὅσα τέχναι σοφίζονται κατὰ τῆς ἀληθείας. Πόθεν ταὼς, ὁ ἀλαζὼν ὄρνις καὶ Μηδικὸς, οὕτω φιλόκαλος καὶ φιλότιμος, ὥστε (καὶ γὰρ αἰσθάνεται τοῦ οἰκείου κάλλους) ὅταν ἴδῃ τινὰ πλησιάζοντα, ἢ ταῖς θηλείαις, ὥς φασι, καλλωπίζεται, τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυκλοτερῶς περιστήσας τὸ χρυσαυγὲς καὶ κατάστερον, θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς, μετὰ σοβαροῦ τοῦ βαδίσματος; Ἡ μὲν οὖν θεία Γραφὴ καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάσμασιν, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν καὶ ποικιλτικὴν ἐπιστήμην; Ζώου λογικοῦ τοῦτο, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος.
. Consider for me also the flocks and varieties of birds, both in shapes and in colours, both of the voiceless and of the songful; and what is the principle of their melody, and from whom? Who is He that gave to the cicada the bridge upon its breast, and its songs and chirpings upon the branches, when they are stirred by the sun, making their midday music, and fill the groves with sound, and escort the wayfarer with their voices? Who is He that weaves the song together with the swan, when it spreads out its wing to the breezes, and makes its whistling a melody? For I pass over forced voices, and all that arts contrive against the truth. Whence is the peacock, the boastful and Median bird, so fond of beauty and ambitious, that (for it is conscious of its own beauty) whenever it sees anyone approaching, or, as they say, before the females, it plumes itself, lifting up its neck, and setting its gold-gleaming and star-spangled plumage around in a circle, makes a theatre of its beauty for its lovers, with a pompous gait? Now Divine Scripture indeed marvels even at the wisdom of women in weavings, saying, Who gave to women the wisdom of weaving and the skill of embroidery (Job 38:36)? This belongs to a rational living creature, and one abounding in wisdom, and journeying even as far as the heavenly things.
ΚΕʹ. Σὺ δέ μοι θαύμασον καὶ ἀλόγων φυσικὴν σύνεσιν, καὶ τοὺς λόγους, εἰ δύνασαι, παράστησον. Πῶς μὲν ὄρνισι καλιαὶ, πέτραι τε καὶ δένδρα, καὶ ὄροφοι, εἰς ἀσφάλειάν τε ὁμοῦ καὶ κάλλος ἐξησκημέναι, καὶ τοῖς τρεφομένοις ἐπιτηδείως; Πόθεν δὲ μελίσσαις τε καὶ ἀράχναις τὸ φιλεργὸν καὶ φιλότεχνον, ἵνα ταῖς μὲν τὰ κηρία πλέκηται, καὶ συνέχηται δι' ἑξαγώνων συρίγγων καὶ ἀντιστρόφων, καὶ τὸ ἑδραῖον αὐταῖς, διὰ τοῦ μέσου διατειχίσματος καὶ ἀλλαγῆς ἐπιπλεκομένων ταῖς εὐθείαις τῶν γωνιῶν, πραγματεύηται, καὶ ταῦτα ἐν ζοφεροῖς οὕτω τοῖς σίμβλοις καὶ ἀοράτοις τοῖς πλάσμασιν· αἱ δὲ διὰ λεπτῶν οὕτω καὶ ἀερίων σχεδὸν τῶν νημάτων πολυειδῶς διατεταμένων, πολυπλόκους τοὺς ἱστοὺς ἐξυφαίνουσι (καὶ ταῦτα ἐξ ἀφανῶν τῶν ἀρχῶν), οἴκησίν τε ὁμοῦ τιμίαν, καὶ θήραν τῶν ἀσθενῶν, εἰς τροφῆς ἀπόλαυσιν; Ποῖος Εὐκλείδης ἐμιμήσατο ταῦτα, γραμμαῖς ἐμφιλοσοφῶν ταῖς οὐκ οὔ-
XXV. But do you marvel for me also at the natural intelligence of irrational creatures, and present its explanations, if you can. How on the one hand birds have nests—rocks and trees and roofs—wrought at once for safety and for beauty, and suitably for their nurslings? And whence on the other hand do both bees and spiders have their love of labour and love of art, so that by the former the honeycombs are plaited, and held together by hexagonal and mutually corresponding pipes, and stability is contrived for them through the middle partition and the alternation of angles interwoven with straight lines—and that too in hives so dark and constructions unseen; while the latter, through threads so fine and almost airy stretched out in manifold ways, weave out their intricate webs (and that too from invisible beginnings), at once a prized dwelling and a trap for the weak, for the enjoyment of food? What Euclid imitated these things, philosophizing in lines that do not ex-
Notes, col. 60

On the reading

Printed ᾠδην, for ᾠδὴν.

PG 36:61Read from the page
σαις, καὶ κάμνων ἐν ταῖς ἀποδείξεσιν; Τίνος Παλαμήδους τακτικὰ κινήματά τε καὶ σχήματα γεράνων, ὥς φασι, καὶ ταῦτα παιδεύματα κινουμένων ἐν τάξει, καὶ μετὰ ποικίλης τῆς πτήσεως; Ποῖοι Φειδίαι, καὶ Ζεύξιδες, καὶ Πολύγνωτοι, Παῤῥάσιοί τέ τινες καὶ Ἀγλαόφωντες, κάλλη μεθ' ὑπερβολῆς γράφειν καὶ πλάττειν εἰδότες; Τίς Κνώσσιος Δαιδάλου χορὸς ἐναρμόνιος, νύμφῃ πονηθεὶς εἰς κάλλους περιουσίαν; ἢ λαβύρινθος Κρητικὸς δυσδιέξοδος καὶ δυσέλικτος, ποιητικῶς εἰπεῖν, καὶ πολλάκις ἀπάντων ἑαυτῷ τοῖς τῆς τέχνης σοφίσμασιν; Καὶ σιωπῶ μυρμήκων ταμεῖά τε καὶ ταμίας, καὶ θησαυρισμὸν τροφῆς τῷ καιρῷ σύμμετρον, τἆλλα τε ὅσα περὶ ὁδῶν καὶ περὶ ἡγουμένων, καὶ τῆς ἐν τοῖς ἔργοις εὐταξίας ἔγνωμεν ἱστορούμενα.
and labouring in demonstrations? Of what Palamedes are the tactical movements and formations of cranes, as they say, and these lessons of creatures moving in order, and with a varied flight? What Phidiases, and Zeuxises, and Polygnotuses, and certain Parrhasiuses and Aglaophons, knowing how to paint and mould beauties to excess? What Cnossian harmonious chorus of Daedalus, wrought for a bride unto a superfluity of beauty? Or Cretan labyrinth, hard to pass out of and hard to unwind, to speak poetically, and often meeting itself through the artifices of art? And I pass over in silence the storehouses and stewards of ants, and the storing up of food commensurate with the season, and all the other things that we have known recorded concerning their roads and concerning their leaders, and the good order in their works.
ΚϚʹ. Εἰ τούτων ἐφικτὸς ὁ λόγος σοι, καὶ τὴν περὶ ταῦτα σύνεσιν ἔγνως, σκέψαι καὶ φυτῶν διαφορὰς, μέχρι καὶ τῆς ἐν φύλλοις φιλοτεχνίας, πρὸς τὸ ἥδιστόν τε ἅμα ταῖς ὄψεσι, καὶ τοῖς καρποῖς χρησιμώτατον. Σκέψαι μοι καὶ καρπῶν ποικιλίαν καὶ ἀφθονίαν, καὶ μάλιστα τῶν ἀναγκαιοτάτων τὸ κάλλιστον. Καὶ σκέψαι μοι καὶ δυνάμεις ῥιζῶν, καὶ χυμῶν, καὶ ἀνθέων, καὶ ὀδμῶν, οὐχ ἡδίστων μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐπιτηδείων, καὶ χρωμάτων χάριτας καὶ ποιότητας, ἔτι δὲ λίθων πολυτελείας καὶ διαυγείας· ἐπειδή σοι πάντα προὔθηκεν, ὥσπερ ἐν πανδαισίᾳ κοινῇ, ὅσα τε ἀναγκαῖα καὶ ὅσα πρὸς ἀπόλαυσιν, ἡ φύσις· ἵν', εἰ μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ, γνωρίσῃς Θεὸν, καὶ τῷ δεῖσθαι, γένῃ σεαυτοῦ συνετώτερος. Ἐντεῦθεν ἔπελθέ μοι γῆς πλάτη καὶ μήκη, τῆς κοινῆς πάντων μητρὸς, καὶ κόλπους θαλαττίους, ἀλλήλοις τε καὶ τῇ γῇ συνδεδεμένους, καὶ ἀλσῶν κάλλη, καὶ ποταμοὺς, καὶ πηγὰς δαψιλεῖς τε καὶ ἀεννάους, οὐ μόνον ψυχρῶν καὶ ποτίμων ὑδάτων, καὶ τῶν ὑπὲρ γῆς, ἀλλὰ καὶ ὅσαι ὑπὸ γῆν ῥέουσαι, καὶ σήραγγάς τινας ὑποτρέχουσαι, εἶτ' ἐξωθούμεναι βιαίῳ τῷ πνεύματι καὶ ἀντιτυπούμεναι,
Chapter XXVI. If the account of these things is within your reach, and you have known the understanding concerning these things, consider also the differences of plants, even down to the craftsmanship in their leaves, at once most pleasant to the eyes, and most useful for the fruits. Consider for me also the variety and abundance of fruits, and especially the extreme beauty of the most necessary ones. And consider for me also the powers of roots, and of juices, and of flowers, and of odours, not only most sweet, but also serviceable for health, and the graces and qualities of colours, and further the costliness and transparency of stones; seeing that nature has set all things before you, as if in a common banquet, both whatever things are necessary and whatever things are for enjoyment; in order that, if nothing else, from the things wherein you are benefited, you may recognize God, and by standing in need, may become wiser than yourself. Hence traverse for me the breadths and lengths of the earth, the common mother of all, and the gulfs of the sea, bound together both with one another and with the earth, and the beauties of groves, and rivers, and springs both copious and ever-flowing, not only of cold and drinkable waters, and those above the earth, but also as many as flowing beneath the earth, and running under certain clefts, then being thrust forth by a violent blast and repelled,
Notes, col. 61

On the reading

Printed ἀπάντων, for ἀπαντῶν.