Migne Reading Room

PG 36 · cols. 508–517 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:508Read from the page
νου φωνῆς ἐκεῖνον ἐγκωμιάζουσιν. Ὁ γὰρ αὐτὸς ὑπόθεσίς τε λαμπρὰ τοῖς ἐπαινοῦσι, καὶ μόνος τῇ τοῦ λόγου δυνάμει τῆς ὑποθέσεως ἄξιος. Κάλλους μὲν δὴ, καὶ ῥώμης, καὶ μεγέθους, οἷς τοὺς πολλοὺς ὁρῶ χαίροντας, τοῖς βουλομένοις παραχωρήσομεν· οὐχ ὅτι κἀν τούτοις ἔλαττόν τινος ἠνέγκατο τῶν μικρολόγων, καὶ περὶ τὸ σῶμα καλινδουμένων, ἕως ἦν ἔτι νέος, καὶ οὔπω φιλοσοφίᾳ τῶν σαρκῶν κατεκράτησεν· ἀλλ' ἵνα μὴ ταυτὸν πάθω τοῖς ἀπειροτέροις τῶν ἀθλητῶν, οἳ τὴν ἰσχὺν ἐν τοῖς εἰκῆ παλαιομένοις καὶ παρέργοις κενώσαντες, ἥττους ἐν τοῖς καιρίοις εὑρίσκωνται, καὶ τοῖς ἐξ ὧν τὸ νικᾷν ὑπάρχει, καὶ στεφανίτας ἀναγορεύεσθαι. Ἃ δὲ οὐδαμῶς ἂν εἰπὼν οἶμαι περιττὸς δόξειν, οὐδὲ ἔξω τοῦ σκοποῦ βάλλειν τὸν λόγον, ταῦτ' ἐπαινέσομαι.
voice alone do they praise him. For he himself is both a splendid subject for those who praise him, and alone by the power of his eloquence worthy of the subject. Praise of beauty indeed, and of strength, and of stature, in which I see the many delighting, we shall yield to those who wish it; not because even in these things he fell short of any of those who reckon small matters and roll about the body, while he was yet young, and had not yet by philosophy mastered the flesh; but lest I suffer the same thing as the more inexperienced of athletes, who, having exhausted their strength in random wrestlings and side-efforts, are found inferior in the decisive contests, and in those things whereby it belongs to conquer and to be proclaimed crowned victors. But what things I think I shall by no means seem superfluous in speaking of, nor to cast my discourse outside the mark, these I shall praise.
ΙΑʹ. Οἶμαι δὲ πᾶσιν ἀνωμολογῆσθαι τὸν νοῦν ἐχόντων, παίδευσιν τῶν παρ' ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον· οὐ ταύτην μόνην τὴν εὐγενεστέραν, καὶ ἡμετέραν, ἣ πᾶν τὸ ἐν λόγοις κομψὸν καὶ φιλότιμον ἀτιμάζουσα, μόνης ἔχεται τῆς σωτηρίας, καὶ τοῦ κάλλους τῶν νοουμένων· ἀλλὰ καὶ τὴν ἔξωθεν, ἣν οἱ πολλοὶ Χριστιανῶν διαπτύουσιν, ὡς ἐπίβουλον καὶ σφαλερὰν, καὶ Θεοῦ πόῤῥω βάλλουσαν, κακῶς εἰδότες. Ὥσπερ γὰρ οὐρανὸν, καὶ γῆν, καὶ ἀέρα, καὶ ὅσα τούτων, οὐκ ἐπειδὴ κακῶς τινες ἐξειλήφασιν, ἀντὶ Θεοῦ τὰ τοῦ Θεοῦ σέβοντες, διὰ τοῦτο περιφρονητέον· ἀλλ' ὅσον χρήσιμον αὐτῶν καρπούμενοι πρός τε ζωὴν καὶ ἀπόλαυσιν, ὅσον ἐπικίνδυνον διαφεύγομεν· οὐ τῷ Κτίστῃ τὴν κτίσιν ἐπανιστάντες κατὰ τοὺς ἄφρονας, ἀλλ' ἐκ τῶν δημιουργημάτων τὸν Δημιουργὸν καταλαμβάνοντες, καὶ, ὅ φησιν ὁ θεῖος Ἀπόστολος, αἰχμαλωτίζοντες πᾶν νόημα εἰς Χριστόν· ὡς δὲ καὶ πυρὸς, καὶ τροφῆς, καὶ σιδήρου, καὶ τῶν ἄλλων, οὐδὲν καθ' ἑαυτὸ χρησιμώτατον ἴσμεν, ἢ βλαβερώτατον, ἀλλ' ὅπως ἂν δοκῇ τοῖς χρωμένοις· ἤδη δὲ καὶ τῶν ἑρπυστικῶν θηρίων ἔστιν, ἃ τοῖς πρὸς σωτηρίαν φαρμάκοις συνεκεράσαμεν· οὕτω καὶ τούτων, τὸ μὲν ἐξεταστικόν τε καὶ θεωρητικὸν, ἐδεξάμεθα· ὅσον δὲ εἰς δαίμονας φέρει, καὶ πλάνην, καὶ ἀπωλείας βυθὸν, διεπτύσαμεν· ὅτι μὴ κἀκ τούτων πρὸς θεοσέβειαν ὠφελήμεθα, ἐκ τοῦ χείρονος τὸ κρεῖττον καταμαθόντες, καὶ τὴν
11. Now I think it is agreed by all men who have understanding that education is the first of the goods among us; not only this nobler one of ours, which, disdaining all that is dainty and ambitious in words, clings only to salvation and to the beauty of the things contemplated by the mind; but also external education, which the many among Christians spit upon as treacherous and perilous, and casting us far from God, knowing ill. For just as heaven, and earth, and air, and all that belongs to them are not on that account to be despised because some have wrongly understood them, worshipping the things of God instead of God, but reaping whatever of them is useful for life and enjoyment, we shun whatever is perilous—not setting creation in revolt against the Creator like the foolish, but from the works of creation apprehending the Artificer, and, as the divine Apostle says, bringing every thought into captivity unto Christ; and as of fire also, and food, and iron, and the rest, we know nothing to be in itself most useful or most harmful, except according as it seems good to those who use it; and indeed even of creeping beasts there are some that we have compounded with medicines for preservation; so also from these studies we have received the investigative and contemplative part, while whatever leads to demons, and error, and the abyss of perdition, we have spat out; nay, even from these things we have been profited towards godliness, learning the better from the worse, and
PG 36:509Read from the page
ἀσθένειαν ἐκείνων, ἰσχὺν τοῦ καθ' ἡμᾶς λόγου πεποιημένοι. Οὔκουν ἀτιμαστέον τὴν παίδευσιν, ὅτι τοῦτο δοκεῖ τισιν· ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας, οἳ βούλοιντ' ἂν ἅπαντας εἶναι καθ' ἑαυτοὺς, ἵν' ἐν τῷ κοινῷ τὸ κατ' αὐτοὺς κρύπτηται, καὶ τοὺς τῆς ἀπαιδευσίας ἐλέγχους διαδιδράσκωσιν. Ἐπεὶ δὲ τοῦτο ὑπεθέμεθα καὶ ἀνωμολογησάμεθα, φέρε, τὰ κατ' αὐτὸν θεωρήσωμεν.
making their weakness the strength of our own doctrine. Education, therefore, is not to be dishonoured because this seems good to some; rather, those who are so disposed must be supposed boorish and uneducated, who would wish all men to be like themselves, so that what belongs to them may be hidden in the common lot, and they may escape the proofs of their want of education. Since, then, we have laid this down as a foundation and agreed upon it, come, let us contemplate the matters concerning him.
ΙΒʹ. Τὰ μὲν δὴ πρῶτα τῆς ἡλικίας ὑπὸ τῷ μεγάλῳ πατρὶ, ὃν κοινὸν παιδευτὴν ἀρετῆς ὁ Πόντος τηνικαῦτα προὐβάλλετο, σπαργανοῦται καὶ διαπλάττεται πλάσιν τὴν ἀρίστην τε καὶ καθαρωτάτην, ἣν ἡμερινὴν ὁ θεῖος Δαβὶδ καλῶς ὀνομάζει, καὶ τῆς νυκτερινῆς ἀντίθετον. Ὑπὸ δὴ τούτῳ, καὶ βίον καὶ λόγον συναυξανομένους τε καὶ συνανιόντας ἀλλήλοις, ὁ θαυμάσιος ἐκπαιδεύεται· οὐ Θετταλικόν τι καὶ ὄρειον ἄντρον αὐχῶν, ὡς ἀρετῆς ἐργαστήριον, οὐδέ τινα Κένταυρον ἀλαζόνα τῶν κατ' αὐτὸν ἡρώων διδάσκαλον, οὐδὲ πτῶκας βάλλειν, ἢ κατατρέχειν νεβρῶν, ἢ θηρεύειν ἐλάφους ὑπ' αὐτοῦ διδασκόμενος, ἢ τὰ πολεμικὰ κράτιστος εἶναι, ἢ πωλοδαμνεῖν ἄριστα, τῷ αὐτῷ πώλῳ καὶ διδασκάλῳ χρώμενος, ἢ μυελοῖς ἐλάφων τε καὶ λεόντων τοῖς μυθικοῖς ἐκτρεφόμενος· ἀλλὰ τὴν ἐγκύκλιον παίδευσιν παιδευόμενος, καὶ θεοσέβειαν ἐξασκούμενος, καὶ, συνελόντι φάναι, πρὸς τὴν μέλλουσαν τελειότητα διὰ τῶν ἐξ ἀρχῆς μαθημάτων ἀγόμενος. Οἱ μὲν γὰρ, ἢ βίον μόνον, ἢ λόγον κατωρθωκότες, τῷ ἑτέρῳ δὲ λείποντες, οὐδὲν τῶν ἑτεροφθάλμων ἐμοὶ δοκεῖν διαφέρουσιν, οἷς μεγάλη μὲν ἡ ζημία, μεῖζον δὲ τὸ αἶσχος ὁρῶσι καὶ ὁρωμένοις. Οἷς δὲ κατ' ἀμφότερα εὐδοκιμεῖν ὑπάρχει, καὶ εἶναι περιδεξίοις, τούτοις καὶ τὸ εἶναι τελείοις, καὶ βιοτεύειν μετὰ τῆς ἐκεῖθεν μακαριότητος. Ὅπερ οὖν ἐκείνῳ συμβέβηκεν εὖ ποιοῦν οἴκοθεν ἔχοντι τῆς ἀρετῆς τὸ παράδειγμα, πρὸς ὃ βλέπων εὐθὺς ἄριστος ἦν. Ὥσπερ τοὺς πώλους καὶ τοὺς μόσχους ὁρῶμεν, ὁμοῦ τῇ γενέσει ταῖς μητράσιν ἑαυτῶν παρασκαίροντας· οὕτω καὶ αὐτὸς τῷ πατρὶ παραθέων ἐγγύθεν ἐν πωλικῷ τῷ φρυάγματι, καὶ τῶν ἄκρων τῆς ἀρετῆς κινημάτων, οὐ παραπολὺ λειπόμενος· εἰ βούλει δὲ, κἀν τῇ
12. In the first years of his age, then, under his great father, whom Pontus at that time put forward as a common teacher of virtue, he is swaddled and fashioned with the best and purest fashioning, which the divine David admirably calls daytime, and the opposite of that of the night. Under him, indeed, this marvellous youth is educated in both life and eloquence growing together and ascending together with one another; not boasting of some Thessalian and mountain cave as a workshop of virtue, nor of some boastful Centaur as teacher of the heroes of his time, nor being taught by him to shoot hares, or run down fawns, or hunt stags, or to be mightiest in warfare, or to break colts best, using the same one both as colt and as teacher, or being nourished on the mythical marrows of stags and lions; but being educated in general education, and practising godliness, and, to speak concisely, being led towards future perfection through his elementary studies. For those who have succeeded either in life alone or in eloquence alone, while lacking the other, seem to me to differ nothing from the one-eyed, whose loss is great, and the disgrace greater both as they look and as they are looked upon. But those to whom it belongs to excel in both respects, and to be ambidextrous, to these belongs both to be perfect and to live with the blessedness from yonder. Which very thing accordingly befell him happily, having at home the pattern of virtue, looking towards which he was straightway best. Just as we see colts and calves, simultaneously with their birth, skipping beside their mothers; so he too, running closely beside his father with the high spirit of a colt, and falling not far short of his loftiest movements of virtue; or if you will, even in
PG 36:512Read from the page
σκιαγραφίᾳ τὸ μέλλον τῆς ἀρετῆς κάλλος ὑποσημαίνων, καὶ πρὸ τοῦ καιροῦ τῆς ἀκριβείας, τὰ τῆς ἀκριβείας προχαραττόμενος.
the preliminary sketch faintly indicating the future beauty of his virtue, and before the season of exactness, tracing out beforehand the marks of exactness.
ΙΓʹ. Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως, ἔδει δ' αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλοπόνῳ τῆς μελίσσης ἀπολειφθῆναι, συλλεγούσης ἐκ παντὸς ἄνθους τὰ χρησιμώτατα, ἐπὶ τὴν Καισαρέων πόλιν ἐπείγεται, τῶν τῇδε μεθέξων παιδευτηρίων· ταύτην δὲ λέγω τὴν περιφανῆ τε καὶ ἡμετέραν (ἐπεὶ καὶ τῶν ἐμῶν λόγων αὕτη καθηγεμὼν καὶ διδάσκαλος), τὴν οὐχ ἧττον λόγων μητρόπολιν, ἢ τῶν πόλεων ὧν ὑπέρκειται, καὶ καθ' ὧν ἔχει τὴν δυναστείαν· ἣν εἴ τις τοῦ ἐν λόγοις κράτους ἀποστερήσειεν. ἀφῃρηκὼς ἔσται αὐτὸ τὸ κάλλιστόν τε καὶ ἰδικώτατον. Ἄλλαι μὲν γὰρ τῶν πόλεων ἄλλοις ἀγάλλονται καλλωπίσμασιν, ἢ παλαιοῖς, ἢ νέοις, ὅπως ἂν οἶμαι, τῶν διηγημάτων ἔχωσιν, ἢ τῶν ὁρωμένων· τῇ δὲ, λόγοι τὸ γνώρισμα, ὥσπερ ἐν τοῖς ὅπλοις ἢ τοῖς δράμασι τὰ ἐπίσημα. Τὰ δὲ ἑξῆς αὐτοὶ διηγείσθωσαν, οἱ καὶ παιδεύσαντες τὸν ἄνδρα παρ' ἑαυτοῖς, καὶ τῆς παιδεύσεως ἀπολαύσαντες· ὅσος μὲν ἦν διδασκάλοις, ὅσος δὲ ἥλιξι, τοῖς μὲν παρεκτεινόμενος, τοὺς δὲ ὑπεραίρων κατὰ πᾶν εἶδος παιδεύσεως· ὅσον κλέος ἐντὸς ὀλίγου χρόνου παρὰ πᾶσιν ἠνέγκατο, καὶ τοῖς ἐκ τοῦ δήμου, καὶ τοῖς πρώτοις τῆς πόλεως· μείζω μὲν τῆς ἡλικίας τὴν παίδευσιν, μείζω δὲ τῆς παιδεύσεως τὴν τοῦ ἤθους πῆξιν ἐπιδεικνύμενος· ῥήτωρ ἐν ῥήτορσι, καὶ πρὸ τῶν σοφιστικῶν θρόνων· φιλόσοφος ἐν φιλοσόφοις, καὶ πρὸ τῶν ἐν φιλοσοφίᾳ δογμάτων· τὸ μέγιστον, ἱερεὺς Χριστιανοῖς, καὶ πρὸ τῆς ἱερωσύνης· τοσοῦτον ἦν αὐτῷ τὸ παρὰ πάντων συγκεχωρηκὸς ἐν ἅπασιν. Τῷ δὲ λόγοι μὲν τὸ πάρεργον ἦσαν, τοσοῦτον ἐξ αὐτῶν δρεπομένῳ, ὅσον εἰς τὴν καθ' ἡμᾶς φιλοσοφίαν συνεργοὺς ἔχειν· ἐπειδὴ δεῖ καὶ τῆς ἐν τούτοις δυνάμεως πρὸς τὴν τῶν νοουμένων δήλωσιν· κίνημα γὰρ ναρκώντων ἐστὶ, νοῦς ἀνεκλάλητος. Φιλοσοφία δὲ ἡ σπουδὴ, καὶ τὸ ῥαγῆναι κόσμου, καὶ μετὰ Θεοῦ γενέσθαι τοῖς κάτω τὰ ἄνω πραγματευόμενον, καὶ τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κατακτώμενον.
13. When he had a sufficient share of his education there, and since it was necessary that nothing of noble things should escape him, nor that he should fall behind the industry of the bee, which gathers from every flower what is most useful, he hastens to the city of the Caesareans, to partake of the schools here—I mean this illustrious city, and our own (since she was the guide and teacher of my studies also), the metropolis no less of letters than of the cities over which she presides and over which she holds dominion; whom if anyone should deprive of her supremacy in letters, he will have taken away her very fairest and most peculiar possession. For other cities pride themselves on other ornaments, either ancient or modern, according, I suppose, as they stand in respect of stories or of things seen; whereas for her, letters are the distinguishing mark, just as emblems on shields or in dramas. What follows let them relate themselves who both educated the man among them and enjoyed the fruit of his education: how great he was in the eyes of teachers, and how great in the eyes of comrades, measuring himself beside the former, and surpassing the latter in every kind of learning; how great a glory within a short time he won among all, both those of the common people and the foremost men of the city, displaying a learning greater than his age, and a firmness of character greater than his learning; an orator among orators, even before the sophistic chairs; a philosopher among philosophers, even before the doctrines in philosophy; and what is greatest, a priest to Christians, even before the priesthood: so great was the concession made to him by all in all things. Yet with him eloquence was a secondary matter, culling only so much from it as to have helpers towards our philosophy, since there is need of power in these things also for the manifestation of the thoughts of the mind; for an unuttered mind is the movement of men benumbed. But philosophy was his serious pursuit, and to break away from the world, and to be with God, gaining the things above by means of the things below, and acquiring through things unstable and fleeting the things that stand firm and abide.
Notes, col. 512

On the reading

Printed ρήσειεν., for ρήσειεν,.

PG 36:513Read from the page
ΙΔʹ. Ἐντεῦθεν επὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην τῆς Ἑῴας πόλιν (καὶ γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλοσόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ τὰ κράτιστα συνελέξατο τάχει τε καὶ μεγέθει φύσεως)· ἐντεῦθεν, ἐπὶ τὸ τῶν λόγων ἔδαφος τὰς Ἀθήνας ὑπὸ τοῦ Θεοῦ πέμπεται, καὶ τῆς καλῆς περὶ τὴν παίδευσιν ἀπληστίας· Ἀθήνας τὰς χρυσᾶς ὄντως ἐμοὶ, καὶ τῶν καλῶν προξένους, εἴπερ τινί. Ἐκεῖναι γάρ μοι τὸν ἄνδρα τοῦτον ἐγνώρισαν τελεώτερον, οὐδὲ πρὶν ἀγνοούμενον· καὶ λόγους ἐπιζητῶν, εὐδαιμονίαν ἐκομισάμην· καὶ τρόπον ἕτερον ταυτὸ πέπονθα τῷ Σαοὺλ, ὃς τὰς ὄνους τοῦ πατρὸς ἐπιζητῶν, βασιλείαν εὕρατο, μεῖζον τοῦ ἔργου τὸ πάρεργον ἐμπορευσάμενος. Τὸ μὲν δὴ μέχρι τούτων εὔδρομος ἡμῖν ὁ λόγος, καὶ διὰ λείας τῆς ὁδοῦ φέρων, καὶ ἄγαν εὐπόρου, καὶ βασιλικῆς ὄντως τῶν τοῦ ἀνδρὸς ἐγκωμίων· τὸ δ' ἐντεῦθεν, οὐκ οἶδ' ὅ τι τῷ λόγῳ χρήσωμαι, καὶ ποῖ τράπωμαι· ἔχει γάρ τι καὶ πρόσαντες ἡμῖν ὁ λόγος. Ποθῶ μὲν γὰρ ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τοῦ καιροῦ τούτου λαβόμενος, καὶ τῶν κατ' ἐμαυτόν τι προσθεῖναι τοῖς εἰρημένοις, καὶ μικρόν τι προσδιατρῖψαι τῷ διηγήματι, ὅθεν τε καὶ ὅπως ἡμῖν, κἀκ τίνος τῆς ἀρχῆς συνέστη τὸ τῆς φιλίας, εἴτουν συμπνοίας καὶ συμφυΐας, εἰ χρὴ προσειπεῖν οἰκειότερον. Φιλεῖ γὰρ οὔτε ὄψις ῥᾳδίως ἀναχωρεῖν τῶν τερπνῶν θεαμάτων, κἂν ἀφέλκῃ τις βίᾳ, πρὸς αὐτὰ πάλιν φέρεσθαι· οὔτε λόγος τῶν ἡδίστων διηγημάτων. Δέδοικα δὲ τὸ φορτικὸν τῆς ἐγχειρήσεως. Πειράσομαι μὲν οὖν, ὡς οἷόν τε μετρίως, τοῦτο ποιεῖν. Ἂν δ' ἄρα τι καὶ βιαζώμεθα ὑπὸ τοῦ πόθου, συγγνώμη τῷ πάθει, πάντων παθῶν ὄντι δικαιοτάτῳ, καὶ ὃ μὴ παθεῖν ἡ ζημία τοῖς γε νοῦν ἔχουσιν.
14. Thence to Byzantium, the city presiding over the East (for indeed she was renowned for the most consummate of sophists and philosophers, from whom in a brief time he gathered the best things by the swiftness and greatness of his nature); thence, to the soil of letters, Athens, he is sent by God and by his noble insatiability for learning—Athens, truly golden to me, and the patroness of noble things, if ever to anyone. For she made this man known to me more perfectly, though not unknown before; and seeking letters, I carried off happiness; and in another manner I experienced the same thing as Saul, who, seeking his father's asses, found a kingdom, gaining in the by-work something greater than the main work. Up to this point, then, our discourse has run smoothly, carrying us along a smooth and very easy and truly royal road of the man's praises; but from here on, I know not how I shall use my discourse, nor whither I shall turn; for our discourse has something uphill in it too. For having arrived at this point of my discourse, and having seized this opportunity, I long to add something of my own affairs also to what has been said, and to linger a little in the narrative, whence and how for us, and from what beginning our friendship arose, or rather our breathing together and growing together, if one must call it by a more fitting name. For neither is the eye wont easily to withdraw from pleasant spectacles—and even if one drags it away by force, it is wont to be borne back to them again—nor is discourse wont to withdraw from the sweetest narratives. Yet I fear the tiresomeness of the undertaking. I shall try, therefore, as moderately as possible, to do this. And if after all we should be somewhat constrained by longing, pardon be to the passion, which of all passions is most just, and which not to feel is a loss, at least to men of understanding.
ΙΕʹ. Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον, ἀπὸ μιᾶς σχισθέντας πηγῆς τῆς πατρίδος, εἰς διάφορον ὑπερορίαν κατ' ἔρωτα τῆς παιδεύσεως, καὶ πάλιν εἰς τὸ αὐτὸ συνελθόντας, ὥσπερ ἀπὸ συνθήματος, οὕτω Θεοῦ κινήσαντος. Εἶχον δὲ μικρῷ μὲν ἐμὲ πρότερον· τὸν δ' εὐθὺς μετ' ἐμὲ, μετὰ πολλῆς προσδεχθέντα καὶ περιφανοῦς τῆς ἐλπίδος. Καὶ γὰρ ἐν πολλῶν γλώσσαις ἔκειτο πρὶν ἐπιστῇ· καὶ μέγα ἑκάστοις ἦν προκαταλαβεῖν τὸ σπουδαζόμενον. Οὐδὲν δὲ οἷον καὶ ἥδυσμά τι προσθεῖναι τῷ λόγῳ μικρὸν ἀφήγημα, τοῖς μὲν εἰδόσιν, ὑπόμνησιν, τοῖς δὲ ἀγνοοῦσι, διδασκαλίαν. Σοφιστομανοῦσιν Ἀθήνησι τῶν νέων οἱ πλεῖστοι καὶ ἀφρονέστεροι· οὐ τῶν ἀγεννῶν μόνον καὶ τῶν ἀνωνύμων, ἀλλ' ἤδη καὶ τῶν εὖ γεγονότων καὶ περιφανεστέρων, ἅτε πλῆθος σύμμικτον ὄντες, καὶ νέοι, καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς. Ὅπερ οὖν πάσχοντας ἔστιν ἰδεῖν, περὶ τὰς
15. Athens held us, like some river stream, parted from one fountain of our fatherland into different foreign lands out of love for learning, and come together again to the same place, as if by prearrangement, God having so moved it. Now she held me a little earlier, and him straightway after me, received with great and splendid expectation. For indeed he was on the tongues of many before he arrived; and it was a great thing for each to be first to lay hold of the object of their eagerness. And there is nothing like adding as a sort of seasoning to our discourse a brief narrative—to those who know, a reminder, and to those who are ignorant, an instruction. Most of the young men at Athens, and the more foolish ones, are mad after sophists; not only those of low birth and the nameless, but even now those well-born and more illustrious, inasmuch as they are a mixed multitude, and young, and hard to restrain in their impulses. Just what, therefore, one may see men experiencing who are fond of
Notes, col. 513

On the reading

Printed επὶ, for ἐπὶ.

PG 36:516Read from the page
ἀντιθέτους ἱπποδρομίας, τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶσιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθήμενοι, παίουσι τὸν ἀέρα, τοὺς ἵππους δὴ τοῖς δακτύλοις, ὡς μάστιξι, ζευγνύουσι, μεταζευγνύουσιν, οὐδενὸς ὄντες κύριοι· ἀντιδιδόασιν ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους, ἱπποστασίας, στρατηγούς. Καὶ ταῦτα τίνες; Οἱ πένητες πολλάκις καὶ ἄποροι, καὶ μηδ' ἂν εἰς μίαν ἡμέραν τροφῆς εὐπορήσαντες· τοῦτο καὶ αὐτοὶ πάσχουσιν ἀτέχνως περὶ τοὺς ἑαυτῶν διδασκάλους, καὶ ἀντιτέχνους, ὅπως πλείους τε ὦσιν αὐτοὶ, κἀκείνους εὐπορωτέρους ποιῶσι δι' ἑαυτῶν σπουδὴν ἔχοντες· καὶ τὸ πρᾶγμά ἐστιν ἐπιεικῶς ἄτοπον καὶ δαιμόνιον. Προκαταλαμβάνονται πόλεις, ὁδοὶ, λιμένες, ὀρῶν ἄκρα, πεδία, ἐσχατιαὶ, οὐδὲν ὅ τι μὴ τῆς Ἀττικῆς μέρος, ἢ τῆς λοιπῆς Ἑλλάδος, αὐτῶν τῶν οἰκητόρων οἱ πλεῖστοι· καὶ γὰρ τούτους μεμερισμένους ταῖς σπουδαῖς ἔχουσιν.
rival horse-races, those fond of horses and fond of spectacles: they leap, they shout, they send dust to heaven, they drive chariots while sitting, they strike the air, yoking and re-yoking the horses with their fingers as with whips, though masters of nothing; they easily exchange with one another charioteers, horses, stables, directors of the games. And who do these things? Men often poor and needy, and who would not even have provision for a single day; this very thing they too artlessly experience regarding their own teachers and rival professors, being eager that they themselves may be more numerous and may make them wealthier through themselves; and the affair is altogether absurd and demoniacal. Cities, roads, harbours, mountain-tops, plains, borderlands, every single part of Attica or of the rest of Greece, and most of the inhabitants themselves are seized beforehand; for they have these too divided by their factions.
ΙϚʹ. Ἐπεὶ δ' ἂν οὖν τις ἐπιστῇ τῶν νέων, καὶ ἐν χερσὶ γένηται τῶν ἑλόντων (γίνεται δὲ, ἢ βιασθεὶς, ἢ ἑκὼν), νόμος οὗτός ἐστιν αὐτοῖς Ἀττικὸς, καὶ παιδιὰ σπουδῇ σύμμικτος· Πρῶτον μὲν ξεναγεῖται παρά τινι τῶν προειληφότων, ἢ φίλων, ἢ συγγενῶν, ἢ τῶν ἐκ τῆς αὐτῆς πατρίδος, ἢ τῶν ὅσοι περιττοὶ τὰ σοφιστικὰ, καὶ προσαγωγοὶ τῶν λημμάτων, κἀντεῦθεν μάλιστα διὰ τιμῆς ἐκείνοις· ἐπεὶ καὶ τοῦτο μισθός ἐστιν αὐτοῖς τῶν σπουδαστῶν τυγχάνειν. Ἔπειτα ἐρεσχελεῖται παρὰ τοῦ βουλομένου παντός· βούλεται δὲ αὐτοῖς, οἶμαι, τοῦτο τῶν νεηλύδων συστέλλειν τὸ φρόνημα, καὶ ὑπὸ χεῖρα σφῶν ἀπ' ἀρχῆς ἄγειν. Ἐρεσχελεῖται δὲ, παρὰ μὲν τῶν, θρασύτερον· παρὰ δὲ τῶν, λογικώτερον, ὅπως ἂν ἀγροικίας, ἢ ἀστειότητος ἔχῃ. Καὶ τὸ πρᾶγμα, τοῖς μὲν ἀγνοοῦσι λίαν φοβερὸν καὶ ἀνήμερον, τοῖς δὲ προειδόσι καὶ μάλα ἡδὺ καὶ φιλάνθρωπον. Πλείων γάρ ἐστιν ἡ ἔνδειξις, ἢ τὸ ἔργον τῶν ἀπειλουμένων. Ἔπειτα πομπεύει διὰ τῆς ἀγορᾶς, ἐπὶ τὸ λουτρὸν προαγόμενος. Ἡ πομπὴ δέ· Διατάξαντες ἑαυτοὺς στοιχηδὸν κατὰ συζυγίαν ἐκ διαστήματος, οἱ τελοῦντες τῷ νέῳ τὴν πρόοδον, ἐπὶ τὸ λουτρὸν προπέμπουσιν. Ἐπειδὰν δὲ πλησιάσωσι, βοῇ τε πολλῇ καὶ ἐξάλμασι χρώμενοι, καθάπερ ἐνθουσιῶντες (κελεύει δὲ ἡ βοὴ, μὴ προβαίνειν, ἀλλ' ἵστασθαι, ὡς
16. Whenever, then, one of the young men arrives and falls into the hands of those who have captured him (and this happens either by force or willingly), this is an Attic custom among them, and a jest mingled with seriousness: first he is entertained as a guest at the house of one of those who laid hold of him first, either friends, or kinsmen, or those from the same fatherland, or those who are eminent in sophistic matters and providers of gains, and on that account held in especial honour by them; since this too serves as a fee for them, to obtain partisans. Next he is bantered by anyone who wishes; and this, I think, is meant by them to humble the pride of the newcomers, and to bring them under their hand from the beginning. And he is bantered by some more boldly, by others more rationally, according as each is disposed toward boorishness or urbanity. And the affair, to those who do not know it, is exceedingly fearful and savage, but to those who know it beforehand, very pleasant and humane. For the display of the threats is greater than the deed. Next he marches in procession through the marketplace, being led forth to the bath. And the procession is thus: arraying themselves in rows two by two at intervals, those who perform the escort for the youth conduct him to the bath. And when they draw near, using a great shout and leaps, as though possessed by frenzy (and the shout commands them not to advance, but to halt, as though
PG 36:517Read from the page
τοῦ λουτροῦ σφᾶς οὐ παραδεχομένου)· καὶ ἅμα τῶν θυρῶν ἀρασσομένων, πατάγῳ τὸν νέον φοβήσαντες, εἶτα τὴν εἴσοδον συγχωρήσαντες, οὕτως ἤδη τὴν ἐλευθερίαν διδόασιν, ὁμότιμον ἐκ τοῦ λουτροῦ, καὶ ὡς αὐτῶν ἕνα δεχόμενοι· καὶ τοῦτό ἐστιν αὐτοῖς τῆς τελετῆς τὸ τερπνότατον, ἡ ταχίστη τῶν λυπούντων ἀπαλλαγὴ καὶ κατάλυσις. Τότε τοίνυν ἐγὼ τὸν ἐμὸν καὶ μέγαν Βασίλειον, οὐκ αὐτὸς δι' αἰδοῦς ἦγον μόνον, τό τε τοῦ ἤθους στάσιμον καθορῶν, καὶ τὸ ἐν λόγοις καίριον, ἀλλὰ καὶ τοὺς ἄλλους ἔπειθον ὁμοίως ἔχειν, ὅσοι τῶν νέων ἀγνοοῦντες τὸν ἄνδρα ἐτύγχανον. Τοῖς γὰρ πολλοῖς εὐθὺς αἰδέσιμος ἦν, ἀκοῇ προκατειλημμένος. Ἐξ οὗ τί γίνεται; Μόνος σχεδὸν τῶν ἐπιδημούντων, τὸν κοινὸν διέφυγε νόμον, κρείττονος ἢ κατὰ νέηλυν ἀξιωθεὶς τῆς τιμῆς.
the bath would not admit them); and at the same time, while the doors are battered, having frightened the youth with the clatter, then having granted entrance, thus at last they give him his freedom, receiving him from the bath as an equal in honour and as one of themselves; and this is for them the most pleasant part of the initiation, the swiftest deliverance from and cessation of the annoyances. At that time, therefore, I not only held my great Basil in reverence myself, beholding both the steadiness of his character and the seasonableness of his words, but I also persuaded the others to be similarly disposed, as many of the youths as happened not to know the man. For to the many he was straightway an object of reverence, having been forestalled by report. From which what comes to pass? Almost alone of those who came to sojourn in the city, he escaped the common law, being deemed worthy of an honour greater than accords with a newcomer.
ΙΖʹ. Τοῦτο ὑμῖν τῆς φιλίας προοίμιον· ἐντεῦθεν ὁ τῆς συναφείας σπινθήρ· οὕτως ἐπ' ἀλλήλοις ἐτρώθημεν. Ἔπειτα συνηνέχθη τι καὶ τοιοῦτον· οὐδὲ γὰρ τοῦτο παραλιπεῖν ἄξιον· Οὐχ ἁπλοῦν γένος εὑρίσκω τοὺς Ἀρμενίους, ἀλλὰ καὶ λίαν κρυπτόν τι καὶ ὕφαλον. Τότε τοίνυν τῶν ἐκ πλείονος αὐτῷ συνήθων καὶ φίλων τινὲς, ἔτ' ἐκ τοῦ πατρὸς καὶ τῆς ἄνωθεν ἑταιρίας (καὶ γὰρ ἐκείνης τῆς διατριβῆς ὄντες ἐτύγχανον), προσιόντες αὐτῷ μετὰ φιλικοῦ πλάσματος (φθόνος δὲ ἦν, οὐκ εὔνοια τὸ προσάγον), ἐπηρώτων τε αὐτὸν, φιλονείκως μᾶλλον ἢ λογικῶς, καὶ ὑποκλίνειν ἑαυτοῖς ἐπειρῶντο διὰ τῆς πρώτης ἐπιχειρήσεως, τήν τε ἄνωθεν τοῦ ἀνδρὸς εὐφυΐαν εἰδότες, καὶ τὴν τότε τιμὴν οὐ φέροντες. Δεινὸν γὰρ εἶναι, εἰ προειληφότες τοὺς τρίβωνας, καὶ λαρυγγίζειν προμελετήσαντες, μὴ πλέον ἔχοιεν τοῦ ξένου τε καὶ νεήλυδος. Ἐγὼ δὲ ὁ φιλαθήναιος καὶ μάταιος (οὐ γὰρ ᾐσθόμην τοῦ φθόνου, πιστεύων τῷ πλάσματι), ἤδη κλινομένων αὐτῶν, καὶ τὰ νῶτα μεταβαλλόντων (καὶ γὰρ ἐζηλοτύπουν τὸ τῶν Ἀθηνῶν κλέος ἐν ἐκείνοις καταλυθῆναι, καὶ τάχιστα περιφρονηθῆναι), ὑπήρειδόν τε τοὺς νεανίας ἐπανάγων τὸν λόγον, καὶ τὴν παρ' ἐμαυτοῦ ῥοπὴν χαριζόμενος (δύναται δὲ καὶ ἡ μικρὰ προσθήκη τὸ πᾶν ἐν τοιούτοις), ἴσας ὑσμίνῃ τὰς κεφαλὰς, τὸ τοῦ λόγου, κατέστησα. Ὡς δὲ τὸ τῆς διαλέξεως ἔγνων ἀπόῤῥητον, οὐδὲ καθεκτὸν ἔτι τυγχάνον, ἀλλὰ σαφῶς ἤδη παρα-
17. This was for you the prelude of our friendship; hence came the spark of our union; thus were we wounded with love for one another. Afterwards something of the following sort also occurred; for neither is this worthy to be passed over: I find the Armenians not a simple race, but even something exceedingly secretive and underhand. At that time, therefore, certain of those who had long been his acquaintances and friends, still from his father and the earlier fellowship (for they happened to belong to that school), coming to him with a friendly pretence (though it was envy, not goodwill, that brought them), questioned him, contentiously rather than rationally, and tried to make him stoop to them through the first assault, both knowing from of old the man's natural genius and not brooking the honour then paid to him. For it was a dreadful thing, if they who had put on the philosopher's cloaks beforehand, and had practised beforehand to declaim with full throat, should not have the advantage over the stranger and newcomer. Now I, fond of Athens and foolish as I was (for I did not perceive their envy, trusting in their pretence), when they were already giving way and turning their backs (for I was jealous lest the glory of Athens should be overthrown in them and very quickly despised), propped up the youths, bringing back the argument, and bestowing the weight of my own support (and even a small addition can do everything in such matters), I set their heads equal in the fray, as the saying goes. But when I perceived the secret motive of the disputation, being no longer restrainable, but already clearly
Notes, col. 517

On the reading

Printed ὑμῖν, for ἡμῖν.