ΚΔʹ. Τάχα δ' ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασι)· τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρὸν πρὸς τοὺς ἐντυγχάνοντας. Ἠγνόουν γὰρ, ὅτι πρὸς ὑπάτους ἡμῖν καὶ ὑπάρχους ἡ ἅμιλλα, καὶ στρατηγῶν τοὺς εὐδοκιμωτάτους, οἳ μὴ ἔχουσιν, ὅποι τὰ ἑαυτῶν ῥίψουσι. Καὶ δεῖ περιστένειν μὲν ἡμῖν τὴν γαστέρα κατατρυφῶσι τῶν πτωχικῶν, ὡς δὲ εἰς τὰ περιττὰ κεχρῆσθαι τοῖς ἀναγκαίοις, καὶ τῶν θυσιαστηρίων κατερεύγεσθαι. Ἵπποις δὲ φέρεσθαι τρυφεροῖς, καὶ δίφρων ὑπεραίρεσθαι περιλάμπρως, προπομπεύεσθαί τε καὶ περιποππύζεσθαι, καὶ πάντας ὑποχωρεῖν ἡμῖν, ὥσπερ θηρίοις, καὶ περισχίζεσθαι, ἢ καὶ πόῤῥωθεν εἶναι δήλους ἐπερχομένους. Εἰ ταῦτα δεινὰ γέγονε, παρελήλυθε· χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἄλλον προστήσασθε τὸν ἀρέσοντα τοῖς πολλοῖς· ἐμοὶ δὲ δότε τὴν ἐρημίαν, καὶ τὴν ἀγροικίαν, καὶ τὸν Θεὸν, ᾧ μόνῳ, καὶ διὰ τῆς εὐτελείας, ἀρέσομεν. Δεινὸν, εἰ στερησόμεθα λόγων, καὶ συλλόγων, καὶ πανηγύρεων, καὶ τῶν κρότων τούτων ὑφ' ὧν πτερούμεθα, καὶ οἰκείων, καὶ φίλων, καὶ τιμῶν, καὶ κάλλους πόλεως καὶ μεγέθους, καὶ τῆς πανταχόθεν περιλαμπούσης ἀστραπῆς τοὺς πρὸς αὐτὰ βλέποντας, ἀλλὰ μὴ εἴσω συννενευκότας· ἀλλ' οὔπω τοσοῦτον ὅσον εἰ θορυβήσομαι καὶ χρανθήσομαι τοῖς ἐν μέσῳ ταράχοις καὶ βράσμασι, καὶ ταῖς πρὸς τοὺς πολλοὺς μετακλίσεσιν. Οὐ γὰρ ζητοῦσιν ἱερεῖς, ἀλλὰ ῥήτορας· οὐδὲ ψυχῶν οἰκονόμους, ἀλλὰ χρημάτων φύλακας· οὐδὲ θύτας καθαροὺς, ἀλλὰ προστάτας ἰσχυρούς. Ἀπολογήσομαί τι περὶ αὐτῶν· οὕτως ἡμεῖς αὐτοὺς ἐπαιδεύσαμεν, οἳ πᾶσι πάντα γινόμεθα, οὐκ οἶδα πότερον, ἵνα σώσωμεν πάντας, ἢ ἀπωλέσωμεν.
XXIV. And perhaps they might reproach us with these things too (for indeed they have reproached us): the sumptuousness of our table, the imposing dignity of our attire, our processions, and our haughtiness towards those who meet us. For I was ignorant that our rivalry is with consuls and prefects, and the most renowned of generals, who do not know where to fling their wealth. And our belly, forsooth, must groan while we luxuriate in the goods of the poor, using necessities for superfluities, and belching over the altars. And we must be borne on dainty horses, and be lifted up brilliantly on chariots, and be escorted in procession and applauded with smacking lips, and all must give way before us, as before wild beasts, and part on either side, so that even from afar we may be conspicuous as we approach. If these things have been dreadful, they have passed by; forgive me this wrong. Appoint another who will please the many; and give to me the desert, and rusticity, and God, Whom alone, even through frugality, we shall please. It is a hard thing if we shall be deprived of discourses, and assemblies, and festivals, and this applause by which we are given wings, and kinsfolk, and friends, and honours, and the beauty and greatness of the city, and the lightning flashing all around upon those who look towards these things, and do not bend their gaze within; yet not so hard as if I shall be din-stunned and defiled by the tumults and boilings in the midst, and the inclinings towards the many. For they do not seek priests, but rhetoricians; nor stewards of souls, but guardians of money; nor pure offerers of sacrifice, but powerful patrons. I will make some defence for them: thus have we trained them, who become all things to all men, I know not whether to save all, or to destroy them.
ΚΕʹ. Τί φατε; Πείσομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν; Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν; Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρεσβεύομεν καὶ πρεσβεύετε, πρὸς τῆς κοινῆς ἡμῶν ἐλπίδος, καὶ τῆς τοῦ λαοῦ τοῦδε συμπήξεως, δότε μοι τὴν χάριν ταύτην· μετὰ εὐχῶν ἡμᾶς ἀποπέμψατε· αὕτη γενέσθω μοι τῆς ἀθλήσεως ἡ ἀνάρῥησις· δότε μοι τὸ γράμμα τῆς ἀφέσεως, ὥσπερ τοῖς στρατιωτικοῖς οἱ βασιλεῖς· καὶ, εἰ βούλεσθε, μετὰ δεξιᾶς τῆς μαρτυρίας, ἵν' ἔχω τὸ ἐπιτίμιον· εἰ δὲ μὴ, ὅπως βούλεσθε· οὐδὲν περὶ τούτου διοίσο-
XXV. What do you say? Shall we persuade you with these words, and have we prevailed? Or do we need even firmer words in order to persuade? Yea, by the Trinity Itself, Whom we venerate and you venerate, by our common hope, and the knitting together of this people, grant me this favour; send us away with prayers; let this be for me the proclamation of my contest; give me the certificate of discharge, just as emperors do to soldiers; and, if you will, with an auspicious testimony, that I may have the honorary reward; and if not, however you will; I shall not differ about this at-