Migne Reading Room

PG 36 · cols. 460–469 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:460Read from the page
μάρτυρες, καὶ καυχησεως στέφανος, ἵνα τολμήσω κἀγώ τι τῶν τοῦ Ἀποστόλου νεανιεύσασθαι. Τοῦτο τὸ ποίμνιον ἦν, ὅτε μικρόν τε καὶ ἀτελὲς ἦν, ὅσον ἐπὶ τοῖς ὁρωμένοις, καὶ οὐδὲ ποίμνιον, ἀλλὰ ποίμνης τι μικρὸν ἴχνος, ἢ λείψανον, ἀσύντακτον, καὶ ἀνεπίσκοπον, καὶ ἀόριστον, μήτε νομὴν ἐλευθέραν ἔχον, μήτε μάνδρᾳ περιεχόμενον, πλανώμενον ἐν ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἄλλο ἀλλαχοῦ διεσπαρμένον τε καὶ διερριμμένον, ὡς ἕκαστον ἔτυχε σκεπόμενον, ἢ νεμόμενον, καὶ διακλέπτον ἀγαπητικῶς τὴν ἑαυτοῦ σωτηρίαν· οἷον ἐκεῖνο τὸ ποιμνιον, ὃ λέοντες ἐξῶσαν, ἢ ζάλη διέλυσε, ἢ σκοτόμαινα διεσκέδασεν· ὃ θρηνοῦσι μὲν προφῆται, τοῖς τοῦ Ἰσραὴλ ἀπεικάζοντες πάθεσι, παραδεδομένου τοῖς ἔθνεσιν· ἐθρηνήσαμεν δὲ καὶ ἡμεῖς, ἐφ' ὅσον θρήνων ἐπράττομεν ἄξια. Τῷ ὄντι γὰρ καὶ ἡμεῖς ἐξώσθημεν καὶ ἀπερρίφημεν, καὶ ἐπὶ πᾶν ὄρος καὶ βουνὸν διεσπάρημεν, ὡς ἐν ἐρημίᾳ ποιμένος· καὶ πονηρός τις χειμὼν κατέσχε τὴν Ἐκκλησίαν, καὶ δεινοὶ θῆρες ἐπιπεπτώκασιν, οἱ μηδὲ νῦν μετὰ τὴν αἰθρίαν ἡμῶν φειδόμενοι· ἀλλ' ἀναισχυντοῦντες εἶναι, καὶ τοῦ καιροῦ δυνατώτεροι· καὶ σκυθρωπή τις σκοτόμαινα ἐπέλαβε πάντα καὶ συνεκάλυψε, πολὺ τῆς ἐνάτης τῶν Αἰγυπτίων πληγῆς βαρυτέρα, τοῦ ψηλαφητοῦ λέγω σκότους, ὑφ' οὗ μικροῦ δεῖν μηδὲ ἀλλήλους ἰδεῖν ἐδυνήθημεν.
witnesses, and crown of boasting, that I too may dare to utter boldly something of the Apostle's words. This flock was once both small and imperfect, so far as appeared to the eyes, and not even a flock, but some small trace or remnant of a flock, unorganized, and without a bishop, and unbounded, neither having free pasture, nor enclosed by a fold, wandering on mountains, and in caves and the holes of the earth, scattered and cast about one here, another there, as each happened to find shelter, or pasture, and stealing its own safety as best it could; such as that flock which lions drove out, or a tempest broke up, or thick darkness dispersed; which the prophets lament, likening it to the sufferings of Israel delivered over to the nations; and we also lamented, for so long as we fared in a manner worthy of lamentations. For in truth we too were driven out and cast away, and scattered upon every mountain and hill, as in a wilderness without a shepherd; and a wicked winter seized the Church, and terrible wild beasts fell upon us, which do not spare us even now after the clear weather; but are shameless to be even stronger than the season; and a gloomy thick darkness overtook and covered all things, much heavier than the ninth plague of the Egyptians, I mean the palpable darkness, under which we were almost unable even to see one another.
Γʹ. Καὶ, ἵν' εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαρρήσας· Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ· καὶ πρὸς σὲ βλέπομεν· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Διὰ τοῦτο ἀπολογήσομαι, πλὴν κρίματα λαλήσω πρὸς σὲ, φησὶν Ἱερεμίας, ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, καὶ ἐπελάθου διαθήκης ἁγίας σου, καὶ ἀπέκλεισας ἀφ' ἡμῶν τὰ ἐλέη σου. Διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου, οἱ τῆς Τριάδος προσκυνηταὶ, οἱ τέλειοι τῆς τελείας θεότητος πρόσφυγες· καὶ μὴ τολμῶντές τι τῶν ὑπὲρ ἡμᾶς εἰς ἡμᾶς κατάγειν· μηδὲ τοσοῦτον ἐπαίρεσθαι κατὰ τὰς ἀθέους γλώσσας καὶ θεομάχους, ὥστε τὴν δεσποτείαν ποιεῖν ὁμόδουλον· ἀλλὰ παρεδόθημεν δηλαδὴ διὰ τὰς ἄλλας ἁμαρτίας ἡμῶν, καὶ τὸ μὴ
III. And, that I may say something more moving, taking courage towards Him Who delivered us up as towards a father: Abraham knew us not, and Israel acknowledged us not; but Thou art our Father; and to Thee we look; beside Thee we know no other; we name Thy name. Wherefore I will plead my cause, yet I will speak judgements unto Thee, says Jeremiah; we have become as at the beginning, when Thou didst not rule over us, and didst forget Thy holy covenant, and didst shut up Thy mercies from us. Wherefore we have become a reproach to Thy beloved, we the worshippers of the Trinity, the perfect refugees of the perfect Godhead; neither daring to drag down to ourselves any of the things that are above us; nor to be lifted up so much according to the godless and God-fighting tongues, as to make the Lordship a fellow-servant; but we were delivered up manifestly on account of our other sins, and our not
Notes, col. 460

On the reading

Printed καυχησεως, for καυχήσεως.

Printed ποιμνιον, for ποίμνιον.

PG 36:461Read from the page
ἀξίως τῶν ἐντολῶν σου ἀναστραφῆναι· ἀλλ' ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς πορευθῆναι. Διὰ τί γὰρ ἕτερον ἀνδράσιν ἀδικωτάτοις καὶ πονηροτάτοις παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν; Ὁ πρῶτος Ναβουχοδονόσορ ἐξέθλιψεν ἡμᾶς, ὁ μετὰ Χριστὸν κατὰ Χριστοῦ μανεὶς, καὶ διὰ τοῦτο μισήσας Χριστὸν, ὅτι δι' αὐτοῦ σέσωστο· καὶ τῶν ἱερῶν βίβλων τὰς ἀθέους θυσίας ἀντιλαβών. Κατέφαγέ με, ἐμερίσατό με, ἐκάλυψέ με σκότος λεπτὸν, ἵνα μὴ ἀποστῶ, μηδὲ θρηνῶν, τῆς Γραφῆς. Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, καὶ χερσὶν ἀνόμων δικαίως αὐτὸν παρέδωκεν, ἐκτοπίσας εἰς Πέρσας, (οἷα τὰ τοῦ Θεοῦ κρίματα!) καὶ ὑπὲρ αἱμάτων ἀνοσίων αἷμα ἐχύθη δίκαιον, ἐνταῦθα μόνον οὐδὲ μακροθυμῆσαι ἀνασχομένης τῆς δίκης, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Ὁ δεύτερος, οὐδὲν ἐκείνου φιλανθρωπότερος, ὅτι μὴ καὶ βαρύτερος, ὅσῳ τοῦ Χριστοῦ φέρων ὄνομα, ψευδόχριστος ἦν, καὶ Χριστιανοῖς βάρος ὁμοῦ τε καὶ ὄνειδος, οἷς καὶ τὸ ποιεῖν ἄθεον, καὶ τὸ πάσχειν ἄδοξον· τῷ μηδὲ ἀδικεῖσθαι δοκεῖν, μηδὲ τὸ μεγαλοπρεπὲς ὄνομα τῷ πάσχειν προσεῖναι τὴν μαρτυρίαν· ἀλλὰ κἀνταῦθα κλέπτεσθαι τὴν ἀλήθειαν, πάσχοντας ὡς Χριστιανοὺς, ὡς ἀσεβεῖς κολάζεσθαι. Οἴμοι, ὅτι ἐπλουτήσαμεν ἐν τοῖς κακοῖς, ὅτι πῦρ κατέφαγε τὰ ὡραῖα τῆς οἰκουμένης. Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ἡ ἐρυσίβη· εἶτα ὁ βροῦχος, εἶτα οὐκ οἶδ' ὅ τι πρὸς τούτοις, καὶ ἄλλο ἐπ' ἄλλῳ κακῷ φυόμενον. Τί ἄν τις ἐκτραγῳδοίη πάντα τὰ τοῦ καιροῦ κακὰ, καὶ τὴν τότε κατασχοῦσαν ἡμᾶς, εἴτε εἴσπραξιν χρὴ λέγειν, εἴτε δοκιμασίαν καὶ πύρωσιν; Πλὴν ὅτι διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ προήλθομεν εἰς ἀναψυχὴν εὐδοκίᾳ τοῦ σώζοντος Θεοῦ.
having walked worthily of Thy commandments; but having gone after our own wicked mind. For on what other account were we given over to men most unjust and most wicked beyond all who dwell upon the earth? The first Nabuchodonosor afflicted us, he who after Christ raged against Christ, and on this account hated Christ, because he had been saved by Him; and exchanged the sacred books for godless sacrifices. He devoured me, he divided me among himself, a fine darkness covered me, that I may not depart, even when lamenting, from the Scripture. Unless the Lord had helped me, and justly delivered him into the hands of lawless men, having banished him to the Persians (how great are the judgements of God!), and righteous blood had been shed in requital for unholy bloodshed, justice here alone not even enduring to be long-suffering, my soul had almost dwelt in Hades. The second was in nothing more humane than that one, if not even heavier, inasmuch as bearing the name of Christ, he was a false Christ, and to Christians at once a burden and a reproach, for whom both to act was godless, and to suffer was inglorious; because they did not even seem to be wronged, nor was the magnificent name, martyrdom, attached to their suffering; but here too the truth was stolen away, so that while suffering as Christians, they were punished as impious. Woe is me, that we have grown rich in evils, that fire has devoured the beauties of the inhabited world. What was left by the palmerworm the locust devoured, and what was left by the locust the mildew devoured; then the locust-larva, then I know not what beside these, one evil growing upon another. Why should one recount in tragic style all the evils of the season, and that which then held us fast, whether one must call it an exaction, or a testing and a firing? Save that we passed through fire and water, and came out into refreshment by the good pleasure of the God Who saves.
Δʹ. Ἀλλ' ὅ μοι λέγειν ἀπ' ἀρχῆς ὁ λόγος ὥρμητο· τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενιχρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντός τε καὶ γεωργοῦντος τοῖς καλοῖς τῆς εὐσεβείας σπέρμασί τε καὶ δόγμασιν, ἀλλ' οὐδὲ πένητος ἑνὸς τῶν ἐνδεῶν καὶ μετρίων, ὥς γε ἐδόκει· ἀλλ' οὐδὲ γεώργιον ὅλως, οὐδὲ ἀποθηκῶν, οὐδὲ ἅλω τυχὸν, οὐδὲ δρεπάνης ἄξιον· οὐδὲ θημὼν, οὐδὲ δράγματα, ἢ δράγματα μικρά τε καὶ ἄωρα, καὶ οἷα τὰ ἐκ δωμάτων, μήτε χεῖρα πληροῦντα τοῦ
IV. But what my discourse set out to say from the beginning: this tilled field was once both small and poor, and worthy not only not of God, Who both tilled and tills the whole world with the fair seeds and doctrines of piety, but not even of one poor man among the needy and moderate, as at least it seemed; nay, not even a tilled field at all, nor worthy of granaries, nor perhaps of a threshing-floor, nor of a sickle; neither a heap, nor sheaves, or sheaves small and unripe, and such as those on housetops, neither filling the hand of the
PG 36:464Read from the page
θερίζοντος, μητε τῶν παριόντων εὐλογιαν προκαλούμενα. Τοιοῦτον ἡμῶν τὸ γεώργιον, τοσοῦτον τὸ θέρος· μέγα μὲν, καὶ εὔσταχυ, καὶ πῖον τῷ θεωρητῇ τῶν κρυπτῶν, καὶ τοιούτου γεωργοῦ πρέπον εἶναι, ὃ πληθύνουσι κοιλάδες ψυχῶν καλῶς τῷ λόγῳ γεωργουμένων· οὐ μὴν γνωριζόμενον τοῖς πολλοῖς, οὐδὲ εἰς ἓν συναγόμενον, ἀλλὰ κατὰ μικρὸν συλλεγόμενον, ὡς καλάμη ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλὶς ἐν τρυγητῷ, μὴ ὑπάρχοντος βότρυος. Προσθήσειν μοι δοκῶ κἀκεῖνα, καὶ λίαν κατὰ καιρὸν, ὡς συκῆν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς ῥάγα μίαν ἢ δευτέραν ὥριμον ἐν ἀώρῳ τῷ βότρυϊ, εὐλογίαν μὲν Κυρίου τετηρημένην, καὶ ἀπαρχὴν καθιερωμένην, πλὴν ὀλίγην ἔτι καὶ σπάνιον, καὶ οὐ πληροῦσαν στόμα ἔσθοντος· καὶ ὡς σημαίαν ἐπὶ βουνοῦ, καὶ ὡς ἱστὸν ἐπ' ὄρους, ἢ εἴ τι ἄλλο τῶν μοναδικῶν τε καὶ οὐ πλείοσι θεωρουμένων. Ταῦτα μὲν τὰ τῆς προτέρας πενίας καὶ κατηφείας.
reaper, nor calling forth a blessing from those who pass by. Such was our tilled field, so great our harvest; great indeed, and rich in ears of corn, and fat to the Beholder of hidden things, and fitting to belong to such a Husbandman, which the valleys of souls well tilled by the word multiply; yet not known to the many, nor gathered into one, but collected little by little, as stubble in harvest, and as a gleaning-cluster in vintage, when there is no cluster. I think I shall add those words also, and very seasonably: Like a fig-tree in a wilderness I found Israel, and like one or a second ripe grape in the unripe cluster, preserved indeed as a blessing of the Lord, and consecrated as a first-fruit, yet still small and scarce, and not filling the mouth of him who eats; and like a standard upon a hill, and like a mast upon a mountain, or whatever else is among things solitary and not seen by many. Such indeed were the matters of our former poverty and dejection.
Εʹ. Ἀφ' οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐκ δὲ χειμῶνος ἔαρ, ἐκ δὲ ζάλης γαλήνην, ἐκ δὲ αὐχμῶν ἐπομβρίαν· καὶ τοῦτο δι' ἑνὸς δικαίου πολλάκις εὐχὴν ἐπὶ πολὺ διωχθέντος· ὁ ἀναλαμβάνων πραεῖς εἰς ὕψος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, ἐκεῖνο πρὸς αὐτὸν εἶπεν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ Ἰσραήλ· καὶ οὐ μὴ προσθῶσιν ἔτι τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖν· καὶ εἰπὼν, ἐπεσκέψατο, καὶ ἐπισκεψάμενος ἔσωσε, καὶ ἐξήγαγε, τὸν λαὸν αὐτοῦ ἐν χειρὶ κραταιῷ, καὶ ἐν βραχίονι ὑψηλῷ ἐν χειρὶ Μωσῆ καὶ Ἀαρὼν τῶν ἐκλεκτῶν αὐτοῦ. Τί γίνεται, καὶ τί θαυματουργεῖται; Ἃ βίβλοι καὶ μνῆμαι φέρουσιν. Ἐκτὸς γὰρ τῶν κατὰ τὴν ὁδὸν θαυμασίων, καὶ τῆς μεγάλης ἐκείνης βομβήσεως, ἵν' εἴπω τι συντομώτατον, Ἰωσὴφ εἰς Αἴγυπτον εἷς, καὶ μυριάδες ἑξήκοντα μετ' ὀλίγον ἐξ Αἰγύπτου. Τί τούτου θαυμασιώτερον, ἢ μεῖζον τῆς τοῦ Θεοῦ μεγαλονοίας τεκμήριον, ὅταν ἐκ τῶν ἀπόρων θέλῃ πόρον δοῦναι τοῖς πράγμασι; καὶ γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται δι' ἑνὸς μισηθέντος, καὶ ὁ πραθεὶς ἔθνη μεθίστησι, καὶ εἰς ἔθνος καθίσταται μέγα, καὶ ἡ μικρὰ παραφυὰς ἐκείνη, ἄμπελος εὐκληματοῦσα γίνεται, καὶ τοσαύτη, ὥς ἐπεμβαίνειν μὲν ποταμοῖς, ἐκτείνεσθαι δὲ μέχρι θαλάσσης, ἐξ ὁρίων εἰς ὅρια πλατυνομένην, καλύπτειν δὲ
V. But since the God Who makes poor and makes rich, Who puts to death and makes alive, Who makes and transforms all things by His will alone, Who makes day out of night, and spring out of winter, and calm out of tempest, and heavy rain out of droughts, and this often through the prayer of one righteous man persecuted for a long while; Who lifts up the meek on high, and humbles sinners even to the earth, spoke that word to Himself: Seeing I have seen the affliction of Israel; and they shall no longer continue to toil in clay and brick-making; and having spoken, He visited, and having visited He saved, and brought out His people with a mighty hand, and with a high arm, by the hand of Moses and Aaron His chosen ones. What comes to pass, and what wonder is wrought? The things that books and records relate. For apart from the wonders along the way, and that great resounding noise, to say something most brief, Joseph goes into Egypt as one man, and sixty myriads come out of Egypt after a little while. What is more wonderful than this, or a greater proof of the greatness of God's mind, when out of hopeless straits He wills to give a way through to affairs? And the land of promise is distributed by lot through one man who was hated, and he who was sold removes nations, and is established into a great nation, and that small offshoot becomes a vine rich in branches, and so great as to advance even over rivers, and to stretch out even unto the sea, widening from borders to borders, and to cover
Notes, col. 464

On the reading

Printed μητε, for μήτε.

Printed εὐλογιαν, for εὐλογίαν.

Printed ὥς, for ὡς.

PG 36:465Read from the page
ὄρη τῷ ὕψει τῆς δόξης, κέδρων δὲ ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ Θεοῦ ἅτινα δὴ τὰ ὄρη ταῦτα, καὶ ἅστινας τὰς κέδρους ὑποληπτέον.
mountains with the height of its glory, and to be lifted up above cedars, and those the cedars of God, whatever these mountains and whatever the cedars are to be supposed to be.
ςʹ. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον· εἰ δὲ μήπω τελείως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦον προσθήκαις· προφητεύω δὲ, ὅτι καὶ ὁδεῦσον. Τοῦτό μοι τὸ Πνεῦμα προλέγει τὸ ἅγιον, εἴ τι προφητικὸς ἐγὼ, καὶ βλέπων τὰ ἔμπροσθεν· καὶ ἅμα τοῖς προλαβοῦσιν ἔχω θαρρεῖν, καὶ λογισμῷ γινώσκειν, ὡς λόγου σύντροφος. Πολὺ γὰρ παραδοξότερον, ἐξ ἐκείνου τοσαύτην γενέσθαι, ἢ τὴν νῦν οὖσαν εἰς ἄκρον προελθεῖν λαμπρότητος. Ἐξ οὗ γὰρ συνάγεσθαι ἤρξατο παρὰ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς, ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ τοῖς ξηροῖς ἐδόθη Πνεῦμα ζωῆς καὶ παλιγγενεσίας, πᾶσαν, εὖ οἶδα, πληρωθῆναι δεῖ τὴν ἀνάστασιν· ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ παραπικραίνοντες· μηδὲ σκιὰν κρατοῦντες, ἢ ἐνύπνιον ἐξεγειρομένων, ἢ αὔρας διαπνεούσας, ἢ νηὸς ἴχνη καθ' ὕδατος, ἔχειν τι νομιζέτωσαν. Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος. Τοῖς τῶν ἄλλων κακοῖς παιδευέσθωσαν, καὶ μανθανέτωσαν, ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· οὐδὲ ἀνέξεται, μὴ ἐν ἐκστάσει διακόψαι κεφαλὰς δυναστῶν, ὡς ὁ Ἀμβακούμ φησιν, ἡ διακοπτομένη θεότης, καὶ διαιρουμένη κακῶς εἴς τε τὸ ἄρχον καὶ τὸ ἀρχόμενον· ὡς ἂν μάλιστα καὶ θεότης ὑβρισθείη καταγομένη, καὶ βαρηθείη κτίσις ὁμοτιμίᾳ θεότητος.
VI. Such was this flock once, and such is it now, so thriving and widening out; and if not yet completely, yet at least on the way to this by partial additions; and I prophesy that it will also complete the way. This the Holy Spirit foretells to me, if in any way I am prophetic and behold the things before us; and at the same time I can take courage from the things that have gone before, and know by reasoning, as one bred up with reason. For it is much more paradoxical that from that state it should have become so great, than that being what it now is it should advance to the summit of splendour. For since it began to be gathered together by Him Who makes the dead alive, bone to bone, and joint to joint, and a Spirit of life and regeneration was given to the dry bones, the whole resurrection, I know well, must be fulfilled; so let not those who provoke to bitterness exalt themselves in themselves; nor while grasping a shadow, or a dream of men awaking, or breezes blowing through, or tracks of a ship through water, let them suppose that they have anything. Let the pine howl, because the cedar has fallen. Let them be instructed by the evils of others, and let them learn that the poor man shall not be forgotten unto the end; nor will the Godhead that is cut in two and wickedly divided into that which rules and that which is ruled endure not to cut asunder in amazement the heads of potentates, as Habakkuk says; Whereby most of all both the Godhead would be insulted by being dragged down, and creation would be weighed down by equality of honour with the Godhead.
Ζʹ. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου· Πλάτυνον τὰ σχοινίσματά σου ἔτι· ἐκπέτασον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά· πῆξον, τῶν αὐλαιῶν μὴ φείσῃ. Ἐγὼ παραδέδωκά σε, καὶ ἐγὼ βοηθήσω σοι. Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, καὶ ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε. Μεῖζον τὸ μέτρον τῆς φιλανθρωπίας, ὑπὲρ τὸ μέτρον τῆς παιδαγωγίας. Ἐκεῖνα, διὰ τὴν πονηρίαν· ταῦτα, διὰ τὴν Τριάδα προσκυνουμένην. Ἐκεῖνα, διὰ τὴν κάθαρσιν· ταῦτα, διὰ τὴν ἐμὴν δόξαν· ὃς Δοξάζω τοὺς δοξάζοντας, καὶ παρυζηλῶ τοὺς παραζηλοῦντας. Ἰδοὺ ταῦτα ἐσφράγισται παρ' ἐμοὶ, καὶ οὗτος ἄλυτος νόμος ἀντιμετρήσεως. Σὺ δέ μοι περιείχου τῶν τοίχων, καὶ τῶν πλακῶν, καὶ τῆς κε-
VII. Methinks I hear that voice also, from Him Who gathers together the broken-hearted, and receives the oppressed: Enlarge thy cords yet more; stretch forth to the right and to the left; drive in the stakes, spare not thy curtains. I delivered thee up, and I will help thee. In a little wrath I smote thee, and in everlasting mercy I will glorify thee. Greater is the measure of loving-kindness than the measure of chastisement. Those things were on account of wickedness; these, on account of the Trinity worshipped. Those, on account of purification; these, on account of My glory; Who glorify those who glorify Me, and provoke to jealousy those who provoke to jealousy. Behold, these things are sealed up with Me, and this is an indissoluble law of requital. But thou for My sake wast clinging to the walls, and the slabs, and the
Notes, col. 465

On the reading

Printed παρυζηλῶ, for παραζηλῶ.

PG 36:468Read from the page
κομψευμένης ψηφῖδος, καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ χρυσῷ κατελάμπου καὶ περιελάμπου, τὸν μὲν, ὡς ὕδωρ ἔσπειρες, τὸν δὲ, ὡς ἄμμον ἐθησαύριζες· ἀγνοῶν, ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλέους Θεῷ τρεῖς συνηγμένοι ἐν ὀνόματι Κυρίου, πολλῶν μυριάδων ἀρνουμένων θεότητα. Ἢ καὶ τοὺς Χαναναίους ἅπαντας προτιμήσεις ἑνὸς τοῦ Ἀβραάμ; ἢ καὶ τοὺς Σοδομίτας ἑνὸς τοῦ Λώτ; ἢ καὶ Μαδιηναίους Μωσέως, τῶν παροίκων καὶ ξένων; Τί δαὶ τοὺς μετὰ Γεδεὼν τριακοσίους, τοὺς λάμψαντας ἀνδρικῶς, τῶν ἀποστραφεισῶν χιλιάδων; τί δαὶ τοὺς οἰκογενεῖς Ἀβραὰμ, τοὺς μικρὸν ὑπὲρ τούτους τῷ ἀριθμῷ τῶν πολλῶν βασιλέων, καὶ τῶν τοῦ στρατοῦ μυριάδων, ἃς, καίπερ ὄντες ὀλίγοι, κατεδίωξαν καὶ ἐτρέψαντο; ἐκεῖνο δὲ πῶς νοεῖς, ὅτι Ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται; τί δαὶ τὸ, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐκ ἐν τοῖς πλείοσιν εὐδόκησεν ὁ Θεός.
curiously wrought mosaic, and the long courses and galleries, and wast shining down and shining around with gold, the one part of which thou didst scatter like water, and the other thou didst treasure up like sand; not knowing that faith under the open sky is better than costly impiety, and that three gathered together in the name of the Lord are more to God than many myriads who deny the Godhead. Or wilt thou also prefer all the Canaanites to the one Abraham? Or the Sodomites to the one Lot? Or the Midianites to Moses, the sojourners and strangers? What again of the three hundred with Gideon, who lapped manfully, above the thousands that turned back? What again of the home-born servants of Abraham, slightly exceeding these in number, above the many kings and the myriads of the army, which, though they were few, they pursued and put to flight? And how dost thou understand that word: Though the number of the children of Israel be as the sand of the sea, the remnant shall be saved? And what of this: I have left to Myself seven thousand men, who have not bowed the knee to Baal? It is not so, it is not. God was not well pleased in the many.
Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους· καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς ὡς λόγος κεκαθαρμένος, καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν. Ἄξιον μὲν γὰρ οὐδέν ἐστι τοῦ τὰ πάντα πεποιηκότος, καὶ παρ' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα, δοῦναι Θεῷ καὶ προσενεγκεῖν· μὴ ὅτι μιᾶς χειρὸς ἔργον ἢ περιουσίας, ἀλλ' οὐδ' εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις εὐπορίαν ἢ χεῖρα εἰς ἓν συνενεγκὼν, τιμῆσαι θελήσειεν. Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ἐπεὶ δὲ τῆς ἀξίας διαμαρτεῖν ἀναγκαῖον, ὃ δεύτερόν ἐστιν, αἰτῶ παρ' ὑμῶν την εὐσέβειαν, τὸν κοινὸν πλοῦτον ἐμοὶ καὶ ὁμότιμον, ἐν ᾧ τυχὸν ὑπερβαλεῖται καὶ τὸν λίαν λαμπρὸν ὁ πάνυ πένης, ἂν ᾖ μεγαλόψυχος. Προαιρέσεως γὰρ, οὐκ εὐπορίας ἡ τοιαύτη φιλοτιμία. Λήψομαι μὲν καὶ ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, εὖ ἴστε. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε, ἀλλὰ πατήσουσιν αὐτὴν πόδες πραέων, τῶν ἐπεγνωκότων ἐμὲ, καὶ τὸν μονογενῆ μου Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὑγιῶς καὶ γνησίως. Μέχρι τίνος κληρυνομήσετε τὰ ὄρος τὸ ἅγιόν μου; μέχρι τίνος ἡ κιβωτὸς παρὰ τοῖς ἀλλοφύλοις; Νῦν δὲ μικρὸν ἔτι ἐντρυφήσατε τοῖς ἀλλοτρίοις, καὶ τοῦ βούλεσθαι ἀπολαύσατε. Ὅτι ὃν τρόπον ἐβουλεύσασθε τοῦ ἀπώσασθαί με, κἀγὼ ἀπώσομαι ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.
VIII. Thou indeed countest the myriads, whereas God counts those who are being saved; and thou the immeasurable dust, whereas I the vessels of election. For nothing is so magnificent to God as a word purified, and a soul perfected in the doctrines of the truth. For nothing is worthy of Him Who has made all things, and from Whom are all things, and unto Whom are all things, to give and offer to God; not only not the work or abundance of one hand, nay, not even if someone should bring together into one all the wealth or handiwork among men, and wish to honour Him. Do not I fill heaven and earth? saith the Lord; and, What house will ye build Me? or what is the place of My rest? But since it is necessary to fall short of His worth, what is second best, I ask from you piety, the wealth common to Me and of equal honour, wherein perhaps the very poor man will surpass even the exceedingly splendid man, if he be great-souled. For such munificence belongs to choice, not to affluence. I will accept even these things from your hands, know well. Ye shall no more continue to tread My court, but the feet of the meek shall tread it, of those who have acknowledged Me, and My Only-begotten Word, and the Holy Spirit soundly and genuinely. How long will ye inherit My holy mountain? How long shall the ark be among the Philistines? Now then revel yet a little while in what belongs to others, and enjoy your own will. Because in the manner that ye took counsel to thrust Me away, I also will thrust you away, saith the Lord Almighty.
Notes, col. 468

On the reading

Printed την, for τὴν.

Printed κληρυνομήσετε, for κληρονομήσετε.

Printed τὰ, for τὸ.

PG 36:469Read from the page
Θʹ. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι· καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκείμενον ἱκανῶς ἐκ διεσπαρμένου, καὶ ἐξ ἐλεουμένου τυχὸν καὶ ἐπίφθονον. Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ πλατύνεσθε. Μὴ διαπαντὸς δεῖ κάμνειν ὑμᾶς ἐν σκηναῖς κατοικοῦντας, καὶ τοὺς θλίβοντας ὑμᾶς ὑπερευφραίνεσθαι; Πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους (πείθομαι γὰρ ἄλλους ἄλλης προστατεῖν Ἐκκλησίας, ὡς Ἰωάννης διδάσκει με διὰ τῆς ἀποκαλύψεως)· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε, ἵνα μηδὲν ᾖ σκῶλον, μηδὲ κώλυμα τῷ λαῷ τῆς θείας ὁδοῦ καὶ εἰσόδου· νῦν μὲν ἐπὶ τὰ χειροποίητα, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ, καὶ τὰ ἐκεῖσε Ἅγια τῶν ἁγίων, ἃ τέλος οἶδα τῆς ἐνταῦθα κακοπαθείας καὶ συντονίας τοῖς καλῶς ὁδεύουσιν. Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ ἅγιοι, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, σχοίνισμα Κυρίου τὸ κράτιστον, ἀπὸ σταγόνος ποταμὸς ὅλος, ἀπὸ σπινθῆρος λαμπὰς οὐράνιος, ἀπὸ κόκκου νάπυος δένδρον, πτηνῶν ἀνάπαυμα.
IX. These things I seemed both to hear Him saying, and to perceive Him doing; and besides these, crying out to the people, which from a few is already many, and sufficiently compacted out of what was scattered, and from being pitied has perhaps become even enviable: Go ye through My gates, and be widened out. Must you continually toil dwelling in tents, and those who afflict you rejoice exceedingly? And to the angels set over us (for I am persuaded that different ones preside over different Churches, as John teaches me through the Apocalypse): Make a way for My people, and cast the stones out of the way, that there may be no stumbling-block, nor hindrance to the people of the divine way and entrance; now indeed unto the sanctuaries made with hands, and a little later unto the Jerusalem above, and the Holy of Holies there, which I know to be the end of the hardship and strenuousness here for those who journey well. Among whom are you also, called saints, a peculiar people, a royal priesthood, the mightiest portion of the Lord's line, from a drop a whole river, from a spark a heavenly torch, from a grain of mustard a tree, a resting-place of birds.
Ιʹ. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδὲν κάλλιον προσενεγκεῖν εἴχομεν ὑμῖν, οὐδὲ λαμπρότερον, ὧν ἔχομεν τὸ μεῖζον ἐπιζητήσαντες· ἵν' εἰδῆτε καὶ ξένους ὄντας ἡμᾶς καὶ οὐκ ἐνδεεῖς· ἀλλὰ πτωχοὺς μὲν, πολλοὺς δὲ πλουτίζοντας. Ταῦτα εἰ μὲν μικρὰ καὶ οὐδενὸς ἄξια λόγου, πεισθῆναι βούλομαι, τίνα τὰ μείζω καὶ λόγου πλείονος. Εἰ γὰρ τὸ πόλιν τῆς οἰκουμένης ὀφθαλμὸν, γῆς καὶ θαλάσσης ὅτι κράτιστον, ἑῴας τε καὶ ἑσπερίου λήξεως οἷον σύνδεσμον, εἰς ἣν τὰ πανταχόθεν ἄκρα συντρέχει, καὶ ὅθεν ἄρχεται, ὡς ἀπὸ ἐμπορίου κοινοῦ τῆς πίστεως· εἰ τὸ ταύτην στηρίξαι τε καὶ σθενῶσαι τοῖς ὑγιαίνουσι λόγοις, τῶν οὐ μεγάλων, καὶ ταῦτα, τοσαύταις δονουμένην γλώσσαις, καὶ οὕτω πανταχόθεν, σχολῇ γ' ἂν ἄλλο τι φανείη μέγα καὶ σπουδῆς ἄξιον. Εἰ δὲ τῶν ἐπαινουμένων (δότε τι καὶ ἡμῖν τῆς ἐπὶ τούτοις φιλοτιμίας), καὶ αὐτοὶ μερίδα τινὰ τοῖς ὁρωμένοις τούτοις συνεισηνέγκαμεν.
X. These we bring as a gift to you, O dear shepherds, these we present, with these we welcome our friends, and guests, and fellow-sojourners. Nothing fairer than these had we to offer to you, nor more splendid, having sought out the greatest of the things we have; that you may know us to be both strangers and not in want; nay, poor indeed, yet making many rich. If on the one hand these things are small and worth no account, I should like to be persuaded what things are greater and of more account. For if to establish and strengthen with sound words a city that is the eye of the inhabited world, the strongest part of land and sea, the bond as it were of the eastern and western lot, unto which the extremities from every side run together, and whence they begin, as from a common mart of the faith—if to do this is among things not great, and that too when it is shaken by so many tongues, and thus from every side, scarcely indeed would anything else appear great and worthy of zeal. But if it is among things praised (grant some share of the honour over these things to us also), we ourselves also have contributed some portion to these things that are seen.