Migne Reading Room

PG 36 · cols. 316–325 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:316Read from the page
Δʹ. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις, τοῦτο ἑορτάζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἢ ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν νέον ἐνδυσώμεθα· καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζήσωμεν, Χριστῷ καὶ συγγεννώμενοι, καὶ συσταυρούμενοι, καὶ συνθαπτόμενοι, καὶ συνανιστάμενοι. Δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· καὶ εἰ ἡ γεῦσις κατέκρινε, πόσῳ μᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωμεν, μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ' ὑπερκοσμίως· μὴ τὰ ἡμέτερα, ἀλλὰ τὰ τοῦ ἡμετέρου, μᾶλλον δὲ τὰ τοῦ Δεσπότου· μὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.
IV. This is our festival, this we celebrate today: the sojourn of God among men, that we might journey home to God, or return (for so it is more fitting to speak), that having put off the old man, we might put on the new; and just as in Adam we died, so in Christ we might live, being both born together with Christ, and crucified together with Him, and buried together with Him, and raised together with Him. For I must undergo the noble reversal; and just as out of better things came the sorrowful, so out of the sorrowful the better things must return. For where sin abounded, grace did much more abound; and if the tasting condemned, how much more did the suffering of Christ justify? Wherefore let us keep the feast, not in the manner of a public festival, but divinely; not in a worldly way, but above the world; not our own things, but the things of Him Who is ours, or rather the things of the Master; not the things of weakness, but the things of healing; not the things of creation, but the things of re-creation.
Εʹ. Ἔσται δὲ τοῦτο πῶς; Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς συστησώμεθα, μὴ κοσμήσωμεν ἀγυιὰς, μὴ ὀφθαλμὸν ἑστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὄσφρησιν ἐκθηλύνωμεν, μὴ γεῦσιν καταπορνεύσωμεν, μὴ ἁφῇ χαρισώμεθα, ταῖς προχείροις εἰς κακίαν ὁδοῖς, καὶ εἰσόδοις τῆς ἁμαρτίας, μὴ ἐσθῆτι μαλακισθῶμεν, ἁπαλῇ τε καὶ περιῤῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία, μὴ λίθων διαυγείαις, μὴ χρυσοῦ περιλάμψεσι, μὴ χρωμάτων σοφίσμασι ψευδομένων τὸ φυσικὸν κάλλος, καὶ κατὰ τῆς εἰκόνος ἐξευρημένων· μὴ κώμοις καὶ μέθαις, οἷς κοίτας καὶ ἀσελγείας οἶδα συνεζευγμένας· ἐπειδὴ κακῶν διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια. Μὴ στιβάδας ὑψηλὰς πηξώμεθα σκηνοποιοῦντες τῇ γαστρὶ τὰ τῆς θρύψεως. Μὴ τιμήσωμεν οἴνων τοὺς ἀνθοσμίας, ὀψοποιῶν μαγγανείας, μύρων πολυτελείας. Μὴ γῆ καὶ θάλασσα τὴν τιμίαν ἡμῖν κόπρον δωροφορείτωσαν· οὕτω γὰρ ἐγὼ τιμᾷν οἶδα τρυφήν. Μὴ ἄλλος ἄλλον ἀκρασίᾳ νικᾷν σπουδάζωμεν. Ἀκρασία γὰρ ἐμοὶ, πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν· καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων, τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος.
V. And how shall this be? Let us not crown our porches, let us not form dances, let us not adorn the streets, let us not feast the eye, let us not enchant the ear with flutes, let us not make the sense of smell effeminate, let us not prostitute the taste, let us not indulge the touch—those roads ready for vice, and entrances of sin—let us not be softened by raiment, both delicate and flowing around us, and whose chief beauty is uselessness, nor by the transparencies of stones, nor by the flashings of gold, nor by the artifices of colours falsifying natural beauty, and invented against the image; not in revellings and drunkenness, with which I know chambering and wantonness to be yoked together; since bad are the lessons of bad teachers, or rather, evil are the crops of evil seeds. Let us not pile up high couches, making tents of luxury for the belly. Let us not honour the bouquet of wines, the sorceries of cooks, the costliness of unguents. Let not earth and sea bring us as gifts their precious dung; for thus I know how to value luxury. Let us not strive to surpass one another in intemperance. For to me intemperance is everything superfluous and beyond need; and this while others are hungry and in want, who are made of the same clay and temperament.
Ϛʹ. Ἀλλὰ ταῦτα μὲν Ἕλλησι παρῶμεν, καὶ Ἑλληνικοῖς κόμποις, καὶ πανηγύρεσιν· οἳ καὶ θεοὺς ὀνομάζουσι κνίσσαις χαίροντας, καὶ ἀκολούθως τὸ θεῖον τῇ γαστρὶ θεραπεύουσι, πονηροὶ πονηρῶν δαιμόνων, καὶ πλάσται, καὶ μυσταγωγοὶ, καὶ μύσται τυγχάνοντες. Ἡμεῖς δὲ, οἷς Λόγος τὸ προσκυνούμενον, κἄν τι δέῃ τρυφᾷν, ἐν λόγῳ
VI. But let us leave these things to the Greeks, and to Grecian pomps and festivals; who even call gods those that rejoice in the savour of burnt fat, and consistently worship the deity with the belly, being wicked fashioners, and initiators, and initiates of wicked demons. But we, for whom the Word is the Object of worship, even if it be needful to luxuriate at all, in the word
PG 36:317Read from the page
τρυφήσωμεν, καὶ θείῳ νόμῳ, καὶ διηγήμασι, τοῖς τε ἄλλοις, καὶ ἐξ ὧν ἡ παροῦσα πανήγυρις· ἵν' οἰκεῖον ᾖ τὸ τρυφᾷν, καὶ μὴ πόῤῥω τοῦ συγκαλέσαντος. Ἢ βούλεσθε (καὶ γὰρ ἐγὼ σήμερον ἑστιάτωρ ὑμῖν) ἐγὼ τὸν περὶ τούτων παραθῶ λόγον τοῖς καλοῖς ὑμῖν δαιτυμόσιν, ὡς οἷόν τε δαψιλῶς τε καὶ φιλοτίμως, ἵν' εἰδῆτε, πῶς δύναται τρέφειν ὁ ξένος τοὺς ἐγχωρίους, καὶ τοὺς ἀστικοὺς ὁ ἄγροικος, καὶ τοὺς τρυφῶντας ὁ μὴ τρυφῶν, καὶ τοὺς περιουσίᾳ λαμπροὺς, ὁ πένης τε καὶ ἀνέστιος; Ἄρξομαι δὲ ἐντεῦθεν· καί μοι καθήρασθε, καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα· ἐπειδὴ περὶ Θεοῦ, καὶ θεῖος ὁ λόγος· ἵν' ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος· ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.
let us luxuriate, and in the divine law, and in narratives, both the others and those from which the present festival arises; that our luxury may be akin to, and not far removed from, Him Who has called us together. Or do you wish (for indeed today I am your host) that I should set before you, my noble guests, the discourse concerning these things, as lavishly and generously as possible, that you may know how the stranger can nourish the natives, and the rustic the city-dwellers, and he who does not luxuriate those who luxuriate, and the poor and homeless man those who are splendid in abundance? And I shall begin from this point; and do you purify for me both mind, and hearing, and understanding, as many of you as luxuriate in such things, since the discourse is concerning God, and is divine; that you may depart having truly luxuriated in things that do not pass away. And this same discourse shall be at once most full and most concise, so as neither to grieve by deficiency, nor to be unpleasant through satiety.
Ζʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν, ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπῖπτον ἔννοιαν, καὶ χρόνου καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος, καὶ τοῦτο λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ' αὐτὸν, ἀλλ' ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι, φεῦγον, καὶ πρὶν νοηθῆναι, διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης. Ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον, καὶ ἀνεπιχείρητον), τῷ δὲ ἀλήπτῳ θαυμάζηται, θαυμαζόμενον δὲ ποθῆται πλέον, ποθούμενον δὲ καθαίρῃ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζηται, τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις, ἤδη προσομιλῇ, τολμᾷ τι νεανικὸν ὁ λόγος, Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὂς ἁπλῆς ἐστι φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ ἡ ἁπλό-
VII. God always was, and is, and will be; or rather, He always is. For 'was' and 'will be' are fragments of the time that is according to us, and of changeable nature; but He is always, and by this name He calls Himself, when giving His oracle to Moses upon the mount. For comprehending the whole of being in Himself, He possesses it, neither having begun nor about to cease, like some boundless and indeterminate sea of essence, surpassing every conception both of time and of nature; sketched in outline by the mind alone, and that very dimly and scantily, not from the things that are in Himself, but from the things that are around Him, one impression being gathered from one source and another from another into some single image of the truth, fleeing before it is grasped, and escaping before it is conceived; illuminating the governing part of our soul, and that when purified, only so much as the swiftness of a flash of lightning that does not stay illuminates the sight. It seems to me that in order that by what is comprehensible It may draw us towards Itself (for that which is altogether incomprehensible is hopeless and beyond attempt), and by what is incomprehensible It may be wondered at, and being wondered at may be desired the more, and being desired may purify, and purifying may make us godlike, and with us when we have become such may now converse as with friends—our discourse ventures something bold—God being united with and made known to gods, and perhaps to such a degree as He already knows those who are known by Him. Boundless, therefore, is the Deity and hard to contemplate; and this alone of Him is altogether comprehensible, namely, His boundlessness; even though one should suppose that, because He is of a simple nature, He is either wholly incomprehensible or perfectly comprehensible. For let us inquire what it is to be of a simple nature. For surely simplicity is not itself His nature,
Notes, col. 317

On the reading

Printed ὂς, for ὃ.

PG 36:320Read from the page
της· εἴπερ μηδὲ τοῖς συνθέτοις, μόνον τὸ εἶναι συνθέτοις.
since not even for composite things is their nature merely the being composite.
Ηʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὰ κάτω καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ' ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις, αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα, καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ' οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.
VIII. Now since the boundless is contemplated in two ways, with respect both to beginning and to end (for that which is beyond these, and not in these, is boundless), when the mind looks into the depth above, not having where to stand and lean in its conceptions concerning God, it has called the boundless and impassable that lies there 'without beginning'; and when it looks into the things below and that come after, 'immortal' and 'imperishable'; and when it draws the whole together, 'eternal'. For eternity is neither time, nor any part of time; for neither is it measurable; but what time, measured by the course of the sun, is to us, this eternity is to the everlasting beings: that which is co-extended with existing things, like some temporal movement and interval. Let these things be what I have philosophized concerning God for the present. For neither is it the season to go beyond these things, since our present subject is not theology, but the dispensation. And when I say 'of God', I mean of the Father, and of the Son, and of the Holy Spirit; the Godhead neither being poured out beyond these, lest we introduce a populace of gods, nor being bounded within fewer than these, lest we be condemned for a poverty of Godhead, either Judaizing on account of the sole sovereignty, or Hellenizing on account of the abundance. For the evil in both is the same, even though it be found in opposites. Such, then, is the Holy of Holies, which is veiled even from the seraphim, and is glorified with three sanctifications that come together into one Lordship and Godhead; a matter which has also been philosophized most nobly and loftily by another of those before us.
Θʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος), πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους· καὶ τὸ ἐννόημα ἔργον ἦν, Λόγῳ συμπληρούμενον, καὶ Πνεύματι τελειούμενον. Καὶ οὕτως ὑπέστησαν λαμπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώτης λαμπρότητος· εἴτε νοερὰ πνεύματα, εἴτε πῦρ οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε τινὰ φύσιν ἄλλην, ὅτι ἐγγυτάτω τῶν εἰρημένων, ταύτας ὑπο-
IX. Since, however, this was not sufficient for Goodness, to be moved only by the contemplation of Itself, but it was needful that the good should be poured forth and go onward, so that the objects of beneficence might be more (for this belonged to supreme Goodness), first He conceives the angelic and heavenly powers; and the conception was a work, fulfilled by the Word and perfected by the Spirit. And thus there came into subsistence secondary splendours, ministers of the First Splendour; whether we are to suppose these to be intelligent spirits, or a fire as it were immaterial and incorporeal, or some other nature as near as possible to the things mentioned—
PG 36:321Read from the page
ληπτέον. Βούλομαι μὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν, ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπομένας· τὰ γὰρ ἐνταῦθα, δευτέρας ἐλλάμψεως Πείθει δέ με, μὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπολαμβάνειν ταύτας, καὶ λέγειν, ὁ διὰ τὴν λαμπρότητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος, καὶ λεγόμενος, αἵ τε ὑπ' αὐτὸν ἀποστατικαὶ δυνάμεις, δημιουργοὶ τῆς κακίας, τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡμῖν πρόξενοι.
—so must they be supposed. I would fain say that they are immovable towards evil, and have only the movement of the good, inasmuch as they are around God and shine first with the light from God—for the things here below belong to a second illumination. Yet he who on account of his brightness was Lucifer, but on account of his pride both became and is called darkness, and the apostate powers under him, creators of wickedness by their flight from the good and its procurers for us, persuade me both to suppose and to call them not immovable, but hard to move.
Ιʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ, καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι τὸ ἐξ οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα, ἐπαινετὸν μὲν τῆς καθ' ἕκαστον εὐφυΐας, ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρμοστίας καὶ συμφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ, μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν, καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι· Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων; Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν. Τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς προκαθεζόμεθα σήμερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ μικρὸν ἄνωθεν ἠρξάμην, οὕτω τοῦ πόθου καὶ τοῦ λόγου βιασαμένων.
X. Thus, then, and for these reasons the intelligible world came into subsistence for Him, so far at least as I may philosophize concerning these things, weighing great matters in a small discourse. And since the first things were well ordered for Him, He conceives a second world, material and visible; and this is the system and compound of heaven and earth and the things between them—praiseworthy indeed for the shapely nature of each part, yet more worthy of praise for the well-fitted harmony and symphony of the whole, one part standing well in relation to another, and all to all, for the completion of one world; in order that He might show that He is able to bring into subsistence not only a nature akin to Himself, but also one altogether foreign. For akin to the Godhead are the intelligent natures, which are grasped by the mind alone; but altogether foreign are all those that fall under sense, and still further removed than these very things are all those that are utterly inanimate and immovable. 'But what have these things to do with us?' perhaps someone of those who are exceedingly fond of the feast and more fervent might say; 'Spur your colt around the turning-post! Philosophize to us of the things of the feast, and those for which we sit in assembly today.' Yes, this too I will do, even if I have begun a little higher up, since desire and the course of the discourse have thus compelled me.
ΙΑʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σοφίας μείζονος γνώρισμα, καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος, καὶ ζῶον ἓν ἐξ ἀμφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος),
XI. Now mind and sense, thus distinguished from one another, had stood within their own boundaries, and bore within themselves the majesty of the Creator Word, silent praisers and clear-voiced heralds of His mighty work. Not yet, however, was there a blend of both, nor any mingling of opposites, the token of a greater wisdom and of lavishness with respect to natures; nor was the whole wealth of Goodness known. Willing, then, to display this, the Craftsman Word fashions a single living being out of both—I mean out of invisible and visible nature—namely, man; and taking the body from the matter that had already come into subsistence before, and placing within it breath from Himself (which the discourse knows to be an intelligent soul and image of God),
PG 36:324Read from the page
οἷόν τινα κόσμον δεύτερον, ἐν μικρῷ μέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτὸν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος· τὸν αὐτὸν, πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσοντος ὑψηλότερον.
He sets him upon the earth as a kind of second world, great in little, another angel, a blended worshipper, an overseer of the visible creation, an initiate of the intelligible, king of the things upon earth, governed as a subject from above, earthly and heavenly, temporal and immortal, visible and intelligible, midway between greatness and lowliness; the same at once spirit and flesh: spirit because of grace, flesh because of pride; the one, that he might abide and glorify his Benefactor; the other, that he might suffer, and by suffering might be reminded and chastened when ambitious because of his greatness; a living being guided by providence here, and removed elsewhere, and, as the consummation of the mystery, made god by his inclination towards God. For to this tends for me the moderate light of truth that is here: both to see and to experience the splendour of God, worthy of Him Who both bound us together, and will loose us, and again will bind us together more loftily.
ΙΒʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωργὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἁπλουστέρων καὶ τῶν τελεωτέρων, γυμνὸν τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος. Τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ' ἀρχῆς. Καὶ δίδωσι νόμον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόμος ἦν ἐντολὴ, ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὗ μὴ προσαπτέον. Τὸ δὲ ἦν τὸ ξύλον τῆς γνώσεως, οὔτε φυτευθὲν ἀπ' ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονερῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ θεομάχοι, μηδὲ τὸν ὄφιν μιμείσθωσαν)· ἀλλὰ καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὴ θεωρία, ἧς μόνοις ἐπιβαίνειν ἀσφαλὲς τοῖς τὴν ἕξιν τελεωτέροις), οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι καὶ δεομένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπαθεν ὡς ἁπαλωτέρα, καὶ ἣν προσήγαγεν ὡς πιθανωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενείας! ἐμὴ γὰρ ἡ τοῦ προπάτορος), τῆς μὲν ἐντολῆς ἐπελάθετο τῆς δοθείσης, καὶ ἡττήθη τῆς πικρᾶς γεύσεως· ὁμοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ, διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερματίνους ἀμφιέννυται χιτῶνας, ἴσως τὴν παχυτέραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶτον γινώσκει τὴν ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύπτεται. Κερδαίνει μέν τι κἀνταῦθα· τὸν θάνατον, καὶ τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν· καὶ γίνεται φιλανθρ⟨ω⟩πία ἡ τιμωρία. Οὕτω γὰρ ἐγὼ πείθομαι κολά⟨ζ⟩ειν Θεόν
XII. Him He placed in paradise—whatever this paradise was—having honoured him with free will, in order that the good might belong no less to him who chose it than to Him Who provided the seeds: a tiller of immortal plants, perhaps of divine thoughts, both the simpler and the more perfect; naked in his simplicity and his artless life, and without any covering or screen. For such it befitted him who was from the beginning to be. And He gives a law, as matter for his free will. And the law was a commandment, both of which plants he was to partake, and which one he was not to touch. And this latter was the tree of knowledge, neither planted ill from the beginning, nor forbidden enviously (let not the fighters against God send forth their tongues thither, nor imitate the serpent!); but good indeed when partaken of in due season (for the plant was contemplation, according to my contemplation, upon which it is safe for those alone to mount who are more perfect in habit), yet not good for those who are still simpler and greedier in their appetite, just as solid food also is not profitable for those who are still tender and in need of milk. But when, through the envy of the devil and the mischievous influence of the woman—both that which she suffered as the more tender, and that which she brought to bear as the more persuasive (alas for my weakness! for that of my forefather is mine)—he forgot the commandment that had been given him, and was overcome by the bitter tasting; at one and the same time, because of his wickedness, he becomes an exile from the tree of life, and from paradise, and from God, and is clothed in the coats of skins—perhaps the coarser flesh, both mortal and recalcitrant; and this first he knows: his own shame, and hides himself from God. Yet even here he gains something: death, and the cutting short of sin, so that evil might not be immortal; and the punishment becomes loving-kindness towards man. For thus am I persuaded that God punishes.
PG 36:325Read from the page
ΙΓʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν ἀνελπίστοις μεταβολαῖς, ὑφ' ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορκίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρείαις, καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου κάλλους, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος· ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆναι)· προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν εναντίων, σαρκὸς καὶ Πνεύματος· ὧν, τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως! ὢ τῆς παραδόξου κράσεως! ὁ ὢν γίνεται, καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι, καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν' ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν' ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.
XIII. And having first been chastened in many ways, in return for his many sins which the root of wickedness sprouted forth according to various causes and times—by word, by law, by prophets, by benefits, by threats, by plagues, by floods, by conflagrations, by wars, by victories, by defeats, by signs from heaven, by signs from the air, from the earth, from the sea, by unlooked-for changes of men, of cities, of nations, through which the object aimed at was that wickedness should be worn away—at last he stands in need of a stronger medicine for more terrible maladies: mutual slaughter, adulteries, perjuries, mad lusts after men, and the last and first of all evils, idolatries, and the transferring of worship from the Maker to the creatures. Since these things stood in need of a greater aid, they also obtain a greater. And that was the Word of God Himself—He Who is before the ages, the Invisible, the Incomprehensible, the Incorporeal, the Beginning from the Beginning, the Light from the Light, the Fountain of life and immortality, the Impression of the archetypal Beauty, the immovable Seal, the unvarying Image, the Definition and Word of the Father: He comes to His own image, and bears flesh for the sake of the flesh, and mingles Himself with an intelligent soul for the sake of my soul, purifying like by like. And He becomes man in all things except sin; having been conceived indeed of the Virgin, who had been purified beforehand in both soul and flesh by the Spirit (for it was needful both that childbirth should be honoured, and that virginity should be honoured above it); and having come forth as God with that which He assumed, one out of two opposites, flesh and Spirit, of which the one deified, and the other was deified. O the new mingling! O the paradoxical blending! He Who Is comes into being, and the Uncreated is created, and the Uncontainable is contained, through the medium of an intelligent soul mediating between the Godhead and the coarseness of flesh. And He Who enriches becomes poor; for He becomes poor in my flesh, that I may become rich in His Godhead. And He Who is full is emptied; for He is emptied of His own glory for a little while, that I may partake of His fulness. What is this wealth of Goodness? What is this mystery concerning me? I partook of the image, and I did not keep it; He partakes of my flesh, that He may both save the image and make the flesh immortal. He communicates a second communion, far more paradoxical than the first, inasmuch as then He imparted the better nature, whereas now He partakes of the worse. This is more godlike than the first; this, to those who have understanding, is loftier.
Notes, col. 325

On the reading

Printed εναντίων, for ἐναντίων.