Migne Reading Room

PG 36 · cols. 292–301 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:292Read from the page
οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ ἡ μία σὰρξ ἐχέτω τὸ ὁμότιμον. Παῦλος δὲ καὶ τῷ ὑποδείγματι τὴν σωφροσύνην νομοθετεῖ. Πῶς, καὶ τίνα τρόπον; Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Καλὸν τῇ γυναικὶ Χριστὸν αἰδεῖσθαι διὰ τοῦ ἀνδρός· καλὸν καὶ τῷ ἀνδρὶ τὴν Ἐκκλησίαν μὴ ἀτιμάζειν διὰ τῆς γυναικός. Ἡ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ Χριστὸν γάρ. Ἀλλὰ καὶ ὁ ἀνὴρ, ἵνα περιέπῃ τὴν γυναῖκα· καὶ γὰρ Χριστὸς τὴν Ἐκκλησίαν. Μᾶλλον δ' ἔτι καὶ προσφιλοπονήσωμεν τῷ ῥητῷ.
the two, He says, unto one flesh; so let the one flesh have equal honour as well. And Paul also by the example legislates chastity. How, and in what manner? This mystery is great; but I speak in regard to Christ and in regard to the Church. It is good for the wife to reverence Christ through her husband; it is good also for the husband not to dishonour the Church through his wife. Let the wife, he says, see that she fear her husband; for so too does she fear Christ. Yet let the husband also cherish his wife; for so too does Christ the Church. Nay, rather, let us labour yet more affectionately upon the saying.
Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐξέταζε, καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ μὲν γὰρ δύο Χριστοὶ, δύο καὶ ἄνδρες, δύο καὶ γυναῖκες· εἰ δὲ εἷς Χριστὸς, μία κεφαλὴ τῆς Ἐκκλησίας, καὶ μία σάρξ· ἡ δευτέρα δὲ ἀποπτυέσθω. Τὸ δεύτερον δὲ ἂν κωλύσῃ, τοῦ τρίτου τίς λόγος; Τὸ πρῶτον νόμος, τὸ δεύτερον συγχώρησις, τὸ τρίτον παρανομία. Ὁ δὲ ὑπὲρ τοῦτο, χοιρώδης, οἷος οὐδὲ πολλὰ ἔχων τῆς κακίας τὰ παραδείγματα. Ο μὲν νόμος κατὰ πᾶσαν αἰτίαν τὸ ἀποστάσιον δίδωσι· Χριστὸς δὲ οὐ κατὰ πᾶσαν αἰτίαν· ἀλλὰ συγχωρεῖ μὲν μόνον χωρίζεσθαι τῆς πόρνης, τὰ δὲ ἄλλα πάντα φιλοσοφεῖν κελεύει. Καὶ τὴν πόρνην, ὅτι νοθεύει τὸ γένος· τὰ δ' ἄλλα πάντα καρτερῶμεν καὶ φιλοσοφῶμεν· μᾶλλον δὲ καρτερεῖτε καὶ φιλοσοφεῖτε, ὅσοι τὸν τοῦ γάμου ζυγὸν ἐδέξασθε. Ἐὰν ἐπιγραφάς ἴδῃς ἢ ὑπογραφὰς, ἀποκόσμησον· κἂν γλῶσσαν προπετῆ, σωφρόνισον· ἂν γέλωτα πορνικὸν, κατηφῆ ποίησον· ἐὰν οαπάνην, ἢ ποτὸν ἄμετρον, σύστειλον· ἐὰν προόδους ἀκαίρους, πέδησον· ἐὰν ὀφθαλμὸν μετέωρον, κόλασον. Μὴ τέμῃς δὲ προπετῶς, μὴ χωρίσῃς. Ἄδηλον, τί κινδυνεύει, τὸ τέμνον, ἢ τὸ τεμνόμενον. Ἡ πηγὴ, φησὶ, τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ μηδεις ἀλλότριος μετασχέτω σοι· καὶ, Πῶλος σῶν χαρίτων, καὶ ἔλαφος σῆς φιλίας ὁμιλείτω σοι. Σὺ τοίνυν μὴ γίνου ποταμὸς ἀλλότριος, μηδὲ ἄλλαις ἀρέσκειν σπούδαζε μᾶλλον, ἢ τῇ σῇ γυναικί. Εἰ δὲ ἀλλαχοῦ φέρῃ, καὶ τῷ σῷ μέλει νομοθετεῖς τὴν ἀσέλγειαν. Οὕτω μὲν ὁ Σωτήρ.
VIII. Milk the milk, and there shall be butter; examine it, and perchance you may find something more nourishing therein. For the word seems to me here to deprecate second marriage. For if indeed there are two Christs, there are two husbands also, and two wives; but if Christ is one, there is one head of the Church, and one flesh; and let a second be spurned away. And if it forbid the second, what account is there of a third? The first is law, the second indulgence, the third transgression. And he who goes beyond this is swinish, such as has not even many examples of his wickedness. The law indeed grants the bill of divorce for every cause; whereas Christ grants it not for every cause, but permits only to be separated from the harlot, and in all other things commands us to practise philosophy. And the harlot, because she adulterates the offspring; whereas in all other things let us endure and practise philosophy; or rather do you endure and practise philosophy, as many as have received the yoke of marriage. If you see paintings upon the face or under the eyes, strip off the ornament; and if a forward tongue, chasten it; if harlot-like laughter, make it downcast; if lavish expense, or immoderate drinking, curtail it; if unseasonable goings forth, fetter them; if a roving eye, check it. Yet cut not off rashly, separate not. It is uncertain which runs the risk, that which cuts, or that which is cut. Let thy fountain of water, it says, be thine own, and let no stranger partake with thee; and, Let the colt of thy graces, and the hind of thy friendship converse with thee. Do not you therefore become a strange river, nor be zealous to please other women rather than your own wife. For if you are borne elsewhere, you legislate licentiousness for your own member as well. Thus far indeed the Saviour.
Notes, col. 292

On the reading

Printed Ο, for Ὁ.

Printed ἐπιγραφάς, for ἐπιγραφὰς.

Printed οαπάνην, for δαπάνην.

Printed μηδεις, for μηδεὶς.

PG 36:293Read from the page
Θʹ. Τί δὲ οἱ Φαρισαῖοι; Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίοις. Φαρισαῖον γὰρ, οὐ τὸ γένος μόνον, ἀλλὰ καὶ ὁ τρόπος ἐργάζεται Οὕτω καὶ Ἀσσύριον οἶδα, καὶ Αιγύπτιον, τὸν τῇ προαιρέσει μετὰ τούτων ταττόμενον. Τί οὖν οἱ Φαρισαῖοι; Εἰ οὕτω, φασὶν, ἐστὶν ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Νῦν δὲ τοῦτο καταμανθάνεις, ὦ Φαρισαῖε, τὸ, Οὐ συμφέρει γαμῆσαι; πρότερον δὲ οὐκ ἠπίστασο, ἡνίκα τὰς χηρείας ἑώρας, καὶ τὰς ὀρφανίας, καὶ τοὺς ἀώρους θανάτους, καὶ τὰ διάδοχα τῶν κρότων πένθη, καὶ τοὺς ἐπὶ τοῖς θαλάμοις τάφους, καὶ τὰς ἀτεκνίας, καὶ τὰς κακοτεκνίας, καὶ τοὺς ἀτελεῖς τόκους καὶ ἀμήτορας, καὶ πᾶσαν τὴν περὶ ταῦτα κωμῳδίαν ἢ τραγῳδίαν; Ἀμφότερα γὰρ εἰπεῖν οἰκειότατον. Συμφέρει γαμῆσαι; κἀγὼ δέχομαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· συμφέρει δὲ τοῖς μετρίοις, οὐ τοῖς ἀπλήστοις, καὶ πλέον ἢ δεῖ τὴν σάρκα τιμᾷν βουλομένοις. Ὅταν τοῦτο μόνον ὁ γάμος ᾖ, ἢ γάμος, καὶ συζυγία, καὶ παίδων διαδοχῆς ἐπιθυμία, καλὸς ὁ γάμος· πλείονας γὰρ εἰσάγει τοὺς εὐαρεστοῦντας Θεῷ. Ὅταν δὲ ὕλην ἐξάπτῃ, καὶ ταῖς ἀκάνθαις περιβάλλῃ, καὶ οἷον κακίας ὁδὸς εὑρίσκηται, τότε κἀγὼ φθέγγομαι· Οὐ συμφέρει γαμῆσαι.
IX. And what say the Pharisees? Harsh unto these does this saying appear. For other things also that are well constituted displease both the Pharisees of that time and the Pharisees of today. For not lineage alone, but character also, makes a Pharisee. Thus I know both an Assyrian and an Egyptian, when by his deliberate choice he is ranged along with these. What then say the Pharisees? If the case of the man be so with his wife, they say, it is not expedient to marry. Do you learn this only now, O Pharisee, namely, It is not expedient to marry? and did you not know it before, when you beheld widowhoods, and orphanhoods, and untimely deaths, and mournings succeeding upon applauses, and tombs following upon bridal chambers, and childlessness, and ill-starred children, and imperfect and motherless births, and all the comedy or tragedy concerning these things? For to call it both is most fitting. Is it expedient to marry? I also accept it: For marriage is honourable, and the bed undefiled; yet it is expedient for the moderate, not for the insatiable, and those who wish to honour the flesh more than is needful. When marriage is this alone, truly marriage, and wedlock, and desire for a succession of children, marriage is good; for it brings in more who are well-pleasing to God. Yet when it kindles matter, and encompasses with thorns, and becomes as it were a way of wickedness, then I also utter the cry: It is not expedient to marry.
Ιʹ. Καλὸν ὁ γάμος· ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετε, ὅσαι ὑπὸ ζυγόν. Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πλὴν ἀλλήλαις συνδεσμεῖσθε, καὶ παρθένοι, καὶ γυναῖκες, καὶ ἓν ἔστε ἐν Κυρίῳ, καὶ ἀλλήλων καλλώπισμα. Οὐκ ἂν ἦν ἄγαμος, εἰ μὴ γάμος. Πόθεν γὰρ εἰς τοῦτον παρῆλθε τὸν βίον παρθένος; Οὐκ ἂν ἦν γάμος σεμνὸς, εἰ μὴ παρθένον καρποφορῶν καὶ τῷ Θεῷ καὶ τῷ βίῳ. Τίμησον καὶ σὺ την μητέρα τὴν σὴν, ἐξ ἧς γέγονας. Τίμησον καὶ σὺ τὴν ἐκ μητρὸς, καὶ μητέρα. Μήτηρ μὲν οὐκ ἔστι, Χριστοῦ δὲ νύμφη ἐστί. Τὸ μὲν φαινόμενον κάλλος οὐ κρύπτεται· τὸ δὲ ἀφανὲς Θεῷ βλέπεται. Πᾶσα ἡ δέξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη, εἴτ' οὖν πράξεσιν, εἴτε καὶ
X. Marriage is a good thing; yet I cannot say that it is also higher than virginity. For neither would virginity be anything great, were it not more beautiful than a good thing. Be not therefore vexed, as many of you as are under the yoke. We must obey God rather than men. Nevertheless be bound together with one another, both virgins and wives, and be one in the Lord, and an ornament to one another. There would not be the unmarried, were there not marriage. For whence came a virgin into this life? Marriage would not be august, were it not bearing a virgin as fruit both for God and for life. Do you also honour your mother, of whom you were born. Do you also honour her who comes from a mother, and is a mother. A mother indeed she is not, yet she is a bride of Christ. The visible beauty is not hidden; whereas the unseen beauty is beheld by God. All the glory of the daughter of the King is within, arrayed in golden fringes, diversely wrought, whether then in actions, or even in
Notes, col. 293

On the reading

Printed ἐργάζεται, for ἐργάζεται..

Printed Αιγύπτιον, for Αἰγύπτιον.

Printed την, for τὴν.

Printed δέξα, for δόξα.

PG 36:296Read from the page
θεωρήμασιν. Καὶ ἡ ὑπὸ ζυγὸν ἔστω τι Χριστοῦ· καὶ ἡ παρθένος ὅλη Χριστοῦ. Ἡ μὲν μὴ παντελῶς ἐνδεσμείσθω τῷ κόσμῳ· ἡ δὲ μηδ' ὅλως γινέσθω τοῦ κόσμου. Ὅ γάρ ἐστι τῇ ὑπὸ ζυγὸν τὸ μέρος, τοῦτο παντελὲς τῇ παρθένῳ. Ἀγγέλων ἐπανήρησαι πολιτείαν; μετὰ τῶν ἀζύγων ἐτάχθης; μὴ κατενεχθῇς εἰς σάρκα, μὴ κατενεχθῇς εἰς ὕλην, μὴ τῇ ὕλῃ γαμηθῇς, κἂν ἄλλως ἄγαμος μένῃς. Ὀφθαλμὸς πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν, γλῶττα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πόδες ἄτακτα βαίνοντες ἐγκαλοῦνται νόσον, ἢ κίνδυνον. Παρθενευέτω καὶ ἡ διάνοια· μὴ ῥεμβέσθω, μὴ πλανάσθω, μὴ τύπους ἐν αὐτῇ φερέτω πονηρῶν πραγμάτων· καὶ ὁ τύπος μέρος πορνείας ἐστί· μὴ εἰδωλοποιείτω τῇ ψυχῇ τὰ μισούμενα.
contemplations. And let her who is under the yoke belong in some part to Christ; and let the virgin belong wholly to Christ. Let the former not be completely bound to the world; and let the latter not belong to the world at all. For what the part is to her who is under the yoke, this the whole is to the virgin. Have you chosen the way of life of angels? Have you been ranged with the unwedded? Do not be borne down into the flesh, do not be borne down into matter, do not be wedded to matter, even if in other respects you remain unmarried. A fornicating eye does not keep virginity, a fornicating tongue mingles with the evil one. Feet walking disorderly are accused of disease, or danger. Let the mind also keep virginity; let it not rove, let it not wander, let it not bear within itself impressions of evil things; even the impression is a part of fornication; let it not fashion as idols in the soul the things that are hated.
ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν; Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖττον σαρκὸς, τὸ ἐκ σαρκὸς γενόμενον μὴ γεννᾷν εἰς σάρκα; Πῶς γὰρ οὐκ ἀγγελικὸν τὸ σαρκὶ συνδεδεμένην μὴ κατὰ σάρκα ζῇν, ἀλλ' εἶναι τῆς φύσεως ὑψηλοτέραν; Ἡ σὰρξ τῷ κόσμῳ προσέδησεν, ἀλλ' ὁ λογισμὸς πρὸς Θεὸν ἀνήγαγεν· ἡ σὰρξ ἐβάρησεν, ἀλλ' ὁ λογισμὸς ἐπτέρωσεν· ἡ σὰρξ ἔδησεν, ἀλλ' ὁ πόθος ἔλυσεν. Ὅλη τέτασο πρὸς Θεὸν, ὦ παρθένε, τῇ ψυχῇ· τοῦτο γὰρ αὐτὸ καὶ ἀνδράσι νομοθετῶ καὶ γυναιξί· καὶ οὐ μή τί σοι φανῇ τῶν ἄλλων καλὸν, ὅσα τοῖς πολλοῖς· οὐ γένος, οὐ πλοῦτος, οὐ θρόνος, οὐ δυναστεία, οὐ τὸ ἐν εὐχροίᾳ καὶ συνθέσει μελῶν φανταζόμενον κάλλος, χρόνου καὶ νόσου παίγνιον. Εἰ ὅλην ἐκένωσας πρὸς Θεὸν τοῦ φίλτρου τὴν δύναμιν, εἰ μὴ δύο σοι εἴη τὰ ποθούμενα, καὶ τὸ ῥέον, καὶ τὸ ἀόρατον· ἄρα τοσοῦτον ἐτρώθης τῷ ἐκλεκτῷ βέλει, καὶ τοῦ νυμφίου τὸ κάλλος κατέμαθες, ὥστε καὶ δύνασθαι λέγειν ἐκ τοῦ νυμφικοῦ δράματός τε καὶ ᾄσματος, ὅτι Γλυκασμὸς εἶ, καὶ ὅλος ἐπιθυμία.
XI. But He said to them: Not all receive the word, but those to whom it has been given (Matt. 19:11). Do you see the loftiness of the matter? It is found to be almost unreceivable. For how is it not superior to flesh, that what has been born of flesh should not beget into flesh? For how is it not angelic that she who is bound up with flesh should not live according to the flesh, but be higher than nature? The flesh bound to the world, but reason led up towards God; the flesh weighed down, but reason gave wings; the flesh bound, but longing loosed. Be wholly stretched out towards God, O virgin, in soul—for this very thing I legislate both for men and for women—and nothing of the other things shall appear fair to you, such as appear so to the many: not birth, not wealth, not throne, not sovereignty, not the beauty imagined in fairness of complexion and symmetry of limbs, the plaything of time and disease. If you have poured out towards God the whole power of love, if the things longed for by you are not two, both the fleeting and the unseen, then you have been so wounded by the chosen arrow, and have learnt the beauty of the Bridegroom, as to be able to say from the bridal drama and song that Thou art sweetness, and wholly desire (Song 5:16).
ΙΒʹ. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἓν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος
XII. Do you see the streams enclosed in leaden conduits, how through being exceedingly compressed, and borne towards one point, they so far exceed the
PG 36:297Read from the page
πολλάκις φύσιν, ὥστε καὶ πρὸς τὸ ἄνω χωρεῖν ἀεὶ τὸ κατόπιν ὠθούμενον. Οὕτως ἐὰν σφίγξῃς τὸν πόθον, καὶ ὅλη Θεῷ συναφθῇς, ἄνω χωρίσῃς, οὐ μὴ κάτω πέσῃς, οὐ μὴ διαχυθῇς, ὅλη Χριστοῦ μενεῖς, μέχρις ἂν καὶ Χριστὸν ἴδῃς τὸν σὸν νυμφίον. Ἀπρόσιτον ἑαυτὴν φύλαττε, καὶ λόγῳ, καὶ ἔργῳ, καὶ βίῳ, καὶ διανοήματι, καὶ κινήματι. Πανταχόθεν ὁ Πονηρὸς περιεργάζεταί σε, πάντα κατασκοπεῖ, ποῦ βάλῃ, ποῦ τρώσει, μή τι παραγυμνούμενον εὕρῃ καὶ πρὸς πληγὴν ἕτοιμον. Ὅσῳ καθαρωτέραν ὁρᾷ, τοσούτῳ μᾶλλον σπιλῶσαι φιλονεικεῖ· καὶ γὰρ ἐσθῆτος λαμπρᾶς οἱ σπίλοι περιφανέστεροι. Μὴ ὀφθαλμὸς ὀφθαλμὸν ἑλκέτω, μὴ γέλως γέλωτα, μὴ συνήθεια νύκτα, μὴ νὺξ ἀπώλειαν. Τὸ γὰρ κατὰ μέρος ὑφελκόμενον καὶ κλεπτόμενον, ἀνεπαίσθητον μὲν τὴν πρὸς τὸ παρὸν ἔχει βλάβην, εἰς τὸ κεφάλαιον δὲ τῆς κακίας ἀπαντᾷ.
nature of water oftentimes, that what is pushed from behind always advances upwards? Thus if you bind tight your longing, and are wholly joined to God, you will advance upwards, you shall in no wise fall downwards, you shall in no wise be poured out, you will remain wholly Christ's, until you also see Christ your Bridegroom. Guard yourself unapproachable, in word, and deed, and life, and thought, and movement. From every side the Evil One busies himself about you, spies out all things, where he may strike, where he will wound, lest he find anything laid bare and ready for a blow. The purer he sees you, the more he strives to stain you; for of a bright garment the stains are more conspicuous. Let not eye draw eye, nor laughter laughter, nor intimacy night, nor night destruction. For what is drawn away and stolen bit by bit has indeed its harm imperceptible for the present, but meets with the sum total of wickedness.
ΙΓʹ. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χοϊκοὺς, καὶ τοὺς πνευματικοὺς, καὶ τοὺς μέσους. Εἰσὶ γὰρ οὕτω τινὲς διακείμενοι κακῶς, ὥστε οἴεσθαι, τοὺς μὲν πάντη ἀπολλυμένης εἶναι φύσεως, τοὺς δὲ σωζομένης, τοὺς δὲ οὕτως ἔχειν, ὅπως ἂν ἡ προαίρεσις ἄγῃ πρὸς τὸ χεῖρον, ἢ βέλτιον. Ἐπιτηδειότητα μὲν γὰρ ἄλλον ἄλλου μᾶλλον, ἢ ἔλαττον ἔχειν, κἀγὼ δέχομαι· οὐκ ἀρκεῖν δὲ μόνην τὴν ἐπιτηδειότητα πρὸς τελείωσιν· λογισμὸν δὲ εἶναι τὸν ταύτην ἐκκαλούμενον, ἵνα ἡ φύσις εἰς ἔργον προέλθῃ, καθάπερ λίθος πυρίτης σιδήρῳ κρουσθεὶς, καὶ οὕτω πῦρ γένηται. Ὅταν ἀκούσῃς, Οἷς δέδοται, πρόσθες, δέδοται μὲν τοῖς καλουμένοις καὶ τοῖς οὕτω νεύουσι. Καὶ γὰρ ὅταν ἀκούσῃς, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, συμβουλεύω σοι ταυτὸν ὑπολαβεῖν. Ἐπειδὴ γάρ εἰσί τινες οἱ τοσοῦτον μεγαλοφρονοῦντες ἐπὶ τοῖς κατορθώμασιν, ὥστε τὸ πᾶν ἑαυτοῖς διδόναι, καὶ μηδὲν τῷ ποιήσαντι, καὶ σοφίσαντι, καὶ χορηγῷ τῶν καλῶν, διδάσκει τούτους ὁ λόγος, ὅτι καὶ τὸ βούλεσθαι καλῶς, δεῖται τῆς παρὰ Θεοῦ βοηθείας· μᾶλλον δὲ, αὐτὸ τὸ προαιρεῖσθαι τὰ δέοντα, θεῖόν τι καὶ ἐκ Θεοῦ δῶρον φιλανθρωπίας· δεῖ γὰρ, καὶ τὸ ἐφ' ἡμῖν εἶναι, καὶ τὸ ἐκ Θεοῦ σώζεσθαι. Διὰ τοῦτό φησιν· Οὐ τοῦ θέλοντος· τοῦτ'
XIII. Not all, He says, receive this word, but those to whom it has been given (Matt. 19:11). When you hear the word, It has been given, suffer nothing heretical, do not bring in the natures, not the earthy, and the spiritual, and the intermediate. For there are some so ill-disposed as to suppose that some are of a nature altogether perishing, others of one being saved, and that others are so disposed as their choice may lead towards the worse, or the better. For that one has aptitude more or less than another, I too admit; yet not that aptitude alone suffices for perfection, but that it is reason which calls this forth, so that nature may advance into action, just as a firestone struck with iron, and thus fire comes to be. When you hear, To whom it has been given, add: it has been given indeed to those who are called and to those who so incline. For indeed when you hear, not of him who wills, nor of him who runs, but of God Who shows mercy (Rom. 9:16), I advise you to suppose the same thing. For since there are some who are so high-minded over their right actions as to attribute the whole to themselves, and nothing to Him Who made them, and made them wise, and is the Bestower of good things, the word teaches these that even to will rightly needs the help that is from God; or rather, the very choosing of the things that are needful is something divine and a gift of loving-kindness from God; for there must be both what is in our power, and the being saved from God. On this account he says: Not of him who wills; that
Notes, col. 297

On the reading

Printed χωρίσῃς, for χωρήσεις.

PG 36:300Read from the page
ἐστιν, οὐ μόνον τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος μόνον, ἀλλὰ καὶ τοῦ ἐλεοῦντος Θεοῦ. Εἶτα, ἐπειδὴ καὶ τὸ βούλεσθαι παρὰ Θεοῦ, τὸ πᾶν εἰκότως ἀνέθηκε τῷ Θεῷ. Ὅσον ἂν δράμῃς, ὅσον ἂν ἀγωνίσῃ, χρήζῃς τοῦ διδόντος τὸν στέφανον. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Οἶδα, φησὶν, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος, οὐδὲ τῶν μαχομένων ἡ νίκη, οὔτε τῶν εὐπλοούντων οἱ λιμένες· ἀλλὰ Θεοῦ, καὶ νίκην ἀπεργάσασθαι, καὶ εἰς λιμένας ἀποσῶσαι τὸ σκάφος.
is, not only of him who wills, nor of him who runs only, but also of God Who shows mercy (Rom. 9:16). Then, since even to will is from God, he reasonably attributed the whole to God. However much you may run, however much you may contend, you have need of Him Who gives the crown. Unless the Lord build the house, in vain have those who build it laboured. Unless the Lord guard the city, in vain have those who guard it kept watch (Ps. 126:1). I know, he says, that the race is not to the swift, nor the battle to the strong, nor the victory of those who fight (Eccles. 9:11), nor the harbours of those who sail well; but it is of God both to work victory, and to bring the vessel safe into harbours.
ΙΔʹ. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, και νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι. Ἤτησεν ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου φιλότεκνόν τι παθοῦσα, καὶ τὸ μέτρον ἀγνοοῦσα τῶν αἰτουμένων, πλὴν συγγνωστὴ δι' ὑπερβολὴν φίλτρου, καὶ ὀφειλομένην εὔνοιαν τέκνοις. Οὐδὲν γὰρ μητρὸς εὐσπλαγχνότερον· καὶ τοῦτο λέγω, ἵνα τιμᾶσθαι νομοθετήσω τὰς μητέρας. Ἤτησεν οὖν τὸν Ἰησοῦν ἡ μήτηρ ἐκείνων, ἕνα ἐκ δεξιῶν καθίσαι, καὶ ἕνα ἐξ ἀριστερῶν. Ἀλλὰ τί ὁ Σωτήρ; Ἐρωτᾷ τὸ πρῶτον, εἰ τὸ ποτήριον δύνανται πιεῖν, ὃ αὐτὸς πίνειν ἤμελλεν. Ὡς δὲ καὶ τοῦτο ὡμολογήθη, καὶ ὁ Σωτὴρ ἐδέξατο (ᾔδει γὰρ κἀκείνους τῷ αὐτῷ τελειουμένους, μᾶλλον δὲ, τελεωθήσεσθαι μέλλοντας), τί φησι; Τὸ μὲν ποτήριον πίονται, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ἀριστερῶν, οὐκ ἔστιν ἐμὸν, φησὶ, τοῦτο δοῦναι, ἀλλ' οἷς δέδοται. Οὐδὲν οὖν ὁ ἡγεμὼν νοῦς; οὐδὲν ὁ πόνος; οὐδὲν ὁ λόγος; οὐδὲν ἡ φιλοσοφία; οὐδὲν τὸ νηστεῦσαι; οὐδὲν τὸ ἀγρυπνῆσαι; τὸ χαμευνῆσαι; τὸ πηγὰς στάξαι δακρύων; Τούτων οὐδὲν, ἀλλὰ κατά τινα ἀποκλήρωσιν, καὶ Ἱερεμίας ἁγιάζεται, καὶ ἄλλοι ἐκ μήτρας ἀλλοτριοῦνται;
XIV. Both is this said and understood elsewhere, and perhaps it is necessary to add also what has come into my mind to the things that have been said, that I may bestow my wealth upon you also. The mother of the sons of Zebedee made a request, having suffered a somewhat fond maternal feeling, and being ignorant of the measure of the things asked for, yet pardonable on account of the excess of affection, and the goodwill owed to children (Matt. 20:20). For nothing is more tender-hearted than a mother; and I say this, that I may legislate that mothers be honoured. Their mother therefore asked Jesus that one might sit on the right hand, and one on the left (Matt. 20:21). But what says the Saviour? He asks first if they are able to drink the cup which He Himself was about to drink (Matt. 20:22). And when this too was confessed, and the Saviour accepted it (for He knew that they also were being perfected by the same, or rather, were about to be perfected), what does He say? My cup indeed they shall drink, but to sit on My right hand and on the left, this is not Mine, He says, to give, but to those to whom it has been given (Matt. 20:23). Is the ruling mind then nothing? Is labour nothing? Is reason nothing? Is philosophy nothing? Is fasting nothing? Is keeping vigil nothing? Is sleeping on the ground nothing? Is shedding fountains of tears nothing? Is nothing of these things of avail, but according to some allotment both Jeremiah is sanctified (Jer. 1:5), and others are estranged from the womb (Ps. 57:4)?
ΙΕʹ. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης· καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας, τῶν μὲν λαβόντων τὴν προφητείαν, τῶν δὲ κατακρινομένων, ὅσοι κακῶς βεβιώκασιν. Ἀλλ' ἐπειδὴ τοῦτο ὑπολαβεῖν λίαν ἄτοπον, καὶ οὐκ ἐκκλησιαστικὸν (ἄλλοι μὲν γὰρ περὶ τῶν τοιούτων δογμάτων παιζέτωσαν, ἡμῖν δὲ τὰ τοιαῦτα παίζειν οὐκ ἀσφαλὲς), κἀκεῖ τῷ, Καὶ οἷς δέδοται, πρόσθες τὸ, τοῖς οὖσιν ἀξίοις· οἳ τὸ εἶναι τοιοῦτοι, οὐ μόνον παρὰ
XV. I fear lest some absurd thought also may creep in, as though the soul had lived its life elsewhere, and afterwards been bound up with this body; and from its course of life there, some received prophecy, while others are condemned, as many as have lived ill. But since to suppose this is exceedingly absurd, and not ecclesiastical (for let others sport concerning such doctrines, whereas for us to sport with such things is not safe), there too, to the words, And to those to whom it has been given, add: to those who are worthy; who have received the being such not only from
Notes, col. 300

On the reading

Printed και, for καὶ.

PG 36:301Read from the page
τοῦ Πατρὸς εἰλήφασιν, ἀλλὰ καὶ ἑαυτοῖς δεδώκασιν.
the Father, but have also given it to themselves.
Ιϛʹ. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρονεῖτε, οἱ ἐκ φύσεως εὐνοῦχοι. Τὸ γὰρ τῆς σωφροσύνης, ἴσως ἀκούσιον. Οὐ γὰρ ἦλθεν εἰς βάσανον, οὐδὲ τὸ σωφρονεῖν ἐδοκιμάσθη διὰ τῆς πείρας. Τὸ μὲν γὰρ ἐκ φύσεως ἀγαθὸν, ἀδόκιμον· τὸ δ' ἐκ προαιρέσεως, ἐπαινετόν. Τίς πυρὶ χάρις τοῦ καίειν; τὸ γὰρ καίειν ἐκ φύσεως ἔχει. Τίς ὕδατι τοῦ κάτω φέρεσθαι; τοῦτο γὰρ ἔχει παρὰ τοῦ δημιουργήσαντος. Τίς χιόνι τῆς ψυχρότητος χάρις; ἢ τῷ ἡλίῳ τοῦ φαίνειν; Φαίνει γὰρ κἂν μὴ βούληται. Χαρίζου μοι τὸ βούλεσθαι τὰ βελτίονα. Χαρίζῃ δὲ, ἐὰν σὰρξ γενόμενος, πνευματικὸς γένῃ· ἐὰν τῇ μολίβδι τῆς σαρκὸς ἑλκόμενος, πτερωθῇς ὑπὸ τοῦ λόγου· ἐὰν οὐράνιος εὑρεθῇς, ταπεινὸς γεγονώς· ἐὰν σαρκὶ συνδεθεὶς, ὑπὲρ σάρκα φανῇς.
XVI. For there are eunuchs, who were made eunuchs from their mother's womb (Matt. 19:12), and the rest. I wished exceedingly to have something manly to say concerning eunuchs. Do not think highly of yourselves, you who are eunuchs by nature. For the matter of chastity is perhaps involuntary. For it did not come to the test, nor was the being chaste proved through experience. For the good that is from nature is untested; whereas that which is from choice is praiseworthy. What thanks is there to fire for burning? For it has burning by nature. What thanks to water for being borne downwards? For it has this from Him Who created it. What thanks is there to snow for coldness? Or to the sun for shining? For it shines even if it should not will to. Grant me the willing the better things. And you grant it, if having been born flesh, you become spiritual; if being dragged down by the lead of the flesh, you are winged by reason; if you are found heavenly, having been born lowly; if having been bound up with flesh, you appear above flesh.
ΙΖʹ. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε. Ὑπὸ τοῦ Πνεύματος τελειούμενοι, μὴ ὁμότιμον ἑαυτοῖς τὸ Πνεῦμα ποιήσητε. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ὁ Παῦλός φησι, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ κτίσματι ἐλάτρευον, οὐκ ἂν Χριστιανὸς ὠνομαζόμην. Εἰς τί γὰρ ὁ Χριστιανὸς τίμιον; Οὐχ ὅτι Θεὸς ὁ Χριστός; Ει μὴ τοῦτο ὡς ἄνθρωπος πάθω, φιλίᾳ πρὸς αὐτὸν συγκεκραμένος. Καίτοι καὶ Πέτρον τιμῶ, ἀλλ' οὐκ ἀκούω Πετριανός· καὶ Παῦλον, Παυλιανὸς δὲ οὐκ ἤκουσα. Οὐ δέχομαι παρὰ ἀνθρώπων ὀνομάζεσθαι, παρὰ Θεοῦ γεγονώς. Οὕτως εἰ μὲν, ὅτι Θεὸν ὑπέληφας, διὰ τοῦτο καλῇ Χριστιανὸς, καὶ καλοῖο, καὶ μένοις ἐν τῷ ὀνόματι, ἢ τῷ πράγματι. Εἰ δὲ, ὅτι στέργεις Χριστὸν, διὰ τοῦτο ἐξ αὐτοῦ καλῇ, οὐδὲν πλέον νέμεις αὐτῷ τῶν ἄλλων κλήσεων, αἳ ἀπό τινος ἐπιτηδεύματος ἢ πράγματος τίθενται.
XVII. Since therefore to mind bodily things is not praiseworthy, I ask something else of eunuchs. Do not commit fornication concerning the Godhead. Having been yoked with Christ, do not dishonour Christ. Being perfected by the Spirit, do not make the Spirit of equal honour with yourselves. If I were still pleasing men, Paul says, I should not be a servant of Christ (Gal. 1:10). If I worshipped a creature, I should not be named a Christian. For wherefore is the Christian an honourable thing? Is it not because Christ is God? Unless I suffer this as a man, being blended in friendship towards Him. And yet I honour Peter also, but I am not called a Petrian; and Paul, yet I was never called a Paulian. I do not accept being named from men, having come into being from God. Thus if indeed, because you have supposed Him to be God, on this account you are called a Christian, may you both be so called, and remain in the name, or in the reality. But if, because you love Christ, on this account you are called after Him, you assign to Him nothing more than the other appellations, which are given from some pursuit or matter.
ΙΗʹ. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἱ ἀπὸ τῶν χρωμάτων ὀνομά-
XVIII. Do you see these men who are zealous about the horse-races? Those who from the colours are named
Notes, col. 301

On the reading

Printed Ει, for Εἰ.