Migne Reading Room

PG 36 · cols. 208–217 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:208Read from the page
νόσον ἀδυνατεῖς, ταῦτα μελέτα, ἐν τούτοις ἴσθι· κενούσθω σοι τὸ φιλότιμον ἐν τοῖς ἀκινδύνοις.
disease you are unable, meditate on these things, be occupied in these things; let your ambition spend itself in things free from danger.
ΚΘʹ. Οὐ δέχῃ τοῦτο, οὐδὲ ἡ γλῶσσά σου χαλινὸν ἔχει, οὐδὲ κρείττων εἶ τῆς φορᾶς, δεῖ δὲ ἀπονοεῖσθαι πάντως, καὶ ταῖς πρώταις δυνάμεσι μὴ ὑφίεσθαι, εἴπερ μὴ κἀκείναις μέτρον ἐστὶ τῆς γνώσεως, καὶ πλέον εἶναι μέγαν, ἢ ὅσον συμφέρον· σὺ δὲ μὴ κατακρίνῃς τὸν ἀδελφὸν, μηδὲ τὴν δειλίαν ἀσέβειαν ὀνομάσῃς, μηδὲ ἀπέλθῃς προπετῶς καταγνοὺς, ἢ ἀπογνοὺς, ὁ τὴν ἐπιείκειαν ὑπισχνούμενος. Ἀλλ' ἐνταῦθά μοι φάνηθι ταπεινὸς, ἕως ἔξεστιν· ἐνταῦθα τὸν ἀδελφὸν προτίμησον, μὴ μετὰ τῆς σεαυτοῦ βλάβης, ἔνθα τὸ κατακρῖναι καὶ ἀτιμάσαι, ἐκβαλεῖν ἐστι Χριστοῦ καὶ τῆς μόνης ἐλπίδος, καὶ τὸν λανθάνοντα σῖτον, καὶ σῖτον ἴσως σου τιμιώτερον, συνεκκόψαι τοῖς ζιζανίοις. Ἀλλὰ τὸ μὲν, ἐκεῖνον διόρθωσαι, καὶ τοῦτο πράως καὶ φιλανθρώπως, μὴ ὡς ἐχθρὸς, μηδὲ ὡς ἀπότομος ἰατρὸς, μηδὲ ὡς ἓν τοῦτο μόνον εἰδὼς τὴν καῦσιν καὶ τὴν τομήν· τὸ δὲ, σεαυτοῦ κατάγνωθι, καὶ τῆς ἀσθενείας τῆς σῆς. Τί γὰρ εἰ λημῶν, ἢ ἄλλο τι πάσχων τὰς ὄψεις, ἀμυδρὸν βλέπεις τὸν ἥλιον; Τί δαὶ εἰ στρέφεσθαί σοι τὸ πᾶν δοκεῖ, ναυτιῶντι τυχὸν, ἢ μεθύοντι, καὶ τὴν σὴν ἄγνοιαν ἑτέρων ὑπολαμβάνεις; Πολλὰ δεῖ στραφῆναι καὶ παθεῖν, πρὶν ἄλλου καταγνῶναι δυσσέβειαν.
Chapter XXIX. You do not accept this, nor does your tongue have a bridle, nor are you master of your impulse, but you must needs be frantic altogether, and not yield to the first powers, if indeed there is not even for them a measure of knowledge, and be great beyond what is profitable; yet do not condemn your brother, nor call timidity impiety, nor depart having rashly passed sentence against him, or despaired of him, you who profess fairness. But here show yourself humble to me, while it is permitted; here prefer your brother, not with harm to yourself, where to condemn and dishonour is to cast out from Christ and the only hope, and to cut down together with the tares the hidden wheat, and wheat perhaps more precious than you (Matt. 13:29). Rather, on the one hand, set him right, and that gently and humanely, not as an enemy, nor as a stern physician, nor as knowing this one thing alone, burning and cutting; and on the other hand, pass sentence against yourself, and your own weakness. For what if, having rheumy eyes, or suffering some other affection in your sight, you see the sun dimly? And what if the universe seems to you to spin round, when perhaps you are seasick or drunken, and you suppose your own ignorance to belong to others? One must turn over many things and suffer much, before condemning another of impiety.
Λʹ. Οὐκ ἔστιν ἴσον φυτὸν ἐκτεμεῖν, ἢ ἄνθος τι τῶν προσκαίρων, καὶ ἄνθρωπον. Εἰκὼν εἶ Θεοῦ, καὶ εἰκόνι Θεοῦ διαλέγῃ, καὶ κρίνῃ αὐτὸς ὁ κρίνων· καὶ κρίνεις ἀλλότριον οἰκέτην, καὶ ὃν ὁ ἄλλος οἰκονομεῖ. Οὕτω δοκίμαζε τὸν ἀδελφόν σου, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. Διὰ τοῦτο μὴ ταχέως τέμῃς, μηδὲ ἀλλοτριώσῃς τὸ μέλος, ἄδηλον, εἰ μὴ διὰ τούτου προσλυμανῇ τι τῷ ὑγιαίνοντι· ἀλλὰ νουθέτησον, ἐπιτίμησον, παρακάλεσον. Ἔχεις ἰατρείας κανόνα. Χριστοῦ μαθητὴς εἶ, τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος. Κἂν τὸ πρῶτον ἀντιβῇ, μακροθύμησον· κἂν τὸ δεύτερον, μὴ ἀπελπίσῃς, ἔτι καιρὸς θεραπείας· κἂν τὸ τρίτον, γενοῦ φιλάνθρωπος γεωργός· ἔτι τοῦ Δεσπότου δεήθητι, μὴ ἐκκόψαι,
Chapter XXX. It is not the same thing to cut out a plant, or some flower of those that are transitory, and a man. You are an image of God, and you converse with an image of God, and you yourself who judge are judged (Matt. 7:1); and you judge another's household servant (Rom. 14:4), and one whom Another governs. So test your brother, as being yourself also judged by the same measures. On this account do not hastily cut, nor alienate the member, when it is uncertain whether through this you may not also do some harm to what is healthy; but admonish, rebuke, exhort (2 Tim. 4:2). You have a rule of healing. You are a disciple of Christ, the meek and humane (Matt. 11:29), Who also bore our weaknesses (Isa. 53:4; 1 Pet. 2:24). Even if he resists the first time, be patient; even if the second time, do not despair, there is still time for healing; even if the third time, become a humane husbandman; still entreat the Master not to cut it down,
PG 36:209Read from the page
μηδὲ μισῆσαι τὴν ἄκαρπον συκῆν καὶ ἀνόνητον, ἀλλ' ἐπιστρέψαι, καὶ θεραπεῦσαι, καὶ περιβαλεῖν κόπρια, τὴν δι' ἐξαγορεύσεως, καὶ τῆς εἰς τὸ φανερὸν αἰσχύνης, καὶ ἀτιμοτέρας ἀγωγῆς, ἐπανόρθωσιν. Τίς οἶδεν, εἰ μεταβαλεῖ, καὶ καρποφορήσει, καὶ θρέψει τὸν Ἰησοῦν ἀπὸ Βηθανίας ἐπανερχόμενον;
nor hate the fruitless and unprofitable fig tree, but to tend it with care, and heal it, and cast dung around it (Luke 13:8), namely amendment through confession, and open shame, and a more dishonourable way of life. Who knows whether it will change, and bear fruit, and nourish Jesus as He returns from Bethany (Matt. 21:18; Mark 11:12)?
ΛΑʹ. Ἔνεγκέ τι τῆς τοῦ ἀδελφοῦ δυσωδίας, ἢ οὔσης, ἢ δοκούσης, ὁ τῷ πνευματικῷ μύρῳ συγκεχρισμένος, τῷ συντεθειμένῳ τέχνῃ μυρεψικῇ, ἵνα μεταδῷς τούτῳ τῆς σῆς εὐωδίας. Οὐκ ἔστιν ἐχίδνης ἰὸς ἡ κακία, ἵν' ὁμοῦ τῷ πληγῆναι περιβληθῇς ὀδύναις, ἢ καὶ διαφθαρῇς, καὶ διὰ τοῦτο ᾖ σοι συγγνώμη φεύγοντι τὸ θηρίον, ἢ ἀποκτείνοντι. Ἀλλ' εἰ μὲν εἶ δυνατὸς, κἀκεῖνον θεράπευσον· εἰ δὲ μὴ, τό γε ἀσφαλὲς ἔχεις, ἐν τῷ μηδὲν αὐτὸς τῆς μοχθηρίας μεταλαβεῖν. Ὀσμή τίς ἐστιν ἀηδὴς τὸ ἐκείνου πάθος, ἣν ἀπελάσει τυχὸν τὸ σὸν εὐῶδες ὑπερνικῆσαν. Ταχὺ ἂν ἐδέξω τι τοιοῦτον ὑπὲρ τοῦ ὁμοδούλου καὶ συγγενοῦς, οἷον Παῦλος ὁ ζηλωτὴς, καὶ διανοηθῆναι, καὶ εἰπεῖν ἐτόλμησεν, ἑαυτοῦ, εἰ οἷόν τε, τὸν Ἰσραὴλ ἀντεισαχθῆναι Χριστῷ, διὰ τὸ συμπαθές· ὅς γε καὶ ἐξ ὑπονοίας πολλάκις μόνης, ἀποτέμνεις τὸν ἀδελφόν. Ὃν ἴσως ἐκέρδανας ἂν τῇ χρηστότητι, τοῦτον ἀπολλύεις τῇ θρασύτητι, τὸ σὸν μέλος, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Εἰ τοίνυν καὶ ἰσχυρὸς εἶ, φησὶν ὁ Παῦλος περὶ βρωμάτων διαλεγόμενος, καὶ θαῤῥεῖς τῷ λόγῳ καὶ τῷ γενναίῳ τῆς πίστεως, ἀλλὰ καὶ τὸν ἀδελφὸν οἰκοδόμησον. Μὴ τῷ βρώματί σου κατάλυε τὸν ὑπὸ Χριστοῦ τῷ κοινῷ πάθει τετιμημένον. Καὶ γὰρ εἰ τὸ πρᾶγμα ἕτερον, ἀλλ' ὅ γε τῆς παραινέσεως λόγος ὁμοίως χρήσιμος.
Chapter XXXI. Bear somewhat of your brother's foul odour, whether real or apparent, you who have been anointed with the spiritual ointment compounded by the perfumer's art (Exod. 30:25), so that you may impart to him a share of your fragrance. Vice is not the venom of a viper, so that as soon as you are struck you are encompassed with pains, or even destroyed, and on this account there is pardon for you if you flee the beast or kill it. Rather, if indeed you are able, heal him also; but if not, you at least have safety in partaking of none of the wickedness yourself. His affection is a certain unpleasant odour, which perhaps your fragrance, prevailing over it, will drive away. Quickly would you have accepted such a thing on behalf of your fellow-servant and kinsman as Paul the zealous dared both to ponder and to utter, that Israel, if possible, should be brought in to Christ in his own stead, out of sympathy (Rom. 9:3)— you who often, from mere suspicion alone, cut off your brother! Him whom perhaps you would have gained by kindness, this man you destroy by boldness, your own member, for whom Christ died (1 Cor. 8:11). If then you are strong, says Paul when discoursing concerning foods, and are confident in reason and in the nobility of faith, yet build up your brother also. Do not by your food destroy him who has been honoured by Christ through the common passion (Rom. 14:15). For even if the matter is different, yet the principle of the exhortation is alike useful.
ΛΒʹ. Χρῆν δὲ καὶ νόμον κεῖσθαι παρ' ἡμῖν, καθάπερ τοῖς πάλαι σοφοῖς Ἑβραίων, ἔστιν ἃς τῶν ἱερῶν βίβλων μὴ ἀνεῖσθαι τοῖς νέοις, ὡς οὐ λυσιτελούσας ταῖς ἀστηρίκτοις ἔτι καὶ ἁπαλωτέραις ψυχαῖς· οὕτω καὶ μηδὲ παντὶ, μηδὲ πάντοτε, ἀλλ' ἔστιν ὅτε, καὶ οἷς, τὸν περὶ πίστεως συγχωρεῖσθαι λόγον, τοῖς μὴ παντελῶς ὀλιγώροις λέγω, καὶ νωθροῖς τὴν διάνοιαν, ἢ τοῖς μὴ λίαν ἀπλήστοις, καὶ φιλοτίμοις, καὶ θερμοτέροις τοῦ δέοντος εἰς εὐσέβειαν· καὶ τοὺς μὲν τάττειν ἐνταῦθα, οὗ μήτε
Chapter XXXII. There ought also to have been a law laid down among us, just as among the wise of the Hebrews of old certain of the sacred books were not left open to the young, as not being profitable to souls still unsteadfast and rather tender; so too that discourse concerning faith should be permitted neither to everyone, nor at all times, but at certain times, and to certain persons: to those, I mean, who are not altogether careless and sluggish in understanding, or to those who are not overly insatiable, and ambitious, and warmer than is needful towards piety; and to station those ones there, where neither
PG 36:212Read from the page
ἑαυτοὺς βλάψωσι, μήτε ἄλλους ταττόμενοι· καὶ τὴν ἐν λόγοις ἐλευθερίαν ἔχειν τοὺς μετρίους ἐν λόγῳ, καὶ ὡς ἀληθῶς κοσμίους καὶ σώφρονας· τοὺς πολλοὺς δὲ ἀπάγειν τῆς ὁδοῦ ταύτης, καὶ τῆς νῦν κατεχούσης φιλολαλιᾶς καὶ ἀῤῥωστίας, καὶ ἐπ' ἄλλο τι τρέπειν ἀρετῆς εἶδος ἀκινδυνότερον, ἔνθα καὶ τὸ ὀλίγωρον ἧττον βλαβερὸν, καὶ τὸ ἄπληστον εὐσεβέστερον.
they may harm themselves, nor others by being stationed there; and that those who are moderate in speech, and truly orderly and sober-minded, should have freedom in discourses; while the multitude should be led away from this road, and from the love of talking and distemper that now prevails, and turned towards some other, less dangerous form of virtue, where both carelessness is less harmful, and insatiability is more pious.
ΛΓʹ. Εἰ μὲν γὰρ, ὥσπερ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς, ὁ Πατὴρ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν, οὕτω καὶ μία τις ἦν σωτηρίας ὁδὸς, ἡ διὰ λόγου καὶ θεωρίας, καὶ ταύτης ἐκπεσόντας, ἔδει τοῦ παντὸς ἁμαρτεῖν, καὶ ἀποῤῥιφθῆναι Θεοῦ, καὶ τῆς ἐκεῖθεν ἐλπίδος· οὐδὲν ἂν ἦν, οὔτε τοῦ συμβουλεύειν τὰ τοιαῦτα, οὔτε τοῦ πείθεσθαι σφαλερώτερον. Εἰ δὲ, ὥσπερ ἐν τοῖς ἀνθρωπίνοις, πολλαὶ διαφοραὶ βίων καὶ προαιρέσεων, μειζόνων τε καὶ ἡττόνων, λαμπροτέρων καὶ ἀφανεστέρων, οὕτω κἀν τοῖς θείοις, οὐχ ἕν τι τὸ σῶζόν ἐστιν, οὐδὲ μία τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ πλείονες, καὶ τοῦ πολλὰς εἶναι μονὰς παρὰ τῷ Θεῷ, τούτου δὲ τοῦ θρυλλουμένου, κἀν ταῖς πάντων κειμένου γλώσσαις, οὐκ ἄλλο τι ἢ τοῦτο αἴτιον, τὸ πολλὰς εἶναι τὰς ἐκεῖσε φερούσας ὁδοὺς, τὰς μὲν ἐπικινδυνοτέρας τε καὶ λαμπροτέρας, τὰς δὲ ταπεινοτέρας τε καὶ ἀσφαλεστέρας· τί τὰς ἀσφαλεστέρας ἀφέντες, ἐπὶ μίαν ταύτην τρεπόμεθα, τὴν οὕτως ἐπισφαλῆ καὶ ὀλισθηρὰν, καὶ οὐκ οἶδ' ὅποι φέρουσαν; Ἢ τροφὴ μὲν οὐχ ἡ αὐτὴ πᾶσι κατάλληλος, ἄλλῳ δὲ ἄλλη κατὰ τὴν διαφορὰν καὶ τῶν ἡλικιῶν καὶ τῶν ἕξεων· βίος δὲ ὁ αὐτὸς πᾶσι συμφέρων, ἢ λόγος; Οὐκ ἔγωγε τοῦτο εἴποιμ' ἂν, οὐδὲ προσθοίμην τοῖς λέγουσιν. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, νέοι καὶ γέροντες, ἄρχοντες λαῶν καὶ ἀρχόμενοι, μονασταὶ καὶ μιγάδες, τὰς μὲν περιττὰς καὶ ἀχρήστους φιλοτιμίας χαίρειν ἐάσατε· αὐτοὶ δὲ διὰ βίου, καὶ πολιτείας, καὶ λόγων τῶν ἀκινδυνοτέρων τῷ Θεῷ πλησιάζοντες, τεύξεσθε τῆς ἐκεῖθεν ἀληθείας καὶ θεωρίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Chapter XXXIII. For if indeed, just as there is one Lord, one faith, one baptism, one God, the Father of all, and through all, and in all (Eph. 4:5-6), so too there were some single road of salvation, that through discourse and contemplation, and those who fell from this had to miss the whole, and be cast away from God and the hope yonder, nothing would be more perilous, either than giving such counsel, or than obeying it. But if, just as in human affairs there are many differences of lives and pursuits, both greater and lesser, more splendid and more obscure, so too in divine things what saves is not some single thing, nor is there a single road of virtue, but several, and of there being many mansions with God (John 14:2)—this famed saying that lies upon the tongues of all—nothing else than this is the cause, namely that there are many roads leading thither, some more dangerous and more splendid, others humbler and safer; why, leaving the safer ones, do we turn towards this single one, so precarious and slippery, and leading I know not whither? Or is the same food not suitable for all, but one kind for one and another for another according to the difference both of ages and of habits, whereas the same manner of life, or discourse, is profitable for all? I for my part would not say this, nor would I join those who say it. If then you obey me in anything, young and old, rulers of peoples and ruled, solitaries and those living in community, bid farewell to superfluous and useless ambitions; and drawing near to God yourselves through life, and conduct, and discourses that are less dangerous, you shall attain the truth and contemplation yonder, in Christ Jesus our Lord, to Whom be the glory unto the ages of the ages. Amen.
PG 36:213Read from the page
MONITUM IN ORATIONEM XXXIII.
Admonition to Oration 33.
I. Arianorum jactantiam, injurias et cavillationes in hac oratione, oratorie quidem, sed fortiter retundit Gregorius. Quasi ex abrupto sic exorditur: « Ubi tandem sunt, qui paupertatem nobis exprobrant, qui opes suas insolenter jactant, qui Ecclesiam multitudine definiunt, et pusillum gregem aspernantur, qui divinitatem metiuntur, et populum velut ad lancem appendunt? » Hinc ablegatam pacem, et exitiosas domesticarum in fide dissensionum calamitates deplorat; atque Arianorum persecutiones, facinora, caedes et sacrilegia, longa partium enumeratione, percurrens, ostendit quam longissime ipsi a suis et Catholicorum moribus ac lenitate distent. Deinde puerilibus ac ineptis respondet cavillationibus, quibus obtrectatores eum in contemptum adducere conabantur. Objiciebant enim, quod « ex ignobili oppido oriundus esset (n. 6), » quod « nec lepidus, nec urbanus, quod peregrinus et externus (n. 8), » aliaque permulta (n. 11), quae profecto in adversariorum potius, quam Gregorii contumeliam recidebant. Tum profanam illorum multitudinem cum gregis sui exiguitate conferens, hunc extollit, illos deprimit. « Hi, inquit (n. 15), aedes habent, nos hospitem; hi templa, nos Deum; hi populos, nos angelos; hi aurum et argentum, nos repurgatam doctrinam; » quae omnia merito vanis ac insulsis haereticorum opibus pretiosiora et praestantiora erant. Nihil ergo mirum, si charissimum gregem, licet exiguum, ampliori praeferat; utpote qui hunc facilius conspicere, atque a luporum voracitate tueri ac servare posset. Verum interim prophetico velut afflatus spiritu, non dubitat quin aliquando eum latiorem visurus sit. « Multos enim, » addit (n. 15), « ex his, qui nunc in luporum numero sunt, inter oves, ac fortasse etiam inter pastores recensendos habeo. » Quod vaticinium eventus postea confirmavit. Demum ex baptismi forma, Arianorum et Eunomianorum errores, qui Filium et Spiritum sanctum creatos esse asserebant, coarguens, eleganti ac eximiae orationi finem imponit.
I. In this oration Gregory beats back the boasting, injuries, and cavils of the Arians, oratorically indeed, yet bravely. As if abruptly, he begins thus: "Where, pray, are those who reproach us with poverty, who insolently boast of their wealth, who define the Church by multitude and despise the little flock, who measure the Godhead and weigh the people as if in a balance?" Hence he deplores the banishment of peace and the ruinous calamities of domestic dissensions in the faith; and running through the persecutions, crimes, slaughters, and sacrileges of the Arians in a long enumeration of particulars, he shows how very far distant they themselves are from his own character and gentleness and that of the Catholics. Next he replies to the childish and foolish cavils whereby his detractors endeavoured to bring him into contempt. For they objected that "he originated from an ignoble town (no. 6)," that "he was neither charming nor urbane, that he was a stranger and a foreigner (no. 8)," and very many other things (no. 11), which assuredly recoiled to the reproach of his adversaries rather than of Gregory. Then, comparing their profane multitude with the smallness of his own flock, he extols the latter and depresses the former. "These," he says (no. 15), "have houses, we the Guest; these have temples, we God; these have peoples, we angels; these have gold and silver, we purified doctrine"—all which things were deservedly more precious and more excellent than the vain and foolish riches of the heretics. It is no wonder, therefore, if he prefers his most dear flock, though small, to a larger one, inasmuch as he could more easily survey it and guard and preserve it from the voracity of the wolves. Yet in the meantime, as though inspired by a prophetic spirit, he does not doubt that he will one day see it wider. "For many," he adds (no. 15), "of those who are now in the number of the wolves, I hold as to be reckoned among the sheep, and perhaps even among the pastors." Which prophecy the outcome afterwards confirmed. Finally, refuting from the form of baptism the errors of the Arians and Eunomians, who asserted that the Son and the Holy Spirit were created, he brings the elegant and distinguished oration to an end.
II. Ex his quae jam diximus, nemo est qui non fateatur hanc orationem Constantinopoli habitam fuisse anno 380. Plura etiam adhuc ex hac oratione ad id confirmandum colligi possunt. Nondum enim Gothos, a Deo « in solutae Trinitatis poenam » collectos et coadunatos (n. 2) debellarat Theodosius. Nondum ecclesiae erant Catholicis restitutae, cum agnoscat ipse Gregorius (n. 15), « exiguum adhuc esse gregem et caulam angustam. » Quae quidem satis indicant annum 380, vel, ut cum Tillemontio loquar, illud temporis spatium quod « inter vicesimum Aprilis anni 379 et vicesimum sextum Novembris anni 380 intercedit. » Nulla enim est hac de re inter eruditos controversia. At idem quoque desideraretur animorum consensus, ad dignoscendum quis fuerit ille senex de quo sic loquitur Gregorius (n. 5): « Hesternam meam victimam posco, senem illum, quem exsilio redeuntem, medio die, media in urbe, saxis excepistis. » Licet enim de isto facto apud scriptores mentio fiat, attamen incertum adhuc quidem est, ad quem senem id certo referri possit. Censet Elias Eusebium Samosatensem hic a Gregorio designari. Haec revera Theodoretus ac Nicephorus narrant de isto Eusebio, cui « Dolicham ingredienti, mulier quaedam Ariana labe maculata, tegulam e superiori aedium parte immisit, ejusque caput obtrivit. » Addunt etiam, quod ab ipso quoque Gregorio observatur, Eusebium morientem, eos qui aderant jurejurando obstrinxisse, ne a muliere poenas hujus facti ullas exigerent. » Quamvis autem haec non ignoraret Tillemontius, conjecit tamen vir eruditus, « senem illum fuisse Eustathium presbyterum, » a Valente imperatore in oppidum Thraciae Bizuam relegatum, quod anno 370 Evagrium Constantinopolitanae Ecclesiae episcopum praefici curasset. At Socrates et Sozomenus, qui Eustathii exsilium referunt, nihil tamen de ipsius in urbem Constantinopolim reditu ac inexspectata morte commemorant. Baronius etiam, qui hunc orationis locum sic exscripsit: « Hominem meum posco, quem hesterno die trucidastis, senem illum, quem ab exsilio redeuntem, et huc appellentem, » etc., videtur quidem his ultimis verbis Constantinopolim designare voluisse; sed nihil de isto sene indicavit. Cum igitur historica monumenta Gregorii narrationi optime consonent, nos quoque cum Elia hunc locum de Eusebio Samosatensi intelligendum arbitramur.
II. From what we have already said, there is no one who would not confess that this oration was delivered at Constantinople in the year 380. More proofs still can be gathered from this oration to confirm this. For Theodosius had not yet vanquished the Goths, gathered and united by God "as a punishment for the dissolved Trinity" (no. 2). Not yet had the churches been restored to the Catholics, since Gregory himself acknowledges (no. 15) that "the flock is still small and the fold narrow." Which things indeed sufficiently indicate the year 380, or, to speak with Tillemont, that space of time which "intervenes between the twentieth of April of the year 379 and the twenty-sixth of November of the year 380." For there is no controversy on this matter among the learned. Yet the same agreement of minds would also be desired for discerning who that old man was of whom Gregory speaks thus (no. 5): "I demand my victim of yesterday, that old man whom, as he returned from exile, at midday, in the midst of the city, you received with stones." For although mention is made of this deed among writers, nevertheless it is still uncertain to what old man it can with certainty be referred. Elias judges that Eusebius of Samosata is here designated by Gregory. In fact Theodoret and Nicephorus relate these things of this Eusebius, upon whom, "as he was entering Doliche, a certain woman stained with the Arian plague cast down a tile from the upper part of a house and crushed his head." They add also, what is observed by Gregory himself as well, that Eusebius as he died bound those who were present by an oath not to exact any punishment from the woman for this deed. Now although Tillemont was not ignorant of these things, nevertheless that learned man conjectured that "that old man was Eustathius the presbyter," banished by the Emperor Valens to the town of Bizya in Thrace because in the year 370 he had taken care that Evagrius should be set over the Church of Constantinople as bishop. But Socrates and Sozomen, who relate the exile of Eustathius, nevertheless commemorate nothing of his return to the city of Constantinople and his unexpected death. Baronius also, who transcribed this passage of the oration thus: "I demand my man, whom yesterday you slaughtered, that old man who returning from exile and putting in here," etc., seems indeed by these last words to have wished to designate Constantinople, but indicated nothing concerning that old man. Since, therefore, the historical monuments harmonize very well with Gregory's narrative, we too with Elias judge that this passage is to be understood of Eusebius of Samosata.
ΛΟΓΟΣ ΛΓʹ.
Oration 33.
Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν.
Against the Arians, and Concerning Himself.
Αʹ. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδίζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες; Οἱ πλήθει τὴν
1. Where, pray, are those who reproach us with poverty, and boast of their wealth? Who by multitude
PG 36:216Read from the page
Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; οἱ καὶ θεότητα μετροῦντες, καὶ λαὸν σταθμίζοντες; οἱ τὴν ψάμμον τιμῶντες, καὶ τοὺς φωστῆρας ὑβρίζοντες; οἱ τοὺς κάχληκας θησαυρίζοντες, καὶ τοὺς μαργαρίτας ὑπερορῶντες; Οὐ γὰρ ἴσασιν, ὅτι οὐ τοσοῦτον ψάμμος ἀστέρων ἀφθονωτέρα, καὶ λίθων διαυγῶν κάχληκες, ὅσον ταῦτα ἐκείνων καθαρώτερά τε καὶ τιμιώτερα. Πάλιν ἀγανακτεῖς; πάλιν ὁπλίζῃ; πάλιν ὑβρίζεις; ἡ καινὴ πίστις; Μικρὸν ἐπίσχες τὴν ἀπειλὴν, ἵνα φθέγξωμαι. Οὐχ ὑβρίσομεν, ἀλλ' ἐλέγξομεν· οὐκ ἀπειλήσομεν, ἀλλ' ὀνειδίσομεν· οὐ πλήξομεν, ἀλλ' ἰατρεύσομεν. Ὕβρις σοι καὶ τοῦτο δοκεῖ; Τῆς ὑπερηφανίας! Κἀνταῦθα δοῦλον ποιεῖς τὸν ὁμότιμον; Ει δὲ μὴ, δέξαι μου τὴν παῤῥησίαν. Καὶ ἀδελφὸς ἀδελφὸν ἐλέγχει πλεονεκτούμενος.
defining the Church, and spitting upon the small flock? Who both measure divinity, and weigh a people in the balance? Who honour the sand, and insult the luminaries? Who treasure up pebbles, and overlook pearls? For they do not know that sand is not so much more abundant than stars, and pebbles than translucent stones, as these are purer and more precious than those. Art thou indignant again? Dost thou arm thyself again? Dost thou insult again? Is it the new faith? Check thy threat a little, that I may speak. We shall not insult, but we shall refute; we shall not threaten, but we shall reproach; we shall not strike, but we shall heal. Does this also seem an insult to thee? O the arrogance! Even here dost thou make thy peer a slave? But if not, receive my freedom of speech. Even a brother refutes a brother when defrauded.
Βʹ. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον; Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Μᾶλλον δὲ, πρὸς σέ μοι τὸν ὑβριστὴν ὁ λόγος. Κακῶς μὲν τοὺς ἀλλήλων ἐπιτηροῦμεν καιροὺς, καὶ τὸ σύμψυχον τῷ ἑτεροδόξῳ λύσαντες, μικροῦ καὶ τῶν νῦν πολεμούντων ἡμῖν βαρβάρων, οὓς ἡ Τριὰς λυομένη συνέστησεν. Γεγόναμεν ἀλλήλοις ἀπανθρωπότεροι καὶ θρασύτεροι, πλὴν ὅσον οὐ ξένοι βάλλομεν ξένους, οὐδὲ ἀλλογλώσσους ἀλλόγλωσσοι (ὃ καὶ βραχεῖα παραμυθία τῆς συμφορᾶς), ἀλλήλους δὲ, καὶ οἷον οἱ τῆς αὐτῆς οἰκίας, φέρομέν τε καὶ ἄγομεν· εἰ βούλει δὲ, τὰ τοῦ αὐτοῦ σώματος μέλη δαπανῶμεν καὶ δαπανώμεθα· καὶ οὐχὶ τοῦτό που δεινὸν, καίπερ ὂν τηλικοῦτον, ἀλλ' ὅτι καὶ προσθήκην νομίζομεν τὴν ὑφαίρεσιν. Ἐπεὶ δὲ οὕτως ἔχομεν, καὶ μετὰ τῶν καιρῶν πιστεύομεν, ἀντιθῶμεν τοὺς καιροὺς ἀλλήλοις· σὺ τὸν σὸν βασιλέα, κἀγὼ τοὺς ἐμούς· σὺ τὸν Ἀχαὰβ, ἐγὼ τὸν Ἰωσίαν. Διήγησαί μοι τὴν σὴν ἐπιείκειαν, κἀγὼ τὴν ἐμὴν θρασύτητα. Μᾶλλον δὲ, τὴν μὲν σὴν, πολλαὶ καὶ βίβλοι καὶ
II. Wilt thou that I utter to thee the words of God unto Israel, stiff-necked and hardened? My people, what have I done unto thee, or wherein have I wronged thee, or wherein have I troubled thee (Mic. 6:3)? Or rather, my speech is unto thee, the insulter. Badly indeed do we watch for one another's opportunities, and having dissolved unity of soul by diversity of opinion, we have become to one another almost more inhuman and more audacious even than the barbarians now warring against us, whom the Trinity, being dissolved, hath banded together; save in so far as we do not strike strangers as strangers, nor men of another tongue as men of another tongue (which is at least a brief consolation for the calamity), but we pillage and harry one another, even as those of the same household; or if thou wilt, as members of the same body we consume and are consumed; and this perchance is not the dreadful thing, great though it be, but that we even reckon the subtraction an addition. Since, however, we are thus disposed, and believe along with the times, let us set the times against one another: thou thy king, and I mine; thou Ahab, I Josiah. Relate to me thy clemency, and I my audacity. Or rather, thine own, both many books and
Notes, col. 216

On the reading

Printed Ει, for Εἰ.

PG 36:217Read from the page
γλῶσσαι φέρουσιν, ἃς καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, ἐμοὶ δοκεῖν, ἡ ἀθάνατος στήλη τῶν πράξεων· ἐγὼ δὲ τὴν ἐμαυτοῦ διηγήσομαι.
tongues report, which coming time also will receive, as it seems to me, the immortal monument of deeds; whereas I will relate my own.
Γʹ. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον; Τίνας ὁπλίτας παρέταξα; Τίνα στρατηγὸν θυμῷ ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χριστιανὸν, ἀλλ' οἰκείαν θρησκείαν προσάγοντα τοῖς ἑαυτοῦ δαίμοσι, τὴν καθ' ἡμῶν ἀσέβειαν; Τίνας εὐχομένους ἐπολιόρκησα, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν αἴροντας; Τίνας ψαλμῳδίας σάλπιγξιν ἔστησα; Τίνων μυστικὸν αἷμα φονικοῖς αἵμασιν ἔμιξα; Τίνων οἰμωγὰς θρήνοις ἔπαυσα, πνευματικὰς ὀλεθρίοις, καὶ δάκρυσι τραγῳδίας, δάκρυα κατανύξεως; Ποῖον προσευχῆς οἶκον πεποίηκα πολυάνδριον; Ποῖα λειτουργικὰ σκεύη, καὶ τοῖς πολλοῖς ἄψαυστα, χερσὶν ἀνόμων ἐξέδωκα, ἢ Ναβουζαρδὰν τῷ ἀρχιμαγείρῳ, ἢ Βαλτάσαρ τῷ κακῶς ἐν τοῖς ἁγίοις τρυφήσαντι, καὶ μέντοι καὶ δίκας εἰσπραχθέντι τῆς ἀπονοίας ἀξίας; Θυσιαστήρια ἠγαπημένα, ὥς φησιν ἡ θεία Γραφὴ, νυνὶ δὲ καθυβρισμένα· ὑμῶν δὲ ποῖον δι' ἡμᾶς κατωρχήσατο μειράκιον ἀσελγὲς, αἰσχρὰ λυγιζόμενον, καὶ καμπτόμενον; μᾶλλον δὲ, διὰ τίνος ἐγὼ τοιούτου τὸ μέγα μυστήριον καὶ θεῖον ἐξωρχησάμην; Καθέδρα τιμία, καὶ τιμίων ἀνδρῶν ἵδρυμα καὶ ἀνάπαυμα, καὶ πολλοὺς εὐσεβεῖς ἀμείψασα ἱερέας, ἄνωθεν τὰ θεῖα μυσταγωγήσαντας· ἐπὶ δὲ σὲ τίς ἀνέβη δημηγόρος Ἕλλην, καὶ γλῶσσα πονηρὰ, τὰ Χριστιανῶν στηλιτεύουσα; Παρθένων αἰδὼς καὶ σεμνότης, ὄψεις ἀνδρῶν μηδὲ σωφρόνων φέρουσα, σὲ δὲ τίς ἡμῶν ᾔσχυνε καὶ καθύβρισε μέχρι τῶν ἀθεάτων, καὶ ἀσεβῶν ὄψεσι προὔθηκε θέαν ἐλεεινὴν, καὶ τοῦ Σοδομιτικοῦ πυρὸς ἀξίαν; Ἐῶ γὰρ θανάτους λέγειν τῆς αἰσχύνης ἀνεκτοτέρους.
III. What populace rushing on in audacity did I bring against thee? What men-at-arms did I array? What general boiling with wrath, and more audacious than those giving him orders, and him not even a Christian, but offering as a fitting worship to his own demons his impiety against us? What men at prayer, lifting up their hands towards God, did I besiege? What psalmody did I stop with trumpets? Whose mystic blood did I mingle with murderous blood? Whose spiritual lamentations did I stop with deadly dirges, and tears of compunction with tears of tragedy? What house of prayer have I made a burial-place? What liturgical vessels, untouchable even by the many, did I deliver into the hands of lawless men, either to Nebuzaradan the chief cook (4 Kings 25:11), or to Belshazzar who revelled wickedly among the holy things (Dan. 5:3), and who indeed also paid the penalty worthy of his madness? Altars beloved, as the divine Scripture saith (Hos. 8:11), but now insulted: upon which of yours did a wanton youth dance in mockery through us, shamefully writhing and bending? Or rather, through what such person did I burlesque the great and divine mystery? O honourable chair, foundation and resting-place of honourable men, having succeeded through many pious priests who from of old initiated in divine things: upon thee what Greek demagogue ascended, and wicked tongue, pillorying the things of Christians? O modesty and gravity of virgins, not bearing the gazes even of temperate men, who of us shamed and insulted thee even unto the things not to be seen, and set before the eyes of impious men a pitiable spectacle, and worthy of the fire of Sodom? For I pass over speaking of deaths more tolerable than the shame.
Δʹ. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἓν ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι,
IV. What wild beasts did we let loose upon the bodies of saints, as some who exposed human nature to public shame, bringing one charge only, that of not consenting to impiety,