λοντα, ὥς φησιν ἡ Γραφὴ, μηδὲ δόξαν τῆς ἐκεῖθεν λαμπρότητος, ὅστις οὐχ οὕτως ἔχει, ἢ συμφέρεται τοῖς καιροῖς, ἄλλοτὲ ἄλλος γινόμενος καὶ περὶ τῶν μεγίστων σαθρῶς βουλευόμενος. Εἰ μὲν γὰρ οὐ προσκυνητὸν, πῶς ἐμὲ θεοῖ διὰ τοῦ βαπτίσματος; εἰ δὲ προσκυνητὸν, πῶς οὐ σεπτόν; εἰ δὲ σεπτὸν, πῶς οὐ Θεός; Ἓν ἤρτηται τοῦ ἑνὸς, ἡ χρυσῆ τις ὄντως σειρὰ καὶ σωτήριος. Καὶ παρὰ μὲν τοῦ Πνεύματος ἡμῖν, ἡ ἀναγέννησις· παρὰ δὲ τῆς ἀναγεννήσεως, ἡ ἀνάπλασις· παρὰ δὲ τῆς ἀναπλάσεως, ἡ ἐπίγνωσις τῆς ἀξίας τοῦ ἀναπλάσαντος.
ing, as the Scripture says, nor the glory of the brightness from thence, whoever does not hold thus, or complies with the times, becoming one man at one time and another at another, and taking unsound counsel concerning the greatest things. For if He is not to be worshipped, how does He deify me through baptism? And if He is to be worshipped, how is He not adorable? And if He is adorable, how is He not God? The one hangs from the one, a truly golden and saving chain. And from the Spirit comes to us regeneration; and from regeneration, refashioning; and from refashioning, the recognition of the worth of Him Who refashioned us.
ΚΘʹ. Ταῦτα μὲν οὖν εἴποι τις ἂν τὸ ἄγραφον ὑποθέμενος· ἤδη δὲ ἥξει σοι καὶ ὁ τῶν μαρτυριῶν ἑσμὸς, ἐξ ὧν, ὅτι καὶ λίαν ἔγγραφος, ἡ τοῦ Πνεύματος θεότης ἐπιδειχθήσεται τοῖς μὴ λίαν σκαιοῖς, μηδὲ ἀλλοτρίοις τοῦ Πνεύματος. Σκόπει δὲ οὕτως· Γεννᾶται Χριστὸς, προτρέχει· βαπτίζεται, μαρτυρεῖ· πειράζεται, ἀνάγει· δυνάμεις ἐπιτελεῖ, συμπαρομαρτεῖ· ἀνέρχεται, διαδέχεται. Τί γὰρ οὐ δύναται τῶν μεγάλων, καὶ ὧν Θεός; τί δαὶ οὐ προσαγορεύεται ὧν Θεὸς, πλὴν ἀγεννησίας καὶ γεννήσεως; Ἔδει γὰρ τὰς ἰδιότητας μεῖναι Πατρὶ καὶ Υἱῷ, ἵνα μὴ σύγχυσις ᾖ παρὰ τῇ θεότητι, τῇ καὶ τἄλλα εἰς τάξιν ἀγούσῃ καὶ εὐκοσμίαν. Ἐγὼ μὲν φρίττω τὸν πλοῦτον ἐννοῶν τῶν κλήσεων, καὶ καθ' ὅσων ὀνομάτων ἀναισχυντοῦσιν οἱ τῷ Πνεύματι ἀντιπίπτοντες. Πνεῦμα Θεοῦ λέγεται, Πνεῦμα Χριστοῦ, νοῦς Χριστοῦ, Πνεῦμα Κυρίου, αὐτὸ Κύριος, Πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας· Πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φόβου Θεοῦ· καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων, πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον, πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν, ἀγαθὸν, εὐθὲς, ἡγεμονικὸν, φύσει οὐ θέσει ἁγιαζόμενον, μετροῦν, οὐ μετρούμενον, μετεχόμενον, οὐ μετέχον, πληροῦν, οὐ πληρούμενον, συνέχον, οὐ συνεχόμενον, κληρονομούμενον, δοξαζόμενον, συναριθμούμενον, ἐπαπειλούμενον, δάκτυλος Θεοῦ, πῦρ ὡς Θεὸς, εἰς ἔμφασιν, οἶμαι, τοῦ ὁμοουσίου· Πνεῦμα τὸ ποιῆσαν, τὸ ἀνακτίζον διὰ βαπτίσματος, δι' ἀναστάσεως· Πνεῦμα τὸ γινῶσκον ἅπαντα, τὸ διδάσκον, τὸ πνέον
Chapter XXIX. These things, then, one might say presupposing what is unwritten; and now there shall come to thee also the swarm of testimonies, from which the Godhead of the Spirit will be shown to be very much in Scripture as well, to those who are not overly perverse, nor strangers to the Spirit. Consider it thus: Christ is born, He foreruns; He is baptized, He bears witness; He is tempted, He leads Him up; He performs miracles, He accompanies Him; He ascends, He succeeds Him. For what can He not do of the great things, and of the things which God does? And by what is He not called of the names by which God is called, except unbegottenness and generation? For it was necessary that the properties should remain with the Father and the Son, lest there should be confusion in the Godhead, Which brings all other things also into order and good arrangement. I indeed shudder when I consider the wealth of the titles, and against how many names those who oppose the Spirit act shamelessly. He is called the Spirit of God, the Spirit of Christ, the mind of Christ, the Spirit of the Lord, the Lord Himself, the Spirit of adoption, of truth, of liberty; the Spirit of wisdom, of understanding, of counsel, of might, of knowledge, of godliness, of the fear of God; for He is the Maker of all these things, filling all things with His essence, holding all things together, capable of filling the world according to essence, uncontainable by the world according to power, good, upright, sovereign, sanctifying by nature not by adoption, measuring, not measured, participated in, not participating, filling, not filled, holding together, not held together, inherited, glorified, numbered together, threatening, the finger of God, fire like God, to manifest, I think, that He is consubstantial; the Creator Spirit, Who creates anew through baptism, through resurrection; the Spirit Who knows all things, Who teaches, Who blows