Migne Reading Room

PG 36 · cols. 1045–1056 · Read from the page

* Histories of Nonnus the abbot, from the edition of Montacutius and Cardinal Mai

* Histories of Nonnus the abbot, from the edition of Montacutius and Cardinal Mai

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:1045Read from the page
δῆθεν ἡ δρῦς· καὶ λοιπὸν ἐφθέγγοντο αἱ γυναῖκες λέγουσαι, ὅτι Τάδε προλέγει ὁ Ζεύς. Τὸ δὲ περὶ τοῦ λέβητος τοιοῦτόν ἐστιν· Ἐν ταύτῃ τῇ Δωδώνῃ λέγεται, ὅτι ἐν ὕψει τινὶ ἵστατο ἀνδριὰς βαστάζων ῥάβδον, καὶ παρ' αὐτὸν λέβης τις ἵστατο. Οἱ οὖν μαντευόμενοι, ἤρχοντο παρὰ τὸν τόπον τοῦτον, καὶ ηὔχοντο. Ὅτε οὖν ἤθελε χρησμῳδῆσαι αὐτοῖς ὁ θεὸς, ὁ ἀνδριὰς ἐκεῖνος ἔπαιε τῇ ῥάβδῳ τὸν λέβητα· εἶτα ἤχει ὁ λέβης, καὶ ἐκ τοῦ λέβητος ἦχός τις ἀπετελεῖτο ἐναρμόνιος· καὶ ἐνεφοροῦντο αἱ προφήτιδες, καὶ ἔλεγον ἃ αὐτοῖς ὁ δαίμων ἐνέβαλλε.
ostensibly the oak; and thereafter the women uttered, saying: These things Zeus foretells. And the matter concerning the cauldron is such: In this Dodona it is said that on a certain height stood a statue carrying a rod, and beside it stood a certain cauldron. Those consulting the oracle therefore came beside this place, and prayed. When therefore the god wished to give an oracle to them, that statue struck the cauldron with the rod; then the cauldron resounded, and from the cauldron a certain harmonious sound was produced; and the prophetesses were inspired, and said what the demon cast into them.
κʹ. Περὶ τῆς Πυθίας.
20. On the Pythia.
Φωκὶς, χώρα ἐστὶν ἐν τῇ Ἑλλάδι. Ἐν ταύτῃ ἐστὶ πόλις καλουμένη Δελφοί. Ἐν ταύτῃ ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος, ὃ καλεῖται Πυθώ. Ἐν τούτῳ τῷ ἱερῷ ἦν ὁ τρίπους, καὶ αἱ ψῆφοι αἱ μαντικαί. Καὶ αἱ μὲν μαντικαὶ ψῆφοι ἦσαν ἐν τῇ φιάλῃ τοῦ τρίποδος. Ἡνίκα οὖν ὁ μαντευόμενος ἠρώτα περὶ τῆς μαντείας, αἱ ψῆφοι ἥλλοντο καὶ ἐκινοῦντο ἐν τῇ φιάλῃ. Τότε οὖν ἡ [προφῆτις vel ἱέρεια] ἐνεφορεῖτο, καὶ ἔλεγεν ἃ ἤθελεν ὁ Ἀπόλλων· ἐκαλεῖτο δὲ ἡ προφῆτις Πυθία. Ταύτην πληροῦσθαι εἶπεν ἐνταῦθα καὶ ἐμφορεῖσθαι καὶ ἐνθουσιᾶσθαι.
Phocis is a land in Greece. In this there is a city called Delphi. In this there is a temple of Apollo, which is called Pytho. In this temple was the tripod, and the prophetic pebbles. And the prophetic pebbles were in the bowl of the tripod. When therefore the one consulting the oracle asked concerning the divination, the pebbles leaped and were moved in the bowl. Then therefore the [prophetess or priestess] was inspired, and said what Apollo wished; and the prophetess was called Pythia. This one he said here to be filled and to be inspired and to be in ecstasy.
καʹ. Περὶ τῆς Κασταλίας.
21. On Castalia.
Πηγὴ ἦν ἐν Δάφνῃ τῇ κατὰ Ἀντιόχειαν, ἐν ᾗ λέγεται τὸν Ἀπόλλωνα παρεδρεύειν, καὶ μαντείας καὶ χρησμοὺς τοῖς ἐρχομένοις, περὶ τὸ ὕδωρ λέγεσθαι· λέγεται δὲ, ὅτι ἡνίκα ἐμαντεύετό τις ἐν τῷ τόπῳ τούτῳ, αὔρας τινὰς καὶ πνοὰς τὸ ὕδωρ ἀνεδίδου, καὶ ἀναδιδομένων τῶν τοιούτων πνευμάτων, οἱ ἱερεῖς οἱ περὶ τὴν πηγὴν ἐνθουσιῶντες ἔλεγον, ἃ ἤθελεν ὁ δαίμων.
There was a spring in Daphne by Antioch, at which Apollo is said to sit beside, and divinations and oracles are said to be spoken to those coming around the water; and it is said that when anyone consulted the oracle in this place, the water sent up certain breezes and breaths, and when such spirits were sent up, the priests around the spring, falling into ecstasy, said what the demon wished.
κβʹ. Περὶ τοῦ Ἀπόλλωνος ἀφώνου.
22. On the speechless Apollo.
Περὶ τούτου τοίνυν τοῦ ἀνδριάντος ποῦ τε ἵστατο καὶ πῶς ἐφθέγγετο, ἡμεῖς οὐχ ἱστορήσαμεν. Δεῖ δὲ νομίζειν εἶναι τὸν ἀνδριάντα ἐν Δελφοῖς, καὶ αὐτὸν φωνὴν ἄναρθρον ἀποπέμποντα. Εἰδέναι γὰρ χρὴ, ὅτι αἱ τῶν δαιμόνων φωναὶ ἄναρθροί εἰσι διὰ τὸ μὴ ἔχειν ὄργανα φωνητικὰ, ὅπως διατυπώσωσι τὴν ἐξερχομένην φωνήν.
Concerning this statue therefore, both where it stood and how it uttered, we have not found in history. But one must suppose that the statue was in Delphi, and that it sent forth an inarticulate voice. For one must know that the voices of demons are inarticulate on account of not having vocal organs, so as to articulate the voice going forth.
κγʹ. Περὶ τῆς Δάφνης.
23. On Daphne.
Δάφνη, φησὶ, κόρη ὑπῆρχεν, ἐκ Λάδωνος τοῦ ποταμοῦ καὶ Γῆς γῆς τὴν γένεσιν εὐτυχήσασα. Αὕτη, φησὶ, περικαλλής τε οὖσα τῷ εἴδει, καὶ ὡραϊζομένη ταῖς ὄψεσι, εἰς ἔρωτα ἐκίνησε τὸν Ἀπόλλωνα· ὁ δὲ Ἀπόλλων κινούμενος ἐκ τοῦ ἔρωτος, ἐπεδίωκε τὴν Δάφνην, εἴ πως ἰσχύσει συγγενέσθαι αὐτῇ. Ἡ οὖν κόρη τὴν παρθενίαν ἐθέλουσα φυλάξαι, τῇ οἰκείᾳ μητρὶ τῇ Γῇ προσηύξατο βοηθῆσαι αὐτῇ. Ἡ δὲ Γῆ διανοίξασα τοὺς ἑαυτῆς κόλπους ἐδέξατο τὴν παῖδα· καὶ ψυχαγωγῆσαι θέλουσα τὸν θεὸν, φυτὸν ἀνῆκεν ὁμώνυμον τῇ κόρῃ· ὅπερ λαβὼν ὁ Ἀπόλλων, στέφεται παρὰ τὸν τρίποδα, ψυχαγωγούμενος ἀντὶ τῆς ἐρωμένης τῷ φυτῷ τῆς Δάφνης.
Daphne, he says, was a maiden, having obtained her birth from the river Ladon and Earth earth. She, he says, being both very beautiful in form, and blooming in her features, moved Apollo to love; and Apollo, moved by love, pursued Daphne, if somehow he might be able to lie with her. The maiden therefore, wishing to guard her virginity, prayed to her own mother Earth to help her. And Earth, having opened her own bosoms, received the child; and wishing to console the god, sent up a plant of the same name as the maiden; which Apollo having taken, crowns himself beside the tripod, being consoled instead of his beloved with the plant of the laurel.
κδʹ. Περὶ Διονύσου ἀνδρογύνου.
24. On the androgynous Dionysus.
Τὸν Διόνυσον λέγουσι καὶ τὰ ἀνδρῶν ποιεῖν, καὶ τὰ γυναικῶν πάσχειν· καὶ τὰς Βάκχας περὶ αὐτὸν
Dionysus they say both does the things of men, and suffers the things of women; and the Bacchants around him
Notes, col. 1045

On the reading

Printed Γῆς γῆς, for Γῆς.

PG 36:1048Read from the page
μαινάδας γενομένας ἐκβακχεύειν, καὶ τοὺς Σατύρους καὶ τοὺς Σειληνοὺς ἐξορχουμένους περὶ αὐτόν. Εἴπομεν δὲ πολλάκις, ὅτι αὐτὸν λέγουσιν εἶναι τοῦ οἴνου δημιουργὸν καὶ ἔφορον· καὶ ὅτι δέδωκε καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι, καὶ ἔπιον, καὶ ἐμεθύσθησαν, καὶ μεθυσθέντες μετὰ τῶν γυναικῶν χορεύουσι περὶ αὐτόν. Τοὺς δὲ Σατύρους λέγουσιν εἶναι ποιμένας· ἄλλοι δὲ, θείους τινὰς δαίμονας περὶ τὸν Διόνυσον. Περὶ δὲ τοῦ φαλλοῦ ἤδη εἰρήκαμεν ἐν τῷ πρώτῳ λόγῳ, ὅτι ἀκάθαρτός τις ἦν αἰδοῖον ἔχων αἰσχρὸν, ᾧ ὁμοιοῦσι νῦν οἱ μῖμοι δερμάτινον, ὃ καλοῦσι φαλητάριον· καὶ τοῦτο ἔχουσιν ἐν τοῖς Διονυσίοις, φοροῦντες ἐν παιγνίοις καὶ ἑορτάζουσιν, ἐν ᾧ τότε ἐτέλουν ἐκεῖνοι.
having become maenads revel, and the Satyrs and the Sileni dance out around him. And we have said many times that they say he is the creator and overseer of wine; and that he gave it both to women and to men, and they drank, and were made drunk, and having been made drunk they dance with the women around him. And the Satyrs they say are shepherds; and others say, certain divine demons around Dionysus. And concerning the phallus we have already spoken in the first discourse, that there was a certain impure man having a shameful privy member, to which the mimes now liken one of leather, which they call phaletarion; and they have this in the Dionysia, wearing it in sports and keeping festival, wherein those men then were initiated.
κεʹ. Περὶ Σεμέλης.
25. On Semele.
Σεμέλη, Κάδμου ἦν θυγάτηρ. Ταύτης ἠράσθη ὁ Ζεὺς, καὶ συγγίνεται αὐτῇ· ἣ καὶ συλλαβοῦσα εἶχεν ἐξ αὐτοῦ τὸν Διόνυσον. Ἡ δὲ Ἥρα ζηλοτύπως φερομένη, σχηματίζεται πρόσωπον τροφοῦ ἐγνωσμένης τῇ Σεμέλῃ, καὶ συμβουλεύει αὐτῇ τῇ Σεμέλῃ ἐγκύῳ οὔσῃ, ὅτι Αἴτησαι τὸν Δία συγγενέσθαι σοι ὥσπερ συγγίνεται τῇ Ἥρᾳ. Συνεγίνετο δὲ ὁ Ζεὺς τῇ Ἥρᾳ μετὰ βροντῶν καὶ κεραυνῶν. Ταῦτα δὲ συνεβούλευεν ἡ Ἥρα τῇ Σεμέλῃ, ἵνα ἐρχομένου τοῦ Διὸς μετὰ κεραυνῶν πρὸς αὐτὴν, ὡς θνητὴ καταφλεχθήσεται, καὶ μηκέτι ἔχοι τὴν ἀντίζηλον· ὃ δὴ καὶ γέγονε. Τοῦ γὰρ Διὸς ἐλθόντος πάλιν πρὸς τὴν Σεμέλην, ᾔτησεν ἡ Σεμέλη οὕτως αὐτῇ συγγενέσθαι, ὡς τῇ Ἥρᾳ· καὶ ὡς συνεγένετο αὐτῇ, κεραυνοῦται καὶ ἀπόλλυται ἡ Σεμέλη. Καὶ τότε λαβὼν ὁ Ζεὺς τὸν Διόνυσον ἔμβρυον ὄντα, ἔῤῥαψεν ἐν τῷ ἑαυτοῦ μηρῷ· καὶ ὕστερον ἐν τῷ ἑβδόμῳ μηνὶ ἐλθὼν ὁ Ἑρμῆς, ἀναπτύσσει τὸν μηρὸν τοῦ Διὸς, καὶ γεννᾶται, ὥς φασιν, ὁ Διόνυσος· καὶ λαμβάνει αὐτὸν εἰς Νύσσαν τῆς Θρᾴκης, κἀκεῖ παρὰ τῶν νυμφῶν γαλακτοτροφεῖται.
Semele was the daughter of Cadmus. With her Zeus fell in love, and lies with her; and she having conceived had Dionysus from him. And Hera, being borne along with jealousy, assumes the face of a nurse known to Semele, and advises Semele herself, being pregnant: Ask Zeus to lie with you just as he lies with Hera. And Zeus used to lie with Hera with thunders and thunderbolts. And Hera advised these things to Semele, so that when Zeus came with thunderbolts to her, she as a mortal would be burned up, and she would no longer have her rival; which indeed came to pass. For when Zeus came again to Semele, Semele asked him to lie with her thus, as with Hera; and when he lay with her, Semele is struck with a thunderbolt and perishes. And then Zeus, having taken Dionysus while an embryo, stitched him in his own thigh; and afterwards in the seventh month Hermes having come, unfolds the thigh of Zeus, and Dionysus, as they say, is born; and he takes him to Nyssa of Thrace, and there he is nourished with milk by the nymphs.
κϛʹ. Περὶ τοῦ Ἡφαίστου.
26. On Hephaestus.
Χωλὸς ἦν ὁ Ἥφαιστος, διὸ καὶ ἀμφιγύης· γυῖα γὰρ τὰ μέλη. Ἦν δὲ χαλκεὺς τὴν τέχνην. Τούτου γυνὴ ἦν ἡ Ἀφροδίτη, καὶ ταύτην ἐμοιχεύετο ὁ Ἄρης. Εὑρίσκει οὖν ὁ Ἥφαιστος τὴν μοιχείαν γενομένην στήσας πάγας. Θεὸν δὲ αὐτὸν λέγει κατηθαλωμένον καὶ κεκαπνισμένον· αἰθάλη γὰρ, εἶδος καπνοῦ παχυτέρου· ἐκεκάπνιστο δὲ, ὡς χαλκεύς. Κλυτοτέχνην δὲ αὐτὸν καλοῦσιν οἱ ποιηταὶ, διὰ τὸ ἔνδοξον εἶναι ἐκ τῆς χαλκευτικῆς τέχνης, ἢ καὶ διὰ τὸ εὐφυῶς αὐτὴν μετιέναι. Θερσίτην δὲ αὐτὸν Ὀλύμπιον καλεῖ, διὰ τοιαύτην αἰτίαν· Ὁ Ὅμηρος εἰσφέρει τινὰ ἄνθρωπον ὀνόματι Θερσίτην, καὶ χωλὸν καὶ στραβὸν καὶ κυρτὸν καὶ μαδαρὸν καὶ προπετῆ· καὶ, φησὶν, ὁ τοιοῦτος ἠκολούθει τῷ στρατοπέδῳ, οὐ διὰ τὸ πολεμεῖν, ἀλλὰ διὰ τὸ γελᾶσθαι. Ἐπεὶ οὖν ὁ Ἥφαιστος χωλὸς ἦν καὶ κεκαπνισμένος, λέγει αὐτὸς, ὅτι ὡς Θερσίτης ἦν ὁ Ἥφαιστος ὑμῶν. Ὀλύμπιον δὲ αὐτὸν εἶπεν, οἱονεὶ οὐράνιον· Ὄλυμπος γὰρ ὁ οὐρανός. Ἢ πάλιν Ὀλύμπιον αὐτὸν εἶπε, διότι ἐξ Ὀλύμπου ἦν, ἥτις ἔχει τὸ ἐργαστήριον αὐτοῦ· ὃ καὶ ἕως νῦν ἐν τῇ Λυκίᾳ λέγεται εἶναι ἐν τόπῳ τινὶ τῆς Ὀλύμπου, ἐν ᾧ αὐτόματον πῦρ ἀναδίδοται καὶ
Hephaestus was lame, wherefore also crooked-limbed; for guîa are the limbs. And he was a coppersmith in art. His wife was Aphrodite, and Ares committed adultery with her. Hephaestus therefore finds the adultery taking place after setting snares. And he calls him a god begrimed with soot and smoke-stained; for soot is a kind of thicker smoke; and he had been smoke-stained, as a coppersmith. And the poets call him famed-for-art, on account of being glorious from the coppersmith's art, or also on account of pursuing it skillfully. And he calls him an Olympian Thersites, for such a cause: Homer brings in a certain man by name Thersites, both lame and squint-eyed and hunchbacked and bald and rash; and, he says, such a man followed the camp, not on account of fighting in war, but on account of being laughed at. Since therefore Hephaestus was lame and smoke-stained, he himself says that your Hephaestus was like Thersites. And he called him Olympian, as it were heavenly; for Olympus is the heaven. Or again he called him Olympian, because he was from Olympus, which holds his workshop; which even until now is said to be in Lycia in a certain place of Olympus, in which spontaneous fire is sent up and
PG 36:1049Read from the page
ἐπωνόμασται Ἡφαίστειον· ἐν ᾧ τόπῳ καὶ ναὸν αὐτῷ οἱ τότε Ἕλληνες ἀνήγειραν. Ἀντικρὺ δὲ οὖσα ἡ Ὄλυμπος τῆς Κύπρου, ἔνθα φυγοῦσα ἡ Ἀφροδίτη κατῴκησε, κἀκεῖθεν ἠκολούθησε τῷ Ἄρει, καὶ ἔφυγον εἰς τὸν Λίβανον, κἀκεῖ τὸ πορνεῖον αὐτῆς συνεστήσατο, καὶ ἔλαβεν ἐκεῖ καὶ τὸν Ἄδωνιν. Θερσίτης οὖν Ὀλύμπιος καὶ ὁ χωλὸς καὶ προπετὴς θεὸς ὑμῶν εἴρηται. Τὸ δὲ, Δεσμώτης Ἄρης διὰ μοιχείαν, τῆς αὐτῆς ἐξήρτηται ἱστορίας. Μοιχεύων γὰρ ὁ Ἄρης τὴν Ἀφροδίτην, ἐδέθη ταῖς πάγαις ὑπὸ τοῦ Ἡφαίστου. Τὸ δὲ, μετὰ τοῦ δειμοῦ καὶ τοῦ φόβου καὶ τοῦ κυδοιμοῦ, λέγει, ὅτι οὗτοι θεράποντες εἶναι λέγονται τοῦ Ἄρεος, υἱοὶ δὲ τοῦ πολέμου· καὶ ὅτι οὗτοι συμπεπόνθασι τῷ Ἄρει· καὶ ὅτι ὁ Ἥφαιστος οὐκ ἐφοβήθη τὸν φόβον καὶ τὸν δειμὸν καὶ τὸν κυδοιμόν. Τραυματίαν δὲ καλεῖ τὸν Ἄρεα, ἐπειδὴ ἐτρώθη ὑπὸ τοῦ Διομήδους, προπητευσάμενος ἐν τῷ πολέμῳ· καὶ ἡ περὶ τῆς Ἀφροδίτης ἱστορία ἐντεῦθεν ἐξήρτηται, ὅτι πόρνη ἦν. Ἐμοιχεύθη γὰρ ὑπὸ τοῦ Ἄρεος, καὶ ὅτι καὶ τῆς μίξεως αὐτὴν λέγουσιν ἔφορον εἶναι οἱ Ἕλληνες. Διὰ τοῦτο εἶπεν αὐτὴν ὑπηρετεῖν.
has been named the Hephaesteum; in which place the Greeks of that time also raised a temple to him. And opposite is Olympus of Cyprus, whither Aphrodite fled and dwelt, and from there she followed Ares, and they fled to Lebanon, and there she established her brothel, and took Adonis there also. Therefore the Olympian Thersites has also been called your lame and rash god. And the phrase, Ares bound on account of adultery, depends upon the same story. For when Ares was committing adultery with Aphrodite, he was bound in the snares by Hephaestus. And as for the phrase, with terror and fear and tumult, he says this because these are said to be attendants of Ares, and sons of war; and because these sympathized with Ares; and because Hephaestus did not fear fear and terror and tumult. And he calls Ares wounded, since he was wounded by Diomedes, having acted rashly in the war; and the story concerning Aphrodite depends hence, that she was a harlot. For she was debauched in adultery by Ares, and because the Greeks also say that she is the overseer of sexual intercourse. On this account he said that she serves as an attendant.
κζʹ. Περὶ Ἀθηνᾶς καὶ δράκοντος.
27. Concerning Athena and the dragon.
Ὁ Ζεὺς, βουλόμενος ἀποκυῆσαι ἐκ τοῦ ἐγκεφάλου αὐτοῦ τὴν Ἀθηνᾶν, ἐδεῖτο συνεργοῦ τοῦ συλλαβόντος καὶ πλήξοντος τὴν κεφαλὴν, ἵνα κυηθῇ· καὶ λόγους προσφέρει περὶ τούτου τῷ Ἡφαίστῳ· ὁ δὲ Ἥφαιστος οὐκ ἄλλως εἵλετο σχίσαι τὴν κεφαλὴν τοῦ Διὸς, εἰ μὴ τὴν γεννωμένην ἀποπαρθενεύσῃ· καὶ ὑπέσχετο ὁ Ζεύς. Λαβὼν οὖν ὁ Ἥφαιστος τὸν βουπλῆγα, τέμνει τὴν κεφαλὴν τοῦ Διὸς, καὶ ἐξέρχεται ἡ Ἀθηνᾶ, καὶ ἐπεδίωκεν αὐτὴν ὁ Ἥφαιστος, ἵνα αὐτῇ συγγένηται· καὶ ἐπιδιώκων ἀπεσπέρμηνεν εἰς τὸν μηρὸν τῆς Ἀθηνᾶς. Ἡ δὲ Ἀθηνᾶ λαβοῦσα ἔριον, ἐξεμάξατο τὸ σπέρμα, καὶ ἔῤῥιψεν ἐν τῇ γῇ· καὶ ἐγένετο ἐκ τῆς γῆς καὶ τοῦ ἐρίου ἄνθρωπος δρακοντόπους, ὃς ἐκαλεῖτο Ἐριχθόνιος, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς λαβὼν τὸ ὄνομα.
Zeus, wishing to bring forth Athena from his brain, stood in need of a helper who would assist and strike his head, so that she might be brought forth; and he addresses words concerning this to Hephaestus; yet Hephaestus did not otherwise choose to cleave the head of Zeus, unless he might deflower her who was being born; and Zeus promised. Taking therefore the ox-goad, Hephaestus cuts the head of Zeus, and Athena comes forth, and Hephaestus pursued her, in order that he might lie with her; and while pursuing he emitted seed upon the thigh of Athena. And Athena, taking wool, wiped off the seed, and cast it upon the earth; and there came into being from the earth and the wool a serpent-footed man, who was called Erichthonius, taking his name from the wool and the earth.
κηʹ. Περὶ Ἡρακλέους μαινομένου.
28. Concerning Heracles going mad.
Μεγάρη οὕτω καλουμένη, Κρέοντος τοῦ Θηβῶν βασιλέως θυγάτηρ, ἐγαμήθη τῷ Ἡρακλεῖ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτοῦ. Ἡ δὲ Ἥρα ἀπεχθῶς πρὸς τὸν Ἡρακλέα ἔχουσα διὰ πολλὰ, ἐνέβαλεν αὐτῷ μανίαν, καὶ μανεὶς ἀπέκτεινε τὰ ἑαυτοῦ τέκνα, ἃ ἔσχεν ἐκ τῆς Μεγάρης.
Megara so called, daughter of Creon the king of Thebes, was married to Heracles, and bore children by him. But Hera, being hostilely disposed towards Heracles on account of many things, cast madness upon him, and having gone mad he slew his own children, whom he had from Megara.
κθʹ. Περὶ Διὸς πάντα γινομένου.
29. Concerning Zeus becoming all things.
Λέγεται ὁ Ζεὺς, ἐρασθεὶς τῆς Δανάης, χρυσὸς γενέσθαι, καὶ ῥυῆναι, καὶ οὕτως αὐτῇ συγγενέσθαι. Ὁμοίως ἐρασθεὶς καὶ Γανυμήδους, ἀετὸς ἐγένετο· καὶ οὕτως ἀεὶ μετεβάλλετο μαγγανείαις, πάντα γινόμενος δι' ἀκαθαρσίαν, ὁ παρ' αὐτοῖς ἐξοχώτατος θεὸς, καὶ πάντας τοὺς ἄλλους θεοὺς ἀνέλκων εἰς οὐρανούς.
Zeus is said, having fallen in love with Danae, to have become gold, and to have flowed down, and thus to have lain with her. Likewise having fallen in love also with Ganymede, he became an eagle; and thus he was continually changing himself by sorceries, becoming all things on account of impurity, he who is among them the most pre-eminent god, and drawing up all the other gods into the heavens.
λʹ. Περὶ τάφου τοῦ Διός.
30. Concerning the tomb of Zeus.
Λέγεται ὁ Ζεὺς τραφῆναι καὶ ἀποθανεῖν ἐν τῇ Κρήτῃ, καὶ ἐκεῖ εἶναι αὐτοῦ τὸν τάφον, ἐν ᾧ ἐπιγέγραπται τοῦ Διὸς τάφος, ὥστε εἶναι αὐτὸν ἔλεγχον τῶν
Zeus is said to have been reared and to have died in Crete, and that his tomb is there, upon which is inscribed the tomb of Zeus, so that it is a refutation of those
Notes, col. 1049

On the reading

Printed προπητευσάμενος, for προπετευσάμενος.

PG 36:1051Read from the page
λεγόντων τὸν Δία θεόν. Ἐλέγχονται γὰρ, ὅτι καὶ ἄνθρωπος ἦν καὶ τέθνηκε καὶ κεῖται ἐν τῇ Κρήτῃ.
who say that Zeus is a god. For they are refuted, because he was both a man and has died and lies in Crete.
31. De Lucrio deo.
31. Concerning the god Lucrius.
De hoc tametsi superiore oratione diximus, hoc tamen nunc quoque dicimus, Mercurium nempe apud ethnicos lucri praesidem esse. Unde etiam marsupium ipsi gestandum tribuunt, ac furtorum antistitem ipsum dicunt : ac κερδῷον et λόγιον, et ἄγγελον et ἀγοραῖον et κλῶπα, et ejusmodi nominibus eum appellant, id est, lucrium (hoc enim nomine Arnobius utitur) et facundum et nuntium et forensem et furem.
Concerning this, although we spoke in the preceding oration, yet we say this now also, namely that Mercury among the pagans is the president of gain. Whence they also assign to him a purse to carry, and call him the patron of thefts: and they call him κερδῷον and λόγιον, and ἄγγελον and ἀγοραῖον and κλῶπα, and by names of this sort, that is, lucrius (for Arnobius uses this name) and eloquent and messenger and of the market-place and thief.
λβʹ. Περὶ Νείλου.
32. Concerning the Nile.
Ἡρόδοτος οὐδὲν λέγει· ἀνέγνων δὲ παρὰ Ἀρισταινέτῳ τῷ ἱστορικῷ, ὅστις ἱστορεῖ, ὅτι ἑορτάζουσιν Αἰγύπτιοι τῷ Νείλῳ ἑορτὴν πανδημεὶ πάντες καὶ πᾶσαι ἐρχόμενοι περὶ τὰ θέατρα τῶν πόλεων, κἀκεῖσε θοινῶνται ἕκαστος ὃ ἔχει, χορούς τε συστησάμενοι ᾄδουσι τῷ Νείλῳ ᾠδὰς, ἃς τῷ Διὶ ᾄδουσιν, ὡς τοῦ Νείλου τὸ τοῦ Διὸς ἔργον ποιοῦντος, καὶ ἄρδοντος τὴν χώραν. Ἀνδρογύνων δὲ δοκεῖ λέγειν τιμὰς, τὸ πανδημεὶ τοὺς ἄῤῥενας μετὰ τῶν γυναικῶν ἐκβακχεύεσθαι καὶ πολλάκις ἐν μέθῃ ἀσελγαίνειν.
Herodotus says nothing; but I read in Aristaenetus the historian, who relates that the Egyptians celebrate a festival to the Nile in a general assembly, all men and all women coming about the theatres of the cities, and there each feasts upon what he has, and having formed choruses they sing to the Nile odes which they sing to Zeus, as though the Nile performs the work of Zeus and waters the land. And he seems to call honours of androgynes the fact that in a general assembly the males revel Bacchically with the women and often behave licentiously in drunkenness.
λγʹ. Περὶ Ἴσιδος καὶ Μενδησίων.
33. Concerning Isis and the Mendesians.
Ἡ Ἶσις τιμᾶται παρὰ τοῖς Αἰγυπτίοις, καὶ μεγάλως τιμᾶται. Λέγεται δὲ αὕτη εἶναι ἡ Ἰὼ ἡ ἁρπασθεῖσα παρὰ τοῦ Διὸς ἐκ τοῦ Ἄργους καὶ μεταβληθεῖσα εἰς βοῦν. Κέρατα γὰρ περὶ τὴν κεφαλὴν τοῦ ἀγάλματος αὐτῆς ποιοῦσιν. Ὡς εἶπον δὲ, τῶν πάνυ τιμωμένων ἦν παρ' Αἰγυπτίοις. Ἡ δὲ περὶ τοὺς Μενδησίους, ἐστὶν αὕτη· Τὸν Πᾶνα Μένδητα καλοῦσιν οἱ Αἰγύπτιοι, διὰ τὸ καὶ τὸν τράγον τῇ ἰδίᾳ διαλέκτῳ Μένδητα καλεῖν. Ὁ δὲ Πὰν τραγοπρόσωπός ἐστι. Σέβονται οὖν οὕτω τὸν Μένδητα τοῦτον, ἤτοι τὸν Πᾶνα, ὥστε μηδὲ γεύεσθαι αἰγῶν διὰ τὸ τοῦτον εἶδος ἔχειν τὴν τῶν αἰγῶν τὸν Πᾶνα τὸν αὐτῶν Θεόν. Οἱ δὲ Ἄπιδες, βοῦς εἰσι τιμώμενοι παρ' Αἰγυπτίοις· ἐτίκτοντο δὲ οὗτοι καθαροὶ δή τινες, ἐν τῷ πρὶν χρόνῳ, καὶ σημεῖον εἶχόν τι, ὃ ἐδήλου αὐτοὺς εἶναι Ἄπιδας. Ἐγεννῶντο δὲ διὰ χρόνου πολλοῦ· ἐπὰν δὲ ἐγεννήθησαν, ἑορτὴν μεγάλην ἦγον οἱ Αἰγύπτιοι· καὶ ἱερεῖς τινες περὶ τὸν γεννηθέντα βοῦν, οἵτινες ἱεροῦντο αὐτῷ τῷ βοΐ. Τὸ δὲ, γράφειν θηρία σύνθετα καὶ ἀλλόκοτα, τοῦτο λέγει, ὃ καὶ εἶδον ἐγὼ κατὰ τὴν Ἀλεξάνδρειαν, ἀγαλμάτια μικρὰ, ἔχοντα κεφαλὴν κυνὸς, καὶ παραφυομένην κεφαλὴν ἑτέραν αἰλούρου, καὶ ἑτέραν ἱέρακος, καὶ ἐσέβοντο ταῦτα οἱ Ἕλληνες, καὶ ἐν εἰκόσιν ἐνέγραφον. Οὐ μόνον δὲ τοιαύτην φύσιν ἐνέγραφον, ἀλλὰ καὶ ἄλλα θηριόμορφά τινα, ἃ ἐσέβοντο οἱ Αἰγύπτιοι· ἃ θέμις οὐκ ἔστι.
Isis is honoured among the Egyptians, and is greatly honoured. And she is said to be Io who was carried off by Zeus from Argos and changed into a cow. For they make horns around the head of her statue. And as I said, she was among those exceedingly honoured among the Egyptians. And the story concerning the Mendesians is this: The Egyptians call Pan Mendes, on account of calling the he-goat also Mendes in their own dialect. And Pan is goat-faced. They worship therefore this Mendes, that is Pan, in such a way as not even to taste of goats, on account of Pan their god having this form of goats. And the Apises are oxen honoured among the Egyptians; and these were born as certain pure ones, in former time, and had a certain sign, which showed that they were Apises. And they were born after a long interval of time; and whenever they were born, the Egyptians kept a great festival; and there were certain priests around the ox that was born, who were consecrated to the ox itself. And as for the phrase, painting composite and monstrous beasts, he means this, which I myself also saw in Alexandria: small statues, having the head of a dog, and another head of a cat growing beside it, and another of a hawk, and the Greeks worshipped these, and painted them in images. And not only did they paint such a nature, but also certain other beast-shaped things, which the Egyptians worshipped; which is not lawful.
λδʹ. Περὶ τοῦ Πριάπου καὶ τοῦ Πανός.
34. Concerning Priapus and Pan.
Λέγεται, ὅτι ὅτε οἱ μνηστῆρες τῇ Πηνελόπῃ τῇ τοῦ Ὀδυσσέως γυναικὶ παρέμενον, συνεμίγησαν αὐτῇ πάντες, καὶ ἐγεννήθη ὁ Πὰν, ὡς καὶ ἐν τῷ πρώτῳ
It is said that when the suitors remained beside Penelope the wife of Odysseus, they all lay with her, and Pan was born, as also in the first
PG 36:1053Read from the page
λόγῳ εἴρηται· Πὰν δὲ ἐκλήθη, ἐπειδὴ ἀπὸ πάντων τῶν μνηστήρων συνελήφθη. Λέγουσι δὲ Αἰγύπτιοι, αὐτῆς τῆς μίξεως εἶναι ἔφορον τὸν Πᾶνα· ἔνθεν καὶ τραγοσκελῆ αὐτὸν ποιοῦσι, διὰ τὸ κατωφερῆ εἶναι τὸν τράγον περὶ τὰς μίξεις, ὃν καὶ καλοῦσιν Αἰγύπτιοι Μένδητα. Ἡ δὲ περὶ τὸν Πρίαπον, ἐστὶν αὕτη· Λέγεται μετὰ τὸ ἀνελθεῖν τὴν Ἀφροδίτην ἐκ τῆς Αἰθιοπίας, κάλλος ἀμέτρητον ἐπιφέρεσθαι· ὥστε καὶ αὐτὸν τὸν Δία ἐρασθῆναι αὐτῆς, καὶ συγγενόμενον αὐτῇ, ζῆλον ἄπειρον τῇ Ἥρᾳ καταλιπεῖν. Εὐθὺς οὖν ἡ Ἥρα τὸ μέλλον προσκοπήσασα, καὶ ὅτι ἤμελλε τὸ τικτόμενον ἐκ ταύτης βρέφος κάλλει ὑπερφέρειν, καὶ κατακρατῆσαι πάντων τῶν ἐκ Διὸς τεχθέντων, ἥψατο τῆς κοιλίας τῆς Ἀφροδίτης, καὶ παρεσκεύασε μαγγανείᾳ τινὶ τὸ βρέφος κακόμορφον τεχθῆναι. Τεχθέντος οὖν τοῦ βρέφους ἀμόρφου καὶ ἀσήμου πάνυ, αἰσχροῦ τε καὶ περισσοσάρκου, καὶ ἑωρακυῖα αὐτὸ ἡ μήτηρ, ὅτι μέλλει τὸ τεχθὲν πλεῖστον αὐτῇ ψόγον ἐπιφέρειν, ἔῤῥιψε λαβοῦσα εἰς ὄρος. Περιτυχὼν δέ τις τούτῳ ποιμὴν, λαβὼν ἀνέθρεψε· καὶ ὡς πρὸς εὐκαρπίαν τῆς γῆς καὶ τῶν κτηνῶν καὶ τετραπόδων νομίσας εἶναι τὸ ἐκείνῳ ὑπάρχον πάθος (λέγω δὲ τὸ τοῦ αἰδοίου· εἶχε γὰρ τοῦτο ἐπάνω τῆς πυγῆς), λαβὼν ἱδρύσατο, καὶ ἐτίμησε, καὶ ὠνόμασε Πρίαπον· δηλῶν, κατὰ τὴν τῶν Ἰταλῶν γλῶσσαν, τὸν ἐκ πλάνης τοὺς ἐν πλάνῃ καὶ ἐρημίᾳ σώζοντα· καὶ ἐξ ἐκείνου λέγεται παρὰ τοῖς ποιμέσιν τιμᾶσθαι ὁ Πρίαπος. Τὸν δὲ Ἑρμαφρόδιτον, ἀῤῥενόθηλύν τινα καὶ ἀνδρόγυνόν φασιν εἶναι, καὶ γυναικὸς καὶ ἀνδρὸς αἰδοῖον φέροντα, καὶ πάσχειν μὲν τὰ τῶν γυναικῶν, δρᾷν δὲ τὰ τῶν ἀνδρῶν.
has been spoken in the discourse; and he was called Pan, since he was conceived from all the suitors. And the Egyptians say that Pan is overseer of copulation itself; hence also they fashion him goat-legged, on account of the he-goat being prone to copulations, whom the Egyptians also call Mendes. And the story concerning Priapus is this: It is said that after Aphrodite came up out of Ethiopia, she brought with her immeasurable beauty; so that Zeus himself also fell in love with her, and having lain with her, left boundless jealousy to Hera. Straightway therefore Hera, having foreseen the future, and that the infant born from her was about to excel in beauty, and to prevail over all those born from Zeus, touched the belly of Aphrodite, and contrived by a certain sorcery that the infant be born ill-shaped. When therefore the infant was born shapeless and very unsightly, both ugly and overgrown with flesh, and his mother having seen it, that the one born was about to bring upon her the greatest reproach, she took and cast it into a mountain. And a certain shepherd having chanced upon this one, took and reared it; and having supposed the affection belonging to him (I mean that of the privy member; for he had this above the rump) to be for the fruitfulness of the earth and of the cattle and quadrupeds, he took and set him up, and honoured him, and named him Priapus; signifying, according to the tongue of the Italians, the one who saves out of wandering those in wandering and wilderness; and from that time Priapus is said to be honoured among the shepherds. And Hermaphroditus they say is a certain male-female and androgynous being, bearing the privy member both of a woman and of a man, and on the one hand suffering the things of women, and on the other hand doing the things of men.
λεʹ. Περὶ θεῶν διεσπασμένων.
35. On gods torn asunder.
Περσεφόνη γεννᾷ τὸν Ζαγραῖον Διόνυσον, ἐκ τοῦ Διὸς συλλαβοῦσα αὐτόν. Τοῦτον γεννηθέντα οἱ Τιτᾶνες (δαιμονίων δὲ τάξεις αὗται) φθονήσαντες τῷ Διονύσῳ, ὡς ἐκ Διὸς ἔχοντι τὴν γέννησιν, διασπαράσσουσιν αὐτόν. Ἄλλοι δὲ λέγουσιν, ὅτι καθ' ὑπόθεσιν τῆς Ἥρας διεσπάσθη ὑπὸ τῶν Τιτάνων ὁ Διόνυσος. Καὶ περὶ μὲν τῶν διεσπασμένων θεῶν, ἐστὶν αὕτη ἡ τοῦ Διονύσου· περὶ δὲ τῶν περικεκομμένων, οὐδεμία τις φαίνεται ἡμῖν ἱστορία, ἢ ἡ περὶ τῶν Γιγάντων. Οὗτοι γὰρ πολεμεῖν ἔθελον τοῖς θεοῖς. Οἱ δὲ θεοὶ ἀντιστρατευσάμενοι, ἐπολέμησαν, καὶ κατέκοψαν αὐτοὺς, τοῦ Διὸς τὸν κεραυνὸν ἐπιπέμψαντος αὐτοῖς καὶ καταφλέξαντος αὐτούς.
Persephone begets Zagreus Dionysus, having conceived him from Zeus. This one when born the Titans (and these are orders of demons), having envied Dionysus as having his birth from Zeus, tear him asunder. And others say that by the suggestion of Hera Dionysus was torn asunder by the Titans. And concerning the gods torn asunder, there is this story of Dionysus; whereas concerning those hacked around, no history appears to us, other than that concerning the Giants. For these wished to make war on the gods. And the gods, having marched out against them, made war, and hacked them down, Zeus having sent the thunderbolt upon them and burned them up.
λϛʹ. Περὶ τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος.
36. On Cocytus and Pyriphlegethon.
Ὁ Πλάτων ἐν τῷ Φαίδωνι περὶ τῶν λέξεων καὶ τῶν ἀποκληρώσεων τῶν ψυχῶν λέγει, ὅτι οἱ ἀδίκως βεβιωκότες, κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι, καὶ ἐν τῷ Ταρτάρῳ. Ποταμοὶ δὲ οὗτοί εἰσιν· ὁ μὲν Κωκυτὸς, ψυχρότατος· ὁ δὲ Πυριφλεγέθων, θερμότατος· ὁ δὲ Τάρταρος, μέσος τις τόπος τοῦ παντὸς, ἐν ᾧ ἀνίμησίς ἐστιν ὑδάτων καὶ κατάποσις ἄχρι τοῦ τέλματος τοῦ παντὸς, σκοτεινός τις καὶ ἀφεγγής· καὶ ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ
Plato in the Phaedo concerning the lots and the allotments of souls says that those who have lived unjustly are punished in Cocytus and in Pyriphlegethon, and in Tartarus. And these are rivers: Cocytus, most cold; and Pyriphlegethon, most hot; and Tartarus, a certain middle place of the universe, in which there is a drawing up of waters and a swallowing down as far as the marsh of the universe, a certain dark and lightless place; and that in this place also
PG 36:1056Read from the page
κολάζονται οἱ ἄδικοι· ὁ δὲ Ἀχέρων, καὶ αὐτὸς μέσος τις, ὃς καθαρσίῳ ἔοικε, καὶ οὐ κολαστηρίῳ, ῥύπτων καὶ σμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων.
the unjust are punished; and Acheron is itself also a certain middle place, which resembles a place of purification, and not a place of punishment, washing and cleansing the sins of men.
λζʹ. Περὶ Ταντάλου.
37. On Tantalus.
Ὁ μὲν Τάνταλος υἱὸς ἦν τοῦ Διός. Οὗτος, ὥς φασιν, ἠξιώθη τῆς τραπέζης τῶν θεῶν· καὶ ἀξιωθεὶς, ἐδημοσίευσε τὰ μυστήρια αὐτῶν, καὶ κολάζεται κόλασιν διὰ τοῦτο τοιάνδε· Ἔστιν ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις, ἔχων πέτραν ἐπάνω αὐτοῦ, καὶ κάτω ὕδωρ πολὺ καὶ βλαστήματα καρποφόρα· καὶ ἤρτηται ὁ λίθος κατ' αὐτοῦ. Ἐὰν οὖν, φησὶ, θέλῃ πιεῖν ἐκ τοῦ παρακειμένου ὕδατος, πίπτει ἡ πέτρα ἐπάνω αὐτοῦ, καὶ τιμωρεῖται αὐτόν. Ἐκ τούτου φησὶν ὅτι λιμῷ καὶ δίψει τήκεται· ὁρῶν μὲν ἀφ' ὧν δεῖ φαγεῖν καὶ πιεῖν, μὴ δυνάμενος δὲ μετασχεῖν διὰ τὴν ἐπηρτημένην κατ' αὐτοῦ πέτραν. Ἡ δὲ περὶ τοῦ Τιτυοῦ, ἐστὶν αὕτη·
Tantalus was a son of Zeus. This one, as they say, was deemed worthy of the table of the gods; and having been deemed worthy, he made public their mysteries, and is punished on account of this with such a punishment: He is in the subterranean places of justice, having a rock above him, and below much water and fruit-bearing shoots; and the stone is suspended over him. If therefore, he says, he wishes to drink from the water lying beside him, the rock falls above him, and punishes him. From this he says that he wastes away with hunger and thirst; seeing on the one hand the things from which one must eat and drink, and not being able on the other hand to partake on account of the rock suspended over him. And the story concerning Tityus is this:
ληʹ. Περὶ Τιτυοῦ.
38. On Tityus.
Ὁ Τιτυὸς ἠράσθη τῆς Λητοῦς, καὶ ἐρασθεὶς ἐκράτησεν αὐτὴν ἀπὸ τοῦ κρηδέμνου, θέλων αὐτῇ συγγενέσθαι· εἶτα Ἄρτεμις καὶ Ἀπόλλων, παῖδες ὄντες τῆς Λητοῦς, κατετόξευσαν αὐτὸν καὶ ἀνεῖλον· καὶ νῦν, φησὶ, κολάζεται ἐν τῷ ᾅδῃ, ἔχων τὰ βέλη ἐμπεπαρμένα ἐν τῷ ἥπατι. Ἡ δὲ περὶ τὸν Ἰξίωνα ἐστὶν αὕτη·
Tityus fell in love with Leto, and having fallen in love he seized her by the veil, wishing to lie with her; then Artemis and Apollo, being children of Leto, shot him down with arrows and slew him; and now, he says, he is punished in Hades, having the shafts pierced in his liver. And the story concerning Ixion is this:
λθʹ. Περὶ Ἰξίωνος.
39. On Ixion.
Ἰξίων ἠράσθη τῆς Ἥρας· ἡ δὲ Ἥρα προσαγγέλλει τῷ Διί· ὁ δὲ Ζεὺς βουληθεὶς γνῶναι εἰ ὄντως ἠράσθη αὐτῆς, ἐξομοιοῖ νεφέλην τῇ Ἥρᾳ, καὶ πέμπει πρὸς αὐτόν· ὁ δὲ Ἰξίων νομίσας αὐτὴν τὴν Ἥραν εἶναι, συμμίγνυται αὐτῇ τῇ νεφέλῃ. Καὶ ὀργισθεὶς ὁ Ζεὺς, κολάζει αὐτὸν οὕτω· Τροχῷ διατείνας αὐτὸν, ἐποίησεν ἀεὶ φέρεσθαι τὸν τροχόν· καὶ ἔστιν ἀεὶ οὗτος ἀνακυκλούμενος καὶ καταφερόμενος ταύτην τινὰ τιμωρίαν.
Ixion fell in love with Hera; and Hera reports it to Zeus; and Zeus, having wished to know whether he truly fell in love with her, likens a cloud to Hera, and sends it to him; and Ixion, having supposed it to be Hera herself, mingles with the cloud itself. And Zeus, having grown angry, punishes him thus: Having stretched him out upon a wheel, he caused the wheel to be borne along always; and this man is always being whirled round and borne down in some such punishment.
μʹ. Περὶ Προμηθέως.
40. On Prometheus.
Ὁ Προμηθεὺς, οὗτος λέγεται κλέψαι τὸ πῦρ παρὰ τῶν θεῶν, καὶ ἐνεγκεῖν εἰς ἀνθρώπους· καὶ ὅτι περὶ τὰ κρέατα τῆς θυσίας ἀπατήσας τὸν Δία, εἰς ὀργὰς ἐκίνησε τοῦτον διττάς. Τοῦτον οὖν θέλων τιμωρήσασθαι, ἐποίησεν ἀετὸν κατεσθίειν αὐτοῦ τὸ ἧπαρ· τῇ δὲ νυκτὶ πάλιν ἀνεπληροῦτο· καὶ πάλιν ἤρχετο ὁ ἀετὸς ἡμέρας γινομένης, καὶ ἤσθιεν αὐτὸ, ἕως οὗ ἐλθὼν ὁ Ἡρακλῆς, ἐτόξευσε τὸ ὄρνεον τοῦτο.
Prometheus, this one is said to have stolen fire from the gods, and to have brought it to men; and that having deceived Zeus concerning the meats of the sacrifice, he moved him to twofold angers. Wishing therefore to punish this one, he caused an eagle to devour his liver; and by night it was filled up again; and again the eagle came when day arrived, and ate it, until Heracles having come, shot down this bird with an arrow.
μαʹ. Περὶ τῆς Κυκλωπείας τιμῆς.
41. On the Cyclopean honour.
Ὁ Κύκλωψ, οὗτος λέγεται εἶναι ἥρως τις λῃστρικὸς καὶ ποιμὴν, ὃς ᾤκει τὴν Σικελίαν, εἶχε δὲ ἕνα ὀφθαλμόν. Τοῦ οὖν Ὀδυσσέως ἀποπλανηθέντος μετὰ τὸν Τρωϊκὸν πόλεμον μετὰ τῶν ἑταίρων αὐτοῦ, καὶ ἐλθόντος περὶ τὴν Σικελίαν, ὁ Κύκλωψ συνέλαβε καὶ αὐτὸν τὸν Ὀδυσσέα καὶ τοὺς ἑταίρους αὐτοῦ· καὶ τοὺς μὲν ἑταίρους αὐτοῦ πρώτους κατέφαγε, τὸν δὲ Ὀδυσσέα τηρήσας εἰς ὕστερον καταφαγεῖν οὐκ ἴσχυσε διαδράντος αὐτοῦ· διέδρασε δὲ μεθύσας τὸν Κύκλωπα καὶ τυφλώσας αὐτόν· καὶ ὑπὸ τὸ ἔριον ἑνὸς κριοῦ κατακρεμάσας ἑαυτὸν, καὶ ἐξελθὼν σὺν τῷ κριῷ, οὕτως ἀπέδρα.
The Cyclops, this one is said to be a certain brigand hero and shepherd, who inhabited Sicily, and had one eye. When therefore Odysseus had wandered off course after the Trojan war with his companions, and had come around Sicily, the Cyclops seized both Odysseus himself and his companions; and his companions he devoured first, whereas Odysseus, having kept him to devour later, he was not able to, since he escaped; and he escaped after making the Cyclops drunk and blinding him; and having hung himself under the wool of one ram, and having gone out with the ram, thus he escaped.
μβʹ. Περὶ στηλῶν Ἡρακλείων.
42. On the pillars of Heracles.
Τοῦ Ἡρακλέους περὶ τὰ Γάδειρα ἐλθόντος, καὶ μηκέτι ἰσχύσαντος περαιτέρω ἀπελθεῖν· οὔτε γαρ περάσαι ἴσχυσε τὸν Ὠκεανόν· τὰ γὰρ Γάδειρα εἴσοδός ἐστιν ἀπὸ τοῦ Ὠκεανοῦ εἰς τὴν δυτικὴν θάλασσαν· ἄχρι οὖν τῶν Γαδείρων γενόμενος, στήλας ἔστησεν ἐκεῖ, ὡς μέχρι τῶν ἐκεῖσε βατῆς οὔσης τῆς θαλάσσης καὶ τῆς γῆς, καὶ τὸ ἐπέκεινα οὐκέτι· καὶ ἀκούει ὁ τόπος Ἡρακλέους στῆλαι.
When Heracles came around Gadeira, and was no longer able to depart further—for neither was he able to cross the Ocean; for Gadeira is an entrance from the Ocean into the western sea—having come therefore as far as Gadeira, he set up pillars there, since the sea and the earth were passable up to the parts there, and what is beyond no longer; and the place is called Pillars of Heracles.
Notes, col. 1056

On the reading

Printed γαρ, for γὰρ.