PG 36:720Read from the pageκαὶ παντὸς πνεύματος δικαίου, ἐν πίστει Χριστοῦ τετελειωμένου.
and every righteous spirit, made perfect in the faith of Christ.
Ἐξαιρέτως τῆς παναγίας ὑπερενδόξου, ἀχράντου, ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Especially of our all-holy, supremely glorious, spotless, supremely blessed Lady, Mother of God and ever-virgin Mary.
Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου.
Of the holy, glorious prophet, forerunner, baptist, and martyr John.
Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος.
Of Saint Stephen the first deacon and first martyr.
Καὶ τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου, τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.
And of our holy and blessed Father Mark, the apostle and evangelist.
Καὶ τοῦ ἐν ἁγίοις Πατρὸς Γρηγορίου.
And of the Father among the saints Gregory.
Καὶ ὧν ἐν τῇ σήμερον ἡμέρᾳ τὴν ὑπόμνησιν ποιούμεθα, καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις, καὶ ἡμᾶς ἐλέησον, καὶ σῶσον διὰ τὸ ὄνομά σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς.
And of those whose commemoration we make on this day, and of all the choir of Thy saints, by whose prayers and intercessions have mercy on us also, and save us for the sake of Thy holy name, which has been invoked upon us.
Ὁ διάκονος λέγει τὰ Δίπτυχα.
The deacon recites the Diptychs.
Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ.
The priest says within himself:
Μνήσθητι, Κύριε, τῶν προκεκοιμημένων ἐν τῇ ὀρθοδόξῳ πίστει πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ ἀνάπαυσον τὰς ψυχὰς αὐτῶν μετὰ ὁσίων, μετὰ δικαίων. Ἔκθρεψον, σύναψον εἰς τόπον χλόης, ἐπὶ ὕδατος ἀναπαύσεως, ἐν παραδείσῳ τρυφῆς, καὶ μετὰ τούτων ὧν εἴπομεν τὰ ὀνόματα αὐτῶν.
Remember, O Lord, our fathers and brethren who have previously fallen asleep in the orthodox faith, and give rest to their souls with the devout, with the righteous. Nourish them, gather them into a place of verdure, by the water of rest, in a paradise of delight, and with those whose names we have spoken.
Τότε μνημονεύει ζώντων καὶ νεκρῶν, καὶ μετὰ δίπτυχα ὁ ἱερεὺς λέγει.
Then he commemorates the living and the dead, and after the diptychs the priest says:
Μνήσθητι, Κύριε, ὧν ἐμνήσθημεν, καὶ ὧν οὐκ ἐμνήσθημεν, πιστῶν καὶ ὀρθοδόξων, μεθ' ὧν καὶ ἡμῖν σὺν αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός.
Remember, O Lord, those whom we have remembered, and those whom we have not remembered, faithful and orthodox, with whom also unto us together with them, as a good and man-loving God.
Ὁ λαὸς λέγει. Ἄνες, ἄφες, συγχώρησον.
The people say: Remit, forgive, pardon.
Ὁ ἱερεὺς λέγει. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ἐλεήμων, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ Θεὸς, ἐπίσκεψον ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ὁ ποιῶν ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν· ἵνα σου καὶ ἐν τούτῳ καθὼς καὶ ἐν παντὶ δοξασθῇ καὶ ὑψωθῇ καὶ ὑμνηθῇ, καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον, καὶ εὐλογημένον σου ὄνομα, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ καὶ ἁγίῳ Πνεύματι.
The priest says: For Thou art our God, merciful, Who willest not the death of the sinner, so much as that he should return and live. O God, visit us in Thy salvation; deal with us according to Thy clemency, O Thou Who doest exceedingly abundantly above what we ask, or think; so that in this also, even as in everything, Thy all-holy and honourable and blessed name may be glorified and exalted and praised, and blessed and sanctified, together with Thy spotless Father and Holy Spirit.
Ὁ λαὸς λέγει. Ὡς ἦν, καὶ ἔστι, καὶ ἔσται.
The people say: As it was, and is, and shall be.
Ὁ διάκονος λέγει. Κατέλθετε, οἱ διάκονοι.
The deacon says: Go down, you deacons.
Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν.
The priest says: Peace unto all.
Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
The people say: And with thy spirit.
Προοίμιον τῆς κλάσεως.
Prelude of the fraction.
Ὁ ἱερεὺς λέγει. Ἰησοῦ Χριστὲ, τὸ σωτήριον
The priest says: O Jesus Christ, the saving
PG 36:721Read from the pageὄνομα, ὁ τὰ θεῖα καὶ ἄχραντα καὶ ἐπουράνια ταῦτα μυστήρια διατυπώσας· ὁ τοὺς μὲν ἱερεῖς ἐν τάξει ὑπηρετῶν στήσας· διὰ δὲ τῆς ἀοράτου σου δυνάμεως αὐτὰ μεταστοιχειώσας. Ὁ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐπιφαινόμενος, καὶ τοῖς γνησίως προσιοῦσι διὰ σεαυτοῦ παρέχοντος.
name, Who hast instituted these divine and spotless and heavenly mysteries; Who hast set the priests in the rank of ministers; and through Thine invisible power hast transelemented them. Who manifestest Thyself unto the pure in heart, and unto those who genuinely draw near through Thyself providing.
Ὁ τότε εὐλογήσας, καὶ νῦν εὐλόγησον.
O Thou Who didst then bless, bless now also.
Ὁ τότε ἁγιάσας, καὶ νῦν ἁγίασον.
O Thou Who didst then sanctify, sanctify now also.
Ὁ τότε κλάσας, καὶ νῦν διάθρεψον.
O Thou Who didst then break, nourish utterly now also.
Ὁ τότε διαδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ νῦν, Δέσποτα, διάδος ἡμῖν καὶ παντὶ τῷ λαῷ σου, φιλάνθρωπε, παντόκρατορ, Κύριε ὁ Θεὸς ἡμῶν.
O Thou Who didst then distribute unto Thine own disciples and apostles, distribute now also, O Sovereign Lord, unto us and unto all Thy people, O man-loving, almighty Lord our God.
Ὁ διάκονος λέγει. Προσεύξασθε.
The deacon says: Pray.
Ὁ λαὸς λέγει. Κύριε ἐλέησον.
The people say: Lord, have mercy.
Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν.
The priest says: Peace unto all.
Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
The people say: And with thy spirit.
Εὐχὴ τῆς κλάσεως.
Prayer of the fraction.
Ὁ ὢν, ὁ ἦν, ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος· ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος· ὁ ἄρτος, ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ὁ μέγας ἀρχιερεὺς, ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν· τὸ φῶς ἀληθινὸν τὸ πρὸ πάντων αἰώνων. Ὅς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ ἰδίου σου Πατρός· ὁ εὐδοκήσας καὶ καταξιώσας κατελθεῖν ἐκ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ, ἐκ κόλπων τοῦ ἀπροσίτου φωτὸς, καὶ ἀληθινοῦ καὶ ἀοράτου μόνου Πατρός. Σαρκωθεὶς δὲ ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς πανενδόξου, ἀχράντου, ἁγίας δεσποίνης ὑμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ τελέως ἐνανθρωπήσας· καὶ κατὰ μετάστασιν, τὴν ἀνθρωπότητα ἀναλλοιώσας· ἑνώσας ἑαυτῷ καθ' ὑπόστασιν, ἀφράστως καὶ ἀπερινοήτως, ἀτρέπτως δὲ καὶ ἀσυγχύτως, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοερὰν, οὕτως προῆλθες ἐξ αὐτῆς θεανθρωπωθείς· ὁμοούσιος Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Οὐ δύο πρόσωπα οὖν, οὐδὲ δύο μορφὰς ἤγουν, οὐδὲ εν δυσὶ φύσεσι γνωριζόμενος, ἀλλ' εἷς Θεὸς, εἷς Κύριος, μία οὐσία, μία βασιλεία, μία δεσποτεία, μία ἐνέρ-
He Who is, Who was, Who came, and Who comes again; He Who sits at the right hand of the Father; the bread, which came down from heaven, and gives life unto the world; the great high priest, the captain of our salvation; the true light which is before all ages. Who, being the brightness of the glory, and the express image of the hypostasis of Thine own Father Himself; Who wast well-pleased and didst vouchsafe to come down from the heights of heaven, from the bosoms of the unapproachable light, and of the true and invisible only Father. And having become incarnate of the Holy Spirit, and of your all-glorious, spotless, holy Lady, Mother of God, and ever-virgin Mary, and having perfectly become man; and not by transmutation altering the humanity; having united unto Thyself according to hypostasis, ineffably and incomprehensibly, unchangeably and unconfusedly, a soul having both reason and intellect, thus Thou camest forth from her, made God-man; consubstantial with the Father according to the Godhead, and consubstantial with us according to the manhood. Not therefore two persons, nor two forms, nor known in two natures, but one God, one Lord, one substance, one kingdom, one lordship, one ener-
Notes, col. 721
PG 36:724Read from the pageγεια, μία ὑπόστασις, μία θέλησις, μία φύσις τοῦ Θεοῦ Λόγου σεσαρκωμένη, καὶ προσκυνουμένη. Σταυρωθεὶς δὲ ὑπὸ Ποντίου Πιλάτου, καὶ ὁμολογήσας τὴν καλὴν ὁμολογίαν· παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν τῇ δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Πατρὸς, πατήσας τὸν θάνατον, καὶ τὸν ᾅδην σκυλεύσας, συντρίψας πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, καὶ τὸν αἰχμάλωτον Ἀδὰμ ἀνακαλεσάμενος ἐκ φθορᾶς, καὶ ἡμᾶς ἐλευθερώσας ἐκ τῆς τοῦ διαβόλου δουλείας.
gy, one hypostasis, one will, one nature of God the Word incarnate, and worshipped. And having been crucified under Pontius Pilate, and having confessed the good confession; having suffered and been buried and having risen on the third day, and having ascended into the heavens, and having sat down at the right hand of the majesty of the Father, having trampled down death, and having despoiled Hades, having shattered gates of brass, and having crushed bars of iron, and having recalled captive Adam out of corruption, and having set us free from the bondage of the devil.
Δι' ὃ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ, καταξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ τολμᾷν ἀφόβως ἐπιβοᾶσθαι τὸν πάντων δεσπότην ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν, κ. τ. λ.
Wherefore we entreat and beseech Thee, O man-loving, good One, vouchsafe unto us with a pure heart to dare without fear to call upon the Sovereign Lord of all, the heavenly God, the holy Father, and to say, etc.
Εὐχὴ ἄλλη τῆς κλάσεως.
Another prayer of the fraction.
Σὺ γὰρ εἶ ὁ Λόγος τοῦ Πατρὸς, ὁ προαιώνιος Θεὸς, ὁ μέγας Ἀρχιερεὺς, ὁ ἐπὶ σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων σαρκωθεὶς καὶ ἐνανθρωπήσας, καὶ προσκαλεσάμενος ἑαυτῷ ἐκ πάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸν εἰς περιποίησιν. Δι' ὃ δεόμεθα, καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, μὴ εἰς ἔλεγχον καὶ ὄνειδος, μὴ εἰς κρῖμα, μηδὲ εἰς κατάκριμα τῶν ἡμετέρων ἁμαρτιῶν γενηθήτω ἡ θυσία αὕτη· ὑπὲρ γὰρ τῶν ἀσθενειῶν ἡμῶν προσηνέγκαμεν· ἀλλ' ὥσπερ τὰ πανάγιά σου τίμια δῶρα ταῦτα πάσης ἁγιωσύνης ἐμπλῆσαι κατηξίωσας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος ἐπ' αὐτῶν, οὕτως καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, δούλων σου, ἁγιάσαι καταξίωσον τὰς ψυχὰς, τὰ σώματα, τὰ πνεύματα, τὰς συνειδήσεις, ὅπως πεφωτισμένῃ ψυχῇ, ἀνεπαισχύντῳ προσώπῳ, καρδίᾳ καθαρᾷ, συνειδήσει ἀνυποκρίτῳ, ἡγιασμένοις χείλεσιν, ἀγάπῃ τελείᾳ, ἐλπίδι ἀσφαλεῖ, τολμῶμεν μετὰ παῤῥησίας, ἄνευ φόβου, λέγειν τὴν ἁγίαν προσευχὴν, ἣν μετέδωκας τοῖς ἰδίοις τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς ἀποστόλοις. Ὅταν προσεύχησθε, οὕτως προσεύχεσθε ὑμεῖς. Πάτερ ἡμῶν, κ. τ. λ.
For Thou art the Word of the Father, the pre-eternal God, the great High Priest, Who for the salvation of the race of men wast incarnate and becamest man, and didst call unto Thyself out of all the nations a chosen race, a royal priesthood, a holy nation, a people for a possession. Wherefore we entreat, and beseech Thee, O man-loving, good Lord, let not this sacrifice become unto reproof and reproach, nor unto judgement, nor unto condemnation of our sins; for on behalf of our infirmities we have offered it; but even as Thou hast vouchsafed to fill these Thine all-holy, precious gifts with all holiness, through the coming of Thine all-holy Spirit upon them, so also of us sinners, Thy servants, vouchsafe to sanctify the souls, the bodies, the spirits, the consciences, so that with an enlightened soul, with an unashamed face, with a pure heart, with an unfeigned conscience, with sanctified lips, with perfect love, with sure hope, we may dare with boldness, without fear, to say the holy prayer, which Thou didst deliver unto Thine own holy disciples and sacred apostles: When you pray, thus pray: Our Father, etc.
Ὁ λαὸς λέγει. Ἁγιασθήτω.
The people say: Hallowed be.
Εὐχὴ ἄλλη τῆς κλάσεως.
Another prayer of the fraction.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς, ὁ παντοκράτωρ, ὁ λυτρωτὴς τῆς ἑαυτοῦ Ἐκκλησίας· ὦ Λόγε, ὃν προνοοῦσιν αὐτὸν, καὶ ἄνθρωπε, ὃν προθεωροῦσιν αὐτόν. Ὁ διὰ τῆς ἀκαταλήπτου αὐτοῦ σαρκώσεως, ἑτοιμάσας ἡμῖν ἄρτον ἐπουράνιον, τοῦτο τὸ σῶμά σου, ὃν ἔθου ἐν μυστήριον καὶ πανάγιον ἐν τοῖς ἅπασιν. Ἐκέρασας ἡμῖν ποτήριον ἐξ ἀμπέλου ἀληθείας, ἐκ θείας καὶ ἀχράντου σου πλευρᾶς. Ὁ καὶ μετὰ δεδωκέναι τὸ πνεῦμα ἐκχέων ἐξ αὐτῆς αἷμα καὶ ὕδωρ, οἷς ἁγιασμὸς τῷ κόσμῳ παντί. Κτῆσαι ἡμᾶς, ἀγαθὲ Κύριε, τοὺς ἀναξίους δούλους σου· ποίησον ἡμᾶς λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ἁγίασον καὶ ἡμᾶς, ὁ Θεὸς, ὥσπερ ἡγίασας τὰ προκείμενα καὶ ἅγια δῶρα ταῦτα, καὶ ἐποίησας αὐτὰ ἀόρατα ἐκ τῶν ὁρατῶν, μυστήρια ὧν προνοοῦσιν, αὐτά σοι, Κύριε ὁ Θεὸς, ὁ Σωτὴρ
Blessed art Thou, O Christ God, the Almighty, the Redeemer of His own Church; O Word, Whom they perceive by thought, and man, Whom they behold before them. Who through His incomprehensible incarnation hast prepared for us heavenly bread, this Thy body, which Thou hast set in a mystery and all-holy in all things. Thou hast mingled for us a cup from the true vine, from Thy divine and spotless side. Who also after having given up the spirit didst pour forth from it blood and water, whereby there is sanctification unto all the world. Possess us, O good Lord, Thine unworthy servants; make us a peculiar people, a royal priesthood, a holy nation. Sanctify us also, O God, even as Thou hast sanctified these holy gifts set forth, and hast made them invisible out of things visible, mysteries of things which they perceive by thought, them unto Thee, O Lord God, the Saviour
PG 36:725Read from the pageἡμῶν Ἰησοῦς Χριστός. Σὺ οὖν, Κύριε, διὰ τῆς πολλῆς σου εὐσπλαγχνίας κατηξίωσας ἡμᾶς διὰ τοῦ βαπτίσματος γενέσθαι εἰς υἱοὺς καὶ κληρονόμους. Ἐδίδαξας ἡμᾶς τὸν τύπον τῆς προσευχῆς ὅς ἐστιν ἐμμυστήριος, τοῦ προσεύχεσθαι ἐν αὐτῇ τὸν ἄχραντόν σου Πατέρα. Σὺ οὖν καὶ νῦν, δέσποτα Κύριε, καταξίωσον ἡμᾶς ἐν ἡγιασμένῃ συνειδήσει, καὶ λογισμῷ ἀγαθῷ ὃν πρέπει..... πόθῳ καὶ παῤῥησίᾳ ἀγαθῇ τολμᾷν ἐπικαλεῖσθαι τὸν ἐν τοῖς οὐρανοῖς ἅγιον Θεὸν, Πατέρα σου, καὶ λέγειν.
of us, Jesus Christ. Thou therefore, O Lord, through Thy great compassion hast vouchsafed unto us through baptism to become sons and heirs. Thou hast taught us the form of prayer which is mystical, to pray therein unto Thy spotless Father. Do Thou therefore now also, O Sovereign Lord, vouchsafe unto us with a sanctified conscience, and with a good mind which befits..... with longing and good boldness to dare to call upon the holy God Who is in the heavens, Thy Father, and to say:
Ὁ λαὸς λέγει. Πάτερ ἡμῶν. Καὶ μετὰ τὸ Πάτερ ἡμῶν ὁ ἱερεὺς λέγει.
The people say: Our Father. And after the Our Father the priest says:
Ναὶ, Κύριε, Κύριε, ὁ δεδωκὼς ἡμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ, σύντριψον καὶ καθυπόταξον τὰς κεφαλὰς τῶν ἐχθρῶν ἡμῶν ὑπὸ τοὺς πόδας ἐν τάχει, καὶ πᾶσαν τὴν κακότεχνον αὐτῶν ἐπίνοιαν τὴν καθ' ἡμῶν διασκέδασον, ὅτι σὺ εἶ βασιλεὺς ἡμετέρων πάντων, Χριστὲ ὁ Θεός· καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστείαν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν, καθ' ἑκάστην ἡμέραν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Yea, Lord, Lord, Who hast given unto us the authority to tread upon serpents and scorpions, and upon all the power of the enemy, crush and subject the heads of our enemies under our feet speedily, and scatter every malicious device of theirs against us, for Thou art the King of us all, O Christ God; and unto Thee we send up glory and thanksgiving and worship, every day, together with Thy Father Who is without beginning, and the Holy Spirit, now, etc.
Ὁ διάκονος λέγει. Τὰς κεφαλὰς ὑμῶν.
The deacon says: Your heads.
Εὐχὴ τῆς κεφαλοκλισίας.
Prayer of the bowing of the head.
Ὁ κλίνας οὐρανοὺς καὶ κατελθὼν ἐπὶ τῆς γῆς, εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, ὁ τῆς σῆς χάριτος πᾶσαν ἐξαπλώσας τὴν εὐθηνίαν· ὁ ποιῶν πάντα ὑπὲρ ἐκ περισσοῦ, ὧν αἰτούμεθα, ἢ νοοῦμεν· φιλάνθρωπε, ἀγαθὲ, ἔκτεινόν σου τὴν χεῖρα τὴν ἀόρατον, τὴν εὐλογημένην, τὴν μεστὴν ἐλέους καὶ οἰκτιρμῶν, καὶ εὐλογῶν εὐλόγησον τοὺς δούλους σου, καὶ καθάρισον αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ ποίησον ἡμᾶς μετόχους καὶ συσσώμους γενέσθαι τῇ σῇ χάριτι, ὅπως ἐν ἁγιότητι καὶ δικαιοσύνῃ σοι τὴν ἱκεσίαν προσάγοντες, καὶ σοὶ πρέπει πᾶσα δόξα, μεγαλοσύνη, κράτος τε καὶ ἐξουσία, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
O Thou Who didst bow the heavens and come down upon the earth, for the salvation of the race of men, Who hast spread abroad all the abundance of Thy grace; Who doest all things exceedingly abundantly above what we ask, or think; O man-loving, good One, stretch forth Thine invisible hand, the blessed one, the one full of mercy and compassions, and in blessing bless Thy servants, and cleanse them from every defilement of flesh and spirit; and make us to become partakers and of one body with Thy grace, as in holiness and righteousness offering supplication unto Thee, and unto Thee is due all glory, majesty, might and authority, together with Thy spotless Father, and the Holy Spirit, now, etc.
Εὐχὴ ἄλλη ὁμοίως.
Another prayer likewise.
Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου τοῦ κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς τοὺς ἐπικλίναντάς σου. Ὁ ἄνω τῷ πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ, μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ. Σὺ γὰρ εἶ ὁ κλῶν καὶ κλώμενος, καὶ ἄκλαστος· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ. τ. λ.
Attend, O Lord Jesus Christ our God, out of Thy holy dwelling-place, and from the throne of Thy kingdom, and come to sanctify us who bow down unto Thee. O Thou Who sittest on high with the Father, and art here invisibly present with us; and vouchsafe by Thy mighty hand to impart unto us of Thy spotless body, and through us unto all the people. For Thou art He Who breaks and is broken, and is unbroken; and unto Thee we send up glory, together with the Father, and the Holy Spirit, now, etc.
Notes, col. 725
On the reading
Printed εὐχαριστείαν, for εὐχαριστίαν.
PG 36:728Read from the pageὉ διάκονος λέγει. Πρόσχωμεν Θεῷ μετὰ φόβου.
The deacon says: Let us attend unto God with fear.
Εὐχὴ τῆς ἐλευθερίας
Prayer of absolution
Εἰρήνη πᾶσιν.
Peace be to all.
Ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ πανάσπιλον αὐτοῦ αἷμα διαχύσας ἐπὶ τὴν τοῦ κόσμου ζωήν, καὶ εἰς λύτρον καὶ ἀντάλλαγμα πάντων, ἑαυτὸν παρέδωκας, ἐκ θανάτου λυτρωσάμενος, ἐν ᾧ κατειχόμεθα, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν. Ὁ τῶν φοβουμένων αὐτὸν ποιῶν τὸ θέλημα, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, καὶ σώζων αὐτούς. Ὁ τοῦ δικαίου Ἰὼβ εἰσακούσας ἀνιστάμενος τὸ πρωΐ καὶ ὑπὲρ παιδίων φίλτρων θυσίας προσαγαγὼν εἰπὼν, μήπως ἐνενόησαν υἱοί μου πονηρὰ ἐν τῇ καρδίᾳ αὐτῶν ἔναντι Θεοῦ. Καὶ ἐμοῦ τοῦ ἐλεεινοῦ καὶ ἁμαρτωλοῦ, καὶ ἀχρείου σου δούλου, ἱκετεύω ὑπὲρ τῶν σῶν οἰκετῶν, πατέρων μου καὶ ἀδελφῶν, καὶ ὑπὲρ τῆς ἐμῆς ἀθλιότητος. Εὐμενεῖ προσώπῳ καὶ γαληνῷ ὄμματι, ἔπιδε ἐφ' ἡμᾶς ἐν ταύτῃ τῇ ὥρᾳ· καὶ πάρες οὖν ἡμῖν πᾶσαν ἀθετηρίαν, καὶ πᾶσαν παράβασιν, καὶ παρακοὴν νόμου
O Lamb of God, Who takest away the sin of the world; Who hast poured out His all-spotless blood for the life of the world, and for a ransom and exchange for all hast given Thyself up, redeeming us from death, wherein we were held, sold under sin; Who doest the will of them that fear Him, and hearest their supplication, and savest them; Who heardest righteous Job rising up in the morning and offering sacrifices for the tender love of his children, saying, Lest peradventure my sons have thought evil things in their heart before God: hear me also, Thy miserable and sinful and unprofitable servant, as I entreat on behalf of Thy servants, my fathers and brethren, and on behalf of my own wretchedness. With a gracious countenance and a serene eye, look upon us in this hour; and forgive us therefore every rejection, and every transgression, and disobedience of the law
PG 36:729Read from the pageκαὶ τῶν σῶν ἐντολῶν· ἔτι δὲ καὶ πᾶσαν συνείδησιν, καὶ πᾶσαν ἐνθύμησιν, καὶ πάσαις πράξεσι, καὶ πάσαις κινήσεσι γεγωνυίαις ἐν ἑαυτοῖς, ἡμερικῶς τε καὶ νυχτερικῶς ἐπιδῆσαι καὶ κατακρατῆσαι κατὰ τῆς ψυχῆς. Καὶ ἀθώοσον αὐτοὺς ἀπὸ πάσης συνειδήσεως πονηρων, καὶ πάσης ἀκάρπου πράξεως, καὶ παντὸς λογισμοῦ πεπυρωμένου..... ἐστὶν βέβηλα παρὰ τὴν τῆς ψυχῆς καθαρότητα. Χάρισαι αὐτῶν τὴν τῶν ἁμαρτιῶν ἐπίγνωσιν, καὶ τελείως ἀπέχεσθαι ἀπ' αὐτῶν. Δώρησαι αὐτοῖς μετανοίας ἁγνότητος, καὶ τὴν εἰς σὲ ἐπιστροφήν· σὺ γὰρ, Δέσποτα Κύριε, ἐπτώχευσας ἑκουσίως ἐν τῷ σε σαρκωθῆναι, διὰ τὴν τοῦ γένους ἡμῶν σωτηρίαν· καὶ διέῤῥηξας τὸ καθ' ἡμῶν χειρόγραφον, διὰ τὴν ἐπὶ τοῦ σταυροῦ τῶν θείων σου παλάμων ἐφάπλωσιν. Φεῖσαι πάντων, Δέσποτα φιλόψυχε, ὅτι τὰ σύμπαντα δοῦλα σὰ, καὶ παρὰ σοῦ ἡμέτερα ἀφετήρια, καὶ οὐδὲν τῶν ἐπιτηδευμάτων τῶν χειρῶν ἡμῶν· δι' ὃ τὴν σὴν βασιλείαν δοξάζομεν καὶ ἀνυμνοῦμέν σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἅτινα ν... λου... ων... θορων.
and of Thy commandments; and further every conscience, and every thought, in all actions and all movements that have occurred within themselves, by day and by night, to bind and prevail against the soul. And acquit them from every evil conscience, and every unfruitful action, and every fiery reasoning..... are profane beside the purity of the soul. Grant unto them the knowledge of their sins, and to abstain completely from them. Bestow upon them the purity of repentance, and conversion unto Thee; for Thou, O Sovereign Lord, didst voluntarily become poor in Thy being made flesh, for the salvation of our race; and didst rend asunder the handwriting that was against us, through the stretching forth of Thy divine palms upon the cross. Spare all, O Sovereign Lover of souls, because all things are Thy servants, and from Thee is our release, and naught from the pursuits of our hands; wherefore we glorify Thy kingdom and hymn Thee, O Christ our God, which things.....
Πάσαις ἡμέραις ἕως αἱρετικῶν καὶ ἐθνικῶν.
All days down to of heretics and heathens.
Ἔμπλησον ἡμᾶς τοῦ σοῦ φόβου, καὶ κατεύθυνον εἰς τὸ ἀγαθόν σου θέλημα· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις.
Fill us with Thy fear, and direct us unto Thy good will; for Thou art our God, and unto Thee is due glory, honour, and worship.
Ὁ ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα.
The priest says: Body and blood.
Ὁ διάκονος λέγει. Μετὰ φόβου Θεοῦ πρόσχωμεν.
The deacon says: With the fear of God let us attend.
Ὁ ἱερεὺς ὑψοῖ Δεσποτικὸν καὶ ἐκφωνήσει· Τὰ ἅγια τοῖς ἁγίοις.
The priest elevates the Lord's portion and shall proclaim: The holy things unto the holy.
Ὁ λαὸς λέγει. Κύριε ἐλέησον.
The people say: Lord, have mercy.
Εἷς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον. Ἀμήν.
One holy Father, one holy Son, one holy Spirit. Amen.
Ὁ ἱερεὺς λέγει. Ὁ Κύριος μετὰ πάντων ὑμῶν.
The priest says: The Lord be with you all.
Ὁ λαὸς λέγει. Καὶ μετὰ τοῦ πνεύματός σου.
The people say: And with thy spirit.
Ὁ ἱερεὺς λέγει. Εὐλογητὸς Κύριος εἰς τοὺς αἰῶνας. Ἀμήν.
The priest says: Blessed be the Lord unto the ages. Amen.
Ὁ λαὸς λέγει. Ἀμήν.
The people say: Amen.
Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν.
The priest says: Peace be to all.
Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.
The people say: And with thy spirit.
Ὁ ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν.
The priest says: The holy body and precious, true blood of Jesus Christ the Son of God. Amen.
Ὁ λαὸς λέγει. Ἀμήν.
The people say: Amen.
Ὁ ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν.
The priest says: The holy body and precious, true blood of Jesus Christ the Son of God. Amen.
Ὁ λαὸς λέγει. Ἀμήν.
The people say: Amen.
Ὁ ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ Θεοῦ ἡμῶν, τοῦτό ἐστιν ἀληθῶς. Ἀμήν.
The priest says: The body and blood of Emmanuel our God, this is truly. Amen.
Ὁ λαὸς λέγει. Ἀμήν.
The people say: Amen.
Πιστεύω, πιστεύω, πιστεύω καὶ ὁμολογῶ ἕως ἐσχάτης ἀναπνοῆς, ὅτι αὕτη ἐστὶν ἡ σὰρξ ἡ ζωοποιὸς, ἣν ἔλαβες, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐκ τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· καὶ ἐποίησας αὐτὴν μίαν σὺν τῇ θεότητί σου, μὴ ἐν μίξει, μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει· καὶ ἐμαρτύρησας ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, καὶ παρέδωκεν αὐτὴν ὑπὲρ ἡμῶν πάντων... έρων ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ τοῦ ἁγίου, ἐν τῷ θελήματί σου.
I believe, I believe, I believe and confess until my last breath, that this is the life-giving flesh, which Thou didst take, O Christ our God, from our holy lady the Mother of God and ever-virgin Mary; and Thou didst make it one with Thy divinity, without mixture, and without confusion, and without alteration; and Thou didst witness before Pontius Pilate the good confession, and He delivered it up on behalf of us all... upon the wood of the holy cross, by Thy will.
Notes, col. 729
On the reading
Printed ἀθώοσον, for ἀθώωσον.
Printed πονηρων, for πονηρᾶς.
Printed παλάμων, for παλαμῶν.