θινον. Ἀνέκαμπτον δὲ, ὡς εἶδος τοῦ βεζὲκ, ωσεὶ δυσοδοῦντα, τὸ ὅλον τοῦ φωτὸς μὴ ἔχοντα, ἀλλ' ὡς εἶδος τοῦ βεζὲκ, ὅ ἐστι τῆς ἀστραπῆς. Ἐὰν μὲν ἀπαρτίσῃ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, κυριεύει τῶν ἄλλων ἀνθρώπων· ει δὲ μὴ, τὸ ἐναντίον συμβαίνει. Ἔχει τι ὁ λέων, τὸ γαῦρον, τὸ εὔτονον, ἵνα καλῶς αὐτῷ χρησώμεθα. Τὸν δὲ μόσχον, ἵνα δεόντως ἐπιθυμῶμεν. Ἠσαΐας λέγει· Ἁγιάσεις αὐτὸν ἐν πυρὶ καιομένῳ. Ἀπὸ ὀσφύος, καὶ ἄνω, ἤλεκτρον· τὰ γὰρ ἄνω οὐ δεῖται κολάσεως. Ἀπὸ ὀσφύος, καὶ κάτω, πῦρ, τὰ γενέσεως πράγματα· ταῦτα δὲ κολάσεως δεῖται. Τὸ Πνεῦμα πρῶτον ἐξαίρει καθαῖρον· εἶτα τοὺς μὴ καθαρθέντας ἐκ τούτου τὸ πῦρ καθαίρει. Τὸ δὲ φέγγος, χρηστὸν τέλος. Τοιαῦται γὰρ αἱ κολάσεις. Εἷς ὅρος δημιουργοῦ, τὸ τὴν ὑποκειμένην ὕλην, ὡς βούλεται, καὶ ὡς ἐνδέχεται τῇ τέχνῃ ποιεῖν· ὥσπερ ὁ Θεὸς ἀγαθὸς καὶ σοφὸς, ἀλλ' οὐχ ὡς ἡμεῖς, οὕτως καὶ δημιουργός· ἐπειδὴ ἁπλοῦς καὶ ἀσύνθετος· ἡμεῖς γὰρ σύνθετοι ὑπάρχοντες, οὐχ οὕτως ἐσμέν. Ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς, τοὺς σοφοὺς τὰ τέκνα λέγων. Καὶ πάλιν αὐτὸς αὐτοῖς ὁ Σωτήρ φησιν ἐν τῷ· Σοφώτεροί εἰσιν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου, ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, ἐν τῇ γενεᾷ αὐτῶν· υἱοὺς φωτὸς λέγων τοὺς πεφωτισμένους τῇ γνώσει. Καὶ, Ἦμεν φύσει τέκνα ὀργῆς, οὐ τὸ κατὰ φύσιν λέγων, ἀλλ' ὅτι ἐν ἀληθείᾳ ὑπεύθυνοι ὀργῆς τυγχάνουσιν οἱ ἁμαρτάνοντες. Καὶ περὶ τοῦ Ἰούδα γέγραπται, ὅτι Υἱὸς ἀπωλείας· ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπε, τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι. Ἠσαΐας ἔτεσι τρισὶ γυμνὸς καὶ ἀνυποδέστατος διήγαγε. Τὸν Μωσέα φασὶ μετὰ τὸ ἀκοῦσαι τῶν χρησμῶν τοῦ Θεοῦ, μηκέτι ἅψασθαι τῆς γυναικὸς, μηδὲ τεκνοποιῆσαι. Βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, φασὶν, ὅτι ὁ ναὸς ὁ ἐν Ἱεροσολύμοις οἰκοδομηθήσεται ὕστερον, ὡς τοῦ Ἀντιχρίστου πιστευθησομένου ὑπὸ Ἰουδαίων Χριστοῦ εἶναι, καὶ καθεσθησομένου, καὶ δόξοντος ὅλης τῆς οἰκουμένης εἶναι βασιλέως. Ἥξει δὲ ἐπ' ἐρημίᾳ τοῦ κόσμου· βδέλυγμα γάρ ἐστι τῆς ἐρημώσεως. Λέγον-
hyacinthine. And they turned back, like the appearance of bezek, as though travelling with difficulty, not having the whole of the light, but like the appearance of bezek, which is of lightning. If indeed the likeness of the man is completed, he rules over the other men; but if not, the opposite happens. The lion has something, the proud spirit, the vigour, so that we may use it nobly. And the calf, so that we may desire as is fitting. Isaiah says: Thou shalt sanctify him in burning fire. From the loins and above, electrum; for the upper parts have no need of chastisement. From the loins and below, fire, the affairs of generation; and these have need of chastisement. The Spirit first lifts up as He purifies; then the fire purifies those who have not been purified by this. And the brightness is a good end. For such are the chastisements. There is one rule for a craftsman: to fashion the underlying matter as he wills, and as is possible by his art; just as God is good and wise, yet not as we are, so also is He a Craftsman, since He is simple and uncompounded; for we, being compounded, are not thus. Wisdom was justified of her children, calling the wise the children. And again the Saviour Himself says to them in the passage: The sons of this age are wiser than the sons of the light in their generation; calling those enlightened by knowledge sons of light. And, We were by nature children of wrath, not speaking of what is according to nature, but because those who sin are in truth liable to wrath. And concerning Judas it has been written that he is a Son of perdition; and He called him a son of perdition from his having done the deeds of perdition. Isaiah passed three years naked and barefoot. They say that Moses, after hearing the oracles of God, no longer touched his wife, nor begat children. The abomination of desolation standing in a holy place: they say that the temple in Jerusalem will be built later, since the Antichrist will be believed by the Jews to be Christ, and will sit down, and will seem to be king of the whole inhabited earth. And he will come for the desolation of the world; for he is the abomination of desolation. Those who say