Migne Reading Room

PG 36 · cols. 624–633 · Read from the page

Orations XXVII-XLV. Col

Orations XXVII-XLV. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:624Read from the page
ΛΟΓΟΣ ΜΕʹ.
Oration XLV.
Εἰς τὸ ἅγιον Πάσχα.
On the Holy Pascha.
Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ' αὐτοῦ σήμερον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ ἀποσκοπεύσω καὶ γνώσομαι, τί ὀφθήσεται, καὶ τί λαληθήσεταί μοι. Καὶ ἔστην, καὶ ἀπεσκόπευσα· καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν, καὶ οὗτος ὑψηλὸς σφόδρα· καὶ ἡ ὅρασις αὐτοῦ, ὥς ὅρασις ἀγγέλου· καὶ ἡ στολὴ αὐτοῦ, ὡς φέγγος ἀστραπῆς διερχομένης· καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ κατ' ἀνατολὰς, καὶ ἐβόησε φωνῇ μεγάλῃ. Φωνὴ αὐτοῦ, ὡς φωνὴ σάλπιγγος· καὶ κύκλῳ αὐτοῦ, ὡς πλῆθος οὐρανίου στρατιᾶς, καὶ εἶπε· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος. Χριστὸς ἐκ νεκρῶν, συνεγείρεσθε· Χριστὸς εἰς ἑαυτὸν, ἐπανέρχεσθε· Χριστὸς ἐκ τάφων, ἐλευθερώθητε τῶν δεσμῶν τῆς ἁμαρτίας. Πύλαι ᾅδου ἀνοίγονται, καὶ θάνατος καταλύεται, καὶ ὁ παλαιὸς Ἀδὰμ ἀποτίθεται, καὶ ὁ νέος συμπληροῦται· εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε. Ταῦτα ὁ μὲν ἔλεγεν· οἱ δὲ ἀνύμνουν, ὅπερ καὶ πρότερον, ἡνίκα ἡμῖν ἐπεφάνη Χριστὸς διὰ τῆς κάτω γεννήσεως, τὸ, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Μεθ' ὧν καὶ αὐτὸς ἐν ὑμῖν ταῦτα φθέγγομαι· εἴη δὲ καὶ φωνὴν λαβεῖν τῆς ἀγγελικῆς ἀξίαν, καὶ πάντα περιηχοῦσαν τὰ πέρατα.
I. I will stand upon my watch (Hab. 2:1), says the admirable Habakkuk. And I with him today, by the authority and contemplation given to me from the Spirit, will both look forth and know what shall be seen, and what shall be spoken to me. And I stood, and looked forth; and behold, a man mounted upon the clouds, and he was very high; and his appearance was as the appearance of an angel; and his robe was as the brightness of lightning flashing through (Nah. 2:4); and he lifted up his hand towards the east, and cried with a loud voice. His voice was as the voice of a trumpet; and round about him was as a multitude of the heavenly host, and he said: Today is salvation to the world, both all that is visible and all that is invisible. Christ is risen from the dead, rise with Him; Christ returns to Himself, return; Christ is loosed from the tombs, be freed from the bonds of sin. The gates of Hades are opened, and death is abolished, and the old Adam is put off, and the new is fulfilled; if anyone in Christ is a new creation, be renewed. These things he spoke; and they hymned, just as formerly when Christ appeared to us through His birth below, Glory to God in the highest, and on earth peace, good will among men (Luke 2:14). With whom I myself also utter these things among you; and may it be granted me to receive a voice worthy of the angelic voice, and resounding unto all the ends of the earth.
Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα, τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πάσας, οὐ τὰς ἀνθρωπικὰς μόνον καὶ χαμαὶ ἐρχομένας, ἀλλ' ἤδη καὶ τὰς αὐτοῦ Χριστοῦ καὶ ἐπ' αὐτῷ τελουμένας, ὅσον ἀστέρας ἥλιος. Καλὴ μὲν καὶ ἡ χθὲς ἡμῖν λαμπροφορία καὶ φωταγωγία, ἣν ἰδίᾳ τε καὶ δημοσίᾳ συνεστησάμεθα, πᾶν γένος ἀνθρώπων μικροῦ καὶ ἀξία πᾶσα, δαψιλεῖ τῷ πυρὶ τὴν νύκτα καταφωτίζοντες, καὶ τοῦ μεγάλου φωτὸς ἀντίτυπος, ὅσον τε οὐρανὸς ἄνωθεν φρυκτωρεῖ, κόσμον ὅλον αὐγάζων τοῖς παρ' ἑαυτοῦ κάλλεσι, καὶ ὅσον ὑπερουράνιον, ἔν τε ἀγγέλοις τῇ πρώτῃ φωτεινῇ φύσει μετὰ τὴν πρώτην, τῷ ἐκεῖθεν πηγά-
II. It is the Pascha of the Lord, the Pascha, and again I will say the Pascha, in honour of the Trinity. This is for us the feast of feasts, and the festival of festivals, surpassing all festivals, not only those that are human and creep upon the ground, but even those that belong to Christ Himself and are celebrated for Him, as much as the sun surpasses the stars. Fair indeed was yesterday's array in shining robes and illumination of torches for us, which we celebrated both privately and publicly, almost every race of men and every rank illuminating the night with abundant fire, and an antitype of the great light, both so much as heaven signals with beacons from above, illuminating the whole world with the beauties that come from itself, and so much as is above the heavens, both among the angels—the first luminous nature after the First—by its spring-
Notes, col. 624

On the reading

Printed ὥς, for ὡς.

PG 36:625Read from the page
ζεσθαι, καὶ ὅσον ἐν τῇ Τριάδι, παρ' ἧς φῶς ἅπαν συνέστηκεν, ἐξ ἀμερίστου φωτὸς μεριζόμενον καὶ τιμώμενον. Καλλίων δὲ ἡ σήμερον, καὶ περιφανεστέρα. Ὅσῳ χθὲς μὲν πρόδρομον ἦν τοῦ μεγάλου φωτὸς ἀνισταμένου τὸ φῶς, καὶ οἷον εὐφροσύνη τις προεόρτιος. Σήμερον δὲ τὴν ἀνάστασιν αὐτὴν ἑορτάζομεν, οὐκ ἔτι ἐλπιζομένην, ἀλλ' ἤδη γεγενημένην, καὶ κόσμον ὅλον ἑαυτῇ συνάγουσαν. Ἄλλος μὲν οὖν ἄλλο τι τῷ καιρῷ καρποφορείτω, καὶ δωροφορείτω δῶρον ἑόρτιον, ἢ μικρὸν, ἢ μεῖζον, τῶν πνευματικῶν τε καὶ Θεῷ φίλων, ὅπως ἂν ἕκαστος ἔχῃ δυνάμεως. Τῆς γὰρ ἀξίας, μόλις ἂν καὶ ἄγγελοι τύχοιεν, οἱ πρῶτοι, καὶ νοεροὶ, καὶ καθαροὶ, καὶ τῆς ἄνω δόξης ἐπόπται καὶ μάρτυρες· εἴπερ καὶ τούτοις τὸ πᾶν ἐφικτὸν τῆς ὑμνήσεως. Ἡμεῖς δὲ λόγον εἰσοίσομεν, ὧν ἔχομεν τὸ κάλλιστόν τε καὶ τιμιώτατον, ἄλλως τε καὶ Λόγον ὑμνοῦντες, ἐπ' εὐεργεσίᾳ τῆς λογικῆς φύσεως. Ἄρξομαι δὲ ἐντεῦθεν. Οὐδὲ γὰρ ἀνέχομαι, τοὺς περὶ τοῦ μεγάλου θύματος καὶ τῆς μεγίστης ἡμερῶν θύων λόγους, μὴ πρὸς Θεὸν ἀναδραμεῖν, κἀκεῖθεν ποιήσασθαι τὴν ἀρχήν. Καί μοι καθήρασθε καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα (ἐπειδὴ περὶ Θεοῦ καὶ θεῖος ὁ λόγος), ἵν' ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος, ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν , μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.
ing forth from yonder, and so much as is in the Trinity, from Whom all light has been constituted, divided and honoured from undivided light. Yet fairer is today, and more illustrious, inasmuch as yesterday the light was the forerunner of the great Light rising, and as it were a certain festal joy before the feast; whereas today we celebrate the resurrection itself, no longer hoped for, but already come to pass, and gathering the whole world together unto itself. Let one man therefore bring one fruit to the season, and another another, and offer as a festal gift, either small or greater, such things as are spiritual and dear to God, according as each has ability. For of its worth scarcely even the angels could attain the measure, those first, and intellectual, and pure beings, who are also beholders and witnesses of the glory above; if indeed even for these the whole compass of praise is attainable. But we shall bring in discourse, the fairest and most precious of the things we possess, especially as we are hymning the Word for the benefaction bestowed upon rational nature. And I shall begin from this point. For I cannot bear, when sacrificing discourses concerning the great Sacrifice and the greatest of days, not to ascend to God, and make my beginning from yonder. And do you purify for me both mind, and hearing, and understanding, as many of you as take delight in such things (since the discourse is concerning God and is divine), that you may depart having truly delighted in the things that do not pass away empty. And this same discourse shall be at once most full and most concise, so as neither to grieve by deficiency, nor to be unpleasant through satiety.
Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπίπτον ἔννοιαν, καὶ χρόνου, καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος, καὶ τούτῳ λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ' αὐτὸν, ἀλλ' ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι φεῦγον, καὶ πρὶν νοηθῆναι διαδιδράσκον· τοσαῦτα περιλάμπον
III. God always was, and is, and shall be; or rather, He always is. For 'was' and 'shall be' are divisions of time as measured by us, and of the nature that is in flux; whereas He always is, and by this very name He calls Himself when giving His oracle to Moses on the mount (Exod. 3:14). For He holds the whole of being comprehended within Himself, neither having begun, nor about to cease, like some boundless and indeterminate sea of essence, transcending every conception both of time and of nature: sketched in outline by the mind alone, and that very dimly and moderately, not from the things that are in Himself, but from the things that are around Him, one impression being gathered from one source and another from another into some single image of the truth, fleeing before it is grasped, and escaping before it is conceived; illuminating so much
PG 36:628Read from the page
ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν, ἀστραπῆς τάχος οὐχ ἱσταμένης· ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον καὶ ἀνεπιχείρητον)· τῷ δὲ ἀλήπτῳ, θαυμάζηται· θαυμαζόμενον δὲ, ποθῆται πλέον· ποθούμενον δὲ, καθαίρῃ· καθαῖρον δὲ, θεοειδεῖς ἐργάζηται· τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις ἤδη προσομιλῇ (τολμᾷ τι νεανικὸν ὁ λόγος)· Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος· καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὂν ἁπλῆς ἐστι φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ, ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, τὸ εἶναι μόνον συνθέτοις
our governing faculty, and that too when purified, as the speed of lightning that does not stand still illuminates the sight: as it seems to me, in order that by what is comprehensible It may draw us towards Itself (for what is altogether incomprehensible is hopeless and impossible to attempt), while by what is incomprehensible It may be wondered at; and being wondered at, may be longed for the more; and being longed for, may purify; and purifying, may make us godlike; and when we have become such, may converse with us now as with Its own household (my discourse dares a bold word)—God united with gods and made known to them, and perhaps to such a degree as He already knows those who are known by Him (1 Cor. 13:12). The Divine, then, is boundless and hard to contemplate; and this alone of It is altogether comprehensible, Its boundlessness; even though someone may suppose that because It is of a simple nature, It is either wholly incomprehensible or completely comprehensible. For let us inquire what it means to be of a simple nature. For surely simplicity is not Its nature, since neither for composite things is merely being composite their nature.
Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὸν κάτω, καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ' ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ' οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συνκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς
IV. Now since the boundless is contemplated in two ways, with respect to beginning and to end (for what is above these, and not in these, is boundless), when the mind looks into the depth above, not having where to stand and lean in its conceptions concerning God, it has called the boundless and impassable in this respect unoriginate; and when it looks into the depth below, and the things that follow, it has called It immortal and indestructible; and when it gathers the whole together, eternal. For eternity is neither time nor any part of time; for it cannot be measured; but what time, measured by the course of the sun, is to us, that eternity is to everlasting beings, something co-extended with existing things, like a kind of temporal movement and interval. Let so much be philosophized by me concerning God for the present. For there is no time to go beyond these things, because our subject is not theology, but the divine dispensation. And when I say God, I mean Father, and Son, and Holy Spirit: the Godhead neither being poured out beyond these, lest we introduce a populace of gods, nor being bounded within fewer than these, lest we be condemned for a poverty of Godhead, either Judaizing on account of the monarchy, or Hellenizing on account of the abundance. For the evil in both is alike, even if it is found in opposites. Thus, then, the Holy of Holies, which is veiled even from the seraphim, and is glorified with thrice-holy praises, comes together unto
Notes, col. 628

On the reading

Printed συνθέτοις, for συνθέτοις..

Printed συνκαλύπτεται, for συγκαλύπτεται.

PG 36:629Read from the page
μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὅπερ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.
coming together into one lordship and Godhead; which very thing has also been most beautifully and most loftily philosophized upon by a certain other of those before us.
Εʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος)· πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους· καὶ τὸ ἐννόημα ἔργον ἦν, Λόγῳ συμπληρούμενον, καὶ Πνεύματι τελειούμενον· καὶ οὕτως ὑπέστησαν λαμπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώτης λαμπρότητος, εἴτε νοερὰ πνεύματα, εἴτε πῦρ, οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε τινὰ φύσιν ἄλλην ὅτι ἐγγυτάτω τῶν εἰρημένων, ταύτας ὑποληπτέον. Βούλομαι μὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν, ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπομένας (τὰ γὰρ ἐνταῦθα δευτέρας ἐλλάμψεως)· πείθει δέ με, μὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπολαμβάνειν ταύτας καὶ λέγειν, ὁ διὰ τὴν λαμπρότητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος καὶ λεγόμενος, αἵ τε ὑπ' αὐτὸν ἀποστατικαὶ δυνάμεις, δημιουργοὶ τῆς κακίας τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡμῖν πρόξενοι.
V. But since this was not sufficient for Goodness, to be moved only in the contemplation of Itself, but it was needful that the good should be poured forth and go abroad, so that the things receiving benefit might be more numerous (for this belonged to supreme Goodness), first He conceives the angelic and heavenly powers; and the conception was a work, fulfilled by the Word and perfected by the Spirit; and thus second splendours came into subsistence, ministers of the first Splendour, whether we must suppose these to be intellectual spirits, or fire, as it were immaterial and incorporeal, or some other nature as near as possible to the things mentioned. I should wish indeed to say that they are immovable towards evil, and have only the motion of the good, inasmuch as they are around God and shine first from God (for the things here below belong to a second illumination); yet he who on account of his splendour was Lucifer, but on account of his arrogance both became and is called darkness, persuades me both to suppose and to call them not immovable, but hard to move, as do also the apostate powers under him, fabricators of wickedness by their flight from the good, and procurers of it for us also.
Ϛʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κόσμον, ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι, τὸ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα· ἐπαινετὸν μὲν τῆς καθ' ἕκαστον εὐφυΐας, ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρμοστίας καὶ συμφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ, μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν· καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι.
VI. Thus indeed, then, and for these reasons the intelligible world came into subsistence for Him, so far at least as I may philosophize concerning these matters, weighing great things in a small discourse. And when the first things were well ordered for Him, He conceives a second world, material and visible; and this is the system and compound formed out of heaven, and earth, and the things in the midst; praiseworthy indeed for the shapely nature of each several part, but more worthy of praise for the well-fitted harmony and concord resulting from all of them, as one thing stands well in relation to another, and all things in relation to all, for the completion of a single world; in order that He might show that He is able to bring into subsistence not only a nature akin to Himself, but also one altogether foreign. For akin to the Godhead are the intellectual natures, which are graspable by mind alone; but altogether foreign are all those that fall under sense; and still further removed than these very things are all those that are utterly soulless and motionless.
Ζʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς
VII. Mind, therefore, and sense, having thus already been distinguished from each other, within their own boundaries
PG 36:632Read from the page
εἰστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σοφίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος, καὶ ζῶον ἓν ἐξ ἀμφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ, τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος), οἷόν τινα κόσμον ἕτερον, ἐν μικρῷ μέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτὸν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος, τὸν αὐτὸν πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν, ἵνα μένῃ, καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάσχων ὑπομιμνήσκηται, καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας τοῦ μυστηρίου, τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσοντος ὑψηλότερον.
had stood, and bore within themselves the majesty of the creator Word, silent praisers of His mighty work, and loud-voiced heralds. Nor yet was there a blending out of both, nor any mixture of the opposites, the token of a greater wisdom and of the magnificence concerning natures; nor was the whole wealth of Goodness known. The artificer Word, then, having willed to display this, also fashions one living creature out of both, I mean of both invisible and visible nature, man; and taking the body from the matter that already subsisted beforehand, and placing in it breath from Himself (which very thing the word knows as an intellectual soul and image of God), He sets him upon the earth as a kind of second world, great in little, another angel, a mingled worshipper, a beholder of the visible creation, an initiate of the intelligible, king of the things upon earth, governed as by a king from above, earthly and heavenly, temporal and immortal, visible and intelligible, midway between greatness and lowliness, the same both spirit and flesh; spirit on account of grace, flesh on account of arrogance; the one, that he might abide, and glorify his Benefactor; the other, that he might suffer, and in suffering be reminded, and be disciplined when ambitious through greatness; a living creature guided here below, and transferred elsewhere, and, the end of the mystery, deified by its inclination towards God. For unto this does the moderate light of truth here below tend for me, both to see and to experience the splendour of God, worthy of Him Who both bound me together, and will loose me, and hereafter will bind me together more loftily.
Ηʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωργὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἁπλουστέρων, καὶ τῶν τελεωτέρων, γυμνὸν τῇ ἁπλότητι, καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος· τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ' ἀρχῆς· καὶ δίδωσι νόμον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόμος ἦν, ἐντολὴ, ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὗ μὴ προσαπτέον. Τὸ δὲ ἦν, τὸ ξύλον τῆς γνώσεως, οὔτε φυτευθὲν ἀπ' ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονερῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ θεομάχοι, μηδὲ τὸν ὄφιν μιμείσθωσαν)· ἀλλὰ καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὴ θεωρία, ἧς μόνοις ἐπιβαίνειν ἀσφαλὲς, τοῖς τὴν ἕξιν τελεωτέροις),
VIII. Him He placed in paradise, whatever this paradise was, having honoured him with free will, in order that the good might belong no less to him who chose it than to Him Who provided the seeds, a cultivator of immortal plants, perhaps of divine conceptions, both the simpler and the more perfect, naked in his simplicity and in his artless life, and without any covering and screen; for such it was fitting that he who was from the beginning should be; and He gives him a law, as matter for his free will. And the law was a commandment, both of which plants he was to partake, and which one he was not to touch. And this was the tree of knowledge, neither planted ill from the beginning, nor forbidden enviously (let not the fighters against God send forth their tongues thither, nor let them imitate the serpent); but good indeed when partaken of in due season (for the plant was contemplation, according to my contemplation, upon which it is safe for those alone to enter who are more perfect in habit),
Notes, col. 632

On the reading

Printed εἰστήκεισαν, for εἱστήκεισαν.

PG 36:633Read from the page
οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις· ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι, καὶ δεομένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπαθεν, ὡς ἁπαλωτέρα, καὶ ἣν προσήγαγεν, ὡς πιθανωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενείας! ἐμὴ γὰρ ἡ τοῦ προπάτορος), τῆς μὲν ἐντολῆς ἐπελάθετο τῆς δοθείσης, καὶ ἡττήθη τῆς μικρᾶς γεύσεως· ὁμοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερματίνους ἀμφιέννυται χιτῶνας, ἴσως τὴν παχυτέραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶτον γινώσκει τὴν ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύπτεται. Κερδαίνει μέν τι κἀνταῦθα, τὸν θάνατον, καὶ τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν. Καὶ γίνεται φιλανθρωπία, ἡ τιμωρία. Οὕτω γὰρ πείθομαι κολάζειν Θεόν.
yet not good for those who are still simpler, and more greedy in their desire; just as neither is perfect food profitable for those who are still tender, and in need of milk. But when through the envy of the devil, and the spiteful abuse of the woman, both that which she suffered as the more tender, and that which she brought to bear as the more persuasive (alas for my weakness! for that of my forefather is mine), he forgot the commandment that had been given, and was overcome by the small taste; at the same time he becomes an exile from the tree of life, and from paradise, and from God on account of wickedness, and is clothed in the tunics of skins, perhaps the coarser flesh, both mortal and resistant; and first he knows this, his own shame, and hides himself from God. Yet even here he gains something, death, and the cutting short of sin, so that evil might not be immortal. And the punishment becomes humanity. For thus I am persuaded that God punishes.
Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντι πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν, ἀνελπίστοις μεταβολαῖς, ὑφ' ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν· τέλος, ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορκίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρίαις, καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα, ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος, ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. καὶ πάντα γίνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ, καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆναι), προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος, ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως! Ὢ τῆς παραδόξου κράσεως! Ὁ ὢν, γίνεται· καὶ ὁ
IX. Having been disciplined beforehand by many means in return for the many sins which the root of wickedness sprouted forth, according to different causes and times, by word, by law, by prophets, by benefits, by threats, by plagues, by waters, by conflagrations, by wars, by victories, by defeats, by signs from heaven, by signs from the air, from the earth, from the sea, by unlooked-for changes of men, of cities, of nations, through which the object pursued was that wickedness should be rubbed away; at last, he stands in need of a stronger medicine over diseases more terrible, mutual slaughters, adulteries, perjuries, mad lusts after men, and, the last and first of all evils, idolatries, and the transference of worship from the Maker to the creatures. Since these things stood in need of a greater aid, they also obtain a greater. And this was the Word of God Himself, He Who is before the ages, the invisible, the incomprehensible, the incorporeal, the Beginning from the Beginning, the Light from the Light, the fountain of life and immortality, the impression of the archetype, the seal that is not moved, the unvarying image, the definition and word of the Father: He comes unto His own image, and bears flesh on account of the flesh, and is mingled with an intellectual soul on account of my soul, purifying like by like; and He becomes man in all things, save sin; having been conceived indeed of the Virgin, who had been purified beforehand in both soul and flesh by the Spirit (for it was needful both that childbirth should be honoured, and that virginity should be honoured above it), and having come forth as God with that which He assumed, one out of two opposites, flesh and spirit, of which the one bestowed Godhead, and the other was admitted to Godhead. O the new mixture! O the paradoxical blending! He Who is, comes to be; and the
Notes, col. 633

On the reading

Printed ἀντι, for ἀντὶ.