λεται, πυνθανόμενος, ἡ αὐτῶν παρουσία. Οἱ δὲ, χάριν ὁμολογήσαντες τῷ Θεῷ ἐπὶ τοῖς γεγενημένοις, καὶ ὑπὲρ τοῦ βασιλέως ὑπερευξάμενοι, ἕνεκεν τοῦ νεὼ, καὶ τῶν ἄλλων ἱερῶν οἴκων, καὶ τῆς Ἐκκλησίας τῶν ὀρθοδόξων, πάντων δὲ τούτων αἴτιον προσειπόντες τὸν ποιμένα, γεγηθότες ἀπῄεσαν. Νεανίας δέ τις ὑπολειφθεὶς, καὶ ταῖς ἑαυτοῦ χερσὶ συμπιέσας αὐτοῦ τοὺς πόδας, ὀδυρμοῖς καὶ δάκρυσιν ἱκέτευε τὸν μακάριον συγγνῶναι αὐτῷ τὸ πλημμέλημα. Τοῦ δὲ πυνθανομένου τί τὸ λεγόμενον εἴη, οὐδὲν ἀπεκρίνατο, πλὴν τοῦ θρηνεῖν, καὶ συγγνώμην αἰτεῖν. Τῶν δὲ περισταμένων τις ἔφη· « Οὗτός ἐστιν ὁ σὸς φονεὺς, ὦ πάτερ, ὃς ἔμελλεν ἐκ σκαιωρίας τινῶν κατὰ τῶν σῶν ἐγκάτων ἐλαύνειν ξίφος, καὶ ὁ Χριστός σου σαφῶς ἀντελάβετο. Γνώμης δὲ τῆς αὐτῶν ἕνεκεν τὸ δρᾶμα ἐξετελέσθη. Ταύτῃ τοι προσπίπτων βοᾷ ἐπὶ τῇ τόλμῃ μεταμελόμενος. » Αὐτίκα δὲ ὁ Πατὴρ, οἷα πατὴρ, τάδε φησί· « Γένοιτό σοι Χριστὸς εὐμενὴς, ὦ φίλτατε, καὶ δῴη σοι συγγνώμην αὐτὸς, ὁ κἀμὲ περισώσας. Μόνον εἰς ἀπολογίαν τῆς τόλμης ἐμὸς γενοῦ, τὴν αἵρεσιν βδελυξάμενος, Θεῷ τε πρόσελθε, καὶ δούλευε αὐτῷ δουλείαν εἰλικρινῆ καὶ ἑκούσιον. » Ἡ οὖν πόλις, ἀκούσασα τῆς ἀποκρίσεως τὸ μακρόθυμον, πλέον ἐπ' αὐτῷ ἐξήφθη φιλοστοργίᾳ.
their presence wished. And they, having confessed thanks to God for the things that had come to pass, and having prayed earnestly on behalf of the emperor, on account of the temple, and the other sacred houses, and the Church of the orthodox, and having addressed the shepherd as the cause of all these things, departed rejoicing. But a certain youth having been left behind, and having clasped his feet with his own hands, with lamentations and tears supplicated the blessed man to forgive him his offence. And when he inquired what was meant, he answered nothing save to wail and ask forgiveness. And one of those standing by said: "This is your murderer, O father, who was about to drive a sword against your bowels out of the intrigue of certain men, and Christ clearly helped you. Yet so far as their purpose was concerned the drama was accomplished. Wherefore falling down before you he cries out, repenting over his audacity." And straightway the Father, as a father, says these words: "May Christ be gracious to you, O dearest one, and may He Himself grant you forgiveness, Who also preserved me safely. Only in defence of your audacity become mine, having abhorred heresy, and approach God, and serve Him a sincere and willing service." The city therefore, having heard the patience of his answer, was kindled the more with affectionate love towards him.
Ὑπὸ δὲ τὸν καιρὸν τοῦτον ἐκ πάσης τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς, πλὴν Αἰγύπτου καὶ τῆς ἑσπερίας, συνῆλθεν ἡ τῶν ἑκατὸν πεντήκοντα ἁγία σύνοδος, ἀρχιερέα καταστῆσαι τῇ βασιλίδι πιστὸν, καὶ τὰς αἱρέσεις τὰς ἐν τῷ μεταξὺ τῶν Ἀρειανικῶν χρόνων ἀναφυείσας ἐξωθῆσαι τῆς Ἐκκλησίας ψήφῳ οἰκουμενικῆς συνελεύσεως. Τὰ μὲν οὖν κατὰ τῶν αἱρέσεων προωδοποίησεν ὁ μέγας Γρηγόριος ἐκ πολλῶν τῶν χρόνων, ὥσπερ θῆρας ἐπιβούλους τοῦ ποιμνίου τῆς Ἐκκλησίας ἀποδιώκων· καὶ αὐτῆς δὲ παρούσης τῆς ἁγίας συνόδου, ὁμοίως συνηγωνίσατο. Ἡ δὲ ἁγία σύνοδος αὐτὸν ἐνεθρόνισεν, ἡγεμόνα ἔχουσα τὸν μέγαν ποιμένα τῆς Ἀντιοχέων, Μελέτιον, ἄνδρα εὐσεβῆ μὲν τῇ πίστει καὶ ἐν τοῖς χρόνοις τοῦ Ἀρειανικοῦ κράτους ἐξελαθέντα τῆς Ἐκκλησίας, πλεῖστά τε κακοπαθήσαντα, συνέβη ἐξορίᾳ πολυχρονίῳ παραδοθῆναι· τὸν δὲ τρόπον τί δεῖ λέγειν, ὁποῖός τις ὑπῆρχεν; Ὁ γὰρ αὐτὸς πρᾷός τε ἦν καὶ δραστήριος, σώφρων, δίκαιος, ἀνδρεῖος, σοφὸς, καὶ πρὸς πᾶν τῆς ἀρετῆς κάλλος ἀπεξεσμένος. Τούτου δὲ εισηγήσει καὶ συμβουλίᾳ συνοδικὴ ψῆφος ἐκύρωσε τὴν προεδρίαν τῆς βασιλίδος τῷ Γρηγορίῳ. Ὁ δὲ, καίπερ τὰ ἄλλα δυσχεραίνων πρὸς τὴν ἐπισκοπὴν, πόθῳ μέντοι τῆς ποίμνης, καὶ τῷ νομίζειν, ει τῆς βασιλίδος κρα-
And about this time from all the empire under the Romans, save Egypt and the West, the holy synod of the hundred and fifty assembled, to establish a faithful chief priest for the imperial city, and by the vote of an ecumenical assembly to thrust out of the Church the heresies that had sprung up in the interval of the Arian times. Now the matters against the heresies the great Gregory had prepared the way for from many years past, driving them away like treacherous wild beasts from the flock of the Church; and when the holy synod itself was present, he likewise contended together with it. And the holy synod enthroned him, having as leader the great shepherd of the Antiochenes, Meletius, a man pious in faith and in the times of the Arian domination driven out of the Church, and having suffered very many evils, it befell him to be handed over to a long exile; and as to his character what need is there to say what sort of man he was? For the same man was both meek and energetic, temperate, just, courageous, wise, and polished unto every beauty of virtue. And by the proposal and counsel of this man a synodical vote ratified the presidency of the imperial city for Gregory. And he, although in other respects reluctant towards the episcopate, yet out of longing for the flock, and by thinking that, if he should prevail over the imperial city,