Migne Reading Room

PG 35 · cols. 284–293 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:284Read from the page
ἠξίου; Περιέστη γοῦν αὐτῷ κἀνταῦθα, εἰς ἀπολογίας ἀγῶνα τὸ δρᾶμα. Τοιγαροῦν τοῦ δήμου τὸ φλεγμαῖνον τῇ φαρμακείᾳ τῶν λόγων καταπραΰνων, φησὶ πρὸς αὐτούς·
he had deemed him worthy? At any rate, here too the drama turned round for him into a contest of defence. Wherefore soothing the inflammation of the people with the medicine of his words, he says to them:
«Μή μοι, ὦ ἄνδρες, τῷ πατρὶ χαλεπαίνητε. Εἰ γὰρ ἐγὼ, χρηστὸς ἐκείνῳ φανεὶς, αἰτίας ἔνοχος, μὴ προγνοὺς τὴν κακίαν, τί ποτ' ἂν εἴη ὁ τῆς χρηστότητος ἀπολαύσας, καὶ ἐπιβουλαῖς ἀμειψάμενος; Οὐ γὰρ τὸ μὴ προϊδέσθαι τὴν κακίαν ὑπεύθυνον· τοῦτο γὰρ μόνου Θεοῦ. Πρὸς δὲ καὶ νόμος ἡμῖν ἐστιν ἅπασιν ἀνοίγειν τὰ σπλάγχνα, καὶ στοργῇ πατρικῇ τῶν πιστευόντων ἀντιλαμβάνεσθαι. Τὸν γὰρ ἐρχόμενον πρὸς μὲ, Χριστός φησιν, οὐ μὴ ἐκβάλω ἔξω. Μέγα μοι ἦν ἐξ Ἑλλήνων Μάξιμος βαπτιζόμενος, καὶ Τριάδα λατρεύων ἀνθ' Ἡρακλέους. Μέγα μοι ἦν ἀνὴρ μεταποιούμενος ἀρετῆς, εἰ καὶ ἐν τοῖς τελευταίοις ἔδειξε τὴν ἐν τοῖς πρώτοις ὑπόκρισιν. Ἀλλ' οὐχ ἡμῶν δοκιμάζειν ταῦτα. Οὐ γὰρ ἐνθυμήμασιν ἐμβατεύομεν, οὐδὲ τὸ μέλλον ἴσμεν πλὴν ἐπιφροσύνῃ Θεοῦ τοῦτο χαρίσαιτο. Ἡμεῖς μὲν οὖν ὁρῶμεν εἰς πρόσωπον· Θεὸς δὲ ὁρᾷ εἰς καρδίαν, ὅπερ ἠκούσατε. » Τούτοις τοιγαροῦν κατεστάλη τὸ πλῆθος, καὶ τῇ εὐνοίᾳ μᾶλλον τῷ ἀρχιερεῖ προσετέθησαν.
"Be not angry with me your father, O men. For if I, having shown myself kind to that man, am liable to blame for not having foreknown his malice, what ever would he be who enjoyed that kindness and repaid it with plots? For not to have foreseen malice is not culpable; for this belongs to God alone. And besides, it is a law for us to open our bowels of compassion to all, and with fatherly affection to lay hold of those who believe. For him who comes to Me, Christ says, I shall in no wise cast out. A great thing to me was Maximus being baptized from among the Greeks, and worshipping the Trinity instead of Heracles. A great thing to me was a man laying claim to virtue, even if in the last things he showed the hypocrisy that was in the first. But it is not ours to test these things. For we do not enter into thoughts, nor do we know the future, save by the providence of God He should grant this. We therefore look upon the face; but God looks upon the heart, as you have heard." By these words therefore the multitude was calmed, and they were added the more in goodwill to the chief priest.
Τοῦ δὲ βασιλέως Θεοδοσίου, ὃς ὑπῆρχεν εκ τῆς Ἱσπανίας τὸ γένος, ἐν τῇ Μακεδονίᾳ στρατοπεδεύσαντος, καί τισι τῶν ἑσπερίων πολεμοῦντος βαρβάρων, λαβὼν Μάξιμος τὸ στῖφος τῶν Αἰγυπτίων ἐπισκόπων, τῶν προχειρισαμένων αὐτὸν εἰς ἱερέα, ἐλθὼν εἰς Θεσσαλονίκην, τῷ αὐτοκράτορι πρόσεισιν, αἰτῶν τῆς βασιλίδος τὴν ἐπισκοπήν. Ἐκ γὰρ θεσμῶν ἐκκλησιαστικῶν τὸ ἰσχύειν οὐκ ἔχων, προστάγματι βασιλικῷ ἱερατεύειν διενοήθη, ὥσπερ οὐχ ἱερατεύειν, ἀλλὰ τυραννεῖν ἡρημένος. Ἀπελαύνονται δὲ ἐκεῖθεν, τοῦ βασιλέως αὐτοὺς ὀργῇ τε καὶ ἀπειλαῖς σφοδραῖς ἐκδιώξαντος. Τί οὖν ὁ Μάξιμος (δύσμαχον γὰρ ἡ φιλαρχία); Ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔπλει, καὶ τοῖς αὐτοῖς ἐγχειρήμασί τινας τῶν οἰκείων τοῦ Πέτρου ὑποκλέψας χρυσίῳ, κἀκείνῳ ἐκ τῆς ἴσης μοχθηρίας προσφέρεται. « Ἢ γάρ μοι, φησὶ, τῆς βασιλίδος τὴν ἐπισκοπὴν περιποίησαι, ἢ τῆς σῆς οὐκ ἀφέξομαι. » Καὶ δὴ ἂν εἰς προὖπτον κακὸν ἐτελεύτησεν ἡ τόλμα, εἰ μὴ ὁ τῆς Ἀλεξανδρείας ὕπαρχος δέει στάσεως καὶ φόνων τὸν
And when the emperor Theodosius, who was from Spain by race, had encamped in Macedonia and was warring against certain of the western barbarians, Maximus, having taken the band of Egyptian bishops who had appointed him as priest, having come to Thessalonica, approaches the emperor, asking for the episcopate of the imperial city. For not having strength from ecclesiastical ordinances, he purposed to act as priest by imperial command, as though chosen not to act as priest, but to play the tyrant. And they are driven away from there, the emperor having chased them out with wrath and vehement threats. What then does Maximus do (for love of rule is hard to fight against)? He sailed for Alexandria, and by the same undertakings having secretly won over with gold certain of the household of Peter, he approaches him also out of equal wickedness. "For either," says he, "procure for me the episcopate of the imperial city, or I shall not abstain from yours." And indeed his boldness would have ended in manifest evil, had not the prefect of Alexandria, for fear of sedition and murders,
Notes, col. 284

On the reading

Printed εκ, for ἐκ.

Printed ἡρημένος, for ᾑρημένος.

PG 35:285Read from the page
Μάξιμον τῆς πόλεως ἤλασεν. Ὁ μὲν οὖν ἄξια τοῦ θράσους ἐδέξατο τὰ ἐπίχειρα.
drove Maximus out of the city. He therefore received the wages worthy of his audacity.
Γρηγόριος δὲ, τῷ πλήθει τῶν πόνων πιεσθεὶς, καὶ ἀπειρηκὼς πρὸς τὰς ποικίλας φροντίδας, οἴκαδε ἵετο, τὰ ἐξιτήρια τῷ λαῷ προσφθεγξάμενος, νουθετήσας αὐτοὺς τηρεῖν τὴν πίστιν, ἣν παρειλήφασιν, ἐργάζεσθαι τὴν ἀρετὴν, ἣν αὐτοῖς ἔργῳ τε καὶ λόγῳ ὑπέδειξεν. Ἐπειδὴ τούτων ἤκουσαν κλῆρός τε καὶ λαὸς, μία βοὴ παρὰ πάντων ἤρθη, τὴν ἐκδημίαν τοῦ ποιμένος ὀδυρομένων· ἦν τε ἰδεῖν ἐλεεινὸν θέαμα, ἄνδρας, γυναῖκας, νέους, γέροντας, ἐλλογίμους καὶ ἀμαθεῖς, ἄρχοντας, ἰδιώτας, ἅπαντας οἰμωγῇ συμφώνῳ κατεχομένους, καὶ τὴν ὀρφανίαν οὐ φέροντας· ὥστε τινὰ, τὴν φωνὴν ἄραντα, τολμῆσαι εἰπεῖν· « Ὦ Πάτερ, συνεκβάλλεις σεαυτῷ τὴν Τριάδα. » Ταύτης ἀκούσας τῆς φωνῆς ὁ γεννάδας, ἐλώφησε τῆς ὁρμῆς, καὶ ὑπέσχετο συμπαραμένειν αὐτοῖς, μέχρις ἂν ἐπισκόπων παρουσία (καὶ γὰρ ἦν ἐλπιζομένη) προβάλληταί τινα τῆς ἐπισκοπῆς ἄξιον, ὃς αὐτὸν φροντίδων ἐλευθερώσει, ἐπιτρέψει τε ἅμα τὴν ἔξοδον. Οὕτως οὖν διελύθησαν τῇ ὑποσχέσει θαῤῥήσαντες, ὅρκῳ μὲν οὐ βεβαιωθέντες, τῷ δὲ παγίῳ τοῦ τρόπου καταπιστεύσαντες.
And Gregory, pressed by the multitude of his labours, and having grown weary towards the manifold cares, was hastening homewards, having addressed his farewell words to the people, having admonished them to keep the faith which they have received, to work the virtue which he showed them both in deed and in word. When both clergy and people heard these things, one cry was raised from all, lamenting the departure of the shepherd; and there was to be seen a pitiable spectacle, men, women, youths, old men, the learned and the unlearned, rulers, private citizens, all held fast by a harmonious wailing, and not bearing their orphanhood; so that someone, having lifted up his voice, dared to say: "O Father, you cast out the Trinity together with yourself." Having heard this voice, the noble man abated his impulse, and promised to remain beside them until the presence of bishops (for indeed it was hoped for) should put forward someone worthy of the episcopate, who would free him from cares, and at the same time permit his departure. Thus therefore they were dismissed, having taken courage at the promise, not confirmed by an oath, but having trusted firmly in the steadfastness of his character.
Τῶν οὖν δεινῶν εἰξάντων, καὶ σχολῆς ἐνδοθείσης τοῖς πράγμασιν, αὖθις ἀνέλαμπε τῆς Τριάδος τὸ δόγμα, διδασκαλίᾳ καὶ πόνοις τοῦ μακαρίου πλατυνομένης εἰς πάντας τῆς πίστεως, ἣν ἐγεώργει κάλλιστά τε καὶ τῆς Νῶε γεωργίας τιμιωτέραν. Γεηπονῶν γὰρ τῆς Ἐκκλησίας τὴν ἄρουραν, τὰς μὲν ψυχὰς οἷον ἠροτρία τῶν ἀκανθῶν ἀπαλλάττων τῆς ἀσεβείας, τὰς δὲ ὡμάλιζε, προφητικῶς εἰπεῖν, ἄλλαις ἔσπειρε τὸν θεῖον λόγον· αἱ δὲ ἀρτίως ἐφύοντό τε καὶ ἐῤῥιζοῦντο· αἱ δὲ ἤδη ἐπόαζόν τε καὶ οἷον γόνασι διεζώννυντο· ἄλλαι πρὸς στάχυν ἀπετυποῦντο· ἕτεραι δὲ ἐπεπαίνοντο, καὶ πρὸς ἀμητὸν ἦσαν ἑτοιμότεραι· τὰς δὲ ἅλως εἶχε, τὰς δὲ θημών τις· ἄλλαι τῇ λικμήσει τὸ ἀχυρῶδες καὶ ἀλογίας ἄξιον τῶν δογμάτων ἀπέβαλλον, Χριστῷ καθαιρόμεναι· ἕτεραι δὲ ἦσαν ἔνδον τῶν ἀποθηκῶν ἄξιαι· αἱ δὲ ἄρτος ἤδη κατειργασμένος. Τοῦτο γὰρ πέρας τῆς γεωργίας, σκοπὸν ἐχούσης τῆς τροφῆς τὴν μετάληψιν, καὶ διὰ τοῦτο πονούσης τε καὶ τὸν ἀμητὸν εὐθύμως κομιζομένης.
When therefore the terrible things had given way, and leisure had been granted to affairs, again the dogma of the Trinity shone forth, the faith being broadened unto all by the teaching and labours of the blessed man, which he cultivated most nobly and more precious than the husbandry of Noah. For tilling the arable land of the Church, some souls he as it were ploughed, freeing them from the thorns of impiety, and others he levelled, to speak prophetically, in others he sowed the divine word; and some were just sprouting and taking root; and others were already shooting into blade and as it were girding themselves with joints; others were being formed towards an ear of corn; and others were ripening, and were readier towards harvest; and some the threshing-floor held, and others a certain heap; others by winnowing were casting off the chaff-like and contemptible part of doctrines, being cleansed for Christ; and others were worthy of the barns within; and others were bread already wrought. For this is the end of husbandry, having as its aim the partaking of nourishment, and on this account both labouring and cheerfully gathering in the harvest.
Ἀλλ' ὁ μὲν ἱδρὼς τῷ ἀνθρώπῳ τοῦ Θεοῦ
But the sweat to the man of God
PG 35:288Read from the page
τοσοῦτος, καὶ εἰς τοσούτων σωτηρίαν ἐσπουδασμένος· ἡ δὲ ἀπόλαυσις οὐχ ὁμοία. Οὐ γὰρ ὡς γεωργὸς μετεῖχε τῶν γεννημάτων, ἀλλὰ προῖκα χρηστὸς ἦν, τοὺς μὲν πόνους καταβαλλόμενος, ἀδάπανον δὲ τὸ Εὐαγγέλιον ἑαυτῷ τιθείς. Ὅθεν συνέβαινεν αὐτῷ πλέον στέργεσθαι, πλέον δὲ στεργομένῳ μᾶλλον ἀκούεσθαι, καὶ τῷ Θεῷ προσάγειν πλείονας, οὐ θυμῷ πλήσσοντι, ἀλλ' ἐπιεικείᾳ τὴν ἀμάθειαν ἐκμοχλεύοντι, καὶ εὐεξίαν ταῖς ψυχαῖς ἐμποιοῦντι διὰ τοῦ λόγου. Οἱ μὲν γὰρ τῇ γλυκύτητι τοῦ λόγου ἡλίσκοντο, οἱ δὲ ἠσπάζοντο τῶν δογμάτων τὸ ἀκριβές· ἄλλοι τοῖς πόνοις τοῦ ἀνδρὸς καὶ τῇ καρτερίᾳ ὑπέκυπτον· ἕτεροι δὲ τὸ πρᾷον αὐτοῦ δι' αἰδοῦς εἶχον· τοὺς δὲ τὸ ἀνεπιτήδευτον τοῦ ἀνδρὸς καὶ φιλόσοφον συνῆπτε πλέον· οἱ δὲ, ὡς καλέσαντες, καὶ κατέχοντες τὸ θήραμα ἔθαλπον, τὴν ἑαυτῶν περιέποντες ψῆφον. Καὶ τὸ δὴ μεῖζον αὐτοῦ τῆς ἀγχινοίας, οὐ πᾶσιν ἅπαντα κατεπίστευεν· ἀλλὰ τῆς δυνάμεως ἑκάστου κατεστοχάζετο, ὥς τις ἄριστος ἰατρὸς τῆς τῶν καμνόντων ἕξεως, κατάλληλον τὴν φαρμακείαν διανέμων ἑκάστῳ, καὶ μήτε βεβήλοις ἢ ἀσθενέσιν ἀκοαῖς καταπιστεύων τοῦ μυστηρίου τὰ τέλεια, μήτε τῶν τελείων ἀνδρῶν ἀποκρύπτων τι, οἷον βασκαίνων αὐτοῖς τῆς ὠφελείας, τοὺς μὲν ἤλεγχε δημοσίᾳ, ὅσους αισχύνη πρὸς μετάμελον ἦγε· τοῖς δὲ ἰδίᾳ τὰ πταίσματα ἐνεφάνιζε· τοῖς δὲ ἐπετίμα, οἷς τοῦτο λυσιτελὲς εἶναι ᾤετο· τοὺς δὲ, κατορθοῦντας ἐπήνει πατρικῶς τε καὶ κηδεμονικῶς. Οὐ γὰρ πρὸς θωπείαν ἐσκόπει, ἀλλ' ὡδοποίει τῇ ἀρετῇ διὰ τῆς ἀποδοχῆς ἄγων εἰς προκοπήν. Ταύτῃ γὰρ ἡ ῥητορικὴ διαφέρει φιλοσοφίας. Ἡ μὲν γὰρ κολακείᾳ ὡς καπηλικῇ ἐφ' ἑαυτὴν τοῖς ἐγκωμίοις κλέπτει τῶν πέλας τὴν εὔνοιαν· ἡ δὲ, τὴν ὠφέλειαν τῶν ἀνθρώπων περισκοποῦσα, οἷον μέλιτι τοῖς ἐπαίνοις τῶν λόγων καταγλυκαίνουσα, τῇ ἡδονῇ τῶν ἐπαίνων πρὸς ἀρετὴν ἕλκει τοὺς ἐντυγχάνοντας.
was so great, and earnestly directed unto the salvation of so many; yet the enjoyment was not similar. For he did not partake of the fruits like a husbandman, but was freely kind, laying down his labours on the one hand, and making the Gospel free of cost for himself on the other. Whence it befell him to be loved the more, and being loved the more to be heard the rather, and to lead more to God, not striking with wrath, but prizing out ignorance with gentleness, and engendering a healthy state in souls through his word. For some were captured by the sweetness of his speech, and others embraced the exactness of his doctrines; others bowed beneath the labours of the man and his endurance; and others held his meekness in reverence; and others the unaffected and philosophical character of the man joined more closely to him; and others, as having called him, both holding fast the quarry cherished it, maintaining their own vote. And what was indeed greater in his sagacity, he did not entrust all things to all men; but he conjectured the capacity of each, like some best physician the constitution of the sick, distributing suitable medicine to each, and neither entrusting the perfect things of the mystery to profane or weak ears, nor hiding anything from perfect men, as though begrudging them the benefit; some he reproved publicly, as many as shame led towards repentance; and to others he privately manifested their stumbles; and others he rebuked, to whom he thought this profitable; and others, when they succeeded in right action, he praised in a fatherly and solicitous manner. For he did not look towards flattery, but made a way for virtue, leading them unto progress through approval. For in this rhetoric differs from philosophy. For the one by flattery as though huckster-like steals to itself by encomiums the goodwill of neighbours; whereas the other, looking around at the benefit of men, sweetening as it were with honey by the praises of its words, draws by the pleasure of praises those who meet with it towards virtue.
Ἐν δὲ δογμάτων ὕψει καὶ θεολογίᾳ τοσοῦτον αὐτῷ τὸ περιὸν τῆς δυνάμεως, ὥστε, πολλῶν κατὰ τοὺς χρόνους θεολογησάντων ἀνδρῶν ἐπὶ σοφίᾳ γνωρίμων, μόνον τοῦτον μετὰ τὸν εὐαγγελιστὴν Ἰωάννην θεολόγον ὀνομασθῆναι· καὶ οἷον ἐξαίρετον αὐτῷ ταύτην ἀποκληρωθῆναι προσηγορίαν. Ἅπαν τε καλὸν ἐν τῇ ἑαυτοῦ καρδίᾳ συνειληφὼς, οὐδὲ τοῦ προφητεύειν ἀπελιμπάνετο. Καὶ τὸν λόγον, εὖ οἶδα, πιστοῦσθε, ὅσοι τοῦ ἀνδρὸς τῆς σοφίας κατατρυφᾶτε.
And in loftiness of doctrines and theology so great was the superiority of his power that, although many men notable for wisdom discoursed of God down through the ages, this man alone after John the Evangelist was named Theologian; and this appellation was allotted to him as though choice and special. And having conceived every good thing in his own heart, he was not left destitute even of prophesying. And you confirm my word, I know well, as many of you as delight in the wisdom of the man.
Notes, col. 288

On the reading

Printed αισχύνη, for αἰσχύνη.

PG 35:289Read from the page
Καλὸν δὲ τοῖς αὐτοῦ ῥητοῖς καὶ τὴν συγγραφὴν τῶν αὐτῷ πεπραγμένων τήνδε κατακοσμεῖσθαι. Ἔχει δὲ ἡ λέξις οὕτως ἐκ τοῦ λόγου τοῦ εἰς τὴν παρουσίαν τῶν ἑκατὸν πεντήκοντα ἐπισκόπων· « Τοιοῦτό ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτο νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον· εἰ δὲ μήπω τελέως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦον προσθήκαις· προφητεύω δὲ, ὅτι καὶ ὁδεῦσον. Τάδε μοι προλέγει τὸ Πνεῦμα τὸ ἅγιον, εἴ τι προφητικὸς ἐγὼ, καὶ βλέπων τὰ ἔμπροσθεν. » Οὐκ εἰς μακρὰν δὲ καὶ τὸ προφητευόμενον ἐπληροῦτο, μικροῦ θαλάσσης ψάμμον τῷ πλήθει τῆς Ἐκκλησίας μιμησαμένης καὶ τὸ παράδοξον τῆς προφητείας τὸ θαῦμα τῆς ἐκβάσεως ἐπιστοῦτο.
And it is good that this history of the things done by him should also be adorned with his own words. And the wording runs thus from the discourse on the presence of the hundred and fifty bishops: "Such once was this flock, and such now, so thriving and broadening; and if not yet completely, yet travelling unto this at least by partial additions; and I prophesy that it will also travel thither. These things the Holy Spirit foretells to me, if I am in any way prophetic, and seeing the things before." And before long that which was prophesied was also being fulfilled, the Church by its multitude almost imitating the sand of the sea, and the marvel of the event confirmed the paradox of the prophecy.
Ἐπεὶ δὲ, βασιλέως εὐσεβοῦς ἀνακηρυχθέντος τοῦ ἤδη εἰρημένου Θεοδοσίου, φῶς ἐλεύθερον τῇ Ἐκκλησίᾳ ἐπέλαμψε, τί δεῖ λέγειν, ὅσας πανηγύρεις λόγοις ἐφαίδρυνεν, ὅσων ὀρθοδόξων θυμὸν κατεπράϋνεν, ἀντιμετρῆσαι τοῖς αἱρετικοῖς τήν ποτε κακίαν ἁμιλλωμένων, καὶ τοὺς ἐν καιρῷ δυναστείας διώξαντάς τε καὶ αἰκισαμένους ἐν καιρῷ μεταβολῆς τοῖς ἴσοις ἀντιλυπῆσαι; Τί οὖν ὁ μακάριος ἔλεγεν; « Οὐ ταῦτα, ὦ ποίμνιον ἐμὸν, Χριστὸς ἀπαιτεῖ· οὐδ' οὕτως ἡμᾶς διδάσκει τὸ Εὐαγγέλιον. Καιρὸς οὗτος ἐπιστρέψαι πεπλανημένους. Γνώτωσαν διδαχθέντες τὰ ἁμαρτήματα· προσπεσάτωσαν τῷ Κυρίῳ· ἐξαγγειλάτωσαν τὴν ἀσέβειαν, καὶ τῇ ποίμνῃ μιχθήτωσαν. Τοῦτο ἐμοὶ ἐκδίκησις, σωθῆναι τοὺς ἀδικήσαντας, καὶ ὁμολογῆσαι καλὰ εἶναι ἃ πρώην ἐδίωκον. Μακροθυμήσατε, τέκνα. Ἀνὴρ μακρόθυμος πολὺς ἐν φρονήσει. Καλῶς ποιήσατε τοῖς μισοῦσιν ὑμᾶς, καὶ ἄφετε αὐτοῖς τελέως τὰ παραπτώματα. Εἰ δὲ λίαν ὁ θυμὸς περιζεῖ, καὶ δυσκάθεκτος ἡ ὀργὴ, γενέσθω παρ' ὑμῶν καὶ τὸ δεύτερον. Ἐάσατε ταῦτα Χριστῷ, καὶ τῷ ἐκεῖσε δικαστηρίῳ παραπέμψατε. Ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. » Τοιούτοις δὴ λόγοις ἄγειν πείθει τὴν ἡσυχίαν.
And when, the already mentioned Theodosius having been proclaimed pious emperor, a free light shone upon the Church, what need is there to say how many festal assemblies he brightened with his discourses, of how many orthodox he soothed the wrath, who were vying to measure back to the heretics their former malice, and in a time of change to grieve in return with equal measures those who in the time of their domination had persecuted and maltreated them? What then did the blessed man say? "Not these things, O my flock, does Christ demand; nor does the Gospel teach us thus. This is a season to turn back those who have gone astray. Let them know their sins, having been taught; let them fall down before the Lord; let them declare their impiety, and be mingled with the flock. This to me is vengeance, that those who did wrong be saved, and confess that those things are good which formerly they persecuted. Be patient, children. A patient man is great in understanding. Do good to those who hate you, and forgive them their trespasses completely. But if wrath boils over exceedingly, and anger is hard to restrain, let the second course also be done by you. Leave these things to Christ, and remit them to the tribunal there. For vengeance is Mine, I will repay, says the Lord." By such words indeed he persuades them to keep quiet.
Τοῦ δὲ πολέμου λωφήσαντος, ὃς πρὸς τοὺς ἑσπερίους βαρβάρους συνέστη, καὶ κατὰ νοῦν ἐκβεβηκότος τῷ αὐτοκράτορι, δίκην τε αὐτοὺς εἰσπραξαμένῳ τοῦ θράσους ἀξίαν, αἰχμαλώτους τε λαβόντι καὶ φόρους τάξαντι τοῖς ἡττημένοις, συνέβη παρεῖναι τῇ βασιλίδι, τοῖς θριάμβοις ἐπηρμένῳ καὶ γαυρουμένῳ·
And when the war had abated which had been waged against the western barbarians, and had turned out according to the mind of the emperor, he having exacted from them a penalty worthy of their audacity, and having taken captives and imposed tributes upon the vanquished, it came to pass that he was present in the imperial city, elated and exulting in his triumphs;
PG 35:292Read from the page
καὶ τηνικαῦτα προσδέξασθαι τὸν ἀρχιερεα Γρηγόριον ἐντίμως τε καὶ τῶν αὐτοῦ πόνων ἐπαξίως, καὶ διαλέξει πλατυτέρᾳ τὸ περὶ αὐτὸν ἐνδείξασθαι πρόθυμον, καὶ τέλος εἰπεῖν· « Ὦ πάτερ, σοί τε καὶ τοῖς ἱδρῶσι τοῖς σοῖς δι' ἡμῶν ὁ Θεὸς ἐγχειρίζει τὴν Ἐκκλησίαν. Ἰδοὺ δίδωμί σοι τὸν οἶκον τὸν ἱερὸν καὶ τὸν θρόνον. » Ὁ δὲ μακάριος, περιχαρείας πληρωθεὶς, ἀσπασάμενος τὸν αὐτοκράτορα, καὶ εὐχαῖς ἀμειψάμενος, ἐξῄει τῶν βασιλείων. Οἱ δὲ Ἀρειανοὶ (μέχρι γὰρ τοῦ χρόνου τοῦδε τὸν ἱερὸν κατεἶχον οἶκον) παρετάττοντο ξιφήρεις, ὑπὲρ αὐτοῦ πολεμεῖν ἡρημένοι πρὸς τὸν μακάριον. Καὶ τὸν μὲν βασιλέα ἱκέτευον μὴ ἀφαιρεθῆναι τὸν οἶκον, δεδοικότες ἀντιβαίνειν τῷ κράτει· τῷ δὲ ὁσίῳ καὶ τοῖς μετ' αὐτοῦ θάνατον ἐπηπείλουν, δημοσίᾳ τε ὁπλισθέντες, καὶ ἰδίᾳ τινὶ ὑποθέμενοι, λάθρα προσελθόντι διὰ τῶν σπλάγχνων τοῦ ἀρχιερέως ὠθεῖν τὸ ξίφος. Καὶ ἡ μὲν σύστασις τῶν πολεμίων τοσαύτη
and at that time received the chief priest Gregory honourably and worthily of his labours, and in a broader converse displayed his eagerness towards him, and finally said: "O father, to you and to your sweats God through us entrusts the Church. Behold, I give you the sacred house and the throne." And the blessed man, filled with exceeding joy, having greeted the emperor, and having repaid him with prayers, went out of the palace. But the Arians (for until this time they held fast the sacred house) arrayed themselves sword in hand, having chosen to fight for it against the blessed man. And the emperor indeed they supplicated not to be deprived of the house, fearing to oppose his power; while against the holy man and those with him they threatened death, both having armed themselves publicly, and privately having suggested to a certain man that, approaching secretly, he should thrust his sword through the bowels of the chief priest. And such indeed was the conspiracy of the enemies
Πρωΐας δὲ γενομένης, ὁ λαὸς τοῦ Θεοῦ ἅμα τῷ ποιμένι ᾔεσαν τὸν ἱερὸν οἶκον ἀποληψόμενοι· ἦν οὖν θροῦς τε πολὺς καὶ τάραχος, οὐχ ἧττον ἢ πόλεως πορθουμένης ἐκ πολεμίων ἐφόδου, πολλῶν ὁπλοφόρων ἐν πλατείαις τε καὶ διωρόφοις καὶ τριωρόφοις ὄντων, πολλῆς τε οἰμωγῆς γυναικῶν καὶ παίδων συμμιγνυμένης. Εισῄει δ' οὖν καὶ ὁ βασιλεὺς ἅμα τῷ μακαρίῳ εἰς τὸν νεών. Οἷα δὲ πολλὰ συμβαίνει ἐν ἀνθρωπίνοις πράγμασι, πρωΐας οὔσης γίνεται σκότος, νεφέλης τὸν ἡλιακὸν κύκλον ὑποδραμούσης. Καὶ τὸ συμβὰν, ἑορτῆς τε καὶ φαιδρότητος τοιαύτης ὑπάρχον ἀλλότριον, τοὺς μὲν Ἀρειανοὺς ἐποίει φαιδροτέρους, ὡς τοῦ Θεοῦ μὴ εὐδοκοῦντος τῇ μεταθέσει τοῦ οἴκου· ψυχὰς δὲ πιστῶν ἀνία ἐπίεζεν ὑποσμύχουσα. Ὡς δὲ τῆς ἱερᾶς κιγκλίδος ὅ τε ποιμὴν καὶ ὁ βασιλεὺς εἴσω παρέδυσαν, ἤρθη τε φωνὴ μία παρὰ πάντων αἰνέσεως, δάκρυά τε καὶ χειρῶν ἔκτασις. Ἀθρόως τοῦ νέφους ὑπεξελθόντος προνοίᾳ Θεοῦ, ἐκλάμψαν ἡλιακὸν σέλας τὸν ἱερὸν οἶκον κατηύγασε· καὶ τῷ ἀέρι φωτισθέντι αἱ τῶν ἀνθρώπων διάνοιαι τὴν δυσθυμίαν εἰς φαιδρότητα συμμετέβαλον, τόν τε βασιλέα ἱκέτευον ἐγκαθιδρῦσαι τὸν ἀρχιερέα τῷ θρόνῳ. Ὁ δὲ μακάριος, μὴ βουλόμενος ἐκεῖσε καθιδρυνθῆναι, αὐτὸς ἐν τοσούτοις ἐκφωνεῖν ὑπὸ τῆς ἐγκρατείας καὶ τῆς ἀσθενείας οὐχ οἷός τε ὢν, προσφωνεῖ τῷ πλήθει διά τινος λέγων αὐτοῖς· « Ὦ τέκνα, νῦν καιρὸς εὐγνωμονοῦντας τὴν χάριν ὁμολογεῖν ἐφ' οἷς ἐχαρίσατο ἡμῖν ἡ Τριάς. Περ⟨…⟩ δὲ τοῦ θρόνου εἰσαῦθις ἀναλαβώμεθα. » Ταῦτα ⟨…⟩
And when morning came, the people of God together with the shepherd went to receive back the sacred house; there was therefore much murmur and tumult, no less than of a city being sacked from an assault of enemies, many armed men being in the streets and in two-storey and three-storey houses, and much wailing of women and children being mingled together. The emperor therefore also entered together with the blessed man into the temple. And as many things happen in human affairs, though it was morning darkness comes on, a cloud having run under the solar disc. And what happened, being foreign to a feast and such gladness, made the Arians more cheerful, as though God were not well-pleased with the transfer of the house; whereas grief smouldering beneath pressed the souls of the faithful. But when both the shepherd and the emperor passed inside the sacred chancel-rail, both one voice of praise was raised from all, and tears and stretching forth of hands. Suddenly, the cloud having withdrawn by the providence of God, the solar brightness having shone forth illumined the sacred house; and when the air was lightened, the minds of the men changed their despondency together into gladness, and they supplicated the emperor to seat the chief priest upon the throne. But the blessed man, not wishing to be seated there, himself not being able to speak out among so many by reason of his continence and weakness, addresses the multitude through someone, saying to them: "O children, now is the season in gratitude to confess thanks for the things which the Trinity has freely granted to us. And concerning the throne let us take it up another time." These things ⟨…⟩
Notes, col. 292

On the reading

Printed ἀρχιερεα, for ἀρχιερέα.

Printed ἡρημένοι, for ᾑρημένοι.

Printed Εισῄει, for Εἰσῄει.

PG 35:293Read from the page
μὲν λαὸς δεξάμενος, ἐπραΰνετο· ὁ αὐτοκράτωρ δὲ τῆς μετριότητος τοῦ ἀνδρὸς κατεπλήττετο. Καὶ οὕτως μὲν ἡ πανήγυρις διελύθη, εὐφροσύνην τε πλείστην παρασχομένου Χριστοῦ καὶ ἀσφάλειαν, ὥστε κατευνασθῆναι τῶν τε ὅπλων τὴν παρασκευὴν καὶ τῆς μανίας τὸ ζέον· ἓν δὲ μόνον γυμνωθὲν ξίφος ἀναιμωτὶ πάλιν ἐμβληθῆναι τῇ ξιφοθήκῃ.
the people indeed having received, were calmed; and the emperor was struck with amazement at the moderation of the man. And thus indeed the festal assembly was dissolved, Christ having provided very great gladness and safety, so that both the preparation of arms and the boiling of fury were lulled to rest; and one sword alone that had been bared was thrust back bloodlessly into its scabbard.
Πλήν γε οὐκ εἰς τέλος συνεχωρήθη μὴ ἐνιδρυνθῆναι τῷ θρόνῳ. Καίπερ γὰρ οὐκ ἐθέλοντα, καὶ ἰσχυρῶς ἀναινόμενον, ὅμως ἐνίδρυσε τῆς ἀρχιερωσύνης τοῖς θώκοις ἀρχιερέων πληθύς. Ταῦτα δὲ, μικρὸν ὕστερον. Ὁ μὲν οὖν βασιλεὺς τῷ ἀνδρὶ ἐγεγήθει, πατρὸς αὐτῷ τιμὴν καὶ αἰδῶ ἀπονέμων. Καὶ γὰρ ἦν, εἰ καὶ παιδεύσεως ἄμοιρος, ἀλλ' οὖν εὐσεβὴς ὁ ἀνὴρ καὶ πρᾷος, εἴ περ τις ἄλλος. Αὐτὸς δὲ Θεῷ σχολάζειν μᾶλλον ἢ βασιλεῖ τῶν καλῶν εἶναι οἰόμενος, οὐ συχνῶς ὡμίλει τοῖς βασιλείοις. Φιλαργυρίαν δὲ τοὺς παρισταμένους τῷ βασιλεῖ νοσοῦντας ὁρῶν, καὶ τοὺς δῶρα χαριζομένους ἀποδεχομένους, τῶν δὲ, οἷος ἦν αὐτὸς, μάλα καταφρονοῦντας· διά τοι ταῦτα ταῖς προσευχαῖς καὶ ἀγρυπνίαις καὶ διδασκαλίαις προσεῖχε, καὶ ἀσθενῶν θεραπείαις καὶ ἐπισκέψει, Θεῷ τούτοις καθαίρων ἑαυτὸν καὶ τὸ ποίμνιον· ποτὲ δὲ καὶ πρὸς ἀγροὺς ὑπανεχώρει, τὴν ἡσυχίαν ποθῶν, καὶ τὸ συνεχὲς τῶν πόνων ταύτῃ ἰώμενος, ὡς ἂν αὐτῷ τὸ σῶμα πρὸς τοὺς ἐφεξῆς πόνους μὴ ἀποκάμοι. Αὐλαῖς δὲ βασιλείων χρονίως ἐνέβαλλε, τὸ τῆς Παροιμίας εὖ καὶ πρεπόντως ἐκμελετήσας· Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν φίλον, ἵνα μὴ πλησθείς σου μισήσῃ σε.
Nevertheless it was not permitted to the end that he should not be seated upon the throne. For although he was unwilling, and strongly refused, yet a multitude of chief priests seated him in the seats of the high-priesthood. But these things were a little later. Now the emperor rejoiced in the man, rendering to him the honour and reverence of a father. For indeed the man was, even if without share in education, yet pious and meek, if ever anyone else was. But he himself, thinking that to devote leisure to God rather than to the emperor was among noble things, did not frequently consort with the palace. And seeing those who stood beside the emperor sick with love of money, and welcoming those who bestowed gifts, while greatly despising such men as he himself was; on this account indeed he gave heed to prayers and vigils and teachings, and to the healing and visiting of the sick, purifying himself and the flock for God by these things; and at times he also withdrew towards the country, longing for quiet, and healing the continuity of his labours by this, so that his body might not grow weary for him towards the succeeding labours. And he entered the courts of the palace at long intervals, having well and fittingly practised the saying of the Proverb: Seldom bring your foot to your friend, lest having had his fill of you he hate you.
Τοσαύτης δὲ ποιμὴν Ἐκκλησίας ἀποδειχθεὶς, καὶ παραλαβὼν προσόδους τε καὶ παντοδαπῶν κειμηλίων πλῆθος, μίαν δραχμὴν ἐντεῦθεν οὐ προσεκτήσατο· καίτοι γε βουλομένῳ καὶ ταλάντων ἀφθονίαν αὐτῷ περιποιεῖσθαι ἂν ἐξεγένετο, οὐ λογισμοὺς προσόδων καὶ διοικήσεως παρὰ τῶν οἰκονομησάντων τὰ τῆς Ἐκκλησίας ἐπεζήτησεν, οὐκ ἀναγραφὴν σκευῶν ἱερῶν, καπηλικῶν μᾶλλον ἢ ἐκκλησιαστικῶν ἀνδρῶν τὸ ἔργον τοῦτο ὑπολαβὼν, καὶ ἀρχόντων οὐκ ἐπισκόπων· τούτοις ἅπαντας ἐκπαιδεύων Θεῷ καθαρότητα προσφέρειν τῆς συνειδήσεως, καὶ μὴ ἀνθρώπους πειρᾶσθαι λονοθετοῦντας πείθειν.
And having been appointed shepherd of so great a Church, and having taken over both revenues and a multitude of treasures of every kind, he did not acquire for himself a single drachma thence; although if he had wished it would have been possible for him to procure even an abundance of talents, he did not demand accounts of revenues and administration from those who had managed the affairs of the Church, nor an inventory of sacred vessels, supposing this work to belong to huckster-like rather than ecclesiastical men, and to rulers not bishops; by these things educating all to offer to God purity of conscience, and not to try to persuade men who audit accounts.
Συνεχείᾳ δὲ πόνων, γήρᾳ τε καὶ ἀσθενείᾳ ἤδη καμπτόμενος, ἀῤῥωστήσας ἐπὶ τοῦ σκίμποδος ἦν. Καὶ δὴ τοῦ δήμου πλῆθος ἀθρόως ἐπεισῆλθε τῷ δωματίῳ, ἔνθα κατέκειτο. Ὁ δὲ, οἷα φιλεῖ συμβαίνειν τοῖς πτοουμένοις, ἐπιστρέψας ἐπὶ τοῦ σκίμποδος τοὺς πόδας, εἰς τοῦδαφος οὑτωσὶ ἐκαθέζετο, τί βού-
And being bent already by continuity of labours, old age, and weakness, having fallen sick he was upon his pallet. And indeed a multitude of the people entered all at once into the chamber where he lay. And he, as is wont to happen to those who are startled, having turned his feet upon the pallet, sat thus upon the floor, inquiring what
Notes, col. 293

On the reading

Printed λονοθετοῦντας, for λογοθετοῦντας.