Migne Reading Room

PG 35 · cols. 272–281 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:272Read from the page
καὶ ἀράν τινα προσμιγνὺς ἐκ πρεσβυτικῆς ὁρμωμενην ὀλιγωρίας. Ὁ δὲ, τό τε ἀπερίσπαστον ἑαυτῷ διοικούμενος, καὶ τῷ πατρὶ πειθαρχεῖν μέγα κρίνων, φησὶ πρὸς αὐτόν· « Ὦ πάτερ, κἂν ὅτι δυσχερῆ μοι τὰ προσταττόμενα, ὅμως δὲ σὴν χάριν οὐκ ἀνανεύω. Δέχομαι τὴν φροντίδα Ναζιανζοῦ. Γινωσκέτω δέ σου ἡ ἱερὰ καὶ θεοφιλὴς σύνεσις, ὡς οὐχ οἷόν τέ με, σοῦ τοῦ τῇδε βίου χωριζομένου, τῆς Ἐκκλησίας ἀντέχεσθαι. » Ὑποφθάσας οὖν ὁ πατὴρ, « Ἐμοὶ μὲν, ἔφη, ὦ παῖ, ζῶντι βακτηρία γενοῦ, τὸ γῆρας ὑποστηρίζων, καὶ ταῖς πατρικαῖς εὐχαῖς στηριζόμενος. Τελευτήσαντος δὲ, ὡς ἂν ᾖ σοι φίλον, διατίθεσο τὰ πράγματα. »
mingling also a certain curse proceeding from an old man's slighted authority. And he, both managing freedom from distraction for himself, and judging it a great thing to obey his father, says to him: « O father, even though the things commanded are very hard for me, yet for your sake I do not refuse. I accept the care of Nazianzus. But let your sacred and God-loving intelligence know that it is not possible for me, when you depart from this life here, to hold fast to the Church. » Anticipating him therefore, his father said: « To me indeed, O child, while I live, become a staff, supporting my old age, and being supported by a father's prayers. But when I have died, dispose of affairs as may be pleasing to you. »
Τούτων ἀκούσας, προσέμενε γηροκομῶν ἄριστα· αὐτόν τε ἤδη ἑκατὸν ἔτεσι πλησιάσαντα, καὶ τὴν μητέρα τούτων βραχύ τι ἀποδέουσαν, πολλῆς, ὡς εἰκὸς, θεραπείας καὶ ἀναπαύσεως χρήζοντας, καὶ μάλιστα ἤδη Καισαρίου τὸν βίον μετειληχότος, καὶ Γοργονίας τῆς ὁσιωτάτης ἐν γυναιξὶν ἀδελφῆς, ἀμφοτέρων μετατεθέντων πρὸς τὴν ἀγήρω ζωὴν καὶ ἄληκτον εὐδαιμονίαν, οὓς καὶ λόγοις ἐπιταφίοις ἐτίμησε, μόνος ἀπολειφθεὶς γήρως παραμυθία, ἀσθενείας ἰατρεία, γονέων εὐσεβῶν, εἰ μὴ μέγα εἰπεῖν, ἀμείνων διαδοχὴ, καὶ ἀρκοῦσα τοῖς προγόνοις εὔκλεια, ὥστε αὐτῶν δολιχεύειν τὴν μνήμην, καὶ τῇ συστάσει τοῦ κόσμου συμπαρεκτείνεσθαι. Τίς μὲν οὖν θεοσεβέστερον οἰκείων προέστη, ἐπιστήμῃ οἰκονομῶν, καὶ φιλοθεΐᾳ τὸν οἶκον, ὥσπερ τις ἄριστος οἰκονόμος, ἑκάστῳ νέμων τὰ πρόσφορα, συγγενέσι, φίλοις, οἰκέταις, ξένοις· τὰ δὲ τῆς Ἐκκλησίας οὕτως, ὡς κανόνα προκεῖσθαι δίκαιον ἅπασι τὴν ἐκείνου ποιμαντικήν; Προσηκόντως δὲ εἴρηται τῷ θείῳ Παύλῳ· Εἰ δέ τις τῶν οἰκείων προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Ὁ γὰρ ἕνα παιδαγωγήσας μετὰ συνέσεως, οὗτος δήπου καὶ οἶκον σώσειεν· ὁ δὲ οἶκον, καὶ Ἐκκλησίαν· ὁ δὲ Ἐκκλησίαν, καὶ πόλιν. Οἶκός τε γάρ ἐστι πολιτεία συνεσταλμένη· καὶ πόλις ἂν εἴη οἴκου τελεωτέρα περιγραφή. Τῆς δὲ αὐτῆς ἐπιστήμης πολλούς τε σώζειν καὶ ὀλίγους, ἢ ἕνα, καὶ οὐ τῷ ὅλῳ καὶ παντὶ, ἀλλὰ τῷ ποσῷ μόνῳ διαφέρει τὰ τοιαῦτα.
Having heard these things, he remained, tending their old age most excellently; both him who had already approached a hundred years, and his mother who fell some little short of these, needing much care and rest, as was natural, and especially since Caesarius had already exchanged this life, and Gorgonia his sister, most holy among women, both having been translated to the ageless life and unceasing happiness, whom he also honoured with funeral orations, having been left alone as the solace of old age, the healing of infirmity, the better succession—if it be not a great thing to say—of pious parents, and a glory sufficing for his ancestors, so that their memory runs a long course, and is stretched out alongside the constitution of the world. Who then presided more piously over his own household, managing his house with knowledge and love of God, like some best steward, distributing to each what was fitting, to kinsfolk, friends, servants, strangers; and the affairs of the Church in such a way that his pastoral rule was set forth as a just canon for all? And fittingly has it been said by the divine Paul: But if anyone knows not how to preside over his own household, how shall he take care of the Church of God (1 Tim. 3:5)? For he who has guided one person with understanding, this man doubtless would also save a house; and he who saves a house, a Church also; and he who saves a Church, a city also. For both a house is a contracted commonwealth; and a city would be a more complete circumscription of a house. And it belongs to the same science to save both many and few, or one, and such things differ not on the whole and altogether, but in quantity alone.
Τοῦ δὲ πατρὸς αὐτῷ ⟨Γ⟩ρηγορίου (οὕτως ⟨γ⟩ὰρ
And when his father Gregory (for thus
Notes, col. 272

On the reading

Printed ὁρμωμενην, for ὁρμωμένην.

PG 35:273Read from the page
καὶ αὐτὸς ὠνομάζετο) τὸν βίον μεταλλάξαντος, τιμήσας τὸν πατέρα λόγοις ἐπιταφίοις, τήν τε θεοφιλῆ μητέρα Νόνναν ἐγκωμιάσας ἔτι ζῶσαν· ὅσιά γε ποιῶν καὶ οἷα εἰκὸς τὸν φιλοπάτορά τε καὶ φιλομήτορα, καὶ φιλόχριστον, καὶ ἀντιλαμβανόμενος αὐτῆς ἐν χηρείᾳ καὶ πολιᾷ βαθείᾳ δεομένης ἐπικουρίας τε καὶ ἀνέσεως, μετὰ τὴν αὐτῆς τελευτὴν τῆς Ἐκκλησίας ὑπανεχώρησε· καὶ καταλαβὼν τὴν Σελεύκειαν, τῷ παρθενῶνι τῆς πανάγνου Θέκλης ἐνδιαιτᾶται, καιρὸν ἐνδιδοὺς ἐπίσκοπόν τινα καταστῆναι Ναζιανζοῦ. Ὡς δὲ ὑποστρέψας ἐν τοῖς ὁμοίοις ἦν, μήτε ποιμένος προβληθέντος, καὶ τοῦ λαοῦ μετὰ δακρύων αὐτὸν ἱκετευόντων, οὐ κάμπτεται πρὸς τὴν αἴτησιν, ἀλλ' ἔμενεν ἀκλινὴς, οὐχ ἧττον ἢ δρῦς πρὸς ἐμβολὰς ἀνέμων ἀτίνακτος.
he himself also was named) had exchanged this life, having honoured his father with funeral orations, and having praised his God-loving mother Nonna while she was still living; doing holy things indeed and such as befitted one who loved his father and loved his mother, and loved Christ, and supporting her in widowhood and deep hoary age when she needed both succour and rest, after her death he withdrew from the Church; and having reached Seleucia, he dwells in the sanctuary of the all-pure virgin Thecla, giving an opportunity for some bishop of Nazianzus to be appointed. But when having returned he found things in the same state, neither a pastor having been put forward, and the people entreating him with tears, he is not bent towards their request, but remained unswerving, no less unshaken than an oak against the blasts of winds.
Ὃ δὲ αὖ μικροῦ παρέδραμε τὴν ἐμὴν μνήμην, μέγιστον ὂν, τοῦτο ὑμῖν διηγήσομαι, ἐκείνω γε εἰς εὐφημίαν οὐκ ἔλαττον ἢ ὑμῖν εἰς εὐεργεσίαν. Πᾶν γὰρ καλὸν καὶ ζηλωτὸν δήπου· τὸ δὲ ζηλωτὸν καὶ ποριστικὸν ἀρετῆς· ἡ δὲ πρὸς Θεὸν φέρει τοὺς ἑπομένους. Ὁρῶν ὁ μέγας Βασίλειος τοὺς λωβουμένους ἀδελφοὺς λίαν μὲν ἐλεεινοὺς καὶ συμπαθείας ἀξίους, ἥκιστα δὲ οἰκτειρομένους, καὶ ὡς ἄγος τι, καὶ μίασμα, καὶ ἀποτρόπαιον τοῖς πολλοῖς ὄντας δι' ἀμάθειαν καὶ μισανθρωπίαν, καὶ εἰς ἔννοιαν τῆς φύσεως ἐλθὼν, βουλὴν προτίθεται εὐσεβῆ, καὶ τῆς ἐκείνου φιλαδελφίας ἀξίαν. Οἴκους παμμεγέθεις ἀναδειμάμενος, καὶ προσόδους ἐτησίας τάξας, ἃς ἐκ τῶν εὐπόρων περιεποιήσατο, προτρέψας συνέσεως λόγοις πρὸς τὴν ἐπίδοσιν, πάντας τοὺς ἀσθενεῖς εἰς ταὐτὸν ἤθροισε, φροντιστήρια ταῦτα καλέσας πτωχῶν. Τούτων συνεργὸς καὶ συναγωνιστὴς ὑπῆρχε Γρηγόριος, καθὰ δηλοῖ ὁ περὶ φιλοπτωχίας λόγος, ὅσην περὶ τὸ πρᾶγμα σπουδὴν Βασιλείῳ τῷ μεγάλῳ συγκατεβάλετο, μεγίστην δείξας τῶν ἐντολῶν πτωχοτροφίαν, καὶ τῆς τοῦ Θεοῦ μεγαλειότητος καὶ φιλανθρωπίας ἀξίαν. Ἀλλὰ τοῦτο μὲν εἰς τοσοῦτον, ὅσον τοῦ μὴ δόξαι παραλελεῖφθαι τοσοῦτον κατόρθωμα.
And what in turn almost escaped my memory, though it is very great, this I will relate to you, tending no less to his praise than to your benefit. For everything noble is also enviable, doubtless; and what is enviable is also productive of virtue; and virtue leads towards God those who follow it. The great Basil, seeing the brethren afflicted with leprosy to be very pitiable indeed and worthy of sympathy, yet least of all pitied, and regarded by the many as a kind of pollution, and defilement, and abomination through ignorance and hatred of mankind, and having come to a consideration of their nature, sets forth a pious counsel, and one worthy of his brotherly love. Having built houses of vast size, and having appointed yearly revenues, which he procured from the wealthy, having exhorted them by words of understanding towards giving, he gathered all the sick into the same place, having called these places hospices for the poor. Of these things Gregory was a fellow-worker and fellow-combatant, as his discourse on love of the poor shows, how great a zeal concerning the matter he contributed together with Basil the Great, showing the maintenance of the poor to be the greatest of the commandments, and worthy of the majesty and loving-kindness of God. But let this suffice so far as not to seem to have left aside so great a right deed.
Τῆς δὲ Ἀρειανικῆς αἱρέσεως ἐκ πολλῶν χρόνῶν πιεζούσης τὴν Ἐκκλησίαν, καὶ βασιλικῇ χειρὶ καταστρεφομένης τὰ τοῦ Θεοῦ ὀχυρώματα, τῷ πρὸς ἀσέβειαν ὑποσπάσασθαι τοὺς ἁπλουστέρους, μέγαν τε Θεὸν τὸν Πατέρα καὶ μικρὸν τὸν Υἱὸν, καὶ κτίσμα τὸ ἅγιον Πνεῦμα δογματιζούσης, ἐπεφύη, οἷον ἐξ ὕδρας τινὸς νεοθαλὴς κεφαλὴ, τῶν πνευματομάχων ἡ αἵρεσις, περὶ μὲν τὸν Υἱὸν εὐγνωμονοῦσα, καὶ ἴσον
And while the Arian heresy for many years was oppressing the Church, and by the imperial hand was overthrowing the strongholds of God, by drawing away stealthily the simpler folk towards impiety, teaching as dogma that the Father is a great God and the Son a small one, and that the Holy Spirit is a creature, there grew upon it, like a freshly sprouting head out of some hydra, the heresy of the fighters against the Spirit, holding right sentiment indeed concerning the Son, and equal
Notes, col. 273

On the reading

Printed ἐκείνω, for ἐκείνῳ.

Printed χρόνῶν, for χρόνων.

PG 35:276Read from the page
τῷ Πατρὶ τιθεμένη τὸν Λόγον, τὸ δὲ Πνεῦμα τὸ ἅγιον βλασφημοῦσα, καὶ τοῦτο διχῶς. Οἱ μὲν γὰρ κτίσμα φανερῶς ἐδογμάτιζον, οἱ δὲ οὔτε κτίσμα οὔτε Θεὸν, ἀλλ' ἐλεύθερον· οὓς Ἡμιαρείους ἐκεῖνος ὠνόμαζε, πρέπουσαν τῇ δόξῃ αὐτῶν τὴν προσηγορίαν ἐπειπών· ὡς τιμῶσι μὲν τὸν Υἱὸν τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἀτιμάζουσι.
to the Father setting the Word, but blaspheming the Holy Spirit, and this in two ways. For some openly taught as dogma that He is a creature, while others taught that He is neither a creature nor God, but free; whom he named Semi-Arians, applying the appellation fitting to their opinion; inasmuch as they honour the Son indeed, but dishonour the Holy Spirit.
Τῆς οὖν τοιαύτης ἔριδος πᾶσαν ὑπολαβούσης τὴν ὑπὸ Ῥωμαίους ἀρχὴν, πλέον δὲ τοῦ Βυζαντίου κατακρατούσης, ἐξεγείρει ὁ Θεὸς τὸ πνεῦμα τὸ ἅγιον Γρηγορίου τοῦ Θεολόγου, ἐλεήσας τοὺς ἀπολλυμένους ὑπὸ τῆς φθοροποιοῦ τῆσδε διδασκαλίας· καὶ οἷον πρὸς Μωϋσέα φησίν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αιγύπτῳ (σκότος δὲ ἡ Αἴγυπτος λέγεται τῇ φωνῇ τῶν Ἑβραίων· δηλοῖ δὲ νῦν τῶν αἱρέσεων τὸν κατασχόντα ζόφον), καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον. Καὶ τοιαύτῃ παρακελεύσει κινήσας τὸν ἄνδρα, εἰς τὸ Βυζάντιον ἀποστέλλει πληρώσας Πνεύματι, ἵνα ὑπερμαχήσῃ τοῦ Πνεύματος. Ὁ δὲ αὐτίκα, Βασιλείου τοῦ μεγάλου φωστῆρος τὴν ὁρμὴν αὐτῷ συνεπιτείνοντος, καὶ πρὸς τοὺς πνευματικοὺς ἀγῶνας ἀλείφοντος, ἄλλων τε πλείστων ἀρχιερέων, καὶ τῶν πιστῶν τῆς βασιλίδος ἀντιβολούντων αὐτοῖς ἀλεξίκακον γενέσθαι χρήζουσιν ἐπικουρίας τῇ βασιλίδι παρῆν· ὕλης μὲν ἁπάσης, καὶ τρυφῆς καὶ πλουτου ἄπορος, ἀλλὰ Πνεύματος πλήρης. Ὑπεδέχθη δὲ παρὰ συγγενῶν καὶ τὸ σῶμα καὶ τὴν εὐσέβειαν, εὗρε δὲ τὴν Ἐκκλησίαν, ὡς ἱστὸν ἐπ' ὄρους, ἢ ὡς σημαίαν ἐπὶ βουνοῦ, προφητικῶς εἰπεῖν, βραχεῖαν, καὶ εὐαρίθμητον, καὶ λανθάνουσαν, διὰ τὸ πάσης παῤῥησίας ὑπὸ τοῦ κράτους ἀποστερεῖσθαι· οἴκους δὲ ἱεροὺς ἅπαντας διηρπασμένους, καὶ βίᾳ κατεχομένους. Μόνη δὲ ἡ ἁγία Ἀναστασία τοῖς ὀρθοδόξοις ἀνεῖτο· τάχα μὲν καὶ αὕτη καταφρονηθεῖσα διὰ σμικρότητα περιγραφῆς, ὡς εἰδεῖεν ἂν οἱ θεασάμενοι τὸ παλαιὸν αὐτῆς τέμενος.
When such strife, therefore, had seized the whole empire under the Romans, and was prevailing still more over Byzantium, God stirred up the holy spirit of Gregory the Theologian (Dan. 13:45), having taken pity on those perishing under this destructive teaching; and as though to Moses He says: Seeing I have seen the affliction of My people that is in Egypt (now Egypt is called darkness in the tongue of the Hebrews; and it signifies now the gloom of heresies that had taken hold), and I have heard their groaning; and I have come down to deliver them. And now come, I will send thee into Egypt (Exod. 3:7-10). And having moved the man by such an exhortation, He sends him to Byzantium, having filled him with the Spirit, that he might fight in defence of the Spirit. And he straightway, while Basil the great luminary intensified his impulse with him, and anointed him for the spiritual contests, and very many other high priests, and the faithful of the imperial city entreated him to become an averter of evil for them who needed succour, was present in the imperial city; destitute indeed of all material substance, and luxury and wealth, but full of the Spirit. And he was received by kinsfolk both in body and in piety, and he found the Church, like a mast upon a mountain, or like a standard upon a hill (Isa. 30:17), to speak prophetically, small, and easily numbered, and hidden, because of being deprived of all freedom of speech by the ruling power; and all the sacred houses plundered, and held by force. Only the Church of Holy Anastasia was left open to the orthodox; perhaps even this despised because of the smallness of its compass, as those would know who have beheld its ancient precincts.
Εὐθὺς οὖν αὐτὸς, ὥσπερ τις Δαβὶδ, παρατάττεται· καὶ σφενδονᾷ τὰ ἀλλόφυλα δόγματα λόγων στεῤῥότητι, καὶ τοῖς πιστοῖς πιστῶς ἐπανάγει τὴν παῤῥησίαν, καθ' ἡμέραν προσλαμβάνων, καὶ αἰχμαλωτίζων τῷ Θεῷ τοὺς κακῶς ἐπαναστάντας τῇ ἀληθείᾳ. Ὀλίγου τοίνυν χρόνου διαδραμόντος, τοσαύτην τοῦ πλήθους τὴν ἐπίδοσιν ἐποιήσατο, ὡς μὴ εἶναι ταῦτα συγκρίνειν τοῖς πρότερον· κἀνταῦθα τὸ ἱερὸν τελειοῦσθαι γράμμα· Ὁ οἶκος Δαβὶδ ἐπορεύετο, καὶ ἐμεγαλύνετο· ὁ δὲ οἶκος Σαοὺλ ἐπο-
Straightway therefore he himself, like some David, marshals himself for battle; and he slings at the foreign dogmas of the Philistines with firmness of words, and faithfully brings back freedom of speech to the faithful, gaining additions daily, and taking captive for God those who had wickedly risen up against the truth. When a little time accordingly had elapsed, he brought about so great an increase of the multitude that it was not possible to compare these things with what went before; and here the sacred Scripture was fulfilled: The house of David went on, and grew great; and the house of Saul went-
Notes, col. 276

On the reading

Printed Αιγύπτῳ, for Αἰγύπτῳ.

Printed πλουτου, for πλούτου.

PG 35:277Read from the page
ρεύετο, καὶ ἠσθένει. Ἦν ὁρᾷν οὖν ποικίλην τινὰ τῶν σωζομένων τὴν εὐταξίαν. Οἱ μὲν γὰρ ἤδη ἐσαγηνεύθησαν, οἱ δὲ ἔμελλον· οἱ δὲ, ἤδη τελειωθέντες, ἄλλων ἦσαν θηρευταὶ καὶ διδάσκαλοι. Ἐπὶ τούτοις τίς ἂν ἕτερος ἤνεγκε τῶν μὲν Ἀρειανῶν τὴν ὀργὴν, τῶν δὲ πέλας τὴν βασκανίαν; Οἵτινες, δέον ἐπικουρεῖν, καὶ ἀγωνιζομένῳ συναγωνίζεσθαι, τοῖς κατορθώμασιν αὐτοῦ ἐδυσχέραινον, ἔξαμμα τοῦ φθόνου τῆς Ἐκκλησίας ποιούμενοι τὴν ἐπίδοσιν, καὶ τοῖς ἴσοις κρατεῖν οὐκ ἰσχύοντες, ἢ οὐ βουλόμενοι κακίᾳ τὴν ἀρετὴν ὑπερβαλεῖν ἡμιλλήθησαν.
on, and grew weak (2 Kings 3:1). One might see therefore a certain varied good order of those being saved. For some had already been caught in the net, and others were about to be; and others, having already been perfected, were hunters and teachers of others. At these things who else would have borne the wrath of the Arians on the one hand, and the envy of neighbours on the other? Who, when it was their duty to succour, and to contend together with him as he contended, were vexed at his successes, making the increase of the Church kindling for their envy, and not having strength, or not willing, to prevail by equal means, competed to surpass virtue by wickedness.
Οὔπω δὲ τούτου λωφήσαντος τοῦ κακοῦ, ἐπιφύεται ὁ Σύρος Ἀπολλινάριος, ἰδίαν τινὰ καινίζων κακοδοξίαν. Τὴν γὰρ ἐνανθρώπησιν ἀληθῆ μὴ δοξάζων, σαρκὸς πρόσληψιν καὶ ψυχῆς ἀλόγου μόνην ἐδίδασκε, ψυχῆς νοερᾶς τὴν οἰκονομίαν ἀποτεμνόμενος. Ἐλλόγιμος δὲ ὢν τὴν τῶν Ἑλλήνων παίδευσιν, κλέπτει πολλοὺς τῇ ποικιλίᾳ τῶν λόγων. Παρῆσαν οὖν ἁπανταχοῦ γῆς μαθηταὶ τῆς αἱρέσεως, ἕλκοντες τοὺς ἀμαθεῖς, ὥσπερ ἀγκίστροις εἰς τὴν ἀπώλειαν. Αὖθις οὖν ἀγῶνι δυσμάχῳ συνείχετο, ἐλέγχων, ἐπιτιμῶν, παρακαλῶν, τοὺς μὲν ἐν τῇ πίστει διαφυλάττων, τοὺς δὲ ἐπανάγων, ὅθεν ἐξέπεσον. Οἷα δ' οὖν πέφυκε συμπίπτειν ἐν τοῖς τοιούτοις, ἡ τῆς τελείας ὁμολογία σαρκώσεως εἰς δύο υἱοὺς ἐνομίσθη τοῖς ἀπαιδεύτοις διαίρεσις. Ἀεὶ οὖν τῷ δήμῳ προσκαθεζομένων τῶν φοιτητῶν Ἀπολλιναρίου, καὶ ταῦτα τοῦ ὁσίου κατηγορούντων, ἴσχυσεν ἡ ἐπήρεια. Ῥανὶς γὰρ ἐνδελεχοῦσα κοιλαίνει πέτραν. Καὶ ἐπειδὴ τὰ τοιαῦτα τῆς τῶν πολλῶν ἀκοῆς ὑψηλότερα, μὴ δυναμένων συνιέναι τῆς οἰκονομίας τὸ βάθος, λύκοι μὲν ἐπιστεύοντο· ὁ δὲ ποιμὴν ὑπῆρχεν ἐν ὑποψίᾳ, τὴν ἀλήθειαν ἐκπαιδεύων. Οἱ οὖν τῆς Ἀρείου δόξης ὑπέρμαχοι, ὥσπερ σύες ἄγριοι κατὰ τοῦ ὁσίου πάλαι τὴν ὀργὴν παραθήγοντες, προσλαβόντες δὲ καὶ τὴν ἐπαναστᾶσαν αὐτῷ ταραχὴν καὶ συκοφαντίαν ἐκ τῶν δοξαζόντων τὰ Ἀπολλιναρίου, ἐξάψαντες τὸν δῆμον ψευδέσι λόγοις, λίθοις μὲν τὸν ἄνδρα κατέλευσαν, ὥς ποτε Ἰουδαῖοι τὸν Στέφανον· πλήν γε ἄστοχοι αὐτῶν γεγόνασι αἱ βολαὶ, Θεοῦ σκέποντος τὸν ἑαυτοῦ πρόμαχον.
And before this evil had yet abated, there springs up beside it Apollinarius the Syrian, innovating a certain peculiar false opinion of his own. For not holding the incarnation to be true, he taught the assumption of flesh and of an irrational soul alone, cutting off from the dispensation an intelligent soul. And being notable in the education of the Greeks, he beguiles many by the variety of his words. Disciples of the heresy were present therefore everywhere on earth, dragging the unlearned, as though with hooks, into perdition. Again therefore he was held fast in a hard-fought contest, reproving, rebuking, exhorting (2 Tim. 4:2), preserving some in the faith, and leading others back whence they had fallen away. Now, such as naturally happens in such matters, the confession of the perfect incarnation was accounted by the uninstructed a division into two sons. As the disciples of Apollinarius therefore were continually besetting the people, and accusing the holy man of these things, their spiteful abuse prevailed. For a continual drop hollows a stone. And since such matters were higher than the hearing of the many, as they were unable to understand the depth of the dispensation, wolves indeed were believed; while the shepherd was under suspicion as he taught the truth thoroughly. The champions of the opinion of Arius, therefore, like wild boars having long been whetting their wrath against the holy man, and having taken to themselves also the tumult and calumny that had risen up against him from those who held the opinions of Apollinarius, having inflamed the people with false words, stoned the man with stones, as once the Jews stoned Stephen (Acts 7:58); yet their casts missed the mark, as God sheltered His own champion.
Συλλαβόμενοι δὲ αὐτὸν, τῷ τοῦ ὑπατικοῦ παρέστησαν βήματι, ὥς τινα ταραχῶν καὶ στάσεων αἴτιον. Ὢ τῆς ἀναλγησίας! ὢ ἰσχύος τοῦ ψεύδους, εἰ Γρηγόριος περὶ τοιούτων ἐκρίνετο, ὁ καὶ τῆς τῶν ἄλλων ὀργῆς τε καὶ ἀταξίας ἠπιώτατος ἰατρὸς, ὁ τῆς εἰρήνης βραβευτὴς, ὁ Χριστοῦ μαθητὴς, τοῦ πράου καὶ ταπεινοῦ καὶ νομοθετοῦντος τὴν ἐπιείκειαν! Αὐτὸς δὲ, καίπερ
And having seized him, they set him before the tribunal of the consular governor, as some author of tumults and seditions. Oh the insensibility! oh the strength of falsehood, if Gregory was judged concerning such things, he who was the gentlest physician even of the wrath and disorder of others, the arbiter of peace, the disciple of Christ, the meek and lowly and legislator of gentleness! Yet he himself, although
PG 35:280Read from the page
τηλικούτοις χαλεποῖς συνεχόμενος, ἐκεῖνα ἐφρόνει τε καὶ ἐφθέγγετο ἕνεκεν τοῦ ὀνόματός σου, Χριστέ· Ἐὰν καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Κἀντεῦθεν γοῦν μαστίγων καὶ αἰκίας χωρὶς ἀπελύετο, μάρτυς ἄνευ κινδύνων, καὶ δίχα μωλώπων στεφανηφόρος, τοσοῦτον μόνον εἰσενεγκὼν, ὅσον ὑπομεῖναι τῇ προαιρέσει, ἃ μὴ παθεῖν Χριστὸς συνεχώρησε.
held fast by such great hardships, both thought and uttered those words for the sake of Thy name, O Christ: Yea, though I walk in the midst of the shadow of death, I will fear no evils, for Thou art with me (Ps. 22:4). And hence accordingly he was released without scourges and outrage, a martyr without dangers, and a crown-bearer apart from bruises, having contributed only so much as to endure in his purpose what Christ did not permit him to suffer.
Τοιούτοις ουν διαλάμψας ἀγῶσιν, ἤδη πᾶσιν ὑπῆρχε καταφανής· ζηλωτὸς μὲν τῇ παῤῥησίᾳ τῆς ἀληθείας, ζηλωτὸς δὲ τῇ ἀρετῇ καὶ τοῖς τοσούτοις πόνοις· ἀπόβλεπτος δὲ τῷ πλήθει τῆς Ἐκκλησίας. Ὥστε καὶ Πέτρον, ἐπίσκοπον ὄντα τῆς Ἀλεξανδρέων μεγαλυπόλεως, Ἀθανασίου τοῦ πάνυ τὴν ποιμαντικὴν ἐκδεξάμενον, ἐπιστεῖλαι Γρηγορίῳ τῷ μεγάλῳ τὴν Κωνσταντίνου πόλεως ἀρχὴν βεβαιοῦντα. Καὶ λίαν γε ὀρθῶς καὶ δικαίως, τοῦτον ἐπίσκοπον εἶναι, τὸν τοὺς πόνους προεισενεγκόντα τοῦ ἀξιώματος, καὶ μισθὸν ἱδρώτων τὸν θρόνον, ἀλλὰ μὴ χάριν ἀνθρωπίνην ἀπενεγκάμενον. Τὸ μὲν οὖν πλῆθος τῶν πεπραγμένων αὐτῷ ἀθρόως, ἐπεισιόν μου τῇ διανοίᾳ, συγχεῖ τὴν ἀκολουθίαν, καὶ καθάπερ ἐν κυμάτων ἐπαναστάσει τῶν δευτέρων ἡ φορὰ καλύπτει τὰ φθάσαντα. Ἀλλ' οὖν ἅπαξ καταστὰς εἰς τὸν λόγον, οὐ προαποστήσομαι τοῦ τέλους, τὸν Γρηγορίου Θεὸν λαμβάνων τῆς ἀσθενείας ἐπίκουρον, καὶ εἰς τὸ σύγγνωμον ἀφορῶν τῆς ὑμετέρας ἐπιεικείας.
Having shone forth therefore in such contests, he was already manifest to all; enviable indeed for his boldness of speech for the truth, and enviable for his virtue and his so great labours; and conspicuous for the multitude of the Church. So that even Peter, who was bishop of the great city of the Alexandrians, having succeeded to the pastoral rule of the famous Athanasius, wrote to Gregory the Great confirming the rule of the city of Constantine. And very rightly and justly indeed, that this man should be bishop, who had contributed his labours beforehand prior to the dignity, and had carried off the throne as a reward of sweat, and not as a human favour. The multitude, therefore, of the things done by him all at once, coming in upon my mind, confounds the sequence, and just as in the rising of waves the rush of the second ones covers those that went before. Yet having once entered upon the discourse, I will not desist before the end, taking the God of Gregory as helper of my weakness, and looking towards the indulgence of your gentleness.
Ἐγένετό τις ἐν τῇ βασιλίδι Μάξιμος, τὸ γένος Αἰγύπτιος, τὸν τρόπον βάρβαρος, Ἰαννῆς τις νέος, οἷον κατὰ τοῦ Μωϋσέως Γρηγορίῳ παραταττόμενος· οὗτος φιλόσοφος ὢν κυνικὸς τῇ βακτηρίᾳ, καὶ τῇ κόμῃ, καὶ τῷ τρίβωνι σεμνυνόμενος, καὶ μέχρι τούτου ἔχων τὸ φιλοσοφεῖν· τὴν δὲ γαστριμαργίαν, καὶ τὴν πλεονεξίαν, καὶ τὴν ἀναίδειαν κύων μᾶλλον ἢ κυνικὸς, καὶ τῶν Ἀντισθένους γνωρίμων ἀντίθετος· καὶ οἷον τὸν Νάβαλ, ἀκούομεν προσελθὼν τῷ ἱερῷ ποιμένι, καὶ παρ' αὐτοῦ κατηχηθεὶς, μεταμαθὼν τὴν ἀθεΐαν, μέρος τῆς Ἐκκλησίας καθίσταται, ἀναγεννηθεὶς τῷ βαπτίσματι. Εὐλάβειαν δὲ ὑποκρινόμενος, ὁμορόφιος καὶ ὁμοτράπεζος τοῦ ἀρχιερέως καθίσταται, πάντα αὐτῷ εἶναι νομιζόμενος, γνήσιος ὑπηρέτης, λόγων ἐπαινέτης, εὔνους Χριστιανοῖς, οὐ φαυλότατος. Ὡς δὲ πεῖραν
There was a certain Maximus in the imperial city, an Egyptian by race, a barbarian in manner, a certain new Jannes, marshalling himself against Gregory as though against Moses (Exod. 2:11; 2 Tim. 3:8); this man, being a Cynic philosopher, priding himself on his staff, and his long hair, and his threadbare cloak, and having his practice of philosophy extending only thus far; but in gluttony, and covetousness, and shamelessness a dog rather than a Cynic, and the opposite of the disciples of Antisthenes; and such as we hear Nabal was (1 Kings 25:3 ff.), having approached the sacred shepherd, and having been instructed by him, unlearning his ungodliness, he becomes a member of the Church, having been regenerated by baptism. And feigning reverence, he becomes a sharer of the same roof and sharer of the same table with the high priest, being accounted to be everything to him, a genuine servant, a praiser of his discourses, well-disposed to Christians, not the meanest. But when a trial
Notes, col. 280

On the reading

Printed ουν, for οὖν.

Printed μεγαλυπόλεως, for μεγαλοπόλεως.

PG 35:281Read from the page
τῷ χρόνῳ διδοὺς, ἄξιος ἐνομίσθη τοῦ βήματος, τηνικαῦτα τῷ κλήρῳ ἐγκαταλέγεται· καὶ τὸν Ἰούδαν ζηλώσας, ἀπόστασιν ἐννοεῖ κατὰ τοῦ διδασκάλου ἐπιστρατεύων, συνεργῷ χρώμενός τινι πρεσβυτέρῳ τῆς Ἐκκλησίας, ὃς, μηδὲ ἐπιτιμηθεὶς πώποτε, ἀλλὰ καὶ λίαν ἐν τοῖς τιμίοις ὑπάρχων, τῷ Μαξίμῳ τὸ δρᾶμα συνεσκαιώρει. Τὸ δὲ ἦν ἐπίσκοπον καταστῆσαι τοῦ Βυζαντίου τὸν Μάξιμον. Ἐπεὶ δὲ καὶ χρυσίου ἔδει πρὸς τὰ τοιαῦτα, πόθεν ὁ πόρος, ἀκούσατε. Πρεσβύτερός τις νησιώτης ἐκ Θάσσου, τῷ Βυζαντίῳ προσορμισθεὶς, ἐκόμιζε χρήματα, πλάκας μαρμάρου Προκονησίας ἐμπορευσόμενος. Τοῦτον ἑλόντες, καὶ ὑποσχέσεσι δελεάσαντες (εὔπιστον γὰρ ἡ κουφότης πρὸς ἀπάτην καθίσταται), λαμβάνουσι τὸ χρυσίον τῆς κακουργίας συνέμπορον, καὶ πέμψαντες εἰς τὴν Ἀλεξάνδρειαν, πείθουσι τὸν Πέτρον ἀποστεῖλαι ἄνδρας χειροτονῆσαι τὸν Μάξιμον.
giving over to time, he was deemed worthy of the sanctuary, at that time he is enrolled in the clergy; and having emulated Judas, he devises defection, campaigning against his teacher, making use of a certain presbyter of the Church as a collaborator, who, having never even been rebuked, but even being very much among those held in honour, was contriving the drama with Maximus. And this was to establish Maximus as bishop of Byzantium. And since there was also need of gold for such things, hear whence the resource came. A certain islander presbyter from Thasos, having put into port at Byzantium, was bringing money, intending to buy slabs of Proconnesian marble. Having caught this man, and having enticed him with promises (for lightness of mind renders one easily persuaded towards deceit), they take the gold as a fellow-merchant of their wickedness, and having sent to Alexandria, they persuade Peter to send men to ordain Maximus.
Καὶ δὴ θᾶττον λόγου ταῦτα ἐπράττετο. Παρῆσαν ἀπ' Αἰγύπτου οἱ τὴν ἐπισκοπὴν δώσοντες. Οὗτος ὁ Πέτρος ἐκεῖνος, ὁ πρὶν μὲν Γρηγόριον ἐνθρονίσας, νῦν δὲ χειροτονῶν Μάξιμον, καὶ οὐδὲ τὸ ἑαυτοῦ γράμμα δυσωπηθεὶς, εἰ μή τι τὴν ἀρετὴν τοῦ ἀνδρὸς καὶ τὸ κλέος. Ὡς δ' οὖν ἧκον οἱ παρ' αὐτοῦ σταλέντες, ὄρθρος ἦν, καὶ αὐτοὶ παρῆσαν εἴσω τῆς ἐκκλησίας, οὐ τῷ ποιμένι ταῦτα γνωρίσαντες, οὐ πρεσβυτέροις, οὐ κλήρῳ, οὐ τῶν ἐν τέλει τινὶ, οὐ λαῷ πιστῷ, ἀλλ' αὐτίκα τῆς χειροτονίας εἴχοντο. Ἀκοῆς δὲ γενομένης ἀθρόως, παρῆσαν ἱερεῖς, κλῆρος, λαὸς ἔκκριτος, αἱρετικῶν σμῆνος. Πάντες γὰρ ἐχθροί τε ὁμοίως καὶ φίλοι ὑπὸ μανίας ἀνήφθησαν τὴν ἀταξίαν αὐτῶν καὶ τὴν μοχθηρίαν καταπλαγέντες. Κακία γὰρ ἄμαχος καὶ τοὺς ἐχθροὺς πολλάκις τοῦ πάσχοντος πρὸς ἄμυναν διανίστησιν. Ὡς δ' ὑπ' ἀνάγκης ἀνήνυτα ἦν αὐτῶν τὰ βουλεύματα (ἡ γὰρ προπέτεια τὸν δῆμον αὐτοῖς ὑπετείχισε), τί δρῶσιν; Ἐξελθόντες τῆς ἐκκλησίας, εἰς οἶκον ἀφικνοῦνται χοραύλου τινὸς, κἀκεῖ χειροτονοῦσι τὸν Μάξιμον, συνεργοὺς ἔχοντές τινας τοῦ λαοῦ καὶ συλλήπτορας, ἐπ' αἰτίαις ἀταξίας τῆς Ἐκκλησίας ἐκβεβλημένους. Χαίρουσι γὰρ οἱ τοιοῦτοι ταῖς αἰφνιδίοις μεταβολαῖς, πρὸς μὲν τὰ καθεστηκότα τῶν πραγμάτων ἀπεχθανόμενοι, ἀεὶ δὲ καινοτομίας ἐρῶντες. Ἡ δ' οὖν πόλις θυμῷ ζέουσα, τί ἄν τις λέγοι, ὁπόσης λοιδορίας τοῦ Μαξίμου κατέχεον, μεμφόμενοι καὶ αὐτῷ Γρηγορίῳ, ὁπόσης εὐνοίας τὸν Μάξιμον καὶ παῤῥησίας
And indeed these things were being done faster than a word. Those from Egypt who were going to give the episcopate were present. This was that Peter, who formerly enthroned Gregory, and now was ordaining Maximus, not even put to shame by his own letter, to say nothing of the virtue of the man and his renown. When therefore those sent by him arrived, it was dawn, and they were present inside the church, having made these things known neither to the shepherd, nor to the presbyters, nor to the clergy, nor to anyone of those in authority, nor to the faithful people, but straightway they set to work on the ordination. And when report arose all at once, there were present priests, clergy, chosen people, a swarm of heretics. For all, enemies and friends alike, were kindled with fury, astounded at their disorder and wickedness. For invincible malice oftentimes rouses even the enemies of the sufferer to defence. And when of necessity their counsels were impracticable (for their headlong rashness walled off the people against them), what do they do? Having gone out of the church, they come to the house of a certain flute-player, and there they ordain Maximus, having as collaborators and helpers certain of the people who had been cast out of the Church on charges of disorder. For such men rejoice in sudden changes, being hostile towards the established state of affairs, and ever loving innovation. And so the city boiling with wrath, what could one say, how much abuse they poured down upon Maximus, blaming even Gregory himself, of how much goodwill and outspokenness towards Maximus
Notes, col. 281

On the reading

Printed συνεσκαιώρει, for συνεσκευώρει.