οὕτω τῆς Ἀντισθένους καὶ Διογένους καὶ Κράτητος ὑπερήρθησαν, ὡς παιδιὰν ἀποφῆναι τὰ ἐκείνων σεμνολογήματα. Ἦσαν γὰρ ἐξίσου μὲν ἐκείνοις κτημάτων ὑπερφρονοῦντες, ἀλαζονείαν δὲ καὶ κενοδοξίαν ἀποσειόμενοι· αἷς οἱ θαυμαστοὶ κύνες ἑάλωσαν, δημοσίοις κηρύγμασι καὶ τῶν λοιπῶν ἀνθρώπων ὑπεροψίᾳ τὸ τῆς φιλοσοφίας σεμνὸν λυμηνάμενοι.
so far were they lifted above that of Antisthenes and Diogenes and Crates, as to show the boastings of those men to be child's play. For they equally with those men despised possessions, while shaking off boastfulness and vainglory, by which those admirable dogs were caught, having marred the dignity of philosophy by public proclamations and disdain for the rest of mankind.
Φρονήσεως δὲ ἕνεκεν τί χρὴ καὶ λέγειν; οἷς μία μελέτη ἅπας ὁ βίος, καὶ ἔφεσις ἄληκτος περὶ τὴν αὐτῆς κτῆσιν ἐτέτατο καὶ νύκτωρ καὶ καθ' ἡμέραν, ὥσπερ θησαυρὸν ἀνορύττουσι, καθά φησιν Ἰὼβ ὁ μακάριος. Εὖ γὰρ ᾔδεισαν οἱ γεννάδαι, ὅτι ὁ ἐν τῇ μελέτῃ προδανεισθεὶς πόνος ἐν τῇ διαμονῇ καὶ τῷ πλήθει τῆς γνώσεως τὴν ἰσχὺν ἀποδίδωσιν. Οὕτω μὲν οὖν ὑπῆρξεν αὐτοῖς τῶν τε καθ' ἑαυτοὺς καὶ πλείστων ἀρχαιοτέρων εὐκλεεστέρους γενέσθαι πόνῳ τε καὶ εὐκληρίᾳ φύσεως, καὶ τῷ περὶ τὰ καλὰ μόνα ἐσπουδακέναι. Γραμματικῆς μὲν οὖν αὐτοῖς οὐδοτιοῦν παρεῖτο λαθὸν, οὐ μέτρων ἐπιστήμη, οὐ ποιητικοὶ σκοποὶ καὶ τρόποι, οὐχ ἱστορίας πλῆθος, οὐ πολιτικῆς λέξεως καθαρότης· ῥητορικῆς δὲ τὸ τῆς φράσεως κάλλος ἀπανθησάμενοι, τὸ ψεῦδος ἐξέκλιναν· φιλοσοφίας δὲ ἠθικῆς, καὶ ὅση ἐν δόγμασι καὶ ἰατρικῆς ἔνδειξιν, καὶ ἀναλογισμῶν, οὐ μέχρις ἐλευθέρου μετέσχον παιδεύσεως, ὡς ἂν μὴ ἰδιωτῶν μόνον τὸ πλέον ἔχοιεν, ἀλλὰ καθάπερ τινὲς παιδευταὶ καὶ διδάσκαλοι ἄριστοι. Τῆς δ' αὖ μουσικῆς ὅσον μὲν ἀρχαῖον καὶ ἐναρμόνιον ἐκμαθόντες, τὸ τῆς ψυχῆς θυμοειδές τε καὶ δυσκάθεκτον ἐξεμάλασσον· τὸ δ' ὅσον πρὸς ἡδονὴν φέρει ταῖς σκηναῖς ἀπεπέμψαντο. Ἀριθμῶν δὲ λογισμοὺς, καὶ γεωμετρίας ἰσότητα, καὶ ἄστρων θέσιν καὶ κίνησιν, καθάπερ νέοι Μωϋσῆς τε καὶ Δανιὴλ, ἐκπαιδεύονται, οὐ πρὸς ἐκείνων μᾶλλον ἀγόμενοι, ἀλλ' αἰχμαλωτίζοντες κατὰ τὸ γεγραμμένον πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· κάλλος τε καὶ σκέπην τῆς πρώτης σοφίας ταύτην τιθέμενοι. Καὶ διὰ πάντων, ὡς ἔπος εἰπεῖν, ἐβάδισαν, βελτιόνων τε καὶ χειρόνων· ὥστε τὰ μὲν ἔχειν φυγεῖν, τὰ δὲ ἑλέσθαι μετὰ συνέσεως. Ἐπαινῶ γὰρ τὸν εἰπόντα, κἂν θύραθεν ἕστηκε τῆς ἡμετέρας αὐλῆς· Οὐ γὰρ τό γε γνῶναί τι τῶν μὴ καλῶν ἄτιμον·
And on account of prudence, what need is there even to speak? For whom the whole of life was a single study, and an unceasing desire for its acquisition was stretched tight both by night and by day, as for men digging up a treasure, just as the blessed Job says. For those noble men knew well that the toil lent beforehand in study pays back its strength in the permanence and the abundance of knowledge. Thus, therefore, it fell to them to become more renowned both than their contemporaries and than most of the ancients by toil and happy endowment of nature, and by having been zealous about noble things alone. Of grammar, therefore, nothing whatever escaped their notice and was passed over by them, not the science of metres, not poetic aims and tropes, not abundance of history, not purity of civic diction; and of rhetoric, having culled the beauty of expression, they shunned falsehood; and of moral philosophy, and all that consists in doctrines and medical demonstration, and calculations, they partook not merely up to a liberal education, so as only to have the advantage over laymen, but just like certain instructors and best teachers. And of music in turn, having thoroughly learned all that is ancient and harmonious, they softened the spirited and hard-to-restrain part of the soul, while all that tends towards pleasure they dismissed to the stages. And in calculations of numbers, and equality of geometry, and the position and motion of the stars, just like a new Moses and Daniel, they are thoroughly trained, not being led rather by those things, but taking captive, according to what is written, every thought unto the obedience of Christ, and setting this as an ornament and a shelter of the first wisdom. And they went through all things, so to speak, both better and worse, so as to be able to flee the one and choose the other with understanding. For I praise him who said, even though he stands outside our court: For to know something of things that are not noble is not dishonourable;