Migne Reading Room

PG 35 · cols. 968–977 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:968Read from the page
δίας ῥήματα καὶ ἀπογνώσεως ; Ἆρ' οὐκ ἔδεισας ὡς περὶ ἀθεραπεύτου τοῦ Δαβίδ ; Τί λέγεις ; Οὐ δέχῃ παράκλησιν ; ἀπελπίζεις παραμυθίαν ; οὐδεὶς θεραπεύσει σε ; οὐ λόγος, οὐ φίλος, οὐ συγγενὴς, οὐ συμβουλεύων, οὐ συναλγῶν, οὐ τὰ καθ' ἑαυτὸν διηγούμενος, οὐ τὰ ἀρχαῖα λέγων, οὐ τὰ νῦν παρατιθεὶς, ὅσοι καὶ ἀπὸ χαλεπωτέρων κακῶν διεσώθησαν ; Ἔῤῥιπται πάντα ; οἴχεται ; περικέκοπται ; ἀπόλωλε πᾶσα ἐλπίς ; κεῖσθαι δεῖ μόνον, τὸ τέλος ἐκδεχομένους ; Ταῦτα ὁ μέγας Δαβὶδ, ὁ ἐν θλίψεσι πλατυνόμενος· ὁ καὶ σκιᾶς θανάτου κυκλούσης μετὰ τοῦ Θεοῦ κατεξανιστάμενος. Τί οὖν ἐγὼ πάθω, ὁ μικρὸς, ὁ ἀσθενὴς, ὁ γήϊνος, ὁ μὴ τοσοῦτος τῷ πνεύματι ; Δαβὶδ ἰλιγγιᾷ, καὶ τίς σώζεται ; Τίνα βοήθειαν εὕροιμι κακοπαθῶν, ἢ τίνα παράκλησιν ; πρὸς τίνα καταφύγω στενοχωρούμενος ; Ἀποκρίνεταί σοι Δαβὶδ ὁ μέγας θεραπευτὴς, ὁ καὶ πνευμάτων πονηρῶν κατεπᾴδων διὰ τοῦ ἐν αὐτῷ Πνεύματος. Πρὸς τίνα καταφεύξῃ παρ' ἐμοῦ βούλει μαθεῖν, αὐτὸς δὲ οὐκ ἐπίστασαι ; Τίς ὁ τὰς παρειμένας ἐνισχύων χεῖρας, καὶ γόνατα παραλελυμένα παρακαλῶν, καὶ διὰ πυρὸς ἄγων, καὶ σώζων δι' ὕδατος ; Οὐδὲν δεῖ σοι παρατάξεως, φησὶν, οὐχ ὅπλων, οὐ τοξοτῶν, οὐχ ἱππέων, οὐ συμβούλων, οὐ φίλων, οὐκ ἐπικουρίας τῆς ἔξωθεν. Ἔχεις ἐν σεαυτῷ τὴν συμμαχίαν, ἣν κἀγὼ καὶ πᾶς ὁ βουλόμενος. Θελῆσαι δεῖ μόνον, ὁρμῆσαι μόνον. Ἐγγὺς ἡ παράκλησις, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· Ἐμνήσθην τοῦ Θεοῦ, φησὶ, καὶ εὐφράνθην. Τί μνήμης ἑτοιμότερον ; Μνήσθητι καὶ σὺ, καὶ εὐφράνθητι. Ὢ τοῦ εὐπορίστου τῆς ἰατρείας ! ὢ τοῦ τάχους τῆς θεραπείας ! ὢ τοῦ μεγέθους τῆς δωρεᾶς ! Οὐ κοιμίζει μόνον ὀλιγοψυχίαν καὶ λύπην μνημονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐργάζεται.
ency's words and those of despair? Didst thou not fear for David as for one incurable? What sayest thou? Dost thou not receive comfort? Dost thou despair of consolation? Shall no one heal thee? Neither word, nor friend, nor kinsman, nor counsellor, nor fellow-mourner, nor one recounting his own fortunes, nor telling of ancient things, nor setting forth present examples, how many have been saved even from harder evils? Are all things cast away? Are they gone? Are they cut off on every side? Hath all hope perished? Must we only lie prostrate, awaiting the end? Thus speaketh the great David, he who was enlarged in afflictions; he who even when the shadow of death encompassed him rose up against it with God. What then shall happen to me, who am small, weak, earthy, not so great in spirit? David groweth dizzy, and who is saved? What help shall I find when suffering evil, or what comfort? Unto whom shall I flee for refuge when straitened? David answereth thee, the great healer, who also charmed away evil spirits through the Spirit that was in him. Unto whom thou shalt flee for refuge, wilt thou learn from me, and knowest thou not of thyself? Who is He that strengtheneth the slackened hands, and comforteth the palsied knees, and leadeth through fire, and saveth through water? Thou hast no need of battle-array, saith he, nor of weapons, nor of archers, nor of horsemen, nor of counsellors, nor of friends, nor of succour from without. Thou hast within thyself the alliance, which both I and every one that willeth possesseth. One need only will, one need only make the effort. Near is the comfort, in thy mouth, and in thy heart: I remembered God, saith he, and I was gladdened. What is readier than remembrance? Remember thou also, and be gladdened. O the easy provision of the remedy! O the swiftness of the healing! O the greatness of the gift! God, when remembered, not only lulleth faintheartedness and grief to sleep, but also worketh gladness.
Γʹ. Βούλει καὶ ἄλλων ἀκοῦσαι φιλανθρωπίας ῥημάτων ; Ἐὰν ἐπιστραφεὶς, φησὶ, πρὸς Κύριον στενάξῃς, τότε σωθήσῃ. Ὁρᾶτε τῷ στεναγμῷ τὴν σωτηρίαν συνεζευγμένην ; Καὶ ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι· καὶ φθέγξεται τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ. Οὐδὲν μέσον τῆς αἰτήσεως καὶ τῆς ἐπιτεύξεως· οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐ λίθοι τῶν διαφανῶν καὶ τιμίων, οὐχ ὅσοις ἄνθρωποι κάμπτονται πρὸς τὸ ἥμερον. Ὅταν εἴπῃ Σοφονίας, ὡς παρὰ τοῦ Θεοῦ λέγων ὠργισμένου καὶ χαλεπαίνοντος· Ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ πά-
III. Wilt thou hear yet other words of lovingkindness? If thou turn, saith he, unto the Lord and groan, then shalt thou be saved. See ye salvation yoked together with groaning? And while thou art yet speaking, He shall say: Behold, here I am; and He shall say unto thy soul: I am thy salvation. There is nothing between the petition and the obtaining: neither gold, nor silver, nor transparent and precious stones, nor any of the things whereby men are bent towards mildness. When Zephaniah saith, speaking as from God in wrath and indignation: I will lay waste their ways altogeth-
PG 35:969Read from the page
ράπαν, τοῦ μὴ διοδεύειν. Ἐξέλιπον αἱ πόλεις αὐτῶν διὰ τὸ μὴ ὑπάρχειν, μηδὲ κατοικεῖσθαι· ὅταν ἀπειλήσῃ τὰ φρικωδέστατα, ὅταν καταβάλῃ τῇ ἀθυμίᾳ, ὅταν ζόφον ἐργάσηται διὰ τῆς ἀπειλῆς, εὐθὺς ἐπάγει καὶ τὸ τῆς χρηστοτέρας ἐλπίδος φῶς, καὶ ἀνακτᾶταί με τούτοις τοῖς ῥήμασι· Πλὴν εἶπα· Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς· καὶ ἔτι φαιδροτέροις μικρὸν προϊὼν καὶ φιλανθρωποτέροις· Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ, δυνατὸς σῶσαί σε· καὶ ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ συνάξει τοὺς συντετριμμένους, καὶ σώσει τοὺς ἐκπεπιεσμένους, καὶ τοὺς ἀπωσμένους εἰσδέξεται. Ταῦτα καὶ οἱ ἅγιοι καὶ οἱ λογισμοὶ βούλονται, καὶ ὁ ἐμὸς ἀπαιτεῖ λόγος. Ἀλλὰ δέξασθε λόγους φρονήσεως, ὡς φησιν ὁ θεῖος Σολομὼν, ἵνα μὴ ἐμπεσόντες εἰς κακῶν βάθος καταφρονήσητε, μηδὲ ὑπὸ τῆς ἰδίας ἀμαθίας μᾶλλον ἢ τῆς κατεχούσης δυσχερείας καταποθῆτε.
er, so that none passeth through. Their cities have failed by reason of none existing or dwelling therein; when He hath threatened the most dreadful things, when He hath cast down with despondency, when He hath wrought darkness through the threat, straightway He bringeth in also the light of a kinder hope, and reviveth me with these words: Yet I said: Fear ye Me, and receive instruction, and ye shall in no wise be utterly destroyed from the eyes thereof; and going forward a little, with words brighter still and more full of lovingkindness: In that time the Lord shall say: Be of good cheer, O Sion, let not thine hands be slack. The Lord thy God is in thee, a Mighty One to save thee; and He shall bring gladness upon thee, and shall renew thee in His love, and shall gather together the broken-hearted, and shall save the oppressed, and shall receive the outcast. These things both the saints and right reason desire, and my discourse demandeth. But receive ye words of prudence, as the divine Solomon saith, lest falling into a depth of evils ye despise them, and be swallowed up by your own ignorance rather than by the distress that holdeth you fast.
Δʹ. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός· ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς καὶ συνέδησεν, οὕτω σοφῶς τὸ πᾶν διεξάγων καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις κρίμασιν, ἐν δὲ τοῖς πᾶσι καὶ τὰ ἡμέτερα. Κινεῖται γὰρ, ἵν' οὕτως εἴπω, τὸ πᾶν περὶ τὸν ἀκίνητον, καὶ σαλεύεται, λόγῳ μὲν οὐδαμῶς (ὁ γὰρ αὐτὸς ἐν πᾶσιν ἑστὼς καὶ ἀκίνητος, κἂν διαφεύγῃ τὴν ἡμετέραν ἀσθένειαν), τοῖς δὲ καθ' ἑκάστην ἡμέραν ἀπαντῶσί τε καὶ συμπίπτουσιν. Καὶ τοῦτό ἐστι δόγμα Θεοῦ παλαιόν τε καὶ πάγιον, σκότος εἶναι ἀποκρυφὴν αὐτοῦ πρὸ τῶν ἡμετέρων ὀφθαλμῶν κεχυμένον· καὶ τὰ πολλὰ μὴ καθορᾶσθαι τῆς αὐτοῦ διοικήσεως, πλὴν ὅσον ἐν ἀμυδροῖς αἰνίγμασι καὶ φαντάσμασιν· εἴτε τὸν τῦφον ἡμῶν συστέλλοντος, ἵν' εἰδῶμεν τὸ μηδὲν ὄντες πρὸς τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἀλλὰ πρὸς αὐτὸν νεύωμεν μόνον, καὶ ζητῶμεν ἀεὶ ταῖς ἐκεῖθεν αὐγαῖς ἐναστράπτεσθαι· εἴτε διὰ τῆς ἀνωμαλίας τῶν ὁρωμένων καὶ περιτρεπομένων μετάγοντος ἡμᾶς ἐπὶ τὰ ἑστῶτα καὶ μένοντα. Πλὴν οὐδὲν ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ εἰς τέλος ὅμοιον, οὔτε τὸ εὐθυμεῖν, οὔτε τὸ ἀθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις,
IV. There is a certain circle, brethren, of human affairs, and God chasteneth us by means of opposites: even as He wisely constituted all things and bound them together, so wisely doth He conduct and steer the universe by His unapproachable and unsearchable judgements, and among all things our affairs also. For the universe, so to speak, moveth and tosseth around the Unmoved One, in principle indeed nowise (for the same principle standeth fast and unmoved in all things, even though it escape our weakness), yet in the things that meet us and befall us day by day. And this is an ancient and fixed decree of God, that darkness should be His hiding-place poured out before our eyes; and that the greater part of His governance should not be clearly beheld, save only in dim riddles and semblances: whether because He checketh our pride, that we may know that we are nothing in comparison with the true and primal Wisdom, and may incline towards Him alone, and seek ever to be illumined by the rays that come from thence; or because through the unevenness of things seen and revolutionized He leadeth us over unto the things that stand fast and abide. Yet nothing is unmoved, as I said, nor even, nor self-sufficient, nor alike unto the end, neither cheerfulness, nor despondency, neither wealth, nor poverty, neither power,
PG 35:972Read from the page
οὐκ ἀσθένεια, οὐ ταπεινότης, οὐ δυναστεία, οὐ τὸ παρὸν, οὐ τὸ μέλλον, οὐ τὸ ἡμέτερον, οὐ τὸ ἀλλότριον, οὐ μικρὸν, οὐ μεῖζον, οὐχ ὅ τι ἂν εἴποι τις. Καὶ τοῦτο ἴσον ἡ ἀνισότης ἔχει, τὴν περὶ πάντα μεταβολήν. Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχωρεῖ, καὶ ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν καὶ γράμμασι τοῖς καθ' ὕδατος, ἢ ἀνθρώπων εὐημερίᾳ. Καὶ φθόνος μὲν εὐπραξίαν, συμφορὰν δὲ ἔλεος ἵστησιν· καὶ τοῦτο σοφῶς, κατά γε τὸν ἐμὸν λόγον, καὶ θαυμασίως, ἵνα μήτε τὸ ἀλγεῖν ἀπαραμύθητον ᾖ, μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον.
nor weakness, neither lowliness, nor dominion, neither the present, nor the future, neither what is ours, nor what is another's, neither small, nor greater, nor anything whatsoever that one might name. And inequality hath this one equal thing, namely change in all things. For all things easily revolve, and shift, and are set in the opposite state; so that one may rather trust the breezes and letters written upon water than the prosperity of men. And envy stayeth success, while mercy stayeth misfortune; and this wisely, at least according to my reckoning, and wonderfully, that neither grieving may be without consolation, nor faring well without discipline.
Εʹ. Σωφρόνων δὲ ἀνδρῶν, οἵτινες παιδεύονται ταῖς συμφοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα. Καὶ τὸ τοῦ Πέτρου πάσχουσιν, ἐπικαλεσαμένου τὴν σωτηρίαν ἐν τῷ μέλλειν καταδύεσθαι· καὶ μᾶλλόν τι προσχωροῦσι Θεῷ διὰ τὸ ἀλγεῖν, καὶ τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπειδὴ κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ, καὶ τὸ χρήζειν ἐπιστρέφει πρὸς τὸν δοῦναι δυνάμενον, τῷ ἀφθόνῳ τῆς δωρεᾶς τυχὸν καὶ καταφρονούμενον. Διὰ τοῦτο ἄνω νεύωμεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς εὐθυμίαις ἀποβάλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου· ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ Δεσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείσσων ὑγιείας πόνος, καὶ ὑπομονὴ ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως. Εἴπω συντόμως, μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν
V. But it is the part of prudent men, who are instructed by misfortunes, and who, being purified like gold by fire, say: It is good for me that Thou hast humbled me, that I might learn Thy statutes; since humiliation begetteth the knowledge of the statutes. And they experience the case of Peter, who called upon salvation when he was about to sink; and they draw somewhat nearer to God because of grieving, and win the favour of their Benefactor through affliction. Since a travailing soul is near unto God, and need turneth a man back unto Him Who is able to give, Who perchance because of the abundance of His gift was even despised. Wherefore let us incline upwards, brethren, in every season and in every circumstance let us put forward good hope, and neither in times of cheerfulness let us cast away fear, nor in times of sorrow good hope. Let us remember both in fair weather the storm, and in winter the pilot; and let us not faint in afflictions, nor become wicked servants, giving thanks indeed to the Master when He doeth us good, yet not cleaving to Him when He chasteneth; although at times pain is better than health, and endurance than relief, and visitation than neglect, and correction than indulgence. To speak briefly, let us neither fall through misfortunes, nor wax insolent through satiety.
Ϛʹ. Ὑποτασσώμεθα καὶ Θεῷ καὶ ἀλλήλοις, καὶ τοῖς ἐπὶ γῆς ἄρχουσιν· Θεῷ διὰ πάντα, διὰ τὴν φιλαδελφίαν ἀλλήλοις, δι' εὐταξίαν τοῖς ἄρχουσιν· καὶ
VI. Let us be subject both to God, and to one another, and to the rulers upon earth: to God on all accounts, to one another for the sake of brotherly love, to the rulers for the sake of good order; and
PG 35:973Read from the page
τοσουτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. Δεινὸν ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνεύματι λύσαντες, καὶ φωτὶ ζόφον ἐπάγοντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. Ἔστι καὶ οὗτος εἷς τῶν ἡμετέρων νόμων, καὶ οὗτος τῶν ἐπαινουμένων, καὶ κάλλιστα διατεταγμένων τῷ Πνεύματι, τὸ δυνατὸν μετὰ τοῦ καλοῦ δοκιμάσαντι, καὶ νομοθετήσαντι, ὥσπερ δούλους ὑπακούειν δεσπόταις, καὶ γυναῖκας ἀνδράσι, καὶ Κυρίῳ τὴν Ἐκκλησίαν, καὶ μαθητὰς ποιμέσι καὶ διδασκάλοις· οὕτω δὲ καὶ πάσαις ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, ὡς ὑποτελεῖς φόρου τυγχάνοντας· καὶ μὴ κακοποιοῦντας μισεῖν τὸν νόμον, μηδὲ ἀναμένειν τὴν μάχαιραν, ἀλλὰ τῷ φόβῳ καθαιρομένους ἐπαινεῖσθαι ὑπὸ τῆς ἐξουσίας.
so much the more, the gentler and kinder they may be. It is a dreadful thing to exhaust clemency by continual pardon, lest we ourselves be required to pay the penalty even for their harshness, having broken a calm with a wind, and bringing darkness upon light, and mingling wormwood with honey. This also is one of our laws, and one of those that are praised and most excellently ordained by the Spirit, Who approved what is practicable together with what is noble, and enacted that, even as servants obey masters, and wives husbands, and the Church the Lord, and disciples pastors and teachers, so also we should be subject to all the higher powers, not only because of wrath, but also for conscience' sake, as being tributary; and not, by doing evil, hate the law, nor wait for the sword, but being purified by fear be praised by the authority.
Ζʹ. Μία καὶ ἡ αὐτὴ στάθμη· ἀλλὰ φείδεται μὲν τοῦ ὀρθοῦ, περικόπτει δὲ τὸ περιττόν. Εἷς ἥλιος· ἀλλὰ φωτίζει μὲν τὴν ὑγιαίνουσαν ὄψιν, ἀμαυροῖ δὲ τὴν ἀσθενοῦσαν. Βούλει τι καὶ τῶν ἡμετέρων εἴπω θαῤῥήσας ; Εἷς Χριστός· ἀλλ' εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν· πτῶσιν μὲν τοῖς ἀπίστοις, ἀνάστασιν δὲ τοῖς πιστεύουσι· καὶ τοῖς μὲν ἔστι πέτρα προσκόμματος, καὶ πέτρα σκανδάλου, ὅσοι μὴ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἀλλ' ἐν σκότει διαπορεύονται, εἴτε εἰδώλοις θρησκεύοντες, εἴτε μέχρι τοῦ γράμματος διαβλέποντες, καὶ ὑπὲρ τοῦτο αὐγασθῆναι μήτε θέλοντες, μήτε ἰσχύοντες· τοῖς δὲ λίθος ἀκρογωνιαῖος, καὶ πέτρα ἐπαινουμένη, ὅσοι συνδεσμοῦνται τῷ λόγῳ, καὶ ἐπ' αὐτῆς βεβήκασιν· εἰ βούλει δὲ, ὁ μαργαρίτης ἐκεῖνος, ὃν πάντων ὧν ἔχει ὠνεῖται ὁ καλὸς ἔμπορος. Ἡμεῖς δὲ τοιοῦτόν τι πάσχομεν, ἀδελφοὶ, μὴ τὰ ἑαυτῶν κατορθοῦντες, ἀλλὰ πρὸς τὴν ἐξουσίαν δυσχεραίνοντες· ὥσπερ ἂν εἴ τις αἰτιῷτο τὸν ἀγωνοθέτην ὡς μοχθηρὸν, αὐτὸς ἐκπαλαίων· ἢ τὸν ἰατρὸν ὡς ἀμαθῆ καὶ θρασὺν ταῖς τομαῖς καὶ ταῖς καύσεσι κεχρημένον, αὐτὸς πονήρως διακείμενος, καὶ τῶν αὐστηροτέρων δεόμενος φαρμάκων. Ταῦτά μοι πρὸς τοὺς ἀρχομένους παραμυθία τε ἅμα καὶ νουθεσία· ταῦτα ὁ πενιχρὸς ποιμὴν καταρτίζων τὸ μικρὸν ποίμνιον, ᾧ χαίροντι συνευθυμεῖν, καὶ σκυθρωπάζοντι συστενάζειν, τῆς ἐμῆς ποιμαντικῆς ὁ νόμος.
VII. The rule is one and the same: yet it spareth what is straight, and cutteth away what is superfluous. The sun is one: yet it enlighteneth the healthy sight, and dimmeth the weak. Wilt thou that I take courage and speak somewhat of our own matters also? Christ is one: yet He is set for the fall and rising again; for the fall indeed of the unbelieving, and the rising again of them that believe; and to some He is a stone of stumbling, and a rock of offence, even as many as have not known nor understood, but walk on in darkness, whether worshipping idols, or looking only so far as the letter, and neither willing nor able to be illumined beyond this; whereas to others He is a chief corner-stone, and a rock that is praised, even as many as are bound together by the word, and stand firm upon it; or, if thou wilt, that pearl which the goodly merchant buyeth for all that he hath. But we suffer some such thing as this, brethren, not setting our own ways right, but chafing against the authority: just as if one should blame the judge of the games as wicked, when he himself wrestleth foully; or the physician as ignorant and rash in using cuttings and cauteries, when he himself is in an evil state, and standeth in need of the more austere remedies. These things are at once my consolation and admonition unto those who are ruled; with these things I, the poor shepherd, perfect the little flock, with which to rejoice when it rejoiceth, and to groan together when it is sad, is the law of my pastoral office.
Notes, col. 973

On the reading

Printed τοσουτῳ, for τοσούτῳ.

PG 35:976Read from the page
Ηʹ. Τί δὲ ὑμεῖς, οἱ δυνάσται καὶ ἄρχοντες; Ἤδη γὰρ πρὸς ὑμᾶς ὁ λόγος μέτεισιν, ἵνα μὴ δόξωμεν πάντη τυγχάνειν ἄνισοι, καὶ τοῖς μὲν τὰ εἰκότα παραινεῖν, ὑμῶν δὲ τῇ δυναστείᾳ παραχωρεῖν, ὥσπερ αἰδοῖ τὴν κατὰ Χριστὸν ἡμῶν ἐλευθερίαν, ἢ δέει ἐκκλίνοντες· ἢ τῶν μὲν κήδεσθαι μᾶλλον, ὑμῶν δ' ἀμελεῖν, ὧν καὶ μᾶλλον φροντίζειν ἄξιον, ὅσῳ καὶ εἰς μείζω φέρουσα ἡ ῥοπὴ ὁποτέρως ἂν ἔχῃ, καὶ πλεῖον τὸ κατορθούμενον· τὸ γὰρ ἐναντίον ἀπείη, καὶ ἡμῶν, καὶ τοῦ λόγου. Τί οὖν φατε; καὶ τί διομολογούμεθα πρὸς ἀλλήλους; Ἆρα δέξεσθε σὺν παῤῥησίᾳ τὸν λόγον; Καὶ ὁ τοῦ Χριστοῦ νόμος ὑποτίθησιν ὑμᾶς τῇ ἐμῇ δυναστείᾳ καὶ τῷ ἐμῷ βήματι. Ἄρχομεν γὰρ καὶ αὐτοί· προσθήσω δὲ, ὅτι καὶ τὴν μείζονα καὶ τελεωτέραν ἀρχήν· ἢ δεῖ τὸ πνεῦμα ὑποχωρῆσαι τῇ σαρκὶ, καὶ τοῖς γηίνοις τὰ ἐπουράνια. Δέξῃ τὴν παῤῥησίαν, οἶδ', ὅτι πρόβατον εἶ τῆς ἐμῆς ποίμνης, τῆς ἱερᾶς ἱερὸν, καὶ θρέμμα τοῦ μεγάλου Ποιμένος, καὶ καλῶς ἄνωθεν ἠγμένον ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος ὁμοίως ἡμῖν ἐλλαμπόμενον. Διὰ τοῦτό μοι καὶ βραχὺς ὁ πρὸς σὲ λόγος καὶ σύντομος.
VIII. And what of you, the rulers and magistrates? For now the discourse passes over to you, lest we should seem to be altogether unequal, and to exhort those men to what is fitting, while yielding to your power, as though turning aside from our freedom in Christ out of shame or fear; or to care more for them, while neglecting you, for whom it is worth taking all the more thought, inasmuch as the inclination of the scale, whichever way it may stand, carries towards greater things, and the success achieved is greater; for may the opposite be far away, both from us and from our discourse. What then do you say? And what do we agree upon with one another? Will you receive the word with boldness of speech? Even the law of Christ subjects you to my power and to my tribunal. For we ourselves also rule; and I will add that it is the greater and more perfect rule; or else the spirit must give way to the flesh, and heavenly things to earthly. You will receive my boldness of speech, I know, because you are a sheep of my flock, a sacred one of the sacred flock, and a nursling of the great Shepherd, and well led from above by the Spirit, and illuminated like us by the light of the holy and blessed Trinity. On this account my word to you is also brief and concise.
Θʹ. Χριστῷ συνάρχεις, Χριστῷ καὶ συνδιοικεῖς· παρ' ἐκείνου σοι τὸ ξίφος, οὐκ εἰς ἔργον, ἀλλ' εἰς ἀπειλήν· ὃ καθαρὸν ἀνάθημα τῷ δεδωκότι φυλάσσοιτο. Εἰκὼν εἶ τοῦ Θεοῦ· καὶ εἰκόνα διὰ χειρὸς ἄγεις, ἐνταῦθα οἰκονομουμένην, καὶ πρὸς βίον ἄλλον μεθισταμένην, εἰς ὃν πάντες μεταβησόμεθα, μικρὰ παίξαντες ἐν τῷ τῆς ζωῆς τούτῳ, εἴτε δεσμωτηρίῳ, εἴτε σταδίῳ, εἴτε προχαράγματι, εἴτε σκιάσματι. Τίμησον τὴν συμφυΐαν· αἰδέσθητι τὸ ἀρχέτυπον· γενοῦ μετὰ τοῦ Θεοῦ, μὴ τοῦ κοσμοκράτορος· μετὰ τοῦ χρηστοῦ Δεσπότου, μὴ τοῦ πικροῦ τυράννου. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς· ἐκεῖνος καὶ τὸν πρῶτον ἄνθρωπον διὰ τῆς παρακοῆς ἔπληξε, καὶ τὴν ἐπίμοχθον ζωὴν ἐπεισήγαγε, καὶ τὸ κολάζειν, καὶ τὸ κολάζεσθαι διὰ τὴν ἁμαρτίαν ἐνομοθέτησε. Σὺ δὲ, ἄνθρωπε τοῦ Θεοῦ, μνήσθητι τίνος εἶ ποίημα, καὶ ποῦ καλῇ, καὶ πόσα ἔχεις, καὶ πόσον ὀφείλεις, παρὰ τίνος σοι λόγος, νόμος, προφῆται, αὐτὸ τὸ εἰδέναι Θεὸν, τὸ μὴ ἀπελπίζειν τὰ προσδοκώμενα. Μίμησαι διὰ ταῦτα Θεοῦ φιλανθρωπίαν. Τοῦτο ἔχει μάλιστα θεῖον ἄνθρωπος, τὸ εὖ ποιεῖν. Ἔξεστί σοι Θεὸν γενέσθαι μηδὲν πονήσαντι· μὴ πρόῃ τὸν καιρὸν τῆς θεώσεως.
IX. You rule together with Christ, and together with Christ you administer; from Him you have the sword, not for use, but for threat; may it be kept a pure offering to Him Who gave it. You are an image of God; and by the hand you lead an image, governed here, and being transferred towards another life, unto which we shall all pass over, after playing a little in this prison of life, or stadium, or preliminary sketch, or shadow. Honour the kindred nature; reverence the archetype; be on the side of God, not of the ruler of this world; with the kind Master, not with the bitter tyrant. He was a murderer from the beginning; he also struck the first man through disobedience, and brought in the toilsome life, and enacted both punishing and being punished on account of sin. But you, O man of God, remember Whose workmanship you are, and whither you are called, and how much you have, and how much you owe, from Whom you have reason, the law, the prophets, the very knowledge of God, the not despairing of the things hoped for. Imitate on account of these things God's love for mankind. A man has this as most divine, the doing of good. It is in your power to become a god without having laboured at all; do not cast away the season of deification.
PG 35:977Read from the page
Ιʹ. Ἄλλοι χρήματα κενοῦσιν, ἄλλοι σάρκας τῷ πνεύματι, καὶ νεκροῦνται Χριστῷ, καὶ κόσμου παντελῶς ἀπανίστανται· ἄλλοι καθιεροῦσι Θεῷ τὰ φίλτατα. Καὶ τὴν Ἀβραὰμ θυσίαν πάντως ἀκήκοας· ὃς προθυμότερον ἔδωκε τῷ Θεῷ τὸν μονογενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία, ἢ παρὰ Θεοῦ τὸ ἀπ' ἀρχῆς ἐκομίσατο. Σὲ δὲ τούτων οὐδὲν αἰτοῦμεν· ἓν ἀντὶ πάντων εἰσένεγκε, τὴν φιλανθρωπίαν· ᾗ χαίρει Θεὸς μᾶλλον, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· δῶρον ἴδιον, δῶρον ἄμωμον, δῶρον φιλοτιμίαν Θεοῦ προκαλούμενον. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν· κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθοῦσαν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀντίδοσιν, ὅταν βιάζεσθαι παρὸν συγχωρήσαντες, δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον. Μηδὲν εἶναί σε πειθέτω τῆς ἀρχῆς ἀνάξιον· μηδὲν ἀποκλειέτω τὸν οἶκτον καὶ τὴν ἡμερότητα, μὴ καιρὸς, μὴ δυνάστης, μὴ φόβος, μὴ μειζόνων ἀρχῶν ἐλπὶς, μὴ θρασύτης τὸ πλέον ἔχουσα. Κτῆσαι τὴν εὔνοιαν ἐν τοῖς ἀναγκαίοις καιροῖς, τὴν ἄνω· χρῆσον Θεῷ τὸν ἔλεον. Οὐδεὶς μετέγνω τῶν Θεῷ τι προεισενεγκάντων. Πολύς ἐστιν εἰς ἀντίδοσιν, μάλιστα μὲν τοῖς ἐκεῖθεν ἀγαθοῖς ἀμειβόμενος τοὺς προκαταβαλόντας τι, καὶ προχρήσαντας· ἔστι δὲ ὅτε καὶ τοῖς ἐνταῦθα πρὸς πίστιν τῶν ὕστερον.
X. Some empty out their wealth, others waste their flesh by the spirit, and are put to death unto Christ, and withdraw completely from the world; others consecrate to God their dearest things. And you have altogether heard of the sacrifice of Abraham; who more eagerly gave to God his only-begotten son, him of the promise, and unto whom the promise was made, than he received him from God at the beginning. But of you we ask none of these things; bring in one thing in place of all, love for mankind; in which God rejoices more than in all other things together; a gift that is His own, a blameless gift, a gift calling forth the munificence of God. Mingle clemency with fear; blend hope with threat. I know that kindness also achieves many things, shaming men into a due return, when, though it is in our power to use force, we grant pardon, and shame by goodwill him who receives mercy. Let nothing persuade you to do anything unworthy of your rule; let nothing shut out pity and gentleness, neither occasion, nor potentate, nor fear, nor hope of greater offices, nor audacity having the upper hand. Acquire goodwill in necessary seasons, that which is from above; lend mercy unto God. No one of those who have first offered anything to God has ever repented. He is abundant in repayment, above all rewarding with the good things from yonder those who have paid down something in advance and lent beforehand; and sometimes also with the things here below, as a pledge of the things hereafter.
ΙΑʹ. Ἔτι μικρὸν, καὶ ὁ κόσμος παρέρχεται, καὶ ἡ σκηνὴ καταλύεται. Πραγματευσώμεθα τὸν καιρόν· τοῖς οὐχ ἑστῶσι τὰ μένοντα ὠνησώμεθα. Ἕκαστος ἡμῶν ἐστιν ἐν ἐπιτιμίοις· καὶ ὁ χοῦς πολλὰ φέρει τὰ ὀφλήματα. Συγχωρήσωμεν, ἵνα συγχωρηθῶμεν· ἀφῶμεν, ἵνα αἰτήσωμεν ἄφεσιν. Ὁρᾷς ἐν τῷ Εὐαγγελίῳ· Χρεωφειλέτης εἰσάγεταί τις πολλῶν ταλάντων, καὶ ἀφίεται τοῦ χρέους· προσάγεται γὰρ ἀγαθῷ δεσπότῃ. Καὶ συγχωρεῖται μὲν, οὐ συγχωρεῖ δέ· δοῦλος γάρ ἐστι καὶ τὴν προαίρεσιν· ἀλλ' ἧς ἔτυχε φιλανθρωπίας περὶ τὸ πλεῖον, ταύτης οὐ μεταδίδωσι τῷ ὁμοδούλῳ περὶ τὸ ἔλαττον, οὐδὲ, εἰ μή τινι ἄλλῳ, τῷ τῆς μεγαλοψυχίας ἑπόμενος ὑποδείγματι περὶ τὸ ἀλλότριον· καὶ ὁ δεσπότης ἀγανακτεῖ. Καὶ τὸ ἑξῆς σιωπήσομαι· πλὴν ἄμεινον τῷ παντὶ,
XI. Yet a little while, and the world passes away, and the tabernacle is dissolved. Let us trade with the season; with the things that do not stand firm let us purchase the things that abide. Each of us is under penalties; and the dust bears many debts. Let us pardon, that we may be pardoned; let us forgive, that we may ask forgiveness. You see in the Gospel: a debtor of many talents is brought in, and is forgiven the debt; for he is brought before a good master. And he is pardoned indeed, yet does not pardon; for he is a slave in his moral choice as well; but of the love for mankind which he obtained in the greater matter, of this he does not give a share to his fellow-slave in the lesser matter, not even, if for nothing else, following the example of magnanimity in that which belonged to another; and the master is indignant. And as for what follows I shall keep silence; save that it is better in every way,