Migne Reading Room

PG 35 · cols. 860–869 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:860Read from the page
ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ διαθρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ' οὐρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ παλαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀνθέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ' οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.
all of us, and in need of the divine grace, even if one seems to excel another, being measured by small measures, receive the discourse concerning love of the poor, not meanly, but generously, that you may grow rich in a kingdom; and pray together also that we may richly supply this to you, and nourish your souls with the word, and break in pieces for those who hunger the spiritual bread; whether raining down food from heaven, just as that ancient Moses, and graciously bestowing bread of angels; or with a few loaves in a desert nourishing unto satiety even myriads, just as Jesus afterwards, the true Bread, and Author of the true life. Now it is not at all easy to find the victorious one among the virtues, and to give to this the first place and the prizes of victory; just as neither in a meadow rich in flowers and fragrant is it easy to find the fairest and most fragrant of the flowers, when at one time one and at another time another draws the smell and the sight over to itself, and persuades one to pluck it first. Yet so far as concerns me, to distinguish concerning these things one must consider thus.
Βʹ. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκ πίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοι διὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖος Ἀπόστολος, τολμήσας τι καὶ καθ' ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος. Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτ ὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲ ἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαίρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶ σωθεῖσα. Καλὸν ἡ φιλαδελφία, καὶ μάρτυς Ἰησοῦς, οὐκ ἀδελφὸς ἡμῶν κληθῆναι μόνον, ἀλλὰ καὶ παθεῖν ὑπὲρ ἡμῶν ἀνασχόμενος. Καλὸν ἡ φιλανθρωπία· καὶ μάρτυς ὁ αὐτὸς Ἰησοῦς, οὐ ποιήσας μόνον τὸν ἄνθρωπον ἐπ' ἔργοις ἀγαθοῖς, καὶ τὴν εἰκόνα τῷ χοῒ συζεύξας ὁδηγὸν τῶν καλλίστων, καὶ τῶν ἄνω πρόξενον, ἀλλὰ καὶ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος. Καλὸν ἡ μακροθυμία, καὶ ὁ αὐτὸς μάρτυς, οὐ τὰς λεγεῶνας μόνον τῶν ἀγγέλων παραιτησάμενος κατὰ τῶν ἐπανισταμένων καὶ τυραννούντων, οὐδὲ τῷ Πέτρῳ μόνον ἐπιτιμήσας αἰρομένῳ τὴν μάχαιραν, ἀλλὰ καὶ τὸ ὠτίον ἀποκαταστήσας τῷ πεπληγότι. Τὸ δ' αὐτὸ καὶ Στέφανος ὕστερον ὁ τοῦ Χριστοῦ μαθητὴς,
Chapter II. A noble thing is faith, hope, love, these three; and a witness of faith is Abraham, justified by faith; of hope, Enos, who first hoped to call upon the Lord, and all the righteous suffering hardship on account of hope; of love, the divine Apostle, having dared to utter something even against himself on account of Israel; and God Himself, Who is called love. A noble thing is hospitality; and a witness among the righteous indeed is Lot the Sodomite, and not a Sodomite in his way of life; and among sinners, Rahab the harlot, and not a harlot in her purpose, through hospitality both praised and saved. A noble thing is brotherly love, and a witness is Jesus, having endured not only to be called our Brother, but also to suffer on our behalf. A noble thing is love of mankind; and a witness is the same Jesus, having not only made man for good works, and yoked the image to the dust as a guide of the fairest things, and a procurer of the things above, but also having become man on our behalf. A noble thing is long-suffering, and the same is a witness, having not only declined the legions of the angels against those rising up and playing the tyrant, nor only rebuked Peter lifting up the sword, but also restored the ear to him who was struck. And the very same thing Stephen also did afterwards, the disciple of Christ,
PG 35:861Read from the page
ὑπὲρ τῶν λιθαζόντων αὐτὸν προσευχόμενος. Καλὸν ἡ πραότης, καὶ μαρτυροῦσι Μωϋσῆς καὶ Δαβὶδ, τοῦτο πρὸ τῶν ἄλλων μαρτυρηθέντες, καὶ ὁ τούτων διδάσκαλος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, οὐδὲ ἐν ταῖς πλατείαις φωνὴν προϊέμενος, οὐδὲ ζυγομαχῶν πρὸς τοὺς ἄγοντας.
praying on behalf of those stoning him. A noble thing is meekness, and Moses and David bear witness, having been borne witness to in this above others, and the Teacher of these, not striving, nor crying out, nor uttering a voice in the streets, nor struggling against the yoke towards those leading Him.
Γʹ. Καλὸν ὁ ζῆλος, καὶ μαρτυρεῖ Φινεὲς, τὴν Μαδιανῖτιν τῷ Ἰσραηλίτῃ συνεκκεντήσας, ἵνα ἐξέλῃ ὄνειδος ἐξ υἱῶν Ἰσραὴλ, καὶ ὀνομασθεὶς ἐκ τῆς προαιρέσεως· καὶ μετ' ἐκεῖνον, οἱ λέγοντες· Ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ· καὶ, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· καὶ, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με· καὶ οὐ λέγοντες τοῦτο μόνον, ἀλλὰ καὶ πάσχοντες. Καλὸν ὑποπιασμὸς σώματος· καὶ πειθέτω σε Παῦλος, ἑαυτὸν ἔτι παιδαγωγῶν, καὶ φοβῶν διὰ τοῦ Ἰσραὴλ τοὺς ἑαυτοῖς θαῤῥοῦντας καὶ ἐφιέντας τῷ σώματι· καὶ Ἰησοῦς αὐτὸς νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν πειράζοντα. Καλὸν προσευχὴ καὶ ἀγρυπνία· καὶ πειθέτω σε Θεὸς ἀγρυπνῶν πρὸ τοῦ πάθους, καὶ προσευχόμενος. Καλὸν ἁγνεία, καὶ παρθενία· καὶ πειθέτω σε Παῦλος περὶ τούτων νομοθετῶν, καὶ βραβεύων δικαίως γάμῳ καὶ ἀγαμίᾳ, καὶ Ἰησοῦς αὐτὸς ἐκ Παρθένου γεννώμενος, ἵνα καὶ γέννησιν τιμήσῃ, καὶ προτιμήσῃ παρθενίαν. Καλὸν ἐγκράτεια· καὶ πειθέτω σε Δαβὶδ, ἡνίκα τοῦ ἐν Βηθλεὲμ ἐκράτησε φρέατος, μὴ πιὼν, ἀλλὰ σπείσας μόνον τοῦ ὕδατος, μηδὲ ἀνασχόμενος ἴδιον πληρῶσαι πάθος ἐν ἀλλοτρίῳ αἵματι.
Chapter III. A noble thing is zeal, and Phinees bears witness, having pierced through the Midianitish woman together with the Israelite, that he might take away reproach from the sons of Israel, and having been named from his purpose; and after him, those who say: With zeal have I been zealous for the Lord; and, For I am jealous over you with a jealousy of God; and, The zeal of Thy house will eat me up; and not saying this only, but also experiencing it. A noble thing is buffeting of the body; and let Paul persuade you, still disciplining himself, and frightening through Israel those who are confident in themselves and give way to the body; and Jesus Himself fasting, and being tempted, and conquering the tempter. A noble thing is prayer and vigilance; and let God persuade you keeping vigil before the passion, and praying. A noble thing is chastity, and virginity; and let Paul persuade you legislating concerning these things, and arbitrating justly for marriage and celibacy, and Jesus Himself being born of a Virgin, that He might both honour birth, and honour virginity before it. A noble thing is self-control; and let David persuade you, when he got possession of the well in Bethlehem, not drinking, but only pouring a libation of the water, nor enduring to fulfil his own passion at the cost of others' blood.
Δʹ. Καλὸν ἐρημία καὶ ἡσυχία· καὶ διδάσκει με ὁ Κάρμηλος Ἠλίου, ἡ ἔρημος Ἰωάννου, Ἰησοῦ τὸ ὄρος, εἰς ὃ πολλάκις ἀναχωρῶν φαίνεται, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγινόμενος. Καλὸν ἡ εὐτέλεια· καὶ διδάσκει με Ἠλίας ἀναπαυόμενος παρὰ χήρᾳ, Ἰωάννης θριξὶ καμήλου σκεπόμενος, Πέτρος ἀσσαρίου θέρμοις τρεφόμενος. Καλὸν ἡ ταπεινοφροσύνη, καὶ πολλὰ ταύτης, καὶ πολλαχόθεν τὰ ὑποδείγματα, καὶ πρὸ τῶν ἄλλων, ὁ πάντων Σωτὴρ καὶ Δεσπότης, οὐ ταπεινώσας ἑαυτὸν μόνον μέχρι δούλου μορφῆς, οὐδὲ τὸ πρόσωπον αἰσχύνῃ ὑποθεὶς ἐμπτυσμάτων, καὶ μετὰ τῶν ἀνόμων λογισθεὶς, ὁ τὸν
Chapter IV. A noble thing is solitude and quietness; and the Carmel of Elias teaches me, the desert of John, the mountain of Jesus, into which He often appears withdrawing, and communing with Himself in quietness. A noble thing is frugality; and Elias teaches me resting with a widow, John covered with camel's hair, Peter nourished on lupines of a farthing. A noble thing is humility, and many and from many quarters are the examples of this, and before the others, the Saviour and Master of all, having not only humbled Himself even unto the form of a servant, nor only subjected His face to the shame of spittings, and been reckoned with the lawless, He Who
PG 35:864Read from the page
κόσμον καθαίρων τῆς ἁμαρτίας, ἀλλὰ και τῶν μαθητῶν νίπτων τοὺς πόδας ἐν δουλικῷ τῷ σχήματι. Καλὸν ἡ ἀκτημοσύνη καὶ χρημάτων ὑπεροψία· καὶ μαρτυρεῖ Ζακχαῖος, καὶ Χριστὸς αὐτός· ὁ μὲν, τῇ εἰσόδῳ Χριστοῦ, μικροῦ πάντα καρποφορήσας· ὁ δὲ, τῷ πλουσίῳ τὸ τέλειον ἐν τούτῳ περιορίσας. Καὶ συντομώτερον ἔτι περὶ τούτων εἰπεῖν, καλὸν θεωρία, καὶ καλὸν πρᾶξις· ἡ μὲν, ἐντεῦθεν ἐπανιστᾶσα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων χωροῦσα, καὶ τὸν νοῦν ἡμῶν πρὸς τὸ συγγενὲς ἐπανάγουσα· ἡ δὲ, Χριστὸν ὑποδεχομένη, καὶ θεραπεύουσα, καὶ τοῖς ἔργοις τὸ φίλτρον ἐλέγχουσα.
purifies the world from sin, but also washing the feet of the disciples in a servile guise. A noble thing is non-possession and contempt of riches; and Zacchaeus bears witness, and Christ Himself: the one, at the entrance of Christ, having borne fruit with well-nigh all his goods; the Other, having defined perfection for the rich man in this. And to speak yet more concisely concerning these things, a noble thing is contemplation, and a noble thing is action: the one, raising up from hence, and advancing into the Holy of holies, and leading our mind back towards what is akin to it; the other, receiving Christ, and tending Him, and proving affection by works.
Εʹ. Τούτων ἕκαστον μία τις σωτηρίας ὁδὸς, καὶ πρός τινα τῶν μονῶν πάντως φέρουσα τῶν αἰωνίων καὶ μακαρίων· ἐπειδὴ ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτω καὶ μοναὶ πολλαὶ παρὰ Θεῷ, κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναί τε καὶ διαιρούμεναι· καὶ ὁ μὲν τήνδε κατορθούτω τὴν ἀρετὴν, ὁ δὲ τήνδε, ὁ δὲ πλείους, ὁ δὲ τὰς πάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι, καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Εἰ δὲ δεῖ Παύλῳ καὶ αὐτῷ Χριστῷ πειθόμενον, πρώτην τῶν ἐντολῶν καὶ μεγίστην, ὡς κεφάλαιον νόμου καὶ προφητῶν τὴν ἀγάπην ὑπολαμβάνειν, ταύτης τὸ κράτιστον εὑρίσκω φιλοπτωχίαν, καὶ τὴν περὶ τὸ συγγενὲς εὐσπλαγχνίαν τε καὶ συμπάθειαν. Οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς ἐλέῳ, Θεὸς θεραπεύεται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν ἔλεον πρὸ τῆς κρίσεως· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον, ἢ φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δικαίως ἀντιμετροῦντος, καὶ τιθέντος ἐν ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον.
Chapter V. Each of these is a certain single way of salvation, and altogether leading towards some one of the eternal and blessed mansions; since just as there are different choices of lives, so also are there many mansions with God, both apportioned and divided for each according to his worth; and let one man achieve this virtue, and another that, and another several, and another all of them, if it be possible; only let him journey on, and strive for what lies ahead, and follow close upon the footsteps of Him Who guides nobly, and directs aright, and leads through the narrow way and gate unto the breadth of the blessedness yonder. But if, obeying Paul and Christ Himself, one must suppose love to be the first and greatest of the commandments, as the sum of the law and the prophets, of this I find the best part to be love of the poor, and tender-heartedness and sympathy towards our own kind. For by nothing of all things is God so served as by mercy, because nothing else is more proper than this to God, before Whom mercy and truth go forth, and to Whom one must offer mercy before judgement; nor to anything else rather than to love of mankind is human kindness repaid by Him Who justly measures in return, and sets mercy in balance and weight.
Ϛ. Πᾶσι μὲν δὴ πτωχοῖς ἀνοικτέον τὰ σπλάγχνα, καὶ τοῖς καθ' ἡντιναοῦν αἰτίαν κακοπαθοῦσι, κατὰ τὴν, χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, κελεύουσαν ἐντολήν· καὶ προεισενεκτέον ἀνθρώπους ὄντας ἀνθρώποις τὸν ἔρανον τῆς χρηστότητος, εἴτε διὰ χηρείαν χρήζοιεν ταύτης, εἴτε δι' ὀρφανίαν, εἴτε ἀποξένωσιν πατρίδος, εἴτε ὠμότητα δεσποτῶν, εἴτε ἀρχόντων θράσος, εἴτε φο-
Chapter VI. To all the poor, then, must the bowels of compassion be opened, and to those suffering hardship for any cause whatever, according to the commandment which bids to rejoice with those who rejoice, and to weep with those who weep; and being men, we must contribute beforehand to men the contribution of kindness, whether they have need of this on account of widowhood, or on account of orphanhood, or banishment from their fatherland, or cruelty of masters, or insolence of rulers, or
Notes, col. 864

On the reading

Printed και, for καὶ.

PG 35:865Read from the page
ρολόγων ἀπανθρωπίαν, εἴτε λῃστῶν μιαιφονίαν, εἴτε κλεπτῶν ἀπληστίαν, εἴτε δήμευσιν, εἴτε ναυάγιον· πάντες γὰρ ὁμοίως ἐλεεινοὶ, καὶ οὕτω βλέποντες εἰς τὰς ἡμετέρας χεῖρας, ὡς ἡμεῖς εἰς τὰς τοῦ Θεοῦ, περὶ ὧν ἂν δεώμεθα· καὶ τούτων αὐτῶν οἱ παρ' ἀξίαν κακοπαθοῦντες, τῶν ἐν ἔθει τοῦ δυστυχεῖν ὄντων ἐλεεινότεροι· ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου διεφθαρμένοις, καὶ μέχρι σαρκῶν, καὶ ὀστέων, καὶ μυελῶν, ὡς ἡ κατά τινων ἀπειλὴ, βεβρωμένοις, καὶ προδεδομένοις ὑπὸ τοῦ μοχθηροῦ, καὶ ταπεινοῦ, καὶ ἀπίστου τούτου σώματος· ᾧ πῶς συνεζύγην, οὐκ οἶδα· καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι· ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω, καὶ ὡς συγκληρονόμον αἰσχύνομαι· τῆξαι φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσωμαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀναβῆναι διὰ τῶν πράξεων.
inhumanity of tax-gatherers, or blood-guiltiness of brigands, or greediness of thieves, or confiscation, or shipwreck; for all are alike pitiable, and looking thus unto our hands, as we do unto those of God, for whatever things we may be in need of; and of these very persons, those suffering hardship contrary to their desert are more pitiable than those who are in the habit of misfortune; and especially to those wasted away by the sacred disease, and devoured even unto flesh, and bones, and marrow, as the threat against certain persons has it, and betrayed by this wretched, and lowly, and faithless body; to which how I was yoked, I know not; and how I am at once an image of God, and am kneaded together with the clay; which both makes war when in good health, and grieves when warred against; which I both love as a fellow-servant, and turn away from as an enemy; which I both flee as a bond, and reverence as a fellow-heir; I strive to waste it away, and I have not any fellow-worker to use towards the fairest things, knowing for what I have come into being, and that I must ascend towards God through actions.
Ζʹ. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστασιν, ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρηθεὶς ταῖς πέδαις κατασπώσαις, ἢ κατεχούσαις εἰς ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεως! Ὃ φοβοῦμαι περιέπω, καὶ ὃ στέργω δέδοικα· πρὶν πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διίσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα τοῦτο μυστήριον; Ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος· ἵνα εἰδῶμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ ἀθάνατοι, κληρονόμοι φωτὸς καὶ πυρὸς, εἴτ' οὖν σκότους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ διὰ ταῦτα, ὡς γοῦν ἐμοὶ καταφαίνεται, ἵν' ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συστελλώμεθα. Ταῦτα μὲν οὖν ὁ βουλόμενος φιλοσοφείτω, καὶ ἡμεῖς γε συμφιλοσοφήσομεν εὐκαιρότερον.
Chapter VII. I spare it as a fellow-worker, and I have no way to flee its insurrection, or how not to fall away from God, weighed down by the fetters dragging me down, or holding me down to the ground. It is a kindly enemy, and a treacherous friend. O the yoking together and the alienation! What I fear I cherish, and what I love I dread; before making war, I am reconciled; and before making peace, I am set at variance. What is the wisdom concerning me? and what is this great mystery? Or is it His will that we, being a portion of God, and having flowed from above, lest being lifted up and buoyed aloft on account of our worth we should despise the Creator, should in the wrestling and battle against the body look ever towards Him, and that our yoked weakness should be a tutoring of our dignity; that we may know that we are the same ones both greatest and lowliest, earthly and heavenly, temporal and immortal, heirs of light and of fire, or else of darkness, whichever way we incline? Such is our mixture, and for these reasons, so far at least as appears to me, that whenever we are lifted up on account of the image, we may be humbled on account of the dust. Upon these things, then, let him who wishes philosophize, and we indeed will philosophize together at a more seasonable time.
PG 35:868Read from the page
Ηʹ. Νυνὶ δὲ, ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τῶν ἐμῶν περιαλγοῦντι σαρκῶν, καὶ τῆς ἐμῆς ἀσθενείας ἐν ἀλλοτρίοις πάθεσι, θεραπευτέον, ἀδελφοὶ, τὸ συγγενὲς καὶ ὁμόδουλον. Εἰ γὰρ καὶ ὡς ἐχθροῦ κατηγόρησα διὰ τὸ πάθος, ἀλλὰ καὶ ὡς φίλου περιέχομαι διὰ τὸν συνδήσαντα· καὶ θεραπευτέον οὐχ ἧττον τὰ τῶν πλησίον, ἢ ἕκαστον τὸ ἑαυτοῦ, τῶν τε ὑγιαινόντων, καὶ τῶν ὑπὸ τῆς αὐτῆς νόσου δαπανωμένων. Πάντες γὰρ ἕν ἐσμεν ἐν Κυρίῳ, εἴτε πλούσιος, εἴτε πένης, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ὑγιαίνων, εἴτε πονηρῶς ἔχων τοῦ σώματος· καὶ μία κεφαλὴ πάντων, ἐξ οὗ τὰ πάντα, Χριστός· καὶ ὅπερ ἐστὶν ἀλλήλοις τὰ μέλη, τοῦτο ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες· οὔκουν περιοπτέον, οὐδὲ ἀμελητέον τῶν προεμπεσόντων εἰς τὴν κοινὴν ἀσθένειαν· οὐδὲ ἀγαπητέον μᾶλλον, ὅτι εὖ ἡμῖν ἔχει τὰ σώματα, ἢ πενθητέον, ὅτι ἀθλίως τοῖς ἀδελφοῖς· καὶ ἡγεῖσθαι μίαν ἀσφάλειαν εἶναι τῶν ἡμετέρων σαρκῶν καὶ ψυχῶν, τὴν εἰς ἐκείνους φιλανθρωπίαν· σκοπῶμεν δὲ οὕτως.
Chapter VIII. But now, what the discourse set out to say for me, who am grieved all around for my own flesh, and my own weakness in others' sufferings, we must tend, brethren, that which is akin and fellow-servant. For even if I accused it as an enemy on account of passion, yet I also cleave to it as a friend on account of Him Who bound it together with me; and we must tend no less the things of our neighbours than each his own, both of those who are in health, and of those who are being consumed by the same disease. For we are all one in the Lord, whether rich, or poor, or slave, or free, or in health, or fared ill in body; and there is one Head of all, from Whom are all things, Christ; and whatever the members are to one another, this each is to each, and all to all; therefore we must not overlook, nor neglect those who have fallen beforehand into the common weakness; nor must we be better pleased that our bodies fare well, than mourn that those of our brethren fare wretchedly; and we must account that the one safety of our flesh and souls is love of mankind towards them; and let us consider it thus.
Θʹ. Τοῖς μὲν ἄλλοις ἓν μόνον ἐλεεινὸν, τὸ τῆς ἀπορίας· ὃ τάχ' ἂν ἢ χρόνος, ἢ πόνος, ἢ φίλος, ἢ συγγενὴς, ἢ καιροῦ μεταβολὴ λύσαιεν. Τοῖς δὲ τοῦτο μὲν οὐδενὸς ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ τοῦ πονεῖν καὶ βοηθεῖν ἑαυτοῖς οὐκ ἔχουσιν, εἰς τὰ ἀναγκαῖα μετὰ τῶν σαρκῶν ἀφῄρηνται, καὶ μείζων ἀεὶ τῆς ασθενείας αὐτοῖς μᾶλλον ὁ φόβος, ἢ ἡ τῆς ὑγείας ἐλπίς· ὥστε μικρὸν γοῦν τι βοηθεῖσθαι παρὰ τῆς ἐλπίδος, ἣ μόνον τοῖς ἀτυχοῦσίν ἐστι φάρμακον. Πρὸς δὲ τῇ πενίᾳ, καὶ ἡ νόσος κακὸν δεύτερον, καὶ κακῶν τὸ ἀπευκτότατον, καὶ βαρύτατον, καὶ εἰς κατάραν τοῖς πολλοῖς προχειρότατον. Καὶ τρίτον, τὸ μὴ προσιτοὺς αὐτοὺς εἶναι, μηδὲ θεατοὺς τοῖς πλείοσιν, ἀλλὰ φευκτοὺς, καὶ βδελυκτοὺς, καὶ οἷον ἀποτροπαίους· ὃ καὶ τῆς νόσου τούτοις βαρύτερον, ὅταν αἴσθωνται διὰ τὴν συμφορὰν καὶ μισούμενοι. Ἐγὼ μὲν οὐδὲ ἀδακρυτὶ φέρω τὸ τούτων πάθος, καὶ τῇ μνήμῃ συγχέομαι· πάσχοιτε δὲ καὶ ὑμεῖς ταυτὸν, ἵνα τοῖς δάκρυσι τὰ δάκρυα φύγητε· καὶ πάσχουσί γε, οἶδ' ὅτι, τῶν παρόντων ὅσοι φιλόχριστοι καὶ φιλόπτωχοι, καὶ Θεοῦ, καὶ παρὰ Θεοῦ τὸ ἐλεεῖν ἔχοντες· μάρτυρες δὲ καὶ ὑμεῖς τοῦ πάθους.
Chapter IX. To others indeed one thing only is pitiable, that of want; which perhaps either time, or labour, or a friend, or a kinsman, or a change of season might undo. But to these this indeed is no less than to anyone, if not even more, inasmuch as they have not the power to labour and help themselves, and have been deprived of things necessary along with their flesh, and greater always for them is the fear of weakness rather than the hope of health; so as to be helped some little bit at least by hope, which alone to the unfortunate is a medicine. And in addition to poverty, the disease also is a second evil, and of evils the most to be deprecated, and heaviest, and readiest for a curse to the many. And a third is that they are not approachable, nor to be looked upon by most people, but to be shunned, and abominated, and as it were ill-omened; which is heavier to them even than the disease, whenever they perceive that on account of their calamity they are even hated. I indeed do not even without tears bear the suffering of these men, and I am confounded at the remembrance; and may you also experience the same thing, that by tears you may escape tears; and they do experience it, I know, as many of those present as are lovers of Christ and lovers of the poor, both of God, and from God having the showing of mercy; and witnesses also are you of the suffering.
Notes, col. 868

On the reading

Printed ασθενείας, for ἀσθενείας.

PG 35:869Read from the page
Ιʹ. Πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν καὶ ἐλεεινὸν, καὶ πᾶσι, πλὴν τῶν εἰδότων, ἄπιστον, ἄνθρωποι νεκροὶ καὶ ζῶντες, ἠκρωτηριασμένοι τοῖς πλείστοις τοῦ σώματος μέρεσι, μήθ' οἵτινές ποτε ἦσαν, μηδὲ ὅθεν εἰσὶ μικροῦ γινωσκόμενοι· μᾶλλον δὲ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα· πατέρας, καὶ μητέρας, καὶ ἀδελφοὺς, καὶ τόπους, ἑαυτῶν γνωρίσματα λέγοντες· Ἐγὼ τοῦ δεῖνος, καὶ ἡ δεῖνά μοι μήτηρ, καὶ τόδε μοι ὄνομα, καὶ σύ μοι φίλος ποτὲ καὶ γνώριμος. Καὶ τοῦτο πράττουσιν, οὐ γὰρ ἔχουσι τῷ παλαιῷ χαρακτῆρι γινώσκεσθαι· ἄνθρωποι περικεκομμένοι, καὶ περιῃρημένοι χρήματα, συγγένειαν, φίλους, αὐτὰ τὰ σώματα· ἄνθρωποι μόνοι τῶν πάντων ἐλεοῦντές τε ἑαυτοὺς, καὶ μισοῦντες ὁμοίως· οὐκ ἔχοντες πότερα μᾶλλον θρηνήσωσι, τὰ μηκέτ' ὄντα τοῦ σώματος, ἢ τὰ μένοντα· ὅσα προανάλωσεν ἡ νόσος, ἢ ὅσα τῇ νόσῳ λείπεται. Τὰ μὲν γὰρ ἀνήλωται δυστυχῶς, τὰ δὲ σώζεται δυστυχέστερον· τὰ μὲν οἴχεται πρὸ τῶν τάφων, τὰ δὲ οὐκ ἔστιν ὁ παραδώσων ταφῇ. Καὶ γὰρ ὁ λίαν χρηστὸς καὶ φιλάνθρωπος, τούτοις ἐστὶν ἀναλγητότατος· κἀνταῦθα μόνον ἐπελαθόμεθα σάρκες ὄντες, καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμενοι· καὶ τοσούτου δέομεν θεραπεύειν τὸ συγγενὲς, ὥστε καὶ τῶν ἡμετέρων σωμάτων ἀσφάλειαν τὴν τούτων φυγὴν νομίζομεν. Καὶ νεκρῷ μὲν ἤδη προσῆλθέ τις παλαιῷ, καὶ τούτῳ τυχὸν ὀδωδότι, καὶ ζώων ἀλόγων ἤνεγκεν ὀδωδότα σώματα, καὶ βορβόρου πλησθεὶς ἠνέσχετο· τούτους δὲ κατὰ κράτος φεύγομεν (ὢ τῆς ἀπανθρωπίας!), ὅτι καὶ τὸν αὐτὸν αὐτοῖς σπῶμεν ἀέρα, μικροῦ δυσχεραίνοντες.
X. There lies before our eyes a terrible and pitiable spectacle, and incredible to all save those who know it: men dead and yet living, mutilated in most parts of their body, scarcely recognized either as to who they once were or whence they are; or rather, the wretched remnants of those who were once men, naming fathers, and mothers, and brothers, and places as tokens of themselves: I am the son of such a one, and such a one is my mother, and this is my name, and you were once my friend and acquaintance. And this they do because they cannot be recognized by their former features; men cut about, and stripped of possessions, kindred, friends, and their very bodies; the only men of all who both pity themselves and hate themselves alike, not knowing which they should rather mourn, the parts of the body that no longer exist, or those that remain; those that the disease has already consumed, or those that are left to the disease. For the former have been consumed wretchedly, and the latter are preserved more wretchedly still; the former are gone before the tomb, and for the latter there is no one to commit them to burial. For even he who is exceedingly kind and humane is most callous towards these; and here alone have we forgotten that we are flesh (Gen. 6:3), and clothed with the body of humiliation; and so far are we from caring for our own flesh and blood that we deem flight from them to be the safety of our own bodies. And a man has before now approached a corpse already old, and that perhaps stinking, and has borne the stinking carcasses of brute beasts, and when filled with mire has endured it; yet these we flee with all our might (O the inhumanity!), almost indignant that we even draw the same air as they.
ΙΑʹ. Τί πατρὸς γνησιώτερον; καὶ τί μητρὸς συμπαθέστερον; Ἀλλ' ἀπεκλείσθη γε τούτοις καὶ ἡ φύσις· καὶ πατὴρ παῖδα τὸν ἑαυτοῦ, ὃν ἐγέννησεν, ὃν ἀνέθρεψεν, ὃν ὀφθαλμὸν βίου μόνον ἔχειν ἐνόμισεν, ὑπὲρ οὗ πολλὰ Θεῷ καὶ πολλάκις προσηύξατο, τοῦτον ὀδύρεται μὲν, ἀπελαύνει δὲ, τὸ μὲν ἑκὼν, τὸ δὲ τυραννούμενος. Καὶ μήτηρ μέμνηται μὲν τῶν ὠδίνων, καὶ τὰ σπλάγχνα σπαράσσεται, καὶ ἀνακαλεῖται λίαν ἐλεεινῶς, καὶ προθεῖσα θρηνεῖ, καθάπερ τεθνηκότα τὸν ζῶντα· Τέκνον, λέγουσα, δυστυχὲς καὶ ἀθλίας μητρὸς, ὅ μοι συνεμερίσατο πικρῶς ἡ νόσος· τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, τέκνον, ὃ κρημνοῖς καὶ ὄρεσι καὶ ἐρημίαις ἀνεθρεψάμην·
XI. What is truer than a father? And what more compassionate than a mother? Yet towards these even nature has been shut out; and a father laments indeed his own child, whom he begot, whom he reared, whom he deemed the sole eye of his life, on whose behalf he offered many prayers and oftentimes to God, yet drives him away, partly of his own will, and partly overpowered by constraint. And a mother remembers indeed her travail, and her bowels are torn, and she calls upon him most piteously, and laying him out she bewails the living as though dead, saying: Unhappy child, and of a wretched mother, whom the disease has bitterly shared with me; pitiable child, unrecognized child, child whom I reared for crags and mountains and deserts;
Notes, col. 869

On the reading

Printed 863, for 869.