Migne Reading Room

PG 35 · cols. 836–845 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:836Read from the page
τῶν τοῦ Ἰὼβ ῥημάτων, καὶ αὐτὸς ἀλγῶν, καὶ πρὸς φίλον, εἰ καὶ μὴ τοιοῦτον, μηδὲ ἐφ' ὁμοίοις τοῖς πάθεσιν. Ποτέρῳ πρόσκεισαι; Ἢ τίνι μέλλεις βοηθεῖν; Ἆρ' οὐχ ᾧ πολλὴ ἰσχύς; Οὐχ ᾧ πολλὴ σοφία καὶ ἐπιστήμη; Τοῦτο γὰρ ὁρῶ πολλοὺς τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον ἂν τοῖς ὑψηλοῖς τὰ μέγιστα συγχωρήσαιεν ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Τοῦτο μὲν οὖν αὐτὸς ἂν εἰδείης· οὐ γὰρ ἐμοί τι θέμις περὶ σοῦ τῶν οὐ καλῶν ἀποφαίνεσθαι, ὅς σε καλοῦ παντὸς ὅρον καὶ κανόνα τίθεμαι· καὶ ἅμα μὴ ταχὺς εἶναι εἰς κρίσιν, ὑπὸ τῆς Γραφῆς νενουτέθημαι. Ἐγὼ δὲ τὸν λόγον ὑποσχεῖν ἕτοιμος, καί σοι, καὶ παντὶ τῷ βουλομένῳ διὰ φιλίαν, τῆς ἐμῆς, εἴτε ἀπειθείας, ὡς ἄν τινες ὀνομάσαιεν, εἴτε προμηθείας, ὡς ἐμαυτὸν πείθω, καὶ ἀσφαλείας, ὡς ἂν εἰδείης μὴ πάντη ἀτόπῳ φίλῳ χρώμενος καὶ ἀμαθεῖ· ἀλλ' ἔστιν ἃ καὶ συνορᾷν δυναμένῳ τῶν πολλῶν ἄμεινον, καὶ θαῤῥοῦντι μὲν ἃ θαῤῥεῖν ἄξιον, φοβουμένῳ δὲ οὗ ἐστι φόβος, καὶ ἃ μηδὲ φοβεῖσθαι τοῖς νοῦν ἔχουσι φοβερώτερον.
of the words of Job, being myself also in pain, and speaking to a friend, even if not such a one, nor over the like sufferings: To which of the two do you cleave? Or whom are you about to aid? Is it not him who has great strength? Is it not him who has great wisdom and knowledge? For I see many of the judges of the present day suffering this, who would more easily forgive the greatest things to the lofty than the least things to the lowly. This, however, you yourself would know; for it is not lawful for me to pronounce anything dishonourable concerning you, whom I set down as the standard and rule of every good thing; and at the same time I have been admonished by Scripture not to be hasty unto judgement. But I am ready to render an account, both to you and to anyone who wishes it out of friendship, of my disobedience, as some might call it, or forethought and safety, as I persuade myself, so that you may know that you do not have a friend altogether absurd and ignorant, but one who in some things is able to see more clearly than the many, and who is bold where it is worthy to be bold, yet fears where there is fear, and where even not to fear is more fearful to men of sense.
Δʹ. Τί οὖν δοκεῖ, καὶ τί βέλτιον; Νῦν ὑπόσχωμεν τὰς εὐθύνας ὑμῖν, τοῦτο κελεύετε, καὶ οὐκ ἀποδοκιμάζετε τὸν καιρόν; (Ὁ δέ ἐστι πανήγυρις, ἀλλ' οὐ δικαστήριον.) Ἢ τοῦτο μὲν εἰς ἄλλον καιρὸν καὶ σύλλογον ἀποθώμεθα; Καὶ γάρ ἐστι μακρότερος, ἢ κατὰ τὸν παρόντα καιρὸν ὁ λόγος. Ἡμεῖς δὲ τί φθεγξόμεθα πρὸς ὑμᾶς τῆς πανηγύρεως ἄξιον, ἵνα μὴ νήστεις ὑμᾶς ἀπολύσωμεν αὐτοὶ, καὶ ταῦτα ὄντες οἱ ἑστιάτορες; Ἁγνίσωμεν ἡμᾶς αὐτοὺς, ἀδελφοὶ, τοῖς μάρτυσι· μᾶλλον δὲ, ᾧ κἀκεῖνοι δι' αἵματος καὶ τῆς ἀληθείας ἡγνίσθησαν. Ἐλευθερωθῶμεν παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· νιψώμεθα, καθαροὶ γενώμεθα· παραστήσωμεν καὶ αὐτοὶ τὰ σώματα ἡμῶν καὶ τὰς ψυχὰς, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ταύτην ἡμῶν καὶ ἔντευξιν. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ τίμιον, ὡς καθαρότης ἢ κάθαρσις. Ἀθλήσωμεν διὰ τοὺς ἀθλητάς· νικήσωμεν διὰ τοὺς νικητάς· μαρτυρήσωμεν τῇ ἀληθείᾳ διὰ τοὺς μάρτυρας. Τοῦτο τοῖς ἄθλοις αὐτῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανῖται γενέσθαι, καὶ τῆς αὐτῆς κληρονόμοι δόξης, τῆς τε παρ'
IV. What then seems good, and what is better? Shall we now render our account to you—do you bid this, and do you not reject the occasion? (Yet it is a festival assembly, and not a court of judgement.) Or shall we put this off to another season and gathering? For indeed the discourse is longer than suits the present occasion. And what shall we utter to you worthy of the festival assembly, that we ourselves may not send you away fasting, and that too when we are the hosts of the feast? Let us purify ourselves, brethren, for the martyrs; or rather, for Him for Whom they also were purified through blood and the truth. Let us free ourselves from every defilement of flesh and spirit; let us wash ourselves, let us become pure; let us also present our bodies and souls a living sacrifice, holy, well-pleasing to God, this our reasonable service and entreaty. For nothing is so precious to the Pure One as purity or purification. Let us contend as athletes for the sake of the athletes; let us conquer for the sake of the conquerors; let us bear witness to the truth for the sake of the martyrs. Let us grant this favour to their contests: that we ourselves also become crowned victors, and heirs of the same glory, both that which from
Notes, col. 836

On the reading

Printed νενουτέθημαι, for νενουθέτημαι.

PG 35:837Read from the page
ἡμῶν ὑπαρχούσης αὐτοῖς καὶ τῆς ἐν οὐρανοῖς ἀποκειμένης, ἧς ὑπομνήματα καὶ χαρακτῆρες μικροί τινες τὰ ὁρώμενα. Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας ἀγωνισώμεθα, πρὸς τοὺς ἀφανεῖς διώκτας τε καὶ τυράννους, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, καὶ περὶ τὰ οὐράνια πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς τὸν ἐν τοῖς πάθεσι πόλεμον, πρὸς τὰς καθ' ἑκάστην ἡμέραν τῶν ἔξωθεν συμπιπτόντων ἐπαναστάσεις.
us belongs to them and that which is laid up in the heavens, whereof the things seen are certain small memorials and tokens. Let us contend against the principalities, against the powers, against the unseen persecutors and tyrants, against the world-rulers of the darkness of this age, against the spiritual hosts of wickedness in the heavenly places, and concerning heavenly things against the war within and in our own selves—that which is in the passions—and against the daily uprisings of external occurrences.
Εʹ. Ἐνέγκωμεν θυμὸν ως θηρίον, καὶ γλωσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσωμεν. Θώμεθα ταῖς ἀκοαῖς θύρας, καλῶς ἀνοιγομένας καὶ κλειομένας· καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν· παιδαγωγήσωμεν ἁφὴν λυσσῶσαν, καὶ γεῦσιν σπαράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν· οὕτω γὰρ ἡγοῦμαι καλεῖσθαι τὰ αἰσθητήρια· καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Μὴ κάμψωμεν γόνυ τῇ Βαὰλ διὰ τὴν χρείαν, μηδὲ διὰ φόβον τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσωμεν. Ἓν φοβηθῶμεν μόνον, τὸ φοβηθῆναί τι Θεοῦ πλέον, καὶ καθυβρίσαι τὴν εἰκόνα διὰ κακίας. Ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλάβωμεν, καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ διαφύγωμεν. Καὶ οὗτος δεινὸς ὁ πόλεμος, καὶ αὕτη παράταξις μεγάλη, καὶ τοῦτο μέγα τρόπαιον. Εἰ οὕτως συνεληλύθαμεν, ἢ συντρέχομεν, ὄντως κατὰ Χριστὸν ἡ πανήγυρις, ὄντως τοὺς μάρτυρας τετιμήκαμεν, ἢ τιμήσομεν, ὄντως χορεύομεν ἐπινίκια. Εἰ δὲ γαστρὸς ἡδοναῖς χαριούμενοι, καὶ τρυφήσοντες πρόσκαιρα, καὶ εἰσοίσοντες τὰ κενούμενα, καὶ κραιπάλης χωρία ταῦτα, οὐ σωφροσύνης ὑπολαμβάνοντες, καὶ πραγματειῶν καιροὺς καὶ πραγμάτων, ἀλλ' οὐκ ἀναβάσεως ἢ θεώσεως, ἵν' οὕτως εἰπεῖν τολμήσω, ἧς οἱ μάρτυρες μεσιτεύουσι, πρῶτον μὲν οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω. Τί γὰρ τὰ ἄχυρα πρὸς τὸν σῖτον; Τί δὲ θρύψις σαρκὸς πρὸς μαρτύρων παλαίσματα; Ἐκεῖνα τῶν θεάτρων, ταῦτα τῶν ἐμῶν συλλόγων· ἐκεῖνα τῶν ἀκολάστων, ταῦτα τῶν σωφρονούντων· ἐκεῖνα τῶν φιλοσάρκων, ταῦτα τῶν λυομένων ἀπὸ τοῦ σώματος. Ἔπειτα βούλομαι μὲν εἰπεῖν τι καὶ τολμηρότερον, φείδομαι δὲ τῆς βλασφημίας αἰδοῖ τῆς ἡμέρας· πλὴν οὐ ταῦτα ἀπαιτοῦσι παρ'
V. Let us bear up against anger as a wild beast, and the tongue as a sharp sword, and let us quench pleasure as fire. Let us set doors to our ears, well opened and shut; and let us chasten the eye; let us discipline raging touch, and rending taste, lest death come up through our windows—for so I deem the organs of sense to be called—and let us laugh to scorn immoderate laughter. Let us not bow the knee to Baal on account of need, nor out of fear worship the golden image. Let us fear one thing alone: to fear anything more than God, and to insult His image through wickedness. In all things let us take up the shield of faith, and escape all the darts of the evil one. Both this war is terrible, and this battle-array is great, and this trophy is great. If we have thus come together, or run together, truly the festival assembly is according to Christ, truly we have honoured, or shall honour, the martyrs, truly we dance the dance of victory. But if to gratify the pleasures of the belly, and to luxuriate in things transitory, and to bring in things that are emptied out, supposing these places to be resorts of drunken revelry, not of temperance, and seasons of business dealings and affairs, and not of ascent or deification, if I may make bold to speak thus, whereof the martyrs are mediators—first of all, I do not even recognize the season. For what is the chaff to the wheat? And what is the luxury of the flesh to the wrestling-bouts of martyrs? Those belong to the theatres, these to my assemblies; those to the licentious, these to the temperate; those to the lovers of the flesh, these to those who are being loosed from the body. Next, I wish indeed to say something even bolder, yet I refrain from harsh speech out of reverence for the day; howbeit, the martyrs do not demand these things from
Notes, col. 837

On the reading

Printed ως, for ὡς.

Printed γλωσσαν, for γλῶσσαν.

PG 35:840Read from the page
ἡμῶν οἱ μάρτυρες· οὕτω γαρ εἰπεῖν μετριώτερον.
us; for so to speak is more moderate.
Ϛʹ. Μὴ τοίνυν ἀνάγνως τελῶμεν, ἀδελφοὶ, τὰ ἅγια, μηδὲ τὰ ὑψηλὰ ταπεινῶς, μηδ' ἀτίμως τὰ τίμια, μηδὲ, συνελόντα εἰπεῖν, χοϊκῶς τὰ τοῦ πνεύματος. Πανηγυρίζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· ἑορτάζει καὶ Ἕλλην, ἀλλ' ὡς ἀρέσκει τοῖς δαίμοσιν. Ἡμῖν δὲ, ὡς πάντα πνευματικὰ, πρᾶξις, κίνημα, βούλημα, λόγος, ἄχρι καὶ βαδίσματος καὶ ἐνδύματος, ἄχρι καὶ νεύματος, εἰς πάντα τοῦ λόγου φθάνοντος καὶ ῥυθμίζοντος τὸν κατὰ Θεὸν ἄνθρωπον· οὕτω καὶ τὸ πανηγυρίζειν, καὶ τὸ φαιδρύνεσθαι. Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀμετρίαν. Ἂν οὕτω συνιῶμεν, καὶ οὕτω πανηγυρίζωμεν, μέγα μὲν, ὅτι καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν· ἃ γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο, κατ' ἐξουσίαν πλάττων μακαριότητα, ταῦτα νομίζομεν ἀποκεῖσθαι τοῖς καθηραμένοις δι' αἵματος, καὶ τὴν Χριστοῦ θυσίαν μιμησαμένοις· ἀλλὰ τήν γε λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα, οὐδὲ γὰρ τοῦτο μικρὸν, ὡς ὁ ἐμὸς λόγος, καὶ εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα, καὶ τῷ φωτὶ τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ', ὅτι ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτερον, εἰς ἣν πεπιστεύκαμεν, καὶ ᾗ λατρεύομεν, καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων, μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς, μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμολογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πατέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆς πρώτης πίστεως, τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα, καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.
VI. Let us not, therefore, celebrate holy things unholily, brethren, nor lofty things basely, nor honourable things dishonourably, nor, to speak briefly, the things of the spirit in an earthy manner. The Jew also keeps festival, but according to the letter; the Greek also keeps holiday, but as pleases the demons. With us, however, just as all things are spiritual—action, movement, will, speech, even unto gait and raiment, even unto a nod, reason reaching unto all things and regulating the man according to God—so also is our keeping of festival and our rejoicing. For I do not forbid relaxation, but I check excess. If we thus come together, and thus keep festival, it is indeed a great thing to say that we ourselves also shall obtain the same prizes and inherit the same glory—for what neither eye has seen, nor ear heard, nor human mind ever pictured to itself when fashioning blessedness at will, these things we deem to be laid up for those who have been purified through blood and have imitated the sacrifice of Christ—yet at least we shall behold the splendour of the holy martyrs (for neither is this a small thing, as I reckon it), and we shall enter into the joy of the same Lord, and with the light of the blessed and sovereign Trinity I know well that we shall be illumined more distinctly and more purely, in Whom we have believed, and Whom we worship, and Whom we confess before God and men, fearing nothing, ashamed of nothing, neither external enemies, nor the false Christs and enemies of the Spirit amongst our own selves. And may we confess until our last breath in great boldness of speech the good deposit of the holy Fathers who were nearer to Christ and to the primitive faith, the confession bred with us from childhood, which we uttered first, and wherewith may we depart at the last, carrying away hence this, if nothing else: piety.
Ζʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, διὰ τῆς ἁμαρτίας πολεμωθέντας· ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς, καὶ τοῖς μακρὰν, τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου·
VII. Now the God of peace, Who reconciled us to Himself through the cross when we had become enemies through sin; Who preached the good tidings of peace to those nigh and to those afar off, both to those under the law and to those outside the law—
Notes, col. 840

On the reading

Printed γαρ, for γὰρ.

PG 35:841Read from the page
ὁ τῆς ἀγάπης πατὴρ, ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν ἄλλων χαίρει καλούμενος, ἵνα νομοθετήσῃ καὶ τοῖς ὀνόμασι τὸ φιλάδελφον, ὁ τὴν καινὴν ἐντολὴν δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους, ὅσον καὶ ἠγαπήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς, καὶ τυραννεῖσθαι διὰ τὸν φόβον, καὶ ἀναδύεσθαι σὺν λόγῳ, καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα ποίμνια καταρτίζων, καὶ τὰ μικρὰ μεγαλύνων διὰ τῆς χάριτος, αὐτὸς, κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρηστότητος, ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ, καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ πνευματικῶς πανηγυρίζειν τοῖς μάρτυσι πείσειε, καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώσειεν, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία, καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέσειεν, ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
the Father of love, Love itself; for by these names before others He rejoices to be called, that even by His names He may legislate brotherly love, He Who gave the new commandment in loving one another so much as we also have been loved; He Who gave both to rule with noble constraint, and to submit to constraint through fear, and to shrink back with reason, and again to take courage for the sake of reason; He Who both perfects great flocks, and magnifies small ones through grace, may He Himself, according to the multitude of His goodness, comfort us indeed with abundant comfort, and lead us onward, shepherding with us and preserving the flock; and may He perfect you unto every good work, and persuade you to keep spiritual festival with the martyrs, and deem you worthy of the delight from yonder, where is the dwelling of all who rejoice, and when you have appeared in righteousness may He satisfy you with His glory, manifested in Christ Jesus our Lord, to Whom be the glory and the dominion, the honour and the worship unto the ages of the ages. Amen.
MONITUM IN ORATIONEM XII.
ADMONITION ON ORATION XII.
I. Inaugurantium manibus « cervicem, non animum flexerat » Gregorius. Itaque, postquam ordinatus est episcopus, quemadmodum jam antea post collatum sibi sacerdotii ordinem, fugam, quam sub ipsa pene manuum impositione meditabatur, arripuit. Non tantum solitudinis amor, verum etiam contentionum timor, hanc ipsi fugam suasit. Jam enim magnum eruperat dissidium inter Basilium et Anthimum, quorum alter Caesareae, alter Tyanae erat antistes. Cappadocia siquidem in duas provincias, seu, in primam et secundam Cappadociam nuperrime divisa, factum est, ut in duas quoque metropoles divisa sit spiritualis potestas. Primae autem Cappadociae praeerat Basilius, secundae vero Anthimus. Hinc dissidiorum origo. « Plurima » enim « ex priori novae metropoli adjungebantur. » De Sasimis praecipue litigabant ambo praesules. Idcirco a Basilio Theologus noster creatus est Sasimorum episcopus. Cum autem vir pacis amans timeret ne pro Sasimensi sede bellum gerere videretur, « concitus in montem fugit, ut charae solitudinis deliciis frueretur, seque totum philosophiae, » id est solitariae et monasticae vitae exercitationi « daret. »
I. Under the hands of those inaugurating him Gregory "had bowed his neck, not his mind." Therefore, after he was ordained bishop, just as already previously after the order of the priesthood had been conferred upon him, he betook himself to the flight which he was meditating almost under the very imposition of hands. Not only the love of solitude, but also the fear of contentions, persuaded him to this flight. For already a great dissension had broken out between Basil and Anthimus, of whom the one was Bishop of Caesarea, the other of Tyana. For since Cappadocia had very recently been divided into two provinces, that is, into First and Second Cappadocia, it came to pass that the spiritual power also was divided into two metropolises. Now over First Cappadocia presided Basil, and over Second Cappadocia Anthimus. Hence arose the origin of the dissensions. For "very many things from the former were being joined to the new metropolis." Concerning Sasima especially both prelates were contending. On that account our Theologian was created Bishop of Sasima by Basil. But since the peace-loving man feared lest he should seem to wage war for the see of Sasima, "hastening away he fled to the mountain, that he might enjoy the delights of dear solitude, and give himself wholly to philosophy," that is, to the exercise of the solitary and monastic life.
II. Verum Gregorius, « aliis in rebus constans, » ut de se ipse testatur, « in eo erat ignavus, quod patris iram ferre non posset. » Cessit igitur parenti, et cito e fuga rediit. Tum pater iterum atque iterum filium vehementius hortari coepit, ut Sasimensis Ecclesiae regimen susciperet. Ipse vero, constanter in proposito perseverans, prorsus recusavit. Tunc demum pater, tum precibus, tum minis, tum auctoritate, tum rationibus, obtinuit, ut filius una secum « collaborans Nazianzenae Ecclesiae curam gereret, ac velut magnae cuidam aquilae, et altissime volanti, pullus non inutilis e propinquo circum assidue volaret ; » ea tamen conditione, ut ne invitus huic alligaretur Ecclesiae, et, parente mortuo, discedendi, et quo vellet liberam haberet abeundi facultatem.
II. Yet Gregory, "steadfast in other matters," as he himself testifies concerning himself, "in this was faint-hearted, that he could not bear his father's anger." He yielded therefore to his parent, and quickly returned from flight. Then the father began again and again more earnestly to exhort his son to undertake the government of the Church of Sasima. He, however, steadfastly persevering in his purpose, utterly refused. Then at length the father, partly by prayers, partly by threats, partly by authority, partly by arguments, prevailed so that his son, "labouring together with him, should bear the care of the Church of Nazianzus, and like a not unprofitable fledgling to some great eagle flying on high, should continually fly around him near at hand;" yet on this condition, that he should not be bound against his will to this Church, and that, when his parent died, he should have the power of departing and the free faculty of going away whithersoever he wished.
III. Hac igitur occasione, et hoc ipso tempore, exeunte nimirum anno 372, duodecimam hanc orationem habuit. In ea debitas Gregorio patri laudes tribuit, qui, etsi quovis alio « valentior ac fervidior (n. 3), » adjutorem tamen sibi quaereret, nec homi-
III. On this occasion, therefore, and at this very time, namely at the close of the year 372, he delivered this twelfth oration. In it he pays due praises to his father Gregory, who, although "more vigorous and more fervent" than anyone else (no. 3), nevertheless sought a helper for himself, and did not fear the judge-
PG 35:843Read from the page
num judicia metueret, eo praesertim tempore, quo « episcopalis dignitas, multorum vitio, mirificae cujusdam voluptatis plena judicabatur (n. 3). » Exponit deinde, hinc suum solitudinis quietisque desiderium, illinc metum quo percellitur, ne Deo vocanti, atque Ecclesiae utilitati desit. Quos inter affectus, « timorem » scilicet « et cupiditatem, ita medium quoddam iter sequitur, ut partim cupiditati, partim spiritui satisfaciat (n. 5) ; » ac ita paciscitur, ut neque se Ecclesiae penitus negaret, neque etiam a dilectae solitudinis desiderio descisceret, si aliquando ipsam repetere per se licuerit. Unde suae libertatis recuperandae tempus ad parentis obitum praestituit ; atque hanc conditionem, tam clare, tamque diserte enuntiat, ut mirum sit exstare, aut etiam exstitisse unquam aliquem, qui Theologum nostrum Nazianzenae Ecclesiae episcopum dixerit, aut crediderit.
ments of men, especially at that time when "the episcopal dignity, through the fault of many, was judged to be full of a certain marvellous pleasure (no. 3)." Next he sets forth, on the one side his desire for solitude and quiet, on the other the fear with which he is struck lest he fail God Who calls him and the advantage of the Church. Between which affections, namely "fear and desire, he so follows a certain middle path as to satisfy partly his desire and partly the Spirit (no. 5);" and so makes a compact as neither wholly to deny himself to the Church, nor yet to forsake his desire for beloved solitude, if ever it should be lawful for him of himself to return to it. Whence he fixes the time for recovering his liberty at the death of his parent; and he states this condition so clearly and so expressly that it is wonderful that there exists, or ever has existed, anyone who has called or believed our Theologian to have been Bishop of the Church of Nazianzus.
ΛΟΓΟΣ ΙΒʹ.
ORATION XII.
Εἰς τὸν πατέρα ἑαυτοῦ, ἡνίκ' ἐπέτρεψεν αὐτὸν φροντίζειν τῆς Ναζιανζοῦ Ἐκκλησίας.
To his father, when he committed to him the care of the Church of Nazianzus.
Αʹ. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα Πνεῦμα, καὶ δίδωμι τὰ ἐμαυτοῦ πάντα, καὶ ἐμαυτὸν τῷ Πνεύματι, καὶ πρᾶξιν, καὶ λόγον, καὶ ἀπραξίαν, καὶ σιωπήν· μόνον ἐχέτω με, καὶ ἀγέτω, καὶ κινείτω καὶ χεῖρα, καὶ νοῦν, καὶ γλῶσσαν, ἐφ' ἃ δεῖ καὶ βούλεται· καὶ ἀπαγέτω πάλιν ἀφ' ὧν δεῖ, καὶ ὧν ἄμεινον. Ὄργανόν εἰμι θεῖον, ὄργανον λογικὸν, ὄργανον καλῷ τεχνίτῃ τῷ Πνεύματι ἁρμοζόμενον καὶ κρουόμενον. Χθὲς ἐνήργει τὴν σιωπήν; τὸ μὴ λέγειν ἐφιλοσόφουν. Σήμερον κρούει τὸν νοῦν; ἠχήσω τὸν λόγον, καὶ φιλοσοφήσω τὸ φθέγγεσθαι. Καὶ οὔτε λάλος οὕτως εἰμὶ, ὡς λέγειν ἐπιθυμεῖν, τὸ σιωπᾷν ἐνεργούμενος· οὔτε σιωπηλὸς οὕτω καὶ ἀμαθὴς, ὡς ἐν καιρῷ λόγου τιθέναι φυλακὴν τοῖς χείλεσιν· ἀλλὰ καὶ κλείω καὶ ἀνοίγω τὴν ἐμὴν θύραν Νῷ, καὶ Λόγῳ, καὶ Πνεύματι, τῇ μιᾷ συμφυΐᾳ τε καὶ θεότητι.
I. I opened my mouth, and drew in the Spirit, and I give all that is mine and myself to the Spirit, both action and speech, and inaction and silence; only let Him hold me, and lead me, and move both hand, and mind, and tongue, to the things to which He ought and wills; and let Him lead me away again from the things from which He ought, and from which it is better. I am a divine instrument, a rational instrument, an instrument tuned and struck by that good Artificer, the Spirit. Yesterday did He work silence? I practised the philosophy of not speaking. Today does He strike the mind? I will sound forth speech, and practise the philosophy of utterance. And neither am I so talkative as to desire to speak when moved to keep silence; nor so silent and unlearned as in a time of speech to set a guard upon my lips; but I both close and open my door to Mind, and Word, and Spirit, the one kindred nature and Godhead.
Βʹ. Φθέγξομαι μὲν οὖν, ἐπειδὴ τοῦτο κελεύομαι, φθέγξομαι δὲ πρός τε τὸν ἀγαθὸν τοῦτον ποιμένα, καὶ τὴν ἱερὰν ποίμνην ὑμᾶς, ἅ μοι δοκεῖ βέλτιον εἶναι, ἐμέ τε εἰπεῖν, καὶ ὑμᾶς ἀκοῦσαι σήμερον. Τί ὅτι τοῦ συμποιμαίνοντος ἐδεήθης; Ἀπὸ σοῦ γὰρ ὁ λόγος ἄρξεται, ὦ φίλη καὶ τιμία μοι κεφαλὴ, καὶ τῆς Ἀαρὼν ἐκείνης ἀξία, καθ' ἧς στάζει τὸ πνευματικόν τε καὶ ἱερατικὸν ἐκεῖνο μύρον ἄχρι πώγωνος καὶ ἐνδύματος. Τί ὅτι, πολλοὺς στηρίζειν ἔτι καὶ χειραγωγεῖν δυνάμενος, καὶ μέντοι καὶ χειραγωγῶν ἐν τῇ ἰσχύϊ τοῦ Πνεύματος, βακτηρίαν ὑποβάλλῃ τοῖς πνευματικοῖς ἔργοις καὶ ἔρεισμα; Ἢ τοῦτο εἰδὼς καὶ ἀκούων, ὅτι καὶ μετὰ Ἀαρὼν ἐκείνου τοῦ πάνυ ἐχρίσθησαν Ἐλεάζαρ καὶ Ἰθάμαρ οἱ υἱοὶ Ἀα-
II. I will utter my voice, therefore, since I am commanded this, and I will utter to this good shepherd, and to you the sacred flock, the things which seem to me better both for me to speak and for you to hear today. Why is it that you had need of a fellow-shepherd? For from you my discourse shall begin, O head dear and honoured to me, and worthy of that head of Aaron, down which drops that spiritual and priestly ointment even to the beard and the garment. Why is it that, being able still to support and lead many by the hand, and indeed leading them by the hand in the strength of the Spirit, you put beneath your spiritual works a staff and a prop? Or knowing and hearing this, that even with that great Aaron himself there were anointed Eleazar and Ithamar the sons of Aa-
PG 35:845Read from the page
ρών; τὸν γὰρ Ναδὰβ καὶ Ἀβιοὺδ ἑκὼν ὑπερβήσομαι, δέει τῆς βλασφημίας· καὶ Μωϋσῆς ἀνθ' ἑαυτοῦ τὸν Ἰησοῦν ἀναδείκνυσιν ἔτι ζῶν ἀντὶ νομοθέτου καὶ στρατηγοῦ, τοῖς ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένοις; Καὶ τὸ μὲν γὰρ τοῦ Ἀαρὼν καὶ τοῦ Ὢρ ὑποστηριζόντων τὰς χεῖρας Μωϋσέως ἐπὶ τοῦ ὄρους, ἵν' ὁ Ἀμαλὴκ καταπολεμηθῇ τῷ σταυρῷ, πόῤῥωθεν σκιαγραφουμένῳ καὶ τυπουμένῳ, δοκῶ μοι παρήσειν ἑκὼν, ὡς οὐ σφόδρα οἰκεῖον ἡμῖν καὶ πρόσφορον· οὐ γὰρ συννομοθέτας ᾑρεῖτο τούτους Μωϋσῆς, ἀλλ' εὐχῆς βοηθοὺς, καὶ καμάτου χειρῶν ἐρείσματα.
Aaron?—for Nadab and Abihu I shall willingly pass over, for fear of harsh speech; and does not Moses while yet living appoint Joshua in his own stead as lawgiver and general for those hastening unto the land of promise? For as to Aaron and Hur supporting the hands of Moses upon the mount, that Amalek might be warred down by the cross shadowed forth and typified from afar, I think I shall willingly pass that by, as not very pertinent or suitable to us; for Moses did not choose these as fellow-lawgivers, but as helpers of prayer, and props for the weariness of his hands.
Γʹ. Σοὶ δὲ τί πάσχει; τί κάμνει; Τὸ σῶμα; Ὑποστηρίζειν ἕτοιμος· ἀλλὰ καὶ ὑπεστήριξα, καὶ ἐστηρίχθην, ὡς ὁ Ἰακὼβ ἐκεῖνος, πατρικαῖς εὐλογίαις. Ἀλλὰ τὸ πνεῦμα; Τίς ἰσχυρότερος, καὶ θερμότερος, καὶ νῦν μάλιστα, ὅσῳ τὰ τῆς σαρκὸς ὑποβαίνει καὶ ὑπεξίσταται, ὥσπερ φωτὶ, τὸ ἀντιφράττον καὶ ἀντικείμενον, καὶ κωλύον τὴν λαμπηδόνα; Φιλεῖ γὰρ ὡς τὰ πολλὰ ἀντιπολεμεῖν ταῦτα ἀλλήλοις καὶ ἀντικαθέζεσθαι· καὶ σῶμα μὲν εὐεκτεῖν, καμνούσης ψυχῆς, ψυχὴν δὲ θάλλειν καὶ ἄνω βλέπειν, τῶν ἡδονῶν ὑποβαινουσῶν καὶ συναπομαραινομένων τῷ σώματι. Σοῦ δὲ καὶ ἄλλως ἐθαύμασα τὸ ἀρχαϊκὸν καὶ γενναῖον, πῶς οὐδὲ τοῦτο ἔδεισας, σφόδρα τῶν νῦν ὑπάρχον καιρῶν, μή σοι τὸ πνεῦμα πρόφασις νομισθῇ, καὶ σαρκικῶς ταῦτα λαμβάνειν δοκῶμεν τοῖς πολλοῖς, πνευματικῶς προσποιούμενοι. Ἐπειδὴ μέγα τὸ πρᾶγμα καὶ τυραννικὸν, καὶ θαυμασίαν οἵαν ἔχον ἀπόλαυσιν, οἱ πολλοὶ νομίζεσθαι πεποιήκασιν· κἂν ἔτι στενοτέρας τις ἢ κατὰ ταύτην προστατῇ καὶ ἐξηγῆται ποίμνης, καὶ πλέον φερούσης τῶν ἡδέων τὰ μοχθηρά. Τοῦτο μὲν δὴ τῆς σῆς εἴτε ἁπλότητος εἴτε φιλοτεκνίας, ὑφ' ἧς οὔτε τι τῶν πονηρῶν, οὔτε αὐτὸς παραδέχῃ, οὔτε περὶ τῶν ἄλλων ῥᾳδίως ὑπολαμβάνεις· (βραδὺ γὰρ εἰς ὑπόνοιαν κακοῦ τὸ πρὸς κακίαν δυσκίνητον·) ἐμοὶ δὲ καὶ δεύτερον πρὸς τὸν εἴτε σὸν εἴτε καὶ ἐμὸν λαὸν τοῦτον βραχέα διαλεχθῆναι.
III. What then ails you? what is weary? The body? I am ready to support it; nay, I both have supported it and have been supported myself, like that famous Jacob, by paternal blessings. Or is it the spirit? Who is stronger and more fervent, and now most of all, the more the things of the flesh subside and give way, like that which obstructs and opposes the light and hinders its radiance? For as a rule these are wont to war against each other and to pitch camp opposite one another; and the body is in good condition when the soul is weary, whereas the soul flourishes and looks upward when pleasures subside and wither away together with the body. And while in other respects also I have admired your ancient simplicity and nobility, how did you not fear even this, which is very characteristic of the present times: lest the spirit should be thought a pretext on your part, and we should seem to the many to be taking these things carnally while pretending to do so spiritually? For the many have caused the office to be accounted a great and tyrannical thing, and one possessing a marvellous enjoyment, even if one preside over and lead a flock yet narrower than this, and one bearing more hardships than pleasures. This, then, comes of your simplicity or love of your children, whereby neither do you yourself admit anything evil, nor do you easily suspect it of others (for that which is slow to move towards wickedness is slow to suspect evil); and it remains for me in the second place to address a few words to this people, whether yours or also mine.
Δʹ. Τετυραννήμεθα, ὦ φίλοι καὶ ἀδελφοί· ὑμᾶς γὰρ, εἰ καὶ μὴ τότε, ἀλλὰ νῦν ἐπιβοησόμεθα· τετυ-
IV. We have been subjected to tyranny, O friends and brethren—for upon you, even if not then, yet now we shall call for aid—we have been subjected to