Migne Reading Room

PG 35 · cols. 824–833 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:824Read from the page
νησιν, πρὸς διδασκαλίαν τὴν ἐν λόγῳ, καὶ τὴν ἐν ἔργῳ, καὶ ὑποδείγματι, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, πρὸς ποιμαντικὴν εὔθετον, ἀποσπῶσαν κόσμου, Θεῷ προσάγουσαν, δαπανῶσαν σῶμα, πνεύματι προστιθεῖσαν, σκότος φεύγουσαν, φωτὶ χαίρουσαν, θῆρας ἐλαύνουσαν, μάνδραν συνάγουσαν, κρημνοὺς φυλασσομένην καὶ ἐρημίας, ὄρεσι καὶ ὕψεσι προσελαύνουσαν. Περὶ ὧν μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Μιχαίας λέγειν, χαμόθεν ἡμᾶς ἀνέλκων ἐπὶ τὰ ἡμέτερα ὕψη· Ἐγγίσατε ὄρεσιν αἰωνίοις. Ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, κἂν δοκῇ τισιν εἶναι τὰ χαμαιπετῆ καὶ κάτω στρεφόμενα.
and for teaching, both that in word and that in deed and example, through the weapons of righteousness of the right hand and of the left, towards a pastoral rule that is well fitted, drawing away from the world, leading unto God, spending the body, adding to the spirit, fleeing darkness, rejoicing in light, driving away wild beasts, gathering the fold together, guarding against precipices and deserts, driving the flock towards mountains and heights. Concerning which things it seems to me the most marvellous Micah also speaks, drawing us up from the ground unto our own heights: Draw near unto the eternal mountains. Arise and depart, for this is not thy rest, even though things earthbound and turning below seem so to some.
Δʹ. Ταύτην με διδάξατε τὴν ποιμαντικὴν, ὦ φίλοι, λοιπὸν ἐμοὶ ποιμένες καὶ συμποιμένες. Ταύτης δότε μοι τὰ συνθήματα, σύ τε ὁ κοινὸς Πατὴρ, καὶ πολλοὺς τῷ χρόνῳ καταρτίσας καὶ παραμείψας ποιμένας, σύ τε ὁ τῆς ἐμῆς φιλοσοφίας βασανιστὴς καὶ κριτής. Ἀλλ' (ὅπως μοι φιλοσόφως δέξῃ τὸν λόγον), ἦ δυνάμεθα, καὶ ἐν μέσῃ ζάλῃ στρεφόμενοι καὶ περιηχούμενοι, ποιμαίνειν ἐπιστημόνως, καὶ ἐκτρέφειν τὸ ποίμνιον; Ὁ φιλανθρωπότερος ἐν προβάτοις (εἰ μή μοι δυσχεραίνης), ἡνίκα τῆς ἀλόγου νομῆς μετείχομεν, ἢ ἐν ποιμέσιν, ἡνίκα τῆς πνευματικῆς ἠξιώθημεν. Ἔχεις μὲν, ὅπερ ἐπόθεις, ὑπὸ χεῖρας ἡμᾶς, καὶ νενίκηκας τὸν ἀήττητον· καὶ ἰδού σοι μετὰ καὶ τῶν ἄλλων ὁ λόγος, ὃν εἰδὼς ἐπεζήτεις, καὶ ὃν ἐπαινῶν, ἔβαλλες ἀργοῦντα πολλαῖς τῶν σῶν λόγων καὶ πυκναῖς ταῖς νιφάσιν.
IV. Teach me this pastoral art, O friends, henceforth my shepherds and fellow-shepherds. Give me the watchwords thereof, both thou, our common Father, who in the course of time hast trained and outlived many shepherds, and thou, the prover and judge of my philosophy. Yet (that thou mayest receive my word philosophically), are we indeed able, even while tossed about in the midst of the tempest and deafened on every side, to shepherd with knowledge and to nourish the flock? Thou who wast gentler among the sheep (if thou be not displeased with me), when we partook of the irrational pasture, than among the shepherds, since we were deemed worthy of the spiritual. Thou hast us under thy hands, even as thou didst long for, and thou hast vanquished the invincible one; and behold, together with all the rest, thou hast the discourse also, which knowing thou didst demand, and which, while praising it, thou didst pelt as it lay idle with the many and thick snowstorms of thy words.
Εʹ. Ἀλλ' ἔχω τι τῇ φιλίᾳ καὶ μέμψασθαι· τίς δικάσει μοι τῶν κοινῶν φίλων; ἢ τίς ἀδέκαστος ἔσται κριτὴς, ἵνα τὴν δικαίαν ἐνέγκῃ ψῆφον, ἀλλὰ μὴ τὸ τῶν πολλῶν πάθῃ, καὶ λάβῃ ἐν κρίσει πρόσωπον; Εἴπω κελεύεις τὴν μέμψιν, καὶ οὐκ ἐπαφήσεις μοι πάλιν τὸν λόγον; Ἐγένετό τι καὶ σοὶ πρὸς ἡμᾶς ἀπόῤῥητον, ὦ θαυμάσιε, πρᾶγμα ὄντως ἀπόῤῥητόν τε καὶ ἄπιστον, καὶ οὔπω πρότερον περὶ
V. Yet I have somewhat even to reproach friendship with: who among our common friends will judge my cause? Or who will be an unbribed judge, that he may render a just verdict, and not suffer the common failing of the many, and accept a person in judgement? Dost thou bid me utter the reproach, and wilt thou not let fly thy word against me again? There was a certain secret thing on thy part also towards us, O admirable man, a matter truly secret and incredible, and never before concerning
PG 35:825Read from the page
ἡμῶν ἀκουσθέν. Οὐκ ἐπείσθημεν, ἀλλ' ἐβιάσθημεν. Ὢ τοῦ θαύματος! Ὡς γέγονε πάντα καινά! Καὶ ὅσον διέστησεν ἡμᾶς! τί βούλει καὶ εἴπω, τὸν θρόνον, ἢ τὸ τῆς χάριτος μέγεθος; Πλὴν ἡγοῦ, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ ποίμαινε ἡμᾶς ποιμαίνοντας. Ὡς ἕτοιμοί γε ἡμεῖς ἕπεσθαι, καὶ ὑπὸ τῆς σῆς ποιμαντικῆς ψυχῆς ἄγεσθαι τῆς ὑψηλῆς καὶ ἐνθέου· εἰρήσεται γὰρ τἀληθὲς, εἴ τι καὶ παρὰ τὸν νόμον ἐξ ἀγάπης τετολμήκαμεν. Δίδαξον τὴν σὴν ἀγάπην περὶ τὰ ποίμνια, τὸ σὸν ἐπιμελές τε ὁμοῦ καὶ εὐσύνετον, τὴν ἐπιστασίαν, τὰς ἀγρυπνίας, τὴν τῶν σῶν σαρκῶν ὑποχώρησιν, ἣν τῷ πνεύματι ὑπεχώρησαν, τὸ τοῦ σοῦ χρώματος ἄνθος τῇ ποίμνῃ κάμνοντος, τὸ ἐν πραΰτητι σύντονον, τὸ ἐν τῷ πρακτικῷ γαληνόν τε καὶ ἥμερον (πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον, οὐδὲ πολλὰ ἔχον τὰ παραδείγματα), τοὺς ὑπὲρ τῆς ποίμνης πολέμους, τὰς νίκας ἃς ἐν Χριστῷ σὺ νενίκηκας.
us heard of. We were not persuaded, but we were forced. O the marvel! How all things have become new! And how far it has set us apart! What wouldst thou even have me say—the throne, or the greatness of the grace? Only lead on, and prosper, and reign, and shepherd us who shepherd. How ready indeed are we to follow, and to be led by thy pastoral soul, lofty and divinely inspired; for the truth shall be spoken, even if out of love we have ventured aught beyond the rule. Teach thy love for the flocks, thy care at once diligent and sagacious, thy presidency, thy vigils, the yielding of thy flesh whereby it yielded to the spirit, the bloom of thy complexion as thou toilest for the flock, thy tenseness in meekness, thy calmness and gentleness in action (a thing not found in many, nor having many examples), the wars on behalf of the flock, the victories which thou hast won in Christ.
Ϛʹ. Εἰπὲ τίσι τῶν νομῶν προσακτέον, ἐπὶ ποίας πηγὰς ἰτέον, καὶ τίνας φευκτέον, ἢ νομὰς, ἢ νάματα· τίνας ποιμαντέον τῇ βακτηρίᾳ, τίνας τῇ σύριγγι· πότε ἀκτέον ἐπὶ νομὰς, καὶ πότε ἀνακλητέον ἀπὸ νομῶν· πῶς πολεμητέον τοῖς λύκοις, καὶ πῶς τοῖς ποιμέσιν οὐ πολεμητέον· καὶ μάλιστα ἐν τῷ νῦν καιρῷ, ὅτε ποιμένες ἠφρονεύσαντο, καὶ διέσπειραν τὰ πρόβατα τῆς νομῆς, ἵνα τοῖς ἁγιωτάτοις προφήταις τὰ αὐτὰ συνοδύρωμαι. Πῶς τὸ ἀσθενὲς ἐνισχύσω, καὶ τὸ πεπτωκὸς ἀναστήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω, καὶ τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ φυλάξω τὸ ἰσχυρόν; Πῶς ταῦτα καὶ μάθω, καὶ φυλάξω κατὰ τὸν ὀρθὸν τῆς ποιμαντικῆς λόγον, καὶ τὸν ὑμέτερον· ἀλλὰ μὴ γένωμαι κακὸς ποιμὴν, τὸ γάλα κατεσθίων, καὶ τὰ ἔρια περιβαλλόμενος, καὶ τὰ παχύτερα κατασφάζων ἢ ἀπεμπολῶν, καὶ τὰ ἄλλα παρεὶς τοῖς θηρίοις καὶ τοῖς κρημνοῖς, ποιμαίνων ἐμαυτὸν, οὐ τὰ πρόβατα, ὅπερ ὠνειδίζοντο οἱ πάλαι προεστῶτες τοῦ Ἰσραήλ. Ταῦτα διδάσκοιτέ με, καὶ τούτοις στηρίζοιτε τοῖς λόγοις, καὶ μετὰ τούτων ποιμαίνοιτε καὶ συμποιμαίνοιτε τῶν παραγγελμάτων, καὶ σώζοιτε, ὥσπερ τῇ διδασκαλίᾳ, οὕτω καὶ ταῖς εὐχαῖς, ἐμέ τε καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον, εἰς ἀσφάλειαν ἐμοὶ, εἰς καύχημα ὑμῖν ἐν ἡμέρᾳ ἐπιφανείας καὶ ἀποκαλύψεως τοῦ μεγάλου Θεοῦ, καὶ ἀρχιποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ ἡ δόξα Πατρὶ παντοκράτορι σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
VI. Tell to which of the pastures we must lead, unto what springs we must go, and which we must shun, whether pastures or streams; whom we must shepherd with the staff, whom with the pipe; when we must lead to pastures, and when we must call back from pastures; how we must wage war against the wolves, and how we must not wage war against the shepherds; and especially at the present time, when shepherds have acted foolishly and have scattered the sheep of the pasture, to lament in the same words with the most holy prophets. How shall I strengthen the weak, and raise up the fallen, and turn back the straying, and seek out the lost, and guard the strong? How shall I both learn these things and keep them according to the right rule of the pastoral art and your own; and not become an evil shepherd, consuming the milk, and clothing myself with the wool, and slaughtering or selling off the fatter ones, and leaving the rest to the wild beasts and the precipices, shepherding myself, not the sheep, wherewith they who of old presided over Israel were reproached? May you teach me these things, and establish me with these words, and shepherd and fellow-shepherd with these precepts, and preserve, just as by your teaching, so also by your prayers, both me and this sacred flock, for safety to me, and for a boast to you in the day of the epiphany and revelation of the great God and our Chief Shepherd Jesus Christ, through Whom and with Whom be glory to the Father Almighty, together with the Holy and life-giving Spirit, both now and unto the ages of the ages. Amen.
PG 35:828Read from the page
ΛΟΓΟΣ Ιʹ.
Oration X.
Εἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασίλειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυγῆς.
On himself, and to his father and Basil the Great, after the return from flight.
Αʹ. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐχ ἁλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὢ τῆς ἀλογίας! οὐκ ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν' ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἠλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον, καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζήτουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ' οἷς σκεπασθήσομαι. Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλλων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῆν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχεδίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πολιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογισμὸς ἴσως, ἀλλ' οὖν ἀσφαλεστέρων· ἴσον ἀπέχειν καὶ ὕψους καὶ πτώματος.
I. Nothing is stronger than old age, and nothing more venerable than friendship. By these have I been led to you a prisoner in Christ, bound not with iron chains, but with the indissoluble bonds of the Spirit. Hitherto indeed I deemed myself to be someone strong and invincible, and, O the absurdity! I did not grant words even to these my lovers and brethren, so that I might have freedom from business, and philosophize in quiet, yielding all things to those who wished them, while conversing with myself and with the Spirit. I pondered in mind the Carmel of Elijah, and the desert of John, and the supramundane life of those who thus philosophize; and I accounted things present a tempest, and sought some rock, or crag, or little wall, beneath which I might be sheltered. Let honours and labours, I said, belong to others, to others wars and trophies of victory; for me let it suffice, fleeing wars and looking unto myself, to live thus as best I may, as though crossing some small sea upon a slender raft, and acquiring a small abode yonder by the poverty of my way of life here. This reasoning is perhaps that of humbler minds, yet at any rate of safer ones: to be equally distant both from height and from fall.
Βʹ. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρατα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διάνοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προθεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλουτοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπομαι τὴν ὀργὴν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχεται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀναζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ' ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δολίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ
II. Such things I thought whilst it was still permitted to paint shadows and dreams, and to feast the mind on vain figments; but what now? Friendship has brought me to terms, and a father's grey hairs have subdued me: the old age of prudence, the appointed term of life, the safer haven, and the friendship of one rich towards God and enriching others. For already I dismiss my wrath (let the meek hear and be glad); and I look gently upon the hand that exercised tyranny over me, and I smile upon the Spirit, and my heart is settled within me, and my reason returns, and friendship, like some flame quenched and withered away, lives again and is kindled anew from a little spark. My soul refused to be comforted, and my spirit was faint within me. I said: I will no more trust in friendship. And to what end should I hope in man? since every man walks deceitfully, and every brother will utterly supplant his neighbour with the heel, and we were all of the same
PG 35:829Read from the page
χοὸς καὶ φυραματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κακίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρεπεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου, ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦμα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κάτω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπιτυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;
dust and lump, and have tasted of the same tree of wickedness, while one puts forward one fairer tabernacle and another another? And what profit to me, I said, is there in that enviable and celebrated friendship, which began from the world and advanced unto the spirit? What too in the single roof and table? or what in the common teachers and studies? what too in the blending together beyond that of brothers, or the genuine harmony afterwards, if it was not even granted me so much as to remain below in the season of power and elevation, when the contrary is eagerly pursued and attained by the many—I mean sharing in power, and partaking in the prosperity of friends?
Γʹ. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἣν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγορήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέστερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συνηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρθου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦμα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τιμιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις. Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προσγενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐαγγέλιον.
III. Why should I recount all the inventions of my mind in grief and listlessness, which I call darkness? For such they were, and even more absurd than these; for I myself will accuse my own madness or folly. But now I change my course and attune myself anew to thoughts far truer than these and more fitting for us. And that you may know the genuineness of our change, O admirable man, you not only break the silence which you blamed and against which you cried out much, but you also have my words as advocates. This indeed belongs purely to our friendship, and to the Spirit within us. But what is the advocacy?—and if in aught I err, do you yourself set it right, even as you are accustomed to do in other things as well. You could not bear to make the spirit of friendship secondary; since while we perhaps are dearer to you than others, the Spirit is far more precious to you than we. You could not bear that the talent should be hidden in the earth and buried; you could not bear that the lamp should for long be covered by the bushel, because you suppose this to be my light and my work. You sought that to yourself, the Paul, Barnabas also should be added; you sought that to Silvanus and Timothy Titus also should be joined, so that the gift of grace might run for you through those who genuinely care for you, and that round about from Jerusalem even unto Illyricum you might fulfil the Gospel.
Δʹ. Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦντος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρχιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περιτίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστηρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν
IV. Wherefore you bring me forward into the midst, and lay hold of me as I shrink back, and set me down beside yourself—this is the wrong I do you, you might say—and make me a partner of your cares and of your crowns. Wherefore you anoint me high priest, and clothe me with the robe reaching to the feet, and place the mitre upon me, and bring me near to the altar of the spiritual whole burnt-offering, and sacrifice the
Notes, col. 829

On the reading

Printed φυραματος, for φυράματος.

PG 35:832Read from the page
μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐποπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πατὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι' οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
calf of consecration, and consecrate my hands by the Spirit, and lead me into the Holy of Holies to behold the mysteries, and make me a minister of the true tabernacle, which the Lord pitched, and not man. And whether I am also worthy both of you who anoint me, and of Him for Whom and unto Whom is the anointing, this the Father of the true and real Christ knows, Whom He anointed with the oil of gladness above His fellows, anointing humanity with divinity, so as to make both one; and our God and Lord Jesus Christ Himself, through Whom we have received the reconciliation, and the Holy Spirit, Who placed us in this ministry, wherein also we stand, and boast in hope of the glory of our Lord Jesus Christ, to Whom be the glory unto the ages of the ages. Amen.
ΛΟΓΟΣ ΙΑʹ.
Oration XI.
Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ μεγάλου Βασιλείου ἀδελφὸν, ἐπιστάντα μετὰ τὴν χειροτονίαν.
Of the same, to Gregory of Nyssa, the brother of Basil the Great, who arrived after the ordination.
Αʹ. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωμένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔμψυχος. Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Φίλος πιστὸς κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς λιμὴν ἀναψύξεως. Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παιδείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡμετέραν λέγω καὶ τήν ποτε ἡμετέραν, ὅσῳ λαμπρότερον; Ει δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγγίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων, ἤ τι τῶν τοιούτων ὀνομάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ τιμᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω μερίδος, τοῦτο μὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς ἡμᾶς ἧκον, καὶ τούτου τήν τε ἀρετὴν ὁμοτίμου, καὶ τὴν φιλίαν τὴν ἡμετέραν, ἔτι τερπνότερόν τε καὶ χαριέστερον, καὶ μύρου τοῦ κοσμοῦντος πώγωνά τε ἱερέως καὶ ὤαν ἐνδύματος εὐωδέστερον.
I. For a faithful friend there is nothing amongst things that exist that can be taken in exchange, nor any weight that can balance his beauty. A faithful friend is a strong shelter, and a fortified palace. A faithful friend is an animate treasure. A faithful friend is above gold and much precious stone. A faithful friend is a garden enclosed, a fountain sealed, at the due season both opened and partaken of. A faithful friend is a haven of refreshment. And if he also excel in understanding, how great a thing is it? And if he be also consummate in learning, and learning of every kind—both ours, I mean, and that which was once ours—by how much is it more splendid? And if he be also a son of light, or a man of God, or one drawing nigh to God, or a man of the higher desires, or worthy to be called by any such names wherewith Scripture honours those who are inspired of God, and lofty, and of the portion above, this indeed is already a gift of God, and manifestly above our worth. And if it also come to us from a friend, and one equal in honour both as to virtue and as to friendship towards us, it is yet more delightful and more gracious, and more fragrant than the ointment that adorns both the priest's beard and the border of his garment.
Notes, col. 832

On the reading

Printed Ει, for Εἰ.

PG 35:833Read from the page
Βʹ. Ἆρ' οὖν ἱκανὰ ταῦτα, καὶ μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς ἐπιμελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ χρώματα, ἵνα τελεωτέραν ὑμῖν τὴν τοῦ λόγου γραφὴν παραστήσωμεν; Καὶ δὴ γράψομεν ὑμῖν τελεώτερόν τε καὶ σαφέστερον. Τίς νομοθετῶν ἐπιφανέστατος; Μωϋσῆς. Τίς ἱερέων ἁγιώτατος; Ἀαρών· οὐχ ἧττον ἀδελφοὶ τὴν εὐσέβειαν ἢ τὰ σώματα· μᾶλλον δὲ ὁ μὲν Θεὸς Φαραὼ, καὶ τοῦ Ἰσραὴλ προστάτης καὶ νομοθέτης, καὶ τῆς νεφέλης εἴσω χωρῶν, καὶ θείων μυστηρίων ἐπόπτης τε καὶ μυσταγωγὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς τεχνίτης, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἱερεῖς δὲ ὁμοίως ἀμφότεροι. Μωσῆς γὰρ, φησὶ, καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· ὁ μὲν ἄρχων ἀρχόντων, καὶ ἱερεὺς ἱερέων, χρώμενος μὲν ὅσα γλώσσῃ τῷ Ἀαρὼν, αὐτὸς δὲ τὰ πρὸς Θεὸν ἐκείνῳ γινόμενος· ὁ δὲ μετ' ἐκεῖνον μὲν εὐθὺς, πολὺ δὲ πρὸ τῶν ἄλλων ἀξίᾳ τε καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι. Ἀμφότεροι βασανίζοντες Αἴγυπτον, θάλασσαν τέμνοντες, τὸν Ἰσραὴλ διεξάγοντες, τοὺς ἐχθροὺς βαπτίζοντες, ἄρτον ἄνωθεν ἕλκοντες, ὕδωρ ἄπιστον ἐν ἐρήμῳ, τὸ μὲν ἐκδιδόντες, τὸ δὲ γλυκαίνοντες· ἀμφότεροι καταπολεμοῦντες τὸν Ἀμαλὴκ ἐκτάσει χειρῶν ἁγίᾳ, καὶ τύπῳ μυστηρίου μείζονος· ἀμφότεροι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὁδηγοῦντες καὶ σπεύδοντες. Μή τι γνωριμώτερον τῆς εἰκόνος; Οὐ σαφῶς ὑμῖν τὸν ὁμώνυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο·
II. Are these things, then, sufficient, and has our discourse portrayed the man to you in due measure? Or must we, like diligent painters, lay on the colours many times, so that we may present to you the picture of our discourse more complete? And indeed we shall portray him to you both more completely and more clearly. Who amongst lawgivers is most illustrious? Moses. Who amongst priests is holiest? Aaron—brothers no less in piety than in body; or rather, the one was a god to Pharaoh, and leader and lawgiver of Israel, and entering within the cloud, both beholder and initiator of divine mysteries, and artificer of the true tabernacle, which the Lord pitched, and not man; while both alike were priests. For Moses and Aaron, it says, were amongst His priests: the one a ruler of rulers, and priest of priests, using Aaron as a tongue, while he himself stood in the relation of God to him; and the other next after him immediately, yet far before all others both in dignity and in nearness to God. Both scourging Egypt, cleaving the sea, leading Israel through, whelming the enemies in the deep, drawing down bread from above, and water past belief in the wilderness, the one bringing it forth, the other sweetening it; both warring down Amalek by the holy stretching forth of hands, and by the type of a greater mystery; both guiding and hastening towards the land of promise. Is anything more recognizable than the image? Has not the painter-discourse clearly delineated for you him who is of the same name and of the same soul with me?
Γʹ. Τούτων ὁ μὲν ἔχρισεν ἡμᾶς, καὶ κρυπτομένους εἰς μέσον ἤγαγεν· οὐκ οἶδ' ὅ τι παθὼν, ἢ πῶς κινηθεὶς ἀναξίως τοῦ ἐν αὐτῷ πνεύματος· καὶ γὰρ εἰ τραχύτερος ὁ λόγος, ὅμως εἰρήσεται· πάντα οἴσει φιλία καὶ πάσχουσα καὶ ἀκούουσα. Ὁ δὲ παρακαλέσων ἥκει, καὶ συμβιβάσων, καὶ προσημερώσων τῷ Πνεύματι. Μέγα μὲν, ὅτι καὶ νῦν, ἐμοί (πῶς δὲ οὐ μέγιστον; ὅς γε παντὸς ὑμᾶς τοῦ βίου προεστησάμην)· μέμφομαι δὲ, ὅτι τῆς χρείας ὕστερος. Πῶς μετὰ τὴν ἧτταν καὶ καταδρομὴν ἡ συμμαχία, ὦ φίλων ἄριστε καὶ συμμάχων; καὶ μετὰ τὴν ζάλην ὁ κυβερνήτης, καὶ μετὰ τὴν οὐλὴν τὸ φάρμακον; Πότερον ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραννίδα; Ἢ καὶ αὐτὸς ὡς δυνάστης ἐδυσχέρανας τὴν ἀπειθείαν; Ποτέρῳ τῶν ἀδελφῶν ἐγκαλεῖς, καὶ πότερον ἀφιεὶς τῆς μέμψεως; Φθέγξομαί τι πρὸς σὲ
III. Of these, the one anointed us, and brought us forward into the midst when we were hiding ourselves—I know not what came over him, or how he was moved in a manner unworthy of the spirit within him; for even if the word be somewhat harsh, nevertheless it shall be spoken: friendship will bear all things, both suffering and hearing them. And the other has come to comfort, and to reconcile, and to tame us gently to the Spirit. It is a great thing indeed for me that he has come even now (and how should it not be the greatest, since I have set you before my whole life?); yet I blame him because he is later than the need. How is it that the alliance comes after the defeat and the raid, O best of friends and allies? and the pilot after the tempest, and the medicine after the scar? Were you ashamed of the tyranny, as a lover of your brother? Or were you yourself also, as a man in power, indignant at the disobedience? Which of the two brothers do you accuse, and which do you acquit of blame? I will utter somewhat to you
Notes, col. 833

On the reading

Printed ἀπειθείαν, for ἀπείθειαν.