Migne Reading Room

PG 35 · cols. 800–809 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:800Read from the page
σεν. Ἐγὼ δὲ εἰ ἀπο τουτων επαινοίην τὴν ἀδελφὴν, ἀπὸ τῆς σκιᾶς ἂν ἐπαινοίην τὸν ἀνδριάντα, ἢ ἀπὸ τῶν ὀνύχων τὸν λέοντα, παρεὶς τὰ μείζω καὶ τελεώτερα. Τίς μὲν ἦν φαίνεσθαι μᾶλλον ἀξία; Τίς δὲ ἧττον ἐφάνη, καὶ ἀπρόσιτον ἐτήρησεν ἑαυτὴν ἀνδρῶν ὄψεσιν; Τίς μᾶλλον ἔγνω μέτρα κατηφείας τε καὶ φαιδρότητος, ὡς μήτε τὸ κατηφὲς ἀπάνθρωπον δοκεῖν, μήτε τὸ καθ' ἁπαλὸν ἀκόλαστον, ἀλλὰ τὸ μὲν συνετὸν, τὸ δὲ ἥμερον, καὶ ὅρον τοῦτο εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ ἀναστήματι; Ἀκούετε τῶν γυναικῶν ὅσαι λίαν ἐπιδεικτικαὶ καὶ ῥᾴθυμοι, καὶ τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάζουσαι. Τίς μὲν οὕτως ὀφθαλμὸν ἐσωφρόνισεν; Τίς δὲ τοσοῦτον γέλωτος κατεγέλασεν, ὡς μέγα δοκεῖν ἐκείνῃ καὶ ὁρμὴν μειδιάματος; Τίς μᾶλλον ἀκοῇ θύρας ἐπέθηκεν; τίς δὲ τοῖς θείοις λόγοις ἠνέῳξε, μᾶλλον δὲ, τίς νοῦν ἐπέστησεν ἡγεμόνα γλώσσῃ λαλεῖν τὰ τοῦ Θεοῦ δικαιώματα; Τίς τάξιν οὕτως ἐστείλατο χείλεσιν;
matron. But I, if I should praise my sister from these things, would be praising the statue from its shadow, or the lion from its claws, passing over the greater and more perfect things. Who indeed was more worthy to be seen? Yet who was seen less, and kept herself unapproachable to the eyes of men? Who better knew the measures both of gravity and of cheerfulness, so that neither did her gravity seem inhuman, nor her tenderness licentious, but the one prudent, and the other gentle, and this to be the standard of seemliness, kindliness being blended with dignity? Hear, O women, as many of you as are overly ostentatious and indolent, and dishonour the veil of modesty. Who so chastened her eye? Who so laughed at laughter, that even the impulse of a smile seemed a great thing to her? Who more set doors upon her hearing? And who opened it more to the divine words, or rather, who set her mind as ruler over her tongue to speak the statutes of God? Who so prescribed order to her lips?
Ιʹ. Εἴπω και τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν· ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον· μέγα δὲ δοκεῖν πεποιήκασιν αἱ λίαν φιλόκοσμοι καὶ φιλόκαλοι καὶ οὐδὲ λόγῳ καθαιρόμεναι τῶν τὰ τοιαῦτα ἐκπαιδευόντων. Οὐ χρυσὸς ἐκείνην ἐκόσμησε τέχνῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, οὐ ξανθαὶ πλοκαμίδες διαφαινόμεναί τε καὶ ὑποφαινόμεναι, καὶ βοστρύχων ἕλικες, καὶ σοφίσματα σκηνοποιούντων τὴν τιμίαν κεφαλὴν ἀτιμότατα, οὐκ ἐσθῆτος περιῤῥεούσης καὶ διαφανοῦς πολυτέλεια, οὐ λίθων αὐγαὶ καὶ χάριτες χρωννῦσαι τὸν πλησίον ἀέρα, καὶ τὰς μορφὰς περιλάμπουσαι· οὐ ζωγράφων τέχναι καὶ γοητεύματα, καὶ τὸ εὔωνον κάλλος, καὶ ὁ κάτωθεν πλάστης ἀντιδημιουργῶν, καὶ κατακρύπτων τὸ τοῦ Θεοῦ πλάσμα ἐπιβούλοις χρώμασι, καὶ διὰ τῆς τιμῆς αἰσχύνων, καὶ προτιθεὶς τὴν θείαν μορφὴν εἴδωλον πορνικὸν λίχνοις ὄμμασιν, ἵνα κλέψῃ τὸ νόθον κάλλος τὴν φυσικὴν εἰκόνα τηρουμένην Θεῷ καὶ τῷ μέλλοντι. Ἀλλὰ πολλοὺς μὲν ᾔδει καὶ παντοίους γυναικῶν κόσμους τοὺς ἔξωθεν, τιμιώτερον δὲ οὐδένα τοῦ ἑαυτῆς τρόπου, καὶ τῆς ἔνδον ἀποκειμένης λαμπρότητος. Ἓν μὲν ἔρευθος ἐκείνῃ φίλον, τὸ τῆς αἰδοῦς· μία δὲ λευκότης, ἡ παρὰ τῆς ἐγκρατείας. Τὰς δὲ γρα-
X. Do you wish that I should mention this also among her noble traits, which to her indeed seemed worth nothing, nor to as many women as are truly modest and orderly in character, yet which those who are overly fond of ornament and fond of finery, and who are not even cleansed by the word of those who instruct in such matters, have made to seem a great thing? No gold wrought by art unto a superfluity of beauty adorned her, no flaxen braids showing through and gleaming faintly beneath, and curls of ringlets, and devices of those who most dishonourably make a stage-show of the honourable head, no costliness of flowing and transparent raiment, no flashes and graces of stones tinting the neighbouring air and shining round about the forms; no arts and witcheries of painters, and cheap beauty, and the fashioner from below working as a rival creator, and hiding the creature of God with treacherous colours, and shaming it through honour, and setting forth the divine form as a harlot idol for greedy eyes, that the spurious beauty may steal away the natural image preserved for God and for the world to come. Nay, she knew indeed many and varied external ornaments of women, yet none more precious than her own character, and the radiance laid up within. One blush alone was dear to her, that of modesty; and one whiteness, that which comes from continence. But cosmetics
Notes, col. 800

On the reading

Printed ἀπο, for ἀπὸ.

Printed τουτων, for τούτων.

Printed επαινοίην, for ἐπαινοίην.

Printed και, for καὶ.

PG 35:801Read from the page
φὰς καὶ ὑπογραφὰς, καὶ τοὺς ζῶντας πίνακας, καὶ τὴν ῥέουσαν εὐμορφίαν, ταῖς ἐπὶ θεάτρων παρῆκε καὶ τῶν τριόδων, καὶ ὅσαις αἰσχύνη καὶ ὄνειδος τὸ αἰσχύνεσθαι.
and eye-paints, and living pictures, and fleeting comeliness, she left to the women of the theatres and the crossroads, and to as many as count it a shame and a reproach to be ashamed.
ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα· τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης καὶ κατὰ σάρκα καὶ κατὰ πνεῦμα πατέρων, πρὸς οὓς μόνους ὁρῶσα, καὶ ὧν οὐδὲν ἐλαττουμένη τὴν ἀρετὴν, ἑνὶ τούτῳ καὶ μόνον ἡττᾶτο καὶ πάνυ προθύμως, ὅτι παρ' ἐκείνων τὸ ἀγαθὸν, κἀκείνους ῥίζαν καὶ ᾔδει καὶ ὡμολόγει τῆς οἰκείας ἐλλάμψεως. Τί μὲν τῆς διανοίας ἐκείνης ὀξύτερον, ἥν γε καὶ κοινὴν σύμβουλον οὐχ οἱ ἐκ γένους μόνον, οὐδ' οἱ ἐκ τοῦ αὐτοῦ λαοῦ, καὶ τῆς μιᾶς μάνδρας, ἀλλὰ καὶ οἱ κύκλῳ δὲ πάντες ἐγίνωσκον, καὶ νόμον ἄλυτον τὰς ἐκείνης ἐποιοῦντο ὑποθήκας καὶ παραινέσεις; Τί δὲ τῶν λόγων ἐκείνων εὐστοχώτερον; τί δὲ τῆς σιωπῆς συνετώτερον; Ἀλλ' ἐπειδή γε σιωπῆς ἐμνήσθην, προσθήσω τὸ οἰκειότατον ἐκείνης, καὶ γυναιξὶ πρεπωδέστατον, καὶ τῷ παρόντι καιρῷ χρησιμώτατον. Τίς μὲν ἔγνω τὰ περὶ Θεοῦ μᾶλλον ἔκ τε τῶν θείων λογίων καὶ τῆς οἰκείας συνέσεως; Τίς δὲ ἧττον ἐφθέγξατο ἐν τοῖς γυναικείοις ὅροις τῆς εὐσεβείας μείνασα; Ὃ δ' οὖν ὠφείλετο τῇ γε ἀληθῶς εὐσεβεῖν ἐγνωκυίᾳ, καὶ οὗ καλὴ μόνον ἡ ἀπληστία, τίς μὲν ἀναθήμασιν οὕτω ναοὺς κατεκόσμησεν, ἄλλους τε καὶ τὸν οὐκ οἶδ' εἰ μετ' ἐκείνην κοσμηθησόμενον; Μᾶλλον δὲ, τίς οὕτω ναὸν ἑαυτὸν τῷ Θεῷ ζῶντα παρέστησεν; Τίς δὲ τοσοῦτον ἐδόξασεν ἱερέας, ἄλλους τε καὶ τὸν ἐκείνῃ τῆς εὐσεβείας συναγωνιστὴν καὶ διδάσκαλον, οὗ τὰ καλὰ σπέρματα καὶ ἡ καθιερωμένη τῶν τέκνων τῷ Θεῷ συζυγία;
XI. Such indeed were these things; but of her prudence and piety there is no discourse that could reach the height, nor could many examples thereof be found, save her fathers both according to the flesh and according to the spirit, looking unto whom alone, and falling no whit short of them in virtue, in this one thing alone she was worsted, and that right willingly, because from them came her good, and she both knew and confessed them to be the root of her own illumination. What indeed was keener than her understanding, whom not only those of her kindred, nor those of the same people and of the one fold, but also all those round about knew as a common counsellor, and made her counsels and exhortations an indissoluble law? And what was better aimed than those words of hers? And what more prudent than her silence? But since I have made mention of silence, I will add what was most characteristic of her, and most becoming to women, and most useful for the present time. Who knew better the things concerning God both from the divine oracles and from her own understanding? Yet who uttered less, abiding within the womanly bounds of piety? And as to that which was due from one who had resolved to practise true piety, and whereof alone insatiableness is noble, who so adorned temples with votive offerings, both others and this one which I know not whether it will be adorned after her? Or rather, who so presented herself a living temple unto God? And who so glorified priests, both others and her fellow-combatant and teacher of piety, whose are the fair seeds and the pair of children consecrated unto God?
ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν; Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τῇ αἰδοῖ καὶ τοῖς κατὰ Θεὸν διαβήμασιν; Καὶ τὰ ἐπὶ τούτοις, τίς μὲν νοῦν ἔδειξεν ἀπαθέστερον ἐν τοῖς πάθεσι; τίς δὲ συμπαθεστέραν ψυχὴν τοῖς κάμνουσι; τίς χεῖρα δαψιλεστέραν τοῖς δεομέ-
XII. And who more set open her own house to those who live according to God, with that noble reception which enriches? And what is greater than this, who so welcomed them with reverence and with steps ordered according to God? And next to these things, who showed a mind more dispassionate in sufferings? Who a soul more sympathetic towards the afflicted? Who a hand more bountiful to the need-
PG 35:804Read from the page
νοις; Ὡς ἔγωγε καὶ τὰ τοῦ Ἰὼβ ἂν ἐπ' αὐτὴν θαῤῥήσας καλλωπισαίμην· Θύρα δὲ αὐτῆς παντὶ ἐλθόντι ἠνέῳκτο· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος. Ὀφθαλμὸς ἦν τυφλῶν, ποῦς δὲ χωλῶν, μήτηρ δὲ ὀρφανῶν. Τῆς δὲ εἰς χήρας εὐσπλαγχνίας τί χρὴ μεῖζον εἰπεῖν, ἢ ὅτι τὸ μὴ χήρα κληθῆναι καρπὸν ἠνέγκατο; Κοινὸν μὲν ἦν ἡ ἐκείνης ἑστία τοῖς πενομένοις ἀφ' αἵματος καταγώγιον· κοινὰ δὲ τὰ ὄντα πᾶσι τοῖς δεομένοις οὐχ ἧττον ἢ ἑκάστοις τὰ ἑαυτῶν. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· καὶ διὰ τὸ τῆς ἐπαγγελίας ἄπτωτον καὶ ἀψευδέστατον πολλὰ ταῖς ἐκεῖθεν ληνοῖς ἐναπέθετο, πολλὰ Χριστὸν καὶ διὰ πολλῶν τῶν εὖ παθόντων ἐδεξιώσατο· καὶ τὸ κάλλιστον, ὅτι μὴ τὸ δοκεῖν παρ' αὐτῇ πλεῖον τῆς ἀληθείας· ἀλλ' ἐν τῷ κρυπτῷ καλῶς ἐγεώργει τῷ βλέποντι τὰ κρυπτὰ τὴν εὐσέβειαν. Πάντα τοῦ κοσμοκράτορος ἥρπασεν· πάντα μετήνεγκεν εἰς τὰς ἀσφαλεῖς ἀποθήκας. Οὐδὲν ἀφῆκε τῇ γῇ πλὴν τοῦ σώματος. Πάντων ἠλλάξατο τὰς ἐκεῖθεν ἐλπίδας· ἕνα τοῖς παισὶ πλοῦτον ἀφῆκε, τὴν μίμησιν καὶ τὴν ἐπὶ τούτοις φιλοτιμίαν.
y? So that I for my part might boldly glory even in the words of Job as applied to her: Her door was opened to every comer, and the stranger lodged not without (Job 31:32). She was an eye to the blind, a foot to the lame, and a mother to orphans (Job 29:15-16). And of her compassion towards widows what greater thing need one say, than that she reaped as fruit the not being called a widow? Her hearth was a common lodging-place for the needy of her kindred; and her goods were common to all the needy no less than each man's own belongs to himself. She hath dispersed abroad, she hath given to the poor (Ps. 111:9); and because of the unfailing and most unerring character of the promise she laid up much in the winepresses yonder, and many times through many who received her benefits did she welcome Christ; and what is fairest of all, seeming was not valued more with her than truth, but in secret she nobly cultivated piety unto Him Who seeth the things that are in secret. She snatched all things from the ruler of this world; she transferred all things into the safe storehouses. She left nothing to the earth save her body. She exchanged all things for the hopes yonder; one wealth alone did she leave to her children, imitation and emulation in these things.
ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ καὶ σπαράττοντι, ὡς ἂν θαῤῥοῦσα ταῖς εὐποιίαις, ὅπερ πάσχουσιν οἱ πολλοὶ, τῆς εἰς τοὺς πένητας εὐσπλαγχνίας τὸ τρυφᾷν ἐξωνούμενοι, καὶ οὐ καλῷ τὸ κακὸν ἰώμενοι, καλοῦ δὲ τὸ φαῦλον ἀντιλαμβάνοντες· ἢ νηστείαις μὲν τὸν χοῦν κατεπάλαισεν, ἑτέρῳ δὲ τὸ τῆς χαμευνίας παρῆκε φάρμακον· ἢ τοῦτο μὲν ἐξεῦρε τῇ ψυχῇ τὸ βοήθημα, ὕπνῳ δὲ μέτρον ἧττον ἑτέρου τινὸς ἐπέθηκεν· ἢ τοῦτο μὲν ἐνομοθέτησεν ὥσπερ ἀσώματος, ἐκλίθη δὲ εἰς γῆν, ἑτέρων παννυχιζόντων ἐν ὀρθῷ σώματι, ὃ δὴ μάλιστα φιλοσόφων ἀνδρῶν τὸ ἀγώνισμα· ἢ τοῦτο μὲν οὐ μόνον γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν ὤφθη τῶν γενναιοτάτων ἀνδρικώτερα, ψαλμῳδίας δὲ τόνον ἔμφρονα, ἢ θείων λογίων ἔντευξιν, ἢ ἀνάπτυξιν, ἢ μνήμην εὔκαιρον, ἢ κλίσιν γονάτων κατεσκληκότων, ἢ ὥσπερ τῷ ἐδάφει συμπεφυκότων, ἢ δάκρυον ῥύπου καθάρσιον ἐν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως, ἢ εὐχὴν ἄνω τιθεῖσαν, καὶ νοῦν ἀπλανῆ καὶ μετάρσιον· ταῦτα πάντα, ἢ τούτων τί ἐστιν ὅστις ἀνδρῶν ἢ γυναικῶν ἐκείνην ὑπερβεβηκέναι καυχήσαιτο; Ἀλλ' ἐκεῖνο μέγα μὲν εἰπεῖν, ἀληθὲς δὲ, ὅτι τὸ μὲν ἐζήλου
XIII. Nor were the deeds of her magnanimity such and so incredible, while she gave her body over to luxury, and to the ungovernable pleasures of the belly, that raging and rending dog, as though relying upon her beneficences, as happens to the many, who purchase luxury by compassion towards the poor, and do not heal evil with good, but receive evil in exchange for good; nor did she wrestle down the dust by fastings, while leaving to another the medicine of sleeping on the ground; nor did she devise this succour for her soul, while setting a lesser limit upon sleep than someone else; nor did she ordain this law for herself as though bodiless, while reclining upon the earth when others kept all-night vigil with upright body, which indeed is the chief contest of philosophical men; nor in this was she seen to be more manly not only than women, but even than the noblest of men, while as regards intelligent intensity of psalmody, or reading of the divine oracles, or unfolding of them, or seasonable remembrance, or bending of knees grown callous and as it were grown into the floor, or tears cleansing away defilement in a contrite heart and a spirit of humility, or prayer setting one on high, and an unwandering and lofty mind—in all these things, or in any of them, is there anyone among men or women who could boast of having surpassed her? Nay, this is a great thing to say, yet true, that the one thing she emulated
PG 35:805Read from the page
τῶν καλῶν, τοῦ δὲ ἦν ζῆλος· καὶ τὸ μὲν εὗρε, τὸ δὲ ἐνίκησεν. Καὶ εἰ καθ' ἕν τι τούτων ἔσχε τὸ ἁμιλλώμενον, ἀλλὰ τῷ γε μία τὰ πάντα συλλαβεῖν, πάντων ἐκράτησεν. Οὕτω μὲν τὰ πάντα κατορθώσασα, ὡς οὐδεὶς ἄλλος ἓν καὶ μετρίως· οὕτω δ' εἰς ἄκρον ἕκαστον, ὥστε καὶ ἀντὶ πάντων ἓν ἐξαρκεῖν καὶ μόνον.
among noble deeds, and of the other she was an object of emulation; and the one she found, and the other she surpassed. And even if in any single one of these things she had a rival, yet by embracing all of them together, she alone prevailed over all. Having thus succeeded in all things, as no one else has succeeded even moderately in one; and thus to the highest degree in each, so that even a single one would suffice instead of all.
ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασαμένου νεκρωθῆναι καὶ πρὸ τῆς διαζεύξεως, ἵν' ἐλευθερίαν λάβῃ ψυχὴ, καὶ μὴ παραποδίζηται ταῖς αἰσθήσεσιν! Ὢ νυκτῶν ἀΰπνων, καὶ ψαλμῳδίας, καὶ στάσεως ἐξ ἡμέρας εἰς ἡμέραν ἀποληγούσης! Ὢ Δαβὶδ, ταῖς πισταῖς μόνον ψυχαῖς οὐ μακρὰ μελῳδήσας! Ὢ μελῶν ἁπαλότητος ἐπὶ γῆς ἐῤῥιμμένων, καὶ παρὰ τὴν φύσιν τραχυνομένων! Ὢ πηγαὶ δακρύων σπειρομένων ἐκ θλίψεως, ἵν' ἐν ἀγαλλιάσει θερίσαιεν! Ὢ βοῆς νυκτερινῆς νεφέλας διερχομένης, καὶ φθανούσης πρὸς τὸν οὐράνιον! Ὢ θερμότητος πνεύματος, κυνῶν κατατολμώσης νυκτερινῶν δι' ἐπιθυμίαν εὐχῆς, καὶ κρυμῶν, καὶ ὑετῶν, καὶ βροντῶν, καὶ χαλάζης, καὶ ἀωρίας! Ὢ γυναικεία φύσις τὴν ἀνδρείαν νικήσασα διὰ τὸν κοινὸν ἀγῶνα τῆς σωτηρίας, καὶ σώματος διαφορὰν οὐ ψυχῆς τὸ θῆλυ καὶ τὸ ἄῤῥεν ἐλέγξασα! Ὢ τῆς μετὰ λουτρὸν ἁγνείας, καὶ τῆς νύμφης Χριστοῦ ψυχῆς ἐν καθαρῷ νυμφῶνι τῷ σώματι! Ὢ πικρὰ γεῦσις, καὶ Εὔα μῆτερ καὶ γένους καὶ ἁμαρτίας, καὶ ὄφι πλάνε καὶ θάνατε, τῇ ἐκείνης ἐγκρατείᾳ νενικημένα! Ὢ Χριστοῦ κένωσις, καὶ δούλου μορφὴ, καὶ παθήματα, τῇ ἐκείνης νεκρώσει τετιμημένα!
XIV. O squalid body and garment, blooming with virtue alone! O soul holding fast the body, and that almost without food, as though immaterial! Or rather, O body forced to be mortified even before its severance, that the soul might obtain freedom, and not be hindered by the senses! O sleepless nights, and psalmody, and standing that lasted from day unto day! O David, who sangest not at too great length for faithful souls alone! O tenderness of limbs cast upon the earth, and roughened contrary to nature! O fountains of tears sown in affliction, that they might reap in exultation (Ps. 125:5)! O nocturnal cry piercing the clouds, and reaching unto the Heavenly One! O fervour of spirit, braving night-dogs through desire of prayer, and frosts, and rains, and thunders, and hail, and unseasonable hours! O womanly nature that conquered manliness through the common struggle for salvation, and proved female and male to be a difference of body, not of soul! O chastity after the laver, and soul, the bride of Christ, in the pure bridal chamber of the body! O bitter taste, and Eve, mother both of our race and of sin, and deceitful serpent and death, overcome by her continence! O self-emptying of Christ, and form of a servant, and sufferings, honoured by her mortification!
ΙΕʹ. Ὢ! πῶς ἢ καταριθμήσομαι τὰ ἐκείνης ἅπαντα, ἢ τὰ πλείω παρεὶς μὴ ζημιώσω τοὺς ἀγνοοῦντας; Ἀλλά μοι καλὸν ἤδη προσθεῖναι τῆς εὐσεβείας καὶ τὰ ἐπίχειρα· καὶ γάρ μοι ποθεῖν πάλαι δοκεῖτε καὶ ζητεῖν ἐν τῷ λόγῳ, οἱ τὰ ἐκείνης καλῶς εἰδότες, οὐ τὰ παρόντα μόνον, οὐδὲ οἷς νῦν ἐκεῖθεν ἀγάλλεται, ἃ κρείττω καὶ διανοίας, καὶ ἀκοῆς ἀνθρωπίνης, καὶ ὄψεως, ἀλλὰ καὶ οἷς ἐντεῦθεν αὐτὴν ὁ δίκαιος μισθαποδότης ἠμείψατο· ἐπεὶ καὶ τοῦτο ποιεῖ πολλάκις εἰς οἰκοδομὴν τῶν ἀπίστων, τοῖς μικροῖς τὰ μεγάλα πιστούμενος, καὶ τοῖς ὁρωμένοις τὰ
XV. Oh! how shall I either recount all her deeds, or passing over the greater part not inflict loss upon those who know them not? Yet it is good for me now to add also the rewards of her piety; for indeed you who know her affairs well seem to me long since to desire and seek in my discourse, not the present things alone, nor those wherein she now exults yonder, which surpass both human understanding, and hearing, and sight, but also those wherewith the righteous Rewarder requited her here; since He often does this also for the edification of the unbelieving, confirming great things by small, and by things seen the
PG 35:808Read from the page
μὴ ὁρώμενα. Ἐρῶ δὲ τὰ μὲν γνώριμα τοῖς πᾶσι, τὰ δὲ ἀπόῤῥητα τοῖς πολλοῖς· καὶ τοῦτο ἐκείνης φιλοσοφησάσης, τὸ μὴ καλλωπίζεσθαι τοῖς χαρίσμασιν. Ἴστε τὰς μανείσας ἡμιόνους, καὶ τὴν συναρπαγὴν τοῦ ὀχήματος, καὶ τὴν ἀπευκτὴν ἐκείνην περιτροπὴν, καὶ τὴν ἄτοπον ἕλξιν, καὶ τὰ πονηρὰ συντρίμματα, καὶ τὸ γενόμενον ἐντεῦθεν σκάνδαλον τοῖς ἀπίστοις, εἰ οὕτω δίκαιοι παραδίδονται, καὶ τὴν ταχεῖαν τῆς ἀπιστίας διόρθωσιν· ὅτι πάντα συντριβεῖσα καὶ συγκοπεῖσα καὶ ὀστᾶ καὶ μέλη, καὶ ἀφανῆ καὶ φαινόμενα, καὶ οὔτε ἰατρὸν ἄλλον πλὴν τοῦ παραδόντος ἠνέσχετο· ὁμοῦ μὲν καὶ ὄψιν ἀνδρῶν αἰδουμένη καὶ χεῖρας (τὸ γὰρ κόσμιον κἀν τοῖς πάθεσι διεσώσατο)· ὁμοῦ δὲ καὶ τὴν ἀπολογίαν ζητοῦσα παρὰ τοῦ ταῦτα παθεῖν συγχωρήσαντος, οὔτε παρ' ἄλλου τινὸς ἢ ἐκείνου τῆς σωτηρίας ἔτυχεν· ὡς μὴ μᾶλλον ἐπὶ τῷ πάθει πληγῆναί τινας, ἢ ἐπὶ τῷ παραδόξῳ τῆς ὑγιείας καταπλαγῆναι, καὶ διὰ τοῦτο δόξαι συμβῆναι τὴν τραγῳδίαν, ἵν' ἐνδοξασθῇ τοῖς πάθεσι· παθοῦσα μὲν ὡς ἄνθρωπος, ἰαθεῖσα δὲ ὑπὲρ ἄνθρωπον, καὶ διήγημα δοῦσα τοῖς ὕστερον, μέγιστον μὲν εἰς ἀπόδειξιν τῆς ἐν τοῖς πάθεσι πίστεως καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, μεῖζον δὲ τῆς τοῦ Θεοῦ περὶ τοὺς τοιούτους φιλανθρωπίας. Τῷ γὰρ, Ὅτ' ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, περὶ τοῦ δικαίου καλῶς εἰρημένῳ, προσετέθη καινότερον, τὸ κἂν καταῤῥαγῇ, τάχιστα ὀρθωθήσεται, καὶ δοξασθήσεται. Εἰ γὰρ παρὰ τὸ εἰκὸς ἔπαθεν, ἀλλὰ καὶ ὑπὲρ τὸ εἰκὸς ἐπανῆλθε πρὸς ἑαυτὴν, ὡς μικροῦ κλαπῆναι τῇ ὑγιείᾳ τὸ πάθος, καὶ περιφανεστέραν γενέσθαι τὴν θεραπείαν ἢ τὴν πληγήν.
the things unseen. And I shall tell both the things known to all and the things secret to the many; for she practised this philosophy also, not to adorn herself with her gifts of grace. You know the maddened mules, and the carrying away of the carriage, and that fearful overturning, and the terrible dragging, and the grievous fractures, and the scandal that arose thence for unbelievers, if the righteous are thus delivered over, and the swift correction of unbelief: how, having been utterly crushed and mangled in both bones and limbs, both those unseen and those visible, she did not even endure to have any other physician save Him Who had delivered her over—at once both feeling shame before the sight and hands of men (for she preserved her modesty even in her sufferings), and at the same time seeking her vindication from Him Who had permitted her to suffer these things; nor did she obtain deliverance from anyone else than from Him; so that some were no more struck by the suffering than astounded at the marvel of her recovery, and wherefore the tragedy seemed to have happened in order that she might be glorified through her sufferings; having suffered indeed as a human being, yet having been healed beyond a human being, and having left a narrative to posterity, greatest indeed for the demonstration of faith amid sufferings and of endurance towards terrible trials, and greater still of the loving-kindness of God towards such persons. For to the word well spoken concerning the righteous man, When he falleth, he shall not be broken in pieces, there was added something newer still: that even if he be broken in pieces, he shall most swiftly be raised up and shall be glorified. For if she suffered contrary to expectation, yet beyond expectation also she returned to herself, so that the suffering was almost stolen away by health, and the healing became more illustrious than the blow.
ΙϚʹ. Ὢ συμφορᾶς ἐπαινουμένης καὶ θαυμασίας! Ὢ πάθους ἀπαθείας ὑψηλοτέρου! Ὢ τοῦ, Πατάξει καὶ μοτώσει, καὶ ὑγιάσει, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσει, φέροντος μὲν εἰς μεῖζον καὶ μυστικώτερον, ὥσπερ οὖν ἤνεγκεν, οὐχ ἧττον δὲ τοῖς ταύτης ἁρμόζοντος πάθεσι! Τοῦτο μὲν οὖν, ὃ πᾶσι πρόδηλον καὶ τοῖς πόῤῥωθεν, ἐπεὶ καὶ εἰς πάντας τὸ θαῦμα διῆλθε, καὶ ἐν ταῖς πάντων κεῖται γλώσσαις καὶ ἀκοαῖς τὸ διήγημα μετὰ τῶν ἄλλων τοῦ Θεοῦ θαυμασίων τε καὶ δυνάμεων. Τὸ δὲ μέχρι νῦν ἀγνοούμενον τοῖς πολλοῖς καὶ κρυπτόμενον δι' ἣν εἶπον φιλοσοφίαν, καὶ τὸ τῆς εὐσεβείας ἄτυφόν τε καὶ ἀκαλλώπιστον, εἴπω κελεύεις, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, ὁ τοῦ ἱεροῦ προβάτου ἐκείνου ποι-
XVI. O calamity praised and marvellous! O suffering loftier than impassibility! O that saying, He shall smite and bind up with lint, and He shall heal, and after three days He shall raise up—leading indeed unto something greater and more mystical, even as it did lead, yet fitting no less her sufferings! This, then, is what is manifest to all, even to those far off, since the marvel has gone abroad unto all, and the narrative lies upon the tongues and in the ears of all alongside the other wonders and mighty works of God. But that which until now has been unknown to the many and kept hidden on account of the philosophy of which I spoke, and the unassuming and unadorned character of her piety, dost thou bid me tell, O best and most perfect of shepherds, thou shepherd of that sacred sheep,
PG 35:809Read from the page
μὴν, καὶ τοῦτο νεύεις λοιπόν; Ἐπειδὴ καὶ μόνοι τὸ μυστήριον ἐπιστεύθημεν, καὶ μάρτυρες ἀλλήλοις ἐσμὲν τοῦ θαύματος· ἢ ἔτι τῇ ἀπελθούσῃ τὴν πίστιν φυλάξωμεν; Ἀλλά μοι δοκεῖ, ὥσπερ τότε καιρὸς εἶναι τῆς σιωπῆς, οὕτω νῦν τῆς ἐξαγορεύσεως, οὐ μόνον εἰς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ καὶ εἰς παράκλησιν τῶν ἐν θλίψεσιν.
and dost thou nod assent to this for the rest? Since we alone were entrusted with the mystery, and are witnesses to one another of the marvel; or shall we still keep faith with her who has departed? Yet it seems to me that, just as then there was a season for silence, so now there is one for declaration, not only unto the glory of God, but also for the consolation of those in afflictions.
ΙΖʹ. Ἔκαμνεν αὐτῇ τὸ σῶμα, καὶ διέκειτο πονήρως, καὶ ἡ νόσος ἦν τῶν ἀήθων καὶ ἀλλοκότων· πύρωσις μὲν ἀθρόα παντὸς τοῦ σώματος, καὶ οἷον βρασμός τις, καὶ ζέσις αἵματος, εἶτα πῆξις τούτου, καὶ νάρκη, καὶ ὠχρίασις ἄπιστος, καὶ νοῦ καὶ μελῶν παράλυσις· καὶ τοῦτο οὐκ ἐκ μακρῶν τῶν διαστημάτων, ἀλλ' ἦν ὅτε καὶ λίαν συνεχῶς· καὶ τὸ κακὸν οὐκ ἀνθρώπινον ἐνομίζετο, καὶ οὔτε ἰατρῶν ἤρκουν τέχναι λίαν ἐπιμελῶς διασκεπτομένων περὶ τοῦ πάθους, καὶ καθ' ἑαυτὸν ἑκάστου, καὶ σὺν ἀλλήλοις, οὔτε γονέων δάκρυα, πολλὰ πολλάκις δεδυνημένα, οὔτε πάνδημοι λιταὶ καὶ ἱκεσίαι, ἃς, ὡς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ἕκαστος, ἐποιοῦντο πᾶς ὁ λαός· καὶ γὰρ ἦν ἅπασι σωτηρία τὸ ἐκείνην σώζεσθαι, ὥσπερ τοὐναντίον, πάθος κοινὸν τὸ τῇ ἀῤῥωστίᾳ κακοπαθεῖν.
XVII. Her body was sick, and was in a grievous state, and the disease was of an unwonted and strange kind: a sudden burning of the whole body, and as it were a boiling and seething of the blood, then a congealing of the same, and numbness, and an incredible pallor, and a paralysis of both mind and limbs; and this not at long intervals, but at times even very continuously; and the malady was deemed not human, and neither did the skills of physicians avail, though they examined the affliction very carefully, both each by himself and together with one another, nor the tears of parents, which had often availed much, nor the public supplications and entreaties which the whole people made, each as though for his own deliverance; for indeed that she should be preserved was deliverance for all, just as, on the contrary, her suffering in infirmity was a common affliction.
ΙΗʹ. Τί οὖν ἡ μεγάλη καὶ τῶν μεγίστων ἀξία ψυχὴ, καὶ τίς ἡ ἰατρεία τοῦ πάθους; Ἐνταῦθα γὰρ ἤδη καὶ τὸ ἀπόῤῥητον. Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν πάντων ἰατρὸν καταφεύγει, καὶ νυκτὸς ἀωρίαν τηρήσασα, μικρὸν ἐνδούσης αὐτῇ τῆς νόσου, τῷ θυσιαστηρίῳ προσπίπτει μετὰ τῆς πίστεως, καὶ τὸν ἐπ' αὐτῷ τιμώμενον ἀνακαλουμένη μεγάλῃ τῇ βοῇ, καὶ πάσαις ταῖς κλήσεσι, καὶ πασῶν αὐτὸν τῶν πώποτε δυνάμεων ὑπομνήσασα (σοφὴ γὰρ ἐκείνη καὶ τὰ παλαιὰ καὶ τὰ νέα), τέλος εὐσεβῆ τινα καὶ καλὴν ἀναισχυντίαν ἀναισχυντεῖ· μιμεῖται τὴν τοῖς κρασπέδοις Χριστοῦ ξηράνασαν πηγὴν αἵματος. Καὶ τί ποιεῖ; τῷ θυσιαστηρίῳ τὴν κεφαλὴν ἑαυτῆς προσθεῖσα μετὰ τῆς ἴσης βοῆς, καὶ δάκρυσι τοῦτο πλουσίοις, ὥσπερ τις πάλαι τοὺς πόδας Χριστοῦ καταβρέχουσα, καὶ μὴ πρότερον ἀνήσειν ἢ τῆς ὑγιείας τυχεῖν ἀπειλοῦσα· εἶτα τῷ παρ' ἑαυτῆς φαρμάκῳ τούτῳ τὸ σῶμα πᾶν ἐπαλείφουσα, καὶ εἴ πού τι τῶν ἀντιτύπων τοῦ τιμίου σώματος ἢ τοῦ αἵματος ἡ χεὶρ ἐθησαύρισεν, τοῦτο καταμιγνῦσα τοῖς δά-
XVIII. What then did that great soul, worthy of the greatest things, and what was the remedy of the affliction? For here now lies the secret also. Despairing of all others, she flees for refuge to the Physician of all, and having watched for the dead of night, when the disease had yielded a little for her, she falls down before the altar with faith, and calling upon Him Who is honoured thereon with a loud cry and by all His titles, and reminding Him of all the mighty works ever wrought (for she was wise in both the old things and the new), at last she practises a certain pious and noble shamelessness: she imitates her who dried up the fountain of blood by the hem of Christ's garment. And what does she do? Placing her own head against the altar with an equal cry, and bedewing it with rich tears, just as one of old did the feet of Christ, and threatening that she would not desist before obtaining health; then anointing her whole body with this medicine of her own, and if anywhere her hand had treasured up aught of the antitypes of the precious body or of the blood, mingling this with her