Migne Reading Room

PG 35 · cols. 764–773 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:764Read from the page
θμοῖτο, τὸ πρεσβεῖον ἐν τοῖς δευτέροις φερόμενος Καὶ ταῦτα οὐ λόγος ἐστὶν ἀμάρτυρος, ἀλλ' ἑῴα τε ὁμοῦ λῆξις καὶ ἑσπέριος, καὶ ὅσην ἐκεῖνος ἐπῆλθεν ὕστερον, ἐπίσημοι στῆλαι τῆς ἐκείνου παιδεύσεως.
bered, carrying off the first prize among the second? And these things are no unattested boast, but both the eastern lot together and the western, and all the land that he traversed afterwards, are illustrious pillars of his learning.
Ηʹ. Ἐπει δὲ, πᾶσαν ἀρετήν τε καὶ μάθησιν, ὥσπερ μεγάλη φορτὶς παντοδαπὴν ἐμπορίαν, εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συλλεξάμενος, ἐπὶ τὴν ἑαυτοῦ πόλιν ἐστέλλετο, ὡς ἂν καὶ τοῖς ἄλλοις μεταδοίη τῶν καλῶν ἀγωγίμων τῆς ἑαυτοῦ παιδεύσεως, ἐνταῦθά τι καὶ συνηνέχθη πρᾶγμα θαυμάσιον, οὐδὲν δὲ οἷον, καὶ γὰρ ἐμέ γε μάλιστα πάντων εὐφραίνει τοῦτο μνημονευθὲν, καὶ ὑμᾶς ἂν ἡδίους ποιήσειεν, ἐν βραχεῖ διηγήσασθαι. Ηὔχετο μὲν ἡ μήτηρ εὐχὴν μητρικήν τινα καὶ φιλόπαιδα, ὥσπερ ἐξέπεμψεν ἀμφοτέρους, οὕτω καὶ σὺν ἀλλήλοις ἐπανελθόντας ἰδεῖν. Ξυνωρὶς γὰρ ἐδοκοῦμέν τις, καὶ εἰ μὴ τοῖς ἄλλοις, μητρί γ' οὖν, εὐχῆς καὶ θέας ἀξία, σὺν ἀλλήλοις ὁρώμενοι, ἡ νῦν κακῶς ὑπὸ τοῦ φθόνου διαλυθεῖσα· Θεοῦ δὲ οὕτω κινήσαντος, ὃς ἀκούει δικαίας εὐχῆς, καὶ φίλτρον τιμᾷ γονέων εἰς παῖδας εὐγνώμονας, ἐξ οὐδεμιᾶς ἐπινοίας, οὐδὲ συνθήματος, ὁ μὲν ἀπὸ τῆς Ἀλεξανδρείας, ὁ δὲ ἀπὸ τῆς Ἑλλάδος κατὰ τὸν αὐτὸν χρόνον εἰς τὴν αὐτὴν πόλιν ὁ μὲν ἀπὸ γῆς, ὁ δὲ ἀπὸ θαλάσσης κατήραμεν. Ἡ πόλις δὲ ἦν τὸ Βυζάντιον, ἡ νῦν προκαθεζομένη τῆς Εὐρώπης πόλις, ἐν ᾗ τοσοῦτον Καισάριος κλέος οὐ πολλοῦ χρόνου διελθόντος ἠνέγκατο, ὥστε δημοσίας τιμὰς αὐτῷ, καὶ γάμον τῶν εὐδοκίμων, καὶ τῆς συγκλήτου βουλῆς μετουσίαν προτεθῆναι, καὶ πρὸς βασιλέα πρεσβείαν σταλῆναι, τὸν μέγαν ἀπὸ κοινοῦ δόγματος, τὴν πρώτην πόλιν τῷ πρώτῳ λογίῳ κοσμηθῆναί τε καὶ τιμηθῆναι (εἴ τι μέλειν αὐτῷ τοῦ πρώτην ἀληθῶς εἶναι, καὶ τῆς ἐπωνυμίας ἀξίαν), καὶ τοῦτο προστεθῆναι πᾶσι τοῖς ὑπὲρ αὐτῆς διηγήμασι, τῷ Καισαρίῳ καλλωπίζεσθαι, καὶ ἰατρῷ, καὶ οἰκήτορι· καίτοι γε μετὰ τῆς ἄλλης λαμπρότητος πολλοῖς καὶ μεγάλοις εὐθυνουμένην ἀνδράσι κατά τε φιλοσοφίαν κατά τε τὴν ἄλλην παίδευσιν. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς. Τότε δ' οὖν τὸ γενόμενον τοῖς μὲν ἄλλοις συντυχία τις ἔδοξεν ἄλογος καὶ ἀναίτιος, οἷα φέρει πολλὰ τὸ αὐτόματον ἐν τοῖς ἡμετέροις, τοῖς δὲ φιλοθέοις καὶ λίαν εὔδηλον ἦν μὴ ἄλλο τι συμβὰν εἶναι ἢ γονέων θεοφιλῶν ἔργον ἐκ γῆς καὶ θαλάττης τοὺς παῖδας συναγόντων εἰς μίαν εὐχῆς ἐκπλήρωσιν.
8. And when, having gathered all virtue and learning, like a great merchantman collecting merchandise of every kind, into his own single soul, he was setting out for his own city, that he might impart to others also the fair cargoes of his learning, here too a certain marvellous thing came to pass, and nothing is so fitting—for indeed it gladdens me most of all when remembered, and would make you also more cheerful—as to recount it in brief. Our mother prayed a certain maternal and child-loving prayer, that just as she had sent both forth, so too she might see us returning together with one another. For we seemed to be a certain pair, even if not to others, at least to our mother, worthy of prayer and of beholding, when seen together with one another, a pair now cruelly parted by envy; and when God had so moved it, Who hears a righteous prayer and honours the tender affection of parents towards dutiful children, out of no planning nor agreement, the one from Alexandria and the other from Greece, at the same time we put in at the same city, the one by land and the other by sea. And the city was Byzantium, the city that now presides over Europe, in which after no long time had elapsed Caesarius won such renown that public honours, and a marriage among the distinguished, and a share in the Senate were offered to him, and an embassy was sent to the great Emperor by common decree, asking that the first city might be adorned and honoured with the first man of learning (if he cared at all for its being truly first and worthy of its name), and that this might be added to all the accounts concerning it: that it was graced with Caesarius both as physician and as inhabitant; and that too although along with its other splendour it was guided by many great men both in philosophy and in the rest of learning. But of this enough. What happened at that time, then, seemed to others a certain irrational and uncaused coincidence, such as chance brings about in many of our affairs, whereas to lovers of God it was altogether evident that what had happened was nothing else than the work of God-loving parents drawing their children together from land and sea into a single fulfilment of prayer.
Notes, col. 764

On the reading

Printed Ἐπει, for Ἐπεὶ.

PG 35:765Read from the page
Θʹ. Φέρε μηδὲ τοῦτο τῶν Καισαρίου καλῶν παρέλθωμεν, ὃ τοῖς μὲν ἄλλοις ἴσως μικρὸν, καὶ οὐδὲ μνήμης ἄξιον, ἐμοὶ δὲ καὶ τότε καὶ νῦν μέγιστον ἔδοξεν, εἴπερ τῶν ἐπαινετῶν ἡ φιλαδελφία, καὶ οὐ παύσομαι τιθεὶς ἐν πρώτοις, ὁσάκις ἂν τὰ ἐκείνου ἐκδιηγῶμαι. Κατεῖχε μὲν αὐτὸν αἷς εἶπον τιμαῖς ἡ πόλις, καὶ οὐδ' ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκεν· ἐγὼ δὲ ἀνθέλκων ἴσχυσα, ὁ πάντα Καισαρίῳ πολὺς καὶ τίμιος, καὶ τοῖς γονεῦσι τὴν εὐχὴν πληρῶσαι, καὶ τῇ πατρίδι τὸ χρέος, καὶ ἐμαυτῷ τὸν πόθον· λαβὼν τῆς ὁδοῦ κοινωνὸν καὶ συνέμπορον, καὶ προτιμηθεὶς οὐ πόλεων καὶ δήμων μόνον, οὐδὲ τιμῶν καὶ πόρων, οἳ πολλοὶ καὶ πολλαχόθεν οἱ μὲν συνέῤῥεον ἐκείνῳ, οἱ δὲ ἠλπίζοντο, ἀλλὰ καὶ αὐτοῦ βασιλέως σχεδὸν, καὶ τῶν ἐκεῖθεν ἐπιταγμάτων. Ἐντεῦθεν ἐγὼ μὲν φιλοσοφεῖν διέγνων, καὶ πρὸς τὸν ἄνω βίον μεθαρμοσθῆναι, ὥσπερ τινὰ βαρὺν δεσπότην καὶ ἀῤῥώστημα χαλεπὸν, πᾶσαν φιλοτιμίαν ἀποσεισάμενος· μᾶλλον δὲ ὁ μὲν πόθος πρεσβύτερος, ὁ δὲ βίος ὕστερος· τὸν δὲ τὰ πρῶτα τῆς παιδεύσεως ἀναθέντα τῇ ἑαυτοῦ πατρίδι, καὶ θαυμασθέντα τῶν πόνων ἀξίως, μετὰ τοῦτο δόξης ἐπιθυμία καὶ τοῦ προστατεύειν τῆς πόλεως, ὡς ἐμέ γε συνέπειθε, τοῖς βασιλείοις δίδωσιν, οὐ πάνυ μὲν ἡμῖν φίλα ποιοῦντα, καὶ κατὰ γνώμην· καὶ γὰρ ἀπολογήσομαι πρὸς ὑμᾶς, ὅτι πολλοστὸν τετάχθαι παρὰ Θεῷ κρεῖττον εἶναι δοκεῖ τε καὶ ὑψηλότερον ἢ παρὰ τῷ κάτω βασιλεῖ τὰ πρῶτα φέρεσθαι, οὐ μὴν ἄξιός γε μέμψεως. Φιλοσοφεῖν μὲν γὰρ ὅσῳ μέγιστον, τοσούτῳ καὶ χαλεπώτατον, καὶ οὐ πολλῶν τὸ ἐγχείρημα, οὐδ' ἄλλων ἢ τῶν ὑπὸ τῆς θείας προκεκλημένων μεγαλονοίας, ἣ τοῖς προῃρημένοις καλῶς χεῖρα δίδωσιν· οὐ μικρὸν δὲ εἴ τις, τὸν δεύτερον προστησάμενος βίον, καλοκἀγαθίας μεταποιοῖτο, καὶ πλείω λόγον ἔχοι Θεοῦ καὶ τῆς ἑαυτοῦ σωτηρίας ἢ τῆς κάτω λαμπρότητος· καὶ τὴν μὲν ὡς σκηνὴν προβάλλοιτο, ἤ τι προσωπεῖον τῶν πολλῶν καὶ προσκαίρων, τὸ τοῦ κόσμου τούτου δρᾶμα ὑποκρινόμενος, αὐτὸς δὲ ζῴοι Θεῷ μετὰ τῆς εἰκόνος, ἣν οἶδε παρ' ἐκείνου λαβὼν καὶ ὀφείλων τῷ δεδωκότι· ὅπερ ἀμέλει καὶ Καισάριον διανοηθέντα γινώσκομεν.
9. Come, let us not pass over this either of the noble deeds of Caesarius, which to others perhaps seems a small thing and not even worthy of remembrance, yet to me both then and now seemed greatest, if indeed brotherly love is among things praiseworthy, and I shall not cease setting it among the first, as often as I recount his deeds. The city indeed was holding him back with the honours of which I spoke, and declared that it would not let him go no matter what might happen; yet I, drawing him the other way—I who in all things was great and precious to Caesarius—prevailed both to fulfil the prayer for our parents, and the debt to our country, and the longing for myself: taking him as partner and fellow-traveller of the journey, and having been preferred not only to cities and peoples, nor to honours and revenues, which in great numbers and from many quarters were partly flowing in to him and partly hoped for, but almost even to the Emperor himself and the commands from yonder. Thenceforth I, for my part, resolved to practise philosophy, and to be attuned to the life above, having shaken off all ambition like some heavy master and grievous sickness—or rather, the longing was earlier, and the life later; whereas him, after he had dedicated the first-fruits of his learning to his own country and been admired worthily of his labours, thereafter desire of glory and of protecting the city, as he persuaded me at least, gave over to the imperial court—doing what was not altogether pleasing to us and according to our mind (for indeed I will make my defence before you, that to be ranked among the last with God both seems and is better and loftier than to carry off the first place with the king below), yet not worthy of blame. For by how much practising philosophy is greatest, by so much is it also most difficult, and the undertaking is not for the many, nor for any others than those called forth by the divine greatness of mind, which lends a hand to those who have chosen nobly; yet it is no small thing if someone, having adopted the second life, should lay claim to moral nobility, and make more account of God and of his own salvation than of the splendour below, and should put that forward like a stage, or some mask among the many and transitory ones, while acting out the drama of this world, yet himself live to God with the image which he knows he has received from Him and owes to the Giver; which very thing, assuredly, we know that Caesarius also had in mind.
Ιʹ. Τάττεται μὲν γὰρ τὴν πρώτην ἐν ἰατροῖς τάξιν, οὐδὲ πολλοῦ πόνου προσδεηθεὶς, ἀλλ' ἐπιδείξας μόνον τὴν παίδευσιν, μᾶλλον δὲ βραχύν τινα τῆς παιδεύσεως οἷον πρόλογον, κἀν τοῖς φίλοις τοῦ βασι-
10. For he is appointed to the first rank among physicians, having needed not even much labour, but having merely displayed his learning, or rather some brief prologue, as it were, of his learning, and among the friends of the Empe-
PG 35:768Read from the page
λέως εὐθὺς ἀριθμούμενος, τὰς μεγίστας καρποῦται τιμάς· ἄμισθον δὲ τὴν τῆς τέχνης φιλανθρωπίαν τοῖς ἐν τέλει προτίθησιν, εἰδὼς οὐδὲν οὕτως ὡς ἀρετὴν καὶ τὸ ἐπὶ τοῖς καλλίστοις γινώσκεσθαι προάγειν εἰς τὸ ἔμπροσθεν. Καὶ ὧν τῇ τάξει δεύτερος ἦν, τούτων κατὰ πολὺ περιῆν τῇ δόξῃ· πᾶσι μὲν ὢν διὰ σωφροσύνην ἐπέραστος, καὶ διὰ τοῦτο τὰ τίμια πιστευόμενος, καὶ μηδὲν Ἱπποκράτους ὁρκιστοῦ προσδεόμενος, ὡς μηδὲν εἶναι καὶ τὴν Κράτητος ἁπλότητα πρὸς τὴν ἐκείνου θεωρουμένην· πᾶσι δὲ πλέον ἢ κατὰ τὴν ἀξίαν αἰδέσιμος, μεγάλων μὲν ἀεὶ τῶν παρόντων ἀξιούμενος, μειζόνων δὲ ἄξιος εἶναι τῶν ἐλπιζομένων κρινόμενος τοῖς τε βασιλεῦσιν αὐτοῖς, καὶ ὅσοι τὰ πρῶτα μετ' ἐκείνους ἔχουσιν· τὸ δὲ μέγιστον, ὅτι μήτε ὑπὸ τῆς δόξης μήτε ὑπὸ τῆς ἐν μέσῳ τρυφῆς τὴν τῆς ψυχῆς εὐγένειαν διεφθάρη· ἀλλὰ πολλῶν καὶ μεγάλων ὑπαρχόντων αὐτῷ, πρῶτον ἦν εἰς ἀξίωμα Χριστιανὸν καὶ εἶναι καὶ ὀνομάζεσθαι· καὶ πάντα ὁμοῦ παιδιά τις ἐκείνῳ καὶ λῆρος πρὸς ἓν τοῦτο κρινόμενα. Τὰ μὲν γὰρ ἄλλα ὡς ἐπὶ σκηνῆς καὶ ἄλλοις παίζεσθαι τάχιστα πηγνυμένης τε καὶ καταλυομένης, τάχα δὲ φθειρομένης ῥᾷον ἢ συνισταμένης, ὡς εἶναι ἰδεῖν ἐκ τῶν πολλῶν τοῦ βίου μεταβολῶν, καὶ τῆς ἄνω καὶ κάτω μεταπιπτούσης εὐετηρίας· μόνον δὲ ἴδιον ἀγαθὸν εἶναι καὶ παραμένον ἀσφαλῶς τὴν εὐσέβειαν.
ror being immediately numbered, he reaps the greatest honours; and he offers the humanity of his art without fee to those in authority, knowing that nothing so advances a man forward as virtue and being known for the noblest deeds. And those to whom he was second in rank, he far surpassed in glory; being lovely to all on account of his temperance, and for this reason entrusted with what was most precious, and having no need at all of Hippocrates as swearer of an oath, so that even the simplicity of Crates was nothing when viewed beside his; and revered by all beyond his rank, ever counted worthy of great things in the present, and judged worthy of still greater things in prospect both by the Emperors themselves and by all who hold the first place after them; and what is greatest, neither by glory nor by the luxury in the midst of which he lived was he corrupted in the nobility of his soul; but though he possessed many and great advantages, the first thing for him in dignity was both to be and to be named a Christian; and all things together were judged by him a kind of sport and trifling in comparison with this one thing. For other things, he held, are played out by others also as upon a stage that is very quickly set up and taken down, or perhaps destroyed more easily than it is put together, as one may see from the many changes of life, and prosperity shifting up and down; whereas piety alone is one's own good and abides securely.
ΙΑʹ. Ταῦτα Καισαρίῳ ἐφιλοσοφεῖτο κἀν τῇ χλανίδι· ταύταις καὶ συνέζησε ταῖς ἐννοίαις, καὶ συναπῆλθε, μείζω τῆς φαινομένης εἰς τὸ κοινὸν εὐσεβείας, Θεῷ γνωρίζων καὶ παριστὰς τὴν κατὰ τὸν κρυπτὸν ἄνθρωπον. Καὶ εἴ με δεῖ, πάντα παρέντα, τὴν προστασίαν τῶν ἐκ γένους ἀτυχησάντων, τὴν ὑπεροψίαν τοῦ τύφου, τὴν πρὸς τοὺς φίλους ἰσοτιμίαν, τὴν πρὸς τοὺς ἄρχοντας παῤῥησίαν, τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας καὶ λόγους, οὓς πολλοὺς καὶ πρὸς πολλοὺς συνεστήσατο, οὐ λογικῶς μόνον, ἀλλὰ καὶ λίαν εὐσεβῶς τε καὶ διαπύρως, ἓν ἀντὶ πάντων εἰπεῖν τῶν ἐκείνου τὸ γνωριμώτατον. Ἐλύσσα καθ' ἡμῶν βασιλεὺς ὁ δυσώνυμος, καὶ καθ' ἑαυτοῦ πρῶτον μανεὶς ἐκ τῆς εἰς Χριστὸν ἀθετήσεως, ἀφόρητος ἤδη καὶ τοῖς ἄλλοις ἦν, οὐδ' ἐν ἴσῳ τοῖς λοιποῖς Χριστομάχοις μεγαλοψύχως ἀπογραφόμενος εἰς τὴν ἀσέβειαν, ἀλλὰ κλέπτων τὸν διωγμὸν ἐν ἐπιεικείας πλάσματι· καὶ κατὰ τὸν σκολιὸν ὄφιν, ὃς τὴν ἐκείνου κατέσχε ψυχὴν, παντοίαις μηχαναῖς ὑποσπῶν τοὺς ἀθλίους εἰς τὸ ἑαυτοῦ βά-
11. These were the principles practised in philosophy by Caesarius even in the courtly mantle; with these thoughts he both lived and departed, making known and presenting to God the piety of the hidden man, greater than that which appeared to the public. And if, passing over all else—his protection of kinsfolk who had fallen into misfortune, his disdain of pride, his equality of honour towards friends, his boldness of speech towards rulers, the struggles and discourses on behalf of truth, which he maintained in great number and against many, not only with skill of argument, but also most piously and fervently—I must tell one thing in place of all his deeds, the best known: the Emperor of evil name was raging against us, and having first gone mad against himself through his apostasy from Christ, was already unendurable to others as well, not even enrolling himself magnanimously in impiety on equal terms with the rest of those who warred against Christ, but disguising his persecution under a pretence of gentleness; and like the crooked serpent that possessed his soul, by devices of every kind drawing the wretched down into his own
PG 35:769Read from the page
ραθρον. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τέχνασμά τε καὶ σόφισμα, ἵνα μηδὲ τῆς ἐπὶ τοῖς ἄθλοις τιμῆς τυγχάνωμεν (ἐφθόνει γὰρ καὶ ταύτης Χριστιανοῖς ὁ γεννάδας), πάσχοντας ὡς Χριστιανοὺς, ὡς κακούργους κολάζεσθαι· τὸ δὲ δεύτερον πειθοῦς ὄνομα προσεῖναι τῷ γινομένῳ, μὴ τυραννίδος, ὡς ἂν μεῖζον ᾖ τοῦ κινδύνου τὸ τῆς αἰσχύνης, αὐθαιρέτως χωροῦσι πρὸς τὴν ἀσέβειαν. Καὶ τοὺς μὲν χρήμασι, τοὺς δὲ ἀξιώμασι, τοὺς δὲ ὑποσχέσεσι, τοὺς δὲ παντοίαις τιμαῖς ὑφελκόμενος, ἃς οὐδὲ βασιλικῶς προσῆγεν, ἀλλὰ καὶ λίαν δουλοπρεπῶς ἐν ταῖς ἁπάντων ὄψεσι, πάντας δὲ τῇ γοητείᾳ τῶν λόγων καὶ τῷ καθ' ἑαυτὸν ὑποδείγματι, ἐπὶ πολλοῖς πειρᾶται καὶ Καισαρίου. Φεῦ τῆς παραπληξίας καὶ τῆς ἀνοίας, εἰ Καισάριόν τε ὄντα, καὶ ἀδελφὸν ἐμὸν, καὶ τῶν γονέων τούτων συλήσειν ἤλπισεν!
pit. And his first artifice and sophistry, so that we might not even obtain the honour that belongs to contests (for the noble fellow begrudged Christians even this), was that those suffering as Christians should be punished as evildoers; and the second was that the name of persuasion, not of tyranny, should be attached to what was happening, so that the disgrace might be greater than the danger for those advancing of their own accord towards impiety. And drawing away some by wealth, others by dignities, others by promises, and others by honours of every kind, which he did not even offer in a royal manner, but altogether slavishly in the sight of all, and everyone by the witchery of his words and by his own personal example, after many others he makes trial of Caesarius as well. Alas for his madness and folly, if he hoped to plunder one who was both Caesarius, and my brother, and the son of such parents!
ΙΒʹ. Ἀλλ', ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, καὶ κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θαύματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φραξάμενος, καὶ τὸν μέγαν λόγον ἑαυτοῦ προβαλλόμενος, πρὸς τὸν πολὺν ἐν ὅπλοις, καὶ μέγαν ἐν λόγων δεινότητι· οὐδὲν δὲ καταπλαγεὶς πρὸς τὴν ὄψιν, οὐδὲ θωπείᾳ τι καταβαλὼν τοῦ φρονήματος, ἀθλητὴς ἕτοιμος ἦν, καὶ λόγῳ καὶ ἔργῳ, πρὸς τὸν ἐν ἀμφοτέροις δυνατὸν ἀγωνίζεσθαι. Τὸ μὲν οὖν στάδιον τοιοῦτον, καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς τοσοῦτος· καὶ ἀγωνοθέτης, ἔνθεν μὲν Χριστὸς τοῖς ἑαυτοῦ πάθεσι τὸν ἀθλητὴν ἐξοπλίζων, ἐκεῖθεν δὲ δεινὸς τύραννος τῇ τῶν λόγων οἰκειότητι προσσαίνων, καὶ τῷ τῆς ἐξουσίας ὄγκῳ δεδιττόμενος· θέατρον δὲ ἀμφοτέρωθεν, τῶν τε τῇ εὐσεβείᾳ λειπομένων ἔτι, καὶ τῶν ὑπ' ἐκείνου συνηρπασμένων, ὅπη νεύσῃ τὰ κατ' αὐτοὺς ἀποσκοπούντων, ὅστις νικήσειε πλείω τὴν ἀγωνίαν ἐχόντων ἢ περὶ οὓς τὸ θέατρον.
XII. Yet, that I may linger a little over the account, and delight in the narrative, just as those present did in the wonder, that noble man entered, having fortified himself with the sign of Christ, and holding forth His great word before himself, against one mighty in arms and great in cleverness of speech; and neither struck with dismay at his appearance, nor lowering anything of his high spirit through flattery, he was an athlete ready, both in word and in deed, to contend against one powerful in both. Such, then, was the stadium, and so great the champion of piety; and as president of the games, on the one side Christ arming the athlete by His own sufferings, and on the other a terrible tyrant fawning with the familiarity of his words, and frightening with the weight of his authority; and on both sides a theatre of spectators, both of those still remaining in piety, and of those who had been carried away by him, watching closely which way their affair would incline, having greater anxiety as to who would prevail than those around whom the theatre was gathered.
ΙΓʹ. Ἆρ' οὐκ ἔδεισας περὶ Καισαρίου, μήτι πάθῃ τῆς προθυμίας ἀνάξιον; Ἀλλὰ θαρσεῖτε· μετὰ Χριστοῦ γὰρ ἡ νίκη τοῦ τὸν κόσμον νικήσαντος. Τὰ μὲν οὖν καθ' ἕκαστον τῶν τότε ῥηθέντων ἢ προτεθέντων ἐκδιηγεῖσθαι τὰ νῦν ἐγὼ μὲν, εὖ ἴστε, τοῦ παντὸς ἂν ἐτιμησάμην· καὶ γὰρ καὶ λογικάς τινας ἐστὶν ἃς ἔχει στροφὰς καὶ κομψείας ὁ λόγος, ἐμοὶ γοῦν οὐκ ἀηδεῖς εἰς μνήμην· ἔξω δ'
XIII. Did you not fear for Caesarius, lest he should suffer anything unworthy of his zeal? Yet take courage; for victory is with Christ, Who overcame the world (John 16:33). Now to recount in detail at present each of the things that were then spoken or put forward, I for my part, be well assured, would have valued above all else; for indeed the discourse possesses certain dialectical turns and refinements, not unpleasant to me at least to remember; yet outside
PG 35:772Read from the page
ἂν εἴη παντελῶς τοῦ καιροῦ καὶ τοῦ λόγου. Ὡς δὲ πάσας αὐτοῦ τὰς ἐν τοῖς λόγοις πλοκὰς διαλύσας, καὶ πεῖραν ἅπασαν ἀφανῆ τε καὶ φανερὰν, ὥσπερ τινὰ παιδιὰν παρωσάμενος, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ τὸ Χριστιανὸς εἶναί τε καὶ μένειν ἀνεκήρυξεν, οὐδὲ οὕτω μὲν παντελῶς ἀποπέμπεται· καὶ γὰρ δεινὸς ἔρως εἶχε τὸν βασιλέα τῇ Καισαρίου παιδεύσει συνεῖναι καὶ καλλωπίζεσθαι· ἡνίκα καὶ τὸ περιβόητον τοῦτο ἐν ταῖς τῶν πάντων ἀκοαῖς ἐφθέγξατο· Ὢ πατρὸς εὐτυχοῦς, ὢ παίδων δυστυχῶν! Ἐπειδὴ καὶ ἡμᾶς ἠξίωσε τιμῆσαι τῇ κοινωνίᾳ τῆς ἀτιμίας, ὧν καὶ τὴν παίδευσιν Ἀθήνησιν ἔγνω καὶ τὴν εὐσέβειαν, δευτέρᾳ δὲ εἰσόδῳ ταμιευθεὶς (ἐπειδή γε κατὰ Περσῶν ἐκεῖνον ἡ δίκη καλῶς ἐξώπλισεν), ἐπάνεισι πρὸς ἡμᾶς φυγὰς μακάριος, καὶ τροπαιοῦχος ἀναίμακτος, καὶ περιφανέστερος τὴν ἀτιμίαν ἢ τὴν λαμπρότητα.
it would be altogether from the occasion and the discourse. But when, having unravelled all the tangles of his arguments, and having thrust aside every attempt, both covert and open, like some child's play, with a loud and clear voice he proclaimed that he both was and remained a Christian, not even so is he altogether dismissed; for indeed a vehement desire held the emperor to be in the company of Caesarius's learning and to adorn himself with it; when he also uttered that famous saying in the ears of all: O happy father, O unhappy sons! Since he deemed us also worthy to be honoured with the fellowship of this dishonour, whose learning and piety he had known at Athens, yet being reserved for a second entry (since justice nobly armed that man against the Persians), he returns to us a blessed exile, and a bloodless trophy-bearer, and more illustrious in his dishonour than in his splendour.
ΙΔʹ. Ταύτην ἐγὼ τὴν νίκην τῆς πολλῆς ἐκείνου χειρὸς, καὶ τῆς ὑψηλῆς ἁλουργίδος, καὶ τοῦ πολυτελοῦς διαδήματος ὑψηλοτέραν κρίνω μακρῷ καὶ τιμιωτέραν· τούτῳ τῷ διηγήματι πλέον ἐπαίρομαι, ἢ εἰ πᾶσαν ἐκείνῳ τὴν βασιλείαν ἀπεμερίσατο. Τοῖς μὲν οὖν πονηροῖς ὑποχωρεῖ χρόνοις, καὶ τοῦτο κατὰ τὴν ἡμετέραν νομοθεσίαν· ἐνστάντος μὲν καιροῦ διακινδυνεύειν ὑπὲρ τῆς ἀληθείας, καὶ μὴ προδιδόναι δειλίᾳ τὴν εὐσέβειαν· ἕως δ' ἂν ἐξῇ, μὴ προκαλεῖσθαι τοὺς κινδύνους κελεύουσαν, εἴτε δέει τῶν ἡμετέρων ψυχῶν, εἴτε φειδοῖ τῶν ἐπαγόντων τὸν κίνδυνον. Ἐπεὶ δὲ ὁ ζόφος ἐλύθη, καὶ ἡ ὑπερορία καλῶς ἐδίκασε, καὶ ἡ στιλβωθεῖσα ῥομφαία τὸν ἀσεβῆ κατέβαλε, καὶ Χριστιανοῖς ἐπανῆλθε τὰ πράγματα, τί δεῖ λέγειν μεθ' οἵας δόξης τε καὶ τιμῆς, ἢ τῶν μαρτυρίων οἵων καὶ ὅσων, καὶ ὡς διδοὺς χάριν μᾶλλον ἢ κομιζόμενος, τοῖς βασιλείοις αὖθις ἀναλαμβάνεται, καὶ διαδέχεται τὴν προτέραν τιμὴν ἡ δευτέρα; Καὶ βασιλεῖς μὲν ὁ χρόνος παρήμειψε, Καισαρίῳ δὲ τὸ τῆς εὐδοξίας ἄλυτον, καὶ τῶν παρ' αὐτοῖς πρωτείων· καὶ ἀγὼν βασιλεῦσιν, ὅστις μᾶλλον Καισάριον οἰκειώσηται, καὶ οὗ μᾶλλον ἐκεῖνος ὀνομασθῇ φίλος καὶ γνώριμος. Τοιαῦτα Καισαρίῳ τὰ τῆς εὐσεβείας, καὶ παρὰ τῆς εὐσεβείας. Ἀκουέτωσαν καὶ νέοι, καὶ ἄνδρες, καὶ διὰ τῆς αὐτῆς ἀρετῆς πρὸς τὴν αὐτὴν ἐπιφάνειαν ἐπειγέσθωσαν (Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής), ὅσοις καὶ τοῦτο διὰ σπουδῆς καὶ μέρος εὐδαιμονίας ὑπολαμβάνεται.
XIV. This victory I judge to be far loftier and more precious than that man's great power, and lofty purple, and costly diadem; in this narrative I take greater pride than if he had shared the whole empire with him. So then, he withdraws before the evil times, and this in accordance with our law (Matt. 10:23): which commands us, when the time is at hand, to face danger for the truth, and not to betray piety through cowardice; yet, so long as it is permitted, not to provoke dangers, whether out of fear for our own souls, or out of sparing those who bring on the danger. But when the darkness was dissolved, and a foreign land judged nobly, and the burnished sword struck down the impious man, and affairs returned to the Christians, what need is there to say with what glory and honour, or with what great and numerous testimonies, and as conferring a favour rather than receiving one, he is received back again into the palace, and the second honour succeeds the first? And time indeed changed emperors, but for Caesarius his high renown remained unbroken, as did his primacy among them; and there was a contest among the emperors as to who should make Caesarius more his own, and whose friend and intimate he should rather be called. Such were the things of piety for Caesarius, and from piety. Let both young men and men of mature years hear, and through the same virtue let them press on towards the same distinction (For glorious is the fruit of good labours (Wisd. 3:15)), as many as make this also an object of zeal and account it a part of happiness.
ΙΕʹ. Ἀλλ' οἷον δὴ καὶ τοῦτο τῶν περὶ αὐτὸν θαυ-
XV. And what a wonder among the things concerning him was this also—
PG 35:773Read from the page
μάτων, ὁμοῦ τε τῆς των γονέων θεοσεβείας καὶ τῆς ἐκείνου μεγίστην ἀπόδειξιν ἔχον; Διέτριβε μὲν ἐν τῇ Βιθυνῶν, τὴν οὐ πολλοστὴν ἀπὸ βασιλέως διέπων ἀρχήν· ἡ δὴ ἦν ταμιεύειν βασιλεῖ τὰ χρήματα, καὶ τῶν θησαυρῶν ἔχειν την ἐπιμέλειαν. Ἐντεῦθεν γὰρ αὐτῷ τὰς μείζους ἀρχὰς βασιλεὺς προοιμιάζεται· τοῦ δὲ πρώην συνενεχθέντος ἐν Νικαίᾳ σεισμοῦ, ὃς δὴ χαλεπώτατος τῶν πώποτε μνημονευομένων γεγονέναι λέγεται, μικροῦ τοὺς πάντας ἐγκαταλαβόντος, καὶ τῷ τῆς πόλεως κάλλει συναφανίσαντος, μόνος τῶν ἐπιφανῶν, ἢ κομιδῆ σὺν ὀλίγοις, ἐκ τοῦ κινδύνου περισώζεται, καὶ σωτηρίαν ἀπιστουμένην αὐτῷ σκεπασθεὶς τῷ συμπτώματι, καὶ μικρὰ σημεῖα τοῦ κινδύνου φερόμενος, ὅσον τὸν φόβον παιδαγωγὸν λαβεῖν τῆς μείζονος σωτηρίας, καὶ ὅλως τῆς ἄνω γενέσθαι μοίρας, μεταθέμενος τὴν στρατείαν ἐκ τῶν κινουμένων, καὶ ἀμείψας ἑαυτῷ τὰ βασίλεια. Τοῦτο μὲν οὖν καὶ διενοεῖτο, καὶ κατὰ σπουδὴν ἑαυτῷ συνηύχετο, ὡς πρὸς ἐμὲ γράφων ἔπειθεν, ἁρπάσαντα τὸν καιρὸν εἰς νουθέτησιν· ὅπερ οὐδ' ἄλλοτε ποιῶν ἐπαυσάμην, ζηλοτυπῶν τὸ ἐκείνου μεγαλοφυὲς στρεφόμενον ἐν τοῖς χείροσι, καὶ τὴν φιλόσοφον οὕτω ψυχὴν ἐν τοῖς δημοσίοις καλινδουμένην, καὶ ὥσπερ ἥλιον νέφει συγκαλυπτόμενον. Ἀλλὰ τοῦ μὲν σεισμοῦ κρείττων ἐγένετο, τῆς νόσου δὲ οὐκ ἔτι· καὶ γὰρ ἦν ἄνθρωπος. Καὶ τὸ μὲν ἴδιον ἐκείνου, τὸ δὲ κοινὸν πρὸς τοὺς ἄλλους. Καὶ τὸ μὲν τῆς εὐσεβείας, τὸ δὲ τῆς φύσεως. Καὶ προὔλαβεν ἡ παραμυθία τὸ πάθος, ἵνα τῷ θανάτῳ σεισθέντες, τῷ παραδόξῳ τῆς τότε σωτηρίας ἐγκαυχησώμεθα. Καὶ νῦν ἡμῖν ὁ πολὺς Καισάριος ἀποσέσωσται, κόνις τιμία, νεκρὸς ἐπαινούμενος, ὕμνοις ἐξ ὕμνων παραπεμπόμενος, μαρτύρων βήμασι πομπευόμενος, γονέων χερσὶν ὁσίαις τιμώμενος, μητρὸς λαμπροφορίᾳ τῷ πάθει τὴν εὐσέβειαν ἀντεισαγούσης, δάκρυσιν ἡττωμένοις φιλοσοφίᾳ, ψαλμῳδίαις κοιμιζούσαις ιτοὺς θρήνους, καὶ τῆς νεοκτίστου ψυχῆς, ἣν τὸ Πνεῦμα δι' ὕδατος ἀνεμόρφωσεν, ἄξια τὰ γέρα καρπούμενος.
ders, holding at once the greatest proof both of his parents' godliness and of his own? He was spending his time in Bithynia, administering an office not far removed from the emperor; which indeed was to manage the moneys for the emperor, and to have the charge of the treasures. For from this the emperor prepares for him the greater offices as a prelude; and when the earthquake recently occurred in Nicaea, which indeed is said to have been the most severe of any ever remembered, having overwhelmed almost everyone, and having destroyed them together with the beauty of the city, he alone of the notables, or with altogether a few, is preserved safe out of the danger, and by a deliverance incredible even to himself, having been sheltered by the collapse itself, and bearing slight marks of the danger, just enough to take fear as a tutor towards the greater salvation, and to belong wholly to the higher lot, transferring his service from things that are shaken, and exchanging the palace for himself. This indeed he both intended, and earnestly prayed for with himself, as in writing to me he assured me, who had seized the occasion for admonition; which not even at any other time did I cease doing, being jealous that his noble nature should be occupied in inferior things, and that a soul so philosophical should wallow in public affairs, and like the sun be veiled by a cloud. Yet while he proved superior to the earthquake, to the disease he did so no longer; for indeed he was a man. And the one belonged peculiarly to him, the other was common to him with others. And the one belonged to piety, the other to nature. And consolation outstripped the calamity, so that when shaken by his death, we might boast in the marvel of his deliverance at that time. And now the great Caesarius has been restored safe to us, precious dust, a praised corpse, escorted from hymns to hymns, borne in procession to the shrines of martyrs, honoured by the holy hands of parents, while his mother by her bright attire introduces piety in place of grief, while tears are overcome by philosophy, while psalmody lulls the lamentations to rest, and reaping honours worthy of his newly created soul, which the Spirit reshaped through water.
ΙϚʹ. Τοῦτό σοι, Καισάριε, παρ' ἐμοῦ τὸ ἐντάφιον· αὗται τῶν ἐμῶν λόγων αἱ ἀπαρχαὶ, οὓς κρυπτομένους πολλάκις μεμψάμενος, ἐπὶ σεαυτὸν γυμνώσειν ἔμελλες. Οὗτος ὁ παρ' ἐμοῦ κόσμος· σοὶ δὲ κόσμου παντὸς, εὖ οἶδα, φίλτατος, οὐ σηρῶν περιῤῥέοντα, καὶ μαλακὰ νήματα, οἷς οὐδὲ περιὼν ἔχαιρες κατὰ τοὺς πολλοὺς, ἀρετῇ μόνῃ κοσμούμενος, οὐδὲ λίνου διαφανοῦς ὑφάσματα, οὐδὲ μύρων πολυ-
XVI. This is my funeral offering for you, Caesarius; these are the first-fruits of my discourses, which you often blamed for being kept hidden, and were about to lay bare upon yourself. This is the adornment from me; and to you, I know well, dearest beyond all adornment, not flowing and soft threads of silk, in which not even while living did you take delight like the many, being adorned with virtue alone, nor webs of transparent linen, nor of costly ointments—
Notes, col. 773

On the reading

Printed των, for τῶν.

Printed την, for τὴν.

Printed ιτοὺς, for τοὺς.