Migne Reading Room

PG 35 · cols. 740–749 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:740Read from the page
ἑαυτοῦ γενόμενος· οἱ δὲ λοιποὶ μένουσιν ἐπὶ τῆς ἑαυτῶν ἀξίας, ἧς πρῶτον τὸ εἰρηναῖον καὶ ἀστασίαστον, τὸ ἓν εἶναι λαβόντες παρὰ τῆς ἐπαινετῆς καὶ ἁγίας Τριάδος, παρ' ἧς καὶ τὴν ἔλλαμψιν. Ἐπεὶ κἀκείνη εἷς Θεός ἐστί τε καὶ εἶναι πιστεύεται, οὐχ ἧττον διὰ τὴν ὁμόνοιαν ἢ τὴν τῆς οὐσίας ταυτότητα· ὥστε Θεοῦ μὲν καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθανόμενοί τε καὶ δυσχεραίνοντες· τῆς δ' ἀντικειμένης μερίδος ὅσοι πολεμικοὶ τὸν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ καινῷ θηρώμενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνῃ καλλωπιζόμενοι· ἐπεὶ κἀκεῖνος αὐτός τε στασιάζει πρὸς ἑαυτὸν, καὶ τῷ πολυειδεῖ, καὶ τοῖς πάθεσι, κἀν τοῖς ἄλλοις, ταυτὸ τοῦτο ἐνεργεῖ, ὡς ἀνθρωποκτόνος ἀπ' ἀρχῆς καὶ μισόκαλος, ἵν' ἐν σκοτομήνῃ κατατοξεύῃ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας, τῷ ζόφῳ τῆς στάσεως ἑαυτὸν ἐγκρύπτων, ὥσπερ οἶμαι, καὶ τοῖς καθ' ἕκαστον πρόσεισι σοφιστικῶς τὰ πολλὰ καὶ πανούργως, καὶ οἷον χώραν ἐν ἡμῖν ὑπανοίγει ἑαυτῷ διὰ τῆς τέχνης, ἵν' ὅλως εἰσπέσῃ, καθάπερ ἀριστεὺς στρατῷ κατὰ τὸ παραῤῥηγνύμενον τοῦ τειχίου ἢ τῆς παρατάξεως.
himself having become so; while the rest abide in their own dignity, whereof the first mark is peaceableness and freedom from faction, having received their being one from the praiseworthy and holy Trinity, from Whom also they receive their illumination. Since That also both is and is believed to be one God, no less because of concord than because of sameness of essence; so that near to God and to the things of God are all who are seen to embrace the good of peace, and who hate and are vexed at its opposite, faction; whereas of the opposite portion are all who are warlike in manner, and who hunt after renown by novelty, and plume themselves upon their own shame; since that one also both raises faction against himself by his manifold forms and by his passions, and works this very same thing in others also, as a murderer from the beginning and a hater of good, that in a moonless night he may shoot down the common body of the Church, hiding himself in the gloom of faction, just as, I think, he also approaches individuals for the most part sophistically and craftily, and as it were secretly opens up a place for himself in us through his art, that he may rush in altogether, like a champion upon an army along the breached part of the wall or of the battle-line.
ΙΔʹ. Ἓν μὲν δὴ τοῦτο, καὶ τοσοῦτον εἰς εὐνοίας τε καὶ συμφωνίας ἀνάγκην, ἡ Θεοῦ καὶ τῶν θείων μίμησις· πρὸς ἃ βλέπειν ἀσφαλὲς μόνα τὴν κατ' εἰκόνα Θεοῦ γενομένην ψυχὴν, ἵν' ὡς μάλιστα τὸ εὐγενὲς αὐτῇ διασώζηται διὰ τῆς πρὸς αὐτὰ νεύσεως, καὶ ὡς ἐφικτὸν ὁμοιώσεως· δεύτερον δὲ ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, θείας φωνῆς ἀκούσαντες, καὶ καταμάθωμεν νόμους κτίσεως· ὅτι οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ ὁ σύμπας οὗτος κόσμος, τὸ μέγα τοῦ Θεοῦ στοιχεῖον καὶ περιβόητον, ᾧ καὶ δηλοῦται Θεὸς σιωπῇ κηρυττόμενος, ἕως μὲν εὐσταθεῖ καὶ εἰρηνεύει πρὸς ἑαυτὸν, ἐν τοῖς ἰδίοις ὅροις μένων τῆς φύσεως, καὶ οὐδὲν τοῦ ἑτέρου κατεξανίσταται, οὐδὲ τῶν τῆς εὐνοίας ἐκβαίνει δεσμῶν, οἷς ὁ τεχνίτης Λόγος τὸ πᾶν συνέδησε, κόσμος τέ ἐστιν, ὥσπερ λέγεται, καὶ κάλλος ἀπρόσιτον, καὶ οὐδὲν μή ποτε τούτου τις ἐπινοήσειε λαμπρότερον ἢ μεγαλοπρεπέστερον. Ὁμοῦ δὲ τοῦ εἰρηνεύειν πέπαυται, καὶ τοῦ εἶναι κόσμος. Ἢ γὰρ οὐ δοκεῖ σοι οὐρανὸς μὲν εὐτάκτως ἀέρι καὶ γῇ κοινω-
XIV. This, then, is one thing, and so great a thing for the necessity of goodwill and harmony, namely, the imitation of God and of the things of God, towards which alone it is safe for the soul made according to the image of God to look, so that its nobility may as far as possible be preserved for it through its inclination towards them, and assimilation so far as is attainable; and secondly, let us look up to the heaven above, and down to the earth beneath, obeying the divine voice, and let us learn the laws of creation: that heaven, and earth, and sea, and this whole universe, the great and famed element of God, whereby also God is manifested, being proclaimed in silence, so long as it is well-ordered and at peace with itself, abiding within its own bounds of nature, and nothing rises up against another, nor steps outside the bonds of goodwill wherewith the Craftsman Word has bound the whole together, is both an order, even as it is called, and an unapproachable beauty, and never could anyone devise anything brighter or more magnificent than this. But no sooner has it ceased from being at peace than it has ceased also from being an order. Or does not heaven seem to you, in communicating in orderly fashion with air and earth,
PG 35:741Read from the page
νῶν, τῷ μὲν φωτὸς, τῇ δὲ ὑετῶν, εὐνοίας κρατεῖσθαι νόμῳ; γῆ δὲ καὶ ἀὴρ, ἡ μὲν τροφὰς, ὁ δὲ τὸ ἀναπνεῖν χαριζόμενοι ζώοις ἅπασι, καὶ διὰ τοῦτο τὸ ζῆν συνέχοντος, γονέων ἀπομιμεῖσθαι φιλοστοργίαν;
with the one in light, and with the other in rains, to be governed by a law of goodwill; and earth and air, the one bestowing nourishment and the other breathing upon all living creatures, and thereby sustaining life, to imitate the tender affection of parents?
ΙΕʹ. Ὧραι δὲ ἡμέρως κιρνάμεναι, καὶ κατὰ μικρὸν ἀλλήλαις ὑπεξιοῦσαι, καὶ τὸ τῶν ἄκρων αὐστηρὸν τῇ μεσότητι τιθασσεύουσαι, πρός τε ἡδονὴν ἅμα καὶ χρείαν ἐπιτηδείως εἰρήνῃ βραβεύεσθαι; Τί δαὶ ἡμέρα καὶ νὺξ, ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα; Τί δαὶ ἥλιος, καὶ σελήνη, καὶ κάλλος ἀστέρων καὶ πλῆθος, ἐν τάξει φαινομένων τε καὶ ὑπανιόντων; Θάλασσα δὲ καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδιδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ ἀνθρώπῳ τὰ παρ' ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως; Ποταμοὶ δὲ δι' ὀρέων καὶ πεδίων ἑλκόμενοι, καὶ οὐχ ὑπερβαίνοντες, ὅτι μὴ πρὸς τὸ χρήσιμον, οὐδὲ ἐπιστρέφοντες καλῦψαι τὴν γῆν; Στοιχείων δὲ μίξεις καὶ κράσεις, καὶ μελῶν συμμετρίαι καὶ συμφωνίαι; ζώων δὲ τροφαὶ, καὶ γενέσεις, καὶ οἰκήσεις μεμερισμέναι; καὶ τὰ κρατοῦντα καὶ τὰ κρατούμενα, καὶ τὰ ὑπεζευγμένα ἡμῖν, καὶ τὰ ἐλεύθερα; Ταῦτα πάντα οὕτως ἔχοντα, καὶ κατὰ τὰς πρώτας αἰτίας τῆς ἁρμονίας, εἴτ' οὖν συῤῥοίας τε καὶ συμπνοίας, εὐθυνόμενά τε καὶ διεξαγόμενα, τί ποτ' ἐχρῆν δοκεῖν ἕτερον ἢ φιλίας τε καὶ ὁμονοίας εἶναι κηρύγματα, καὶ νομοθετεῖν ἀνθρώποις δι' ἑαυτῶν τὸ ὁμόψυχον;
XV. And the seasons, mildly blending and gradually giving way to one another, and taming the harshness of the extremes by the mean, to be suitably regulated by peace for pleasure and need alike? What too of day and night, having obtained an equal share with one another and a measured revolution, the one rousing us to work, and the other giving us rest? What too of sun, and moon, and the beauty and multitude of stars, appearing and retiring in order? And sea and earth, gently mingling with one another, and kindly imparting and humanely receiving in turn, nourish man, richly and generously supplying to man the things from themselves? And rivers drawn through mountains and plains, and not overflowing save for usefulness, nor turning back to cover the earth? And the mixings and blendings of elements, and the symmetries and harmonies of limbs? And the divided nourishments, and generations, and habitations of living creatures? And the things that rule and the things that are ruled, both those yoked under us and those that are free? All these things being thus, and being guided and conducted according to the first causes of harmony, or of confluence and fellow-breathing, what else ought they to have been thought than proclamations of friendship and concord, enacting unanimity as a law for men through themselves?
ΙϚʹ. Ὅταν δὲ στασιάσῃ πρὸς ἑαυτὴν ἡ ὕλη, καὶ δυσκάθεκτος γένηται, μελετῶσα τὴν λύσιν διὰ τῆς στάσεως, ἢ Θεός τι παρασαλεύσῃ τῆς ἁρμονίας εἰς φόβον τῶν ἁμαρτανόντων καὶ κόλασιν, ἢ θαλάσσης ὑπεξιούσης, ἢ γῆς βρασσομένης, ἢ ξένων ὑετῶν φερομένων, ἢ συγκαλυφθέντος ἡλίου, ἢ πλεοναζούσης ὥρας, ἢ πυρὸς ὑπερβλύζοντος, ἀκοσμία κατὰ τοῦτο, καὶ φόβος περὶ τὸ πᾶν, καὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ στάσει δείκνυται. Καὶ ἵνα παρῶ δήμους, καὶ πόλεις, καὶ βασιλείας, ἔτι
XVI. But whenever matter raises a faction against itself, and becomes hard to hold in check, practising dissolution through faction, or whenever God shakes somewhat of the harmony for the fear and chastisement of sinners—whether as the sea retreats, or the earth heaves, or strange rains rush down, or the sun is veiled over, or a season exceeds its measure, or fire gushes forth in excess—there is disorder in this respect, and fear over the whole, and the good of peace is shown by the faction. And to pass over peoples, and cities, and kingdoms, and further
PG 35:744Read from the page
δὲ χοροὺς, καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας, καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ, καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς, καὶ τῆς διασπορᾶς, καὶ τῆς ἄλης, ἥν τε νῦν ἔχουσι, καὶ ἣν ἐπὶ πλεῖστον ἕξωσι, πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν, ἔπειτα ἐρήσομαι ἀκριβῶς εἰδότας ὑμᾶς, τί τὸ τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμόνοιαν.
choirs, and armies, and households, and crews of ships, and wedded pairs, and brotherhoods, which are held together by peace, and dissolved by faction, I shall come in my discourse to Israel, and having reminded you of his sufferings, and of the dispersion, and of the wandering, both that which they now have and that which they shall have for a very long time—for I am persuaded by the prophecies concerning them—I shall then ask you, who know accurately, what is the cause of these calamities, so that we may be taught concord by the ills of others.
ΙΖʹ. Οὐχ εως μεν ειρηνην ε⟨ἶ⟩χον καὶ πρὸς ἀλλήλους καὶ πρὸς Θεὸν, Αἰγύπτῳ τῇ καμίνῳ τῇ σιδηρᾷ πιεζόμενοι, καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συναγόμενοι (ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλίψις), λαός τε ἅγιος ἤκουον, καὶ μερὶς Κυρίου, καὶ βασίλειον ἱεράτευμα. Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως· ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ, καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας· καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πέτρα δὲ διψῶσιν ἐπήγαζε, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι' εὐχῆς ἐγείρουσα τρόπαια, καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν, καὶ στοιχεῖα ἵστατο, καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας, καὶ Θεοῦ φωνὰς ἐξ ὄρους ἀκουομένας, καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι, καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν ὁ Ἰσραήλ. Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο, καὶ κατ' ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλὰ (τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην ἀπώλειαν αὐτοὺς συνελαύνοντος, καὶ τῆς ἀπονοίας ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαντες), καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλουμένην αὐτοῖς ἐφ' ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, τί γίνεται; καὶ τί πεπόνθασι;
XVII. So long indeed as they had peace both towards one another and towards God, while pressed in Egypt the iron furnace, and brought together by the common affliction (for there is a time when affliction too is a good medicine unto salvation), were they not called a holy people, and the portion of the Lord, and a royal priesthood? And it was not thus in names indeed, and otherwise in deeds; rather, they were both led by commanders who were led by God, and guided by a pillar of fire and of cloud by night and by day; and the sea parted for them as they fled, and heaven supplied food to them when hungry, and a rock gushed forth for them when thirsty, and for them when fighting the stretching out of hands was in place of tens of thousands, raising up trophies through prayer, and making a way through the things ahead; and rivers drew back, imitating the kindred sea, and elements stood still, and walls were shaken down by trumpets. And what need is there to speak of the plagues of the Egyptians showing favour to these, and the voices of God heard from the mountain, and a twofold legislation, the one in the letter and the other in the spirit, and the other things wherewith Israel of old was honoured beyond their own worth? But when they began to fall sick, and raged against one another and were divided into many parts (as the cross drove them together towards utter destruction, and the madness wherewith they were mad against our God and Saviour, not knowing God in man), and drew down upon themselves the iron rod threatened against them from afar—I mean the rule and empire that now prevails—what happens? And what have they suffered?
ΙΗʹ. Θρηνεῖ μὲν αὐτοὺς Ἱερεμίας ἐπὶ τοῖς προτέροις πάθεσι, καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως κἀκεῖνα θρήνων καὶ ὀδυρμῶν ἄξια· πῶς δὲ οὐ τῶν μεγίστων τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες· οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ κα-
XVIII. Jeremiah indeed laments them over their former sufferings, and bewails the captivity to Babylon; for truly those things also were worthy of lamentations and wailings; and how should they not be worthy of the greatest, when walls were razed, a city levelled to the ground, a sanctuary pulled down, votive offerings pillaged, profane feet and hands, the one treading upon places not to be trodden, and the other
Notes, col. 744

On the reading

Printed ἕξωσι, for ἕξουσι.

Printed εως, for ἕως.

Printed μεν, for μὲν.

Printed ειρηνην, for εἰρήνην.

PG 35:745Read from the page
τῶν ἀψαύστων κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβῦται μὴ ἐλεούμενοι, παρθένοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζαραῖοι κατασυρόμενοι, θρῆνοι τοῖς ὕμνοις ἀντεγειρόμενοι· καὶ ἵν' ἐξ αὐτῶν εἴπω τι τῶν Ἱερεμίου Θρήνων, οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσαι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας· καὶ μικρὸν πρὸ τούτων· χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τροφὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ' ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον τὰ ἑαυτῶν ποιούμεναι φίλτατα, Ταῦτα πῶς οὐ δεινὰ καὶ πέρα δεινῶν, οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ καὶ νῦν τοῖς ἀκούουσιν; Ἐγὼ γοῦν ὁσάκις ἂν ταύτην ἀναλάβω τὴν βίβλον, καὶ τοῖς Θρήνοις συγγένωμαι, συγγίνομαι δ' ὁσάκις ἂν εὐημερίαν σωφρονίσαι ἐθελήσω τῷ ἀναγνώσματι, ἐγκόπτομαι τὴν φωνὴν, καὶ συγχέομαι δάκρυσι, καὶ οἷον ὑπ' ὄψιν μοι τὰ πάθος ἔρχεται, καὶ συνθρηνῶ τῷ θρηνήσαντι. Τὴν δὲ τελευταίαν αὐτῶν πληγήν τε καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν, ἧς οὐδὲν οὕτως ὡς ἡ στάσις αἴτιον, τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων, καὶ λόγον ἐξισοῦν πάθει; Ποῖαι βίβλοι ταῦτα χωρήσουσι; Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα καθ' ἧς ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόγις γινωσκόμενον, ἧς τοσοῦτον ἐπιβατὸν αὐτοῖς ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε αὐτῶν δόξης, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν.
revelling in things not to be touched, prophets keeping silence, priests led away, elders not pitied, virgins outraged, youth falling, strange and hostile fire, rivers of blood instead of the hallowed fire and blood, Nazirites dragged down, lamentations raised up in place of hymns; and, to speak somewhat from the Lamentations of Jeremiah themselves, the sons of Sion, the precious and comparable to gold, the delicate and unacquainted with ills, travelling a strange road; and the ways of Sion mourning because there are none that keep the feast; and a little before these things: the hands of pitiful women, not reaching out food to their children, as the siege prevailed, but tearing them in pieces for food, and making their own dearest ones a remedy for famine. How are these things not dreadful and beyond dreadful things, not only to those who suffered them then, but even now to those who hear of them? I, at least, as often as I take up this book and converse with the Lamentations—and I converse with them as often as I wish to chasten prosperity by the reading—am cut short in my voice, and am confounded with tears, and the suffering comes as it were before my sight, and I lament together with him who lamented. But their last stroke and removal, and the yoke of slavery now lying upon them, and their notorious abasement under the Romans, whereof nothing was so much the cause as faction—who of those that know how to write lamentations and to match discourse to suffering shall lament worthily? What books shall contain these things? One monument for them of the calamity is the whole inhabited earth over which they have been scattered, and their worship ceased, and the very ground of Jerusalem scarcely recognized, whereof so much only is accessible to them, and so much only do they enjoy of their former glory, as to appear for a day to lament its desolation.
ΙΘʹ. Δεινοῦ δὲ ὄντος οὕτως τοῦ στασιάζειν, καὶ τοσούτων αἰτίου κακῶν, ὡς τά τε εἰρημένα δείκνυσι, καὶ διὰ πλειόνων ὑποδειγμάτων ἐστὶ μαθεῖν, ἔτι πολλῷ δεινότερον τὸ, καταλύσαντας μικροψυχίαν, καὶ τῶν τῆς εἰρήνης γευσαμένους καλῶν, πρὸς τὴν αὐτὴν νόσον πάλιν ὑπενεχθῆναι, καὶ πρὸς τὸν ἴδιον ἔμετον ἐπιστρέψαι, τὸ δὴ λεγόμενον, μηδ' ὃ τοὺς ἀνοήτους παιδεύει τῇ πείρᾳ σωφρονισθέντας. Καὶ γὰρ ὁρῶ κούφους καὶ ἀνοήτους οὐ τούτους ὑπολαμβανο-
XIX. Now while raising faction is thus dreadful, and the cause of so many ills, as both the things that have been said show, and as one may learn through fuller examples, it is still far more dreadful that those who have dissolved petty-mindedness, and tasted the good things of peace, should slip back again into the same disease, and return to their own vomit, as the saying goes, not even chastened by experience, which teaches fools. For indeed I see that light-minded and foolish men are supposed to be not those who
Notes, col. 745

On the reading

Printed τὰ πάθος, for τὸ πάθος.

PG 35:748Read from the page
μένους, οἳ ἂν κακῷ τινι παραμένωσιν, ἀλλα τοὺς ῥᾳδίως ἐπ' ἀμφότερα φερομένους καὶ μεταρρέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς καὶ παλιῤῥοίας Εὐρίπων, ἢ θαλάσσης ἄστατα κύματα. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τοὺς μὲν ἐπὶ τῆς στάσεως μένοντας ἡ γοῦν ἐλπὶς τῆς ὁμονοίας ῥᾴους ποιεῖ, καὶ τὸ πλεῖστον αὐτοῖς ἐπικουφίζει τῆς συμφορᾶς· μεγίστη γὰρ ἐπικουρία τοῖς ἀτυχοῦσι μεταβολῆς ἐλπὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον· οἱ δὲ πολλάκις μὲν ὁμονοήσαντες, ἀεὶ δὲ πρὸς τὴν κακίαν παλινδρομήσαντες, ἀφῄρηνται μετὰ τῶν ἄλλων καὶ τοῦ κρείττονος τὴν ἐλπίδα· οὐχ ἧττον τῆς στάσεως δεδοικότες ἀεὶ τὴν ὁμόνοιαν, καὶ μηδ' ἑτέρῳ θαῤῥοῦντες, διὰ τὸ ἐν ἀμφοτέροις εὐκίνητον καὶ ἀστάθμητον
who remain in some evil, but those who are easily borne towards both sides and flow this way and that, like shifting breezes, or the changes and refluxes of Euripus-straits, or the unstable waves of the sea. And I consider this also, that for those who remain in faction, the hope at least of concord makes them easier, and lightens the greatest part of their misfortune for them; for the greatest relief to the unfortunate is hope of a change, and the better state lying before their eyes; whereas those who have often come to concord, yet have always run back again towards wickedness, have been deprived along with everything else of the hope of the better state as well: fearing concord ever no less than faction, and trusting neither the one nor the other, because of their fickleness and instability in both
Κʹ. Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὅτι πᾶσαν εἰρήνην ἀγαπητέον· οἶδα γὰρ ὥσπερ στάσιν τινὰ βελτίστην, οὕτω καὶ βλαβερωτάτην ὁμόνοιαν· ἀλλὰ τήν γε καλὴν καὶ ἐπὶ καλῷ καὶ Θεῷ συνάπτουσαν. Εἰ δὲ δεῖ συντόμως διελέσθαι περὶ αὐτῶν, οὕτω γινώσκω, οὔτε νωθέστερον εἶναι τοῦ μετρίου καλὸν, οὔτε θερμότερον, ὡς ἢ δι' εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι' ἀταξίαν πάντων ἀποστατεῖν· ὁμοίως γὰρ καὶ τὸ νωθὲς ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Ἀλλ' οὗ μὲν ἂν ᾖ πρόδηλα τὰ τῆς ἀσεβείας, καὶ πυρὶ, καὶ σιδήρῳ, καὶ καιροῖς, καὶ δυνάσταις, καὶ πᾶσι πρότερον ὁμόσε χωρητέον, ἢ τῆς ζύμης μεθεκτέον τῆς πονηρᾶς, καὶ συγκαταθετέον τοῖς κακῶς ἔχουσι, καὶ οὐδὲν οὕτω τῶν ἁπάντων φοβητέον, ὡς ἄλλο τι πρὸ Θεοῦ φοβηθῆναι, καὶ διὰ τοῦτο προδοῦναι περὶ τῆς πίστεως λόγους καὶ τῆς ἀληθείας, ἀληθείᾳ δουλεύοντας· οὗ δὲ τὸ λυποῦν ὑπόνοια καὶ φόβος ἀνεξέταστος, βελτίων τοῦ τάχους ἡ μακροθυμία, καὶ τῆς αὐθαδείας ἡ συγκατάβασις, καὶ πολλῷ κρεῖττον καὶ λυσιτελέστερον, ἐν τῷ κοινῷ σώματι μένοντας, καταρτίζειν ἀλλήλους ὡς ἀλλήλων μέλη, καὶ καταρτίζεσθαι, ἢ προκαταγνόντας διὰ τῆς ἀποστάσεως, καὶ τὸ ἀξιόπιστον τῷ χωρισμῷ λύσαντας, ἔπειτα ἐξ ἐπιτάγματος, ὥσπερ τυράννους, ἀλλ' οὐκ ἀδελφοὺς, νομοθετεῖν τὴν διόρθωσιν.
20. And let no one suppose me to say that every peace is to be loved; for I know that just as there is a certain faction that is best, so too there is a most harmful concord; but rather that which is good, and for a good end, and which unites to God. And if one must distinguish briefly concerning them, thus I judge: that it is good to be neither more sluggish than due measure, nor more ardent, so as either through easiness of temper to agree with all, or through unruliness to stand aloof from all; for in like manner both sluggishness is ineffectual, and fickleness is unsociable. Where, however, the marks of impiety are manifest, we must come to close quarters with fire, and sword, and times, and rulers, and all things sooner than partake of the evil leaven and assent to those who are in an evil state, and nothing of all things is so to be feared as to fear anything else before God, and on this account to betray the doctrines concerning the faith and the truth, while serving truth; whereas where what grieves us is suspicion and unexamined fear, patience is better than haste, and condescension than self-will, and it is far better and more profitable, while remaining in the common body, to restore one another as members of one another, and to be restored, than after condemning beforehand through secession, and destroying our credibility by separation, thereafter by command, like tyrants and not brothers, to legislate correction.
ΚΑʹ. Ταῦτα εἰδότες, ἀδελφοὶ, περιλάβωμεν ἀλλήλους, περιπτυξώμεθα, γενώμεθα γνησίως ἓν, μιμησώμεθα τὸν τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, καὶ διὰ τοῦ αἵματος αὐτοῦ πάντα συναγαγόντα, καὶ εἰ-
21. Knowing these things, brethren, let us embrace one another, let us clasp one another, let us become genuinely one, let us imitate Him Who broke down the middle wall of the partition, and through His blood gathered all things together, and made
Notes, col. 748

On the reading

Printed ἀλλα, for ἀλλὰ.

PG 35:749Read from the page
ρηνεύσαντα· εἴπωμεν τῷ κοινῷ Πατρὶ τούτῳ, τῇ σεμνῇ πολιᾷ, τῷ πράῳ καὶ ἠπίῳ ποιμένι· Ὁρᾷς τὰ ἐπίχειρα τῆς ἐπιεικείας; Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ἐπισυνηγμένα τὰ τέκνα σου, ὃν τρόπον ἐπόθεις, καὶ ὃ προστεθῆναί σοι μόνον ᾔτου νυκτὸς καὶ ἡμέρας, ἵν' ἐν γήρᾳ καλῷ καταλύσῃς τὴν παροικίαν· ἰδοὺ πάντες ἥκασι πρὸς σὲ, καὶ ὑπὸ τὰς σὰς ἀναπαύονται πτέρυγας, καὶ τὸ ἑαυτῶν κυκλοῦσι θυσιαστήριον, μετὰ δακρύων ἀποφοιτήσαντες, καὶ μετ' εὐφροσύνης προστρέχοντες. Χαῖρε καὶ κατατέρπου, πατέρων ἄριστε καὶ φιλοτεκνότατε, ὅτι πάντας αὐτοὺς ἐνδέδυσαι καὶ περιβέβλησαι, ὡς κόσμον νύμφη. Φθέγξαι καὶ σὺ πρὸς ἡμᾶς· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Πρόσθες καὶ ἄλλην φωνὴν δεσποτικὴν καὶ μάλα οἰκείαν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
peace; let us say to this common Father, to this venerable hoary head, to this meek and gentle shepherd: Dost thou see the rewards of gentleness? Lift up thine eyes round about, and see thy children gathered together, in the manner thou didst long for, and which alone thou didst ask night and day to be granted to thee, that in a good old age thou mightest close thy sojourn; behold, all have come to thee, and rest beneath thy wings, and encircle their own altar, having departed with tears, and running back with gladness. Rejoice and delight thyself, O best of fathers and most loving of thy children, because thou hast clothed and arrayed thyself with them all, as a bride with her ornament. Utter thou also unto us: Behold, I and the children whom God hath given me. Add also another voice of the Master, and a very fitting one: Those whom Thou hast given Me I have kept, and not one of them have I lost.
ΚΒʹ. Μηδέ γε ἀπόλοιτο μηδεὶς, ἀλλὰ πάντες μένωμεν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ὡπλισμένοι τῷ θυρεῷ τῆς πίστεως, περιεζωσμένοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἕνα μόνον εἰδότες τὸν κατὰ τοῦ πονηροῦ πόλεμον, καὶ τῶν ὑπ' ἐκείνου στρατηγουμένων, μὴ φοβούμενοι τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τῆς δὲ ψυχῆς λαβέσθαι μὴ δυναμένους, φοβούμενοι δὲ τὸν καὶ ψυχῆς καὶ σώματος Κύριον· φυλάσσοντες τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν Πατέρων εἰλήφαμεν, προσκυνοῦντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ἐν Υἱῷ τὸν Πατέρα, ἐν Πνεύματι τὸν Υἱὸν γινώσκοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, οἷς συντετάγμεθα, πρὶν συνάψαι διαιροῦντες, καὶ πρὶν διαιρεῖν συνάπτοντες, οὔτε τὰ τρία ὡς ἕνα (οὐ γὰρ ἀνυπόστατα, ἢ κατὰ μιᾶς ὑποστάσεως, ὡς εἶναι τὸν πλοῦτον ἡμῖν ἐν ὀνόμασιν, ἀλλ' οὐ πράγμασι), καὶ τὰ τρία ἕν. Ἕν γὰρ οὐχ ὑποστάσει, ἀλλὰ θεότητι· μονὰς ἐν Τριάδι προσκυνουμένη, καὶ Τριὰς εἰς μονάδα ἀνακεφαλαιουμένη, πᾶσα προσκυνητὴ, βασιλικὴ πᾶσα. ὁμόθρονος, ὁμόδοξος, ὑπερκόσμιος, ὑπέρχρονος, ἄκτιστος, ἀόρατος, ἀναφὴς, ἀπερίληπτος, πρὸς μὲν ἑαυτὴν ὅπως ἔχει τάξεως, αὐτῇ μόνῃ γινωσκομένη, σεπτὴ δ' ἡμῖν ὁμοίως καὶ λατρευτὴ, καὶ μόνη τοῖς Ἁγίοις τῶν ἁγίων ἐμβατεύουσα. τὴν δὲ κτίσιν πᾶσαν ἐκτὸς ἐῶ-
22. And may none indeed perish, but may we all abide in one spirit, with one soul striving together for the faith of the Gospel, of one accord, minding the one thing, armed with the shield of faith, having our loins girt about in truth, knowing one war only, that against the evil one and those commanded by him, not fearing those who are able to kill the body, but are unable to lay hold of the soul, yet fearing the Lord of both soul and body; guarding the good deposit which we have received from the Fathers, worshipping Father, and Son, and Holy Spirit; in the Son knowing the Father, in the Spirit the Son, into Whom we have been baptized, in Whom we have believed, with Whom we have been enrolled, dividing before we unite, and uniting before we divide, neither receiving the Three as one person (for They are not impersonal, or predicated of one hypostasis, so as for our wealth to consist in names and not in realities), and believing the Three to be one. For They are one not in hypostasis, but in Godhead: a Monad worshipped in Trinity, and a Trinity summed up into a Monad, all adorable, all royal, sharing the same throne, sharing the same glory, above the world, above time, uncreated, invisible, intangible, incomprehensible, known to Itself alone as to how It stands in order towards Itself, yet equally venerable and adorable to us, and alone entering into the Holy of Holies, while leaving all creation outside,