ἐπιτιμήσεις, στέναγμὸς ἐκ βάθους ἀναπεμπόμενος, στάσις πάννυχος, νοῦ πρὸς Θεὸν ἐκδημία, θρῆνος ἐν δεήσει λεπτὸς, φάρμακον τοῖς ἀκούουσι κατανύξεως, οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τοῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα, καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος, οὐ πρὸς θωπείαν, ἀλλ' ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέσεως, καὶ ἡ δι' ἀμφοτέρων μίξις καὶ κρᾶσις, τὸ ἁπαλὸν τῷ γενναίῳ, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδ' ἕτερον ὑπὸ τοῦ ἑτέρου παραβλάπτεσθαι, ἀλλ' ἀμφότερα δι' ἀλλήλων εὐδοκιμεῖν· μέτρα τῆς εἰς τὸ κοινὸν ἐπιμιξίας καὶ ὑποχωρήσεως, τῆς μὲν τοὺς ἄλλους παιδαγωγούσης, τῆς δὲ τῷ Πνεύματι μυσταγωγούσης, καὶ τῆς μὲν ἐν τῷ κοινῷ τὸ ἄκοινον φυλαττούσης, τῆς δὲ ἐν τῷ ἀμίκτῳ τὸ φιλάδελφον καὶ φιλάνθρωπον· καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία (εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἀρχομένων τὰ κατὰ Θεὸν γεννήματα)· οἱ τρυφῶντες τῷ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τῶν οὐρανίων· οἱ μηδὲν ἐν κόσμῳ, καὶ ὑπὲρ τὸν κόσμον· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν, καὶ διὰ πτωχείαν βασιλεύοντες.
rebukes, a groan sent up from the depth, an all-night standing, a journeying of the mind from the body unto God, a gentle lament in supplication, a medicine of compunction to those who hear, those who sing psalms, those who glorify, those who meditate on the law of the Lord day and night, those who bear the exaltations of God in their throat; and these fair proclamations and tokens of the life according to God, the silent heralds, dry and squalid hair, feet bare and following the apostolic ones, bearing nothing dead, a moderate tonsure, clothing that chastises pride, a girdle comely in its uncomeliness, tucking up a little of the tunic, and so much as not to tuck it up, a steady gait, an eye not wandering, a gentle smile, or rather an impulse of a smile, chastening intemperance of laughter, speech moved by reason, silence more precious than speech, praise seasoned with salt, not for flattery, but for guidance of what is better, rebuke more desirable than commendation, measures of dejection and of relaxation, and the mixture and blending through both, the tender tempered with the noble, the austere with modesty, so that neither is harmed by the other, but both gain repute through one another; measures of intercourse in common and of withdrawal, the one training others, the other initiating into mysteries by the Spirit, and the one guarding what is unworldly in the common life, the other brotherly love and humanity in the unmingled life; and the things which are still greater and loftier than these, wealth in poverty, possession in sojourning, glory in dishonour, power in weakness, fair offspring in celibacy (if indeed the offspring according to God are better than those that begin from the flesh); those who luxuriate in not luxuriating, those who are humble for the sake of heavenly things; those who have nothing in the world, and are above the world; those who are outside the flesh even while in the flesh, whose portion is the Lord, those who are poor for the sake of the kingdom, and through poverty reign as kings.
Γʹ. Οὗτοί με καὶ παρόντες λαμπρὸν ἐποίουν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἀγαθὸν ἐντρύφημα, καὶ ἀπόντες συνέστελλον. Ταῦτά μοι συνεῖχε τὴν ψυχὴν ταῦτα ἐτάρασσεν. Ἐκ τούτων ἐγὼ πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην· διὰ ταῦτα μετὰ τῶν ἄλλων τερπνῶν καὶ τὸν λόγον ἀπεσεισάμην· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα αὐτῶν καὶ οὐ πρόσωπον, καὶ γεγόνασι ποίμνιον ἐλευ-
III. These both when present made me splendid, my substance, my good delight, and when absent cast me down. These things constrained my soul, these troubled it. Because of these things I went mourning and sad of countenance; on account of these things together with other pleasant things I shook off speech also; because the beloved kicked, and turned to me their backs and not their face, and have become a flock more free-