Migne Reading Room

PG 35 · cols. 656–665 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:656Read from the page
κἂν οἱ ποιηταὶ μετὰ τῶν μέτρων αὐτὸν κολακεύωσι, λωτὸν ὑποστρωννύντες ἑρσήεντα, καὶ κρόκον ἀναφύοντες ἐκ τῆς γῆς καὶ ὑάκινθον; Πόθεν ταῦτα, καὶ τίς τούτων ὁ λόγος; Πῶς δὲ ἡ αὐτὴ καθ' ὑμᾶς Ἥρα, ἡ τοῦ μεγάλου Διὸς ἀδελφὴ καὶ ὁμόζυγος, νῦν μὲν ἐν αἰθέρι καὶ νεφέλαις κρεμαμένη, καὶ σιδηροῖς ἄκμοσι καθελκομένη, καὶ χρυσαῖς τιμωμένη χειροπέδαις, ἡ λευκώλενός τε καὶ ῥοδοδάκτυλος, ὡς μηδὲ τοῖς παραιτεῖσθαι βουλομένοις τῶν θεῶν ἀκίνδυνον εἶναι τὴν φιλανθρωπίαν· νῦν δὲ ὅλον τὸν τῶν ἐρώτων κεστὸν ἐφ' ἑαυτὴν ἕλκουσα διὰ τῶν πρὸς τὸν Δία καλλωπισμάτων, ὡς καὶ πάντας ὁμολογεῖσθαι αὐτῷ τοὺς ἐπὶ πάσαις ἔρωτας ἑνὸς τούτου παραπολὺ λειπομένους; Τίς δὲ ὁ φόβος, μὴ τῶν θεῶν κινουμένων ὑπὲρ τῆς Λακαίνης μοιχάδος, καὶ οὐρανοῦ σαλπίζοντος, ἀναῤῥαγῇ μὲν γῆς ἕδρα, μεθαρμοσθῇ δὲ θάλασσα, δημοσιευθῇ δὲ ᾅδου βασίλεια, καὶ εἰς τοὐμφανὲς ἔλθῃ τὰ τῷ μακρῷ χρόνῳ κεκαλυμμένα; Τίς δὲ ἡ τῶν κυανέων ὀφρύων ἐπίνευσις, καὶ ἡ τῶν ἀμβροσίων τριχῶν συγκίνησις, ὅλον Ὄλυμπον κατασείουσα; Τίς δὲ ὁ τιτρωσκόμενος Ἄρης, ἢ χαλκῷ κεράμῳ κατακλειόμενος; ὁ τῆς χρυσῆς Ἀφροδίτης ἀφυὴς ἐραστὴς, καὶ μοιχὸς ἀπερίσκεπτος καὶ τῷ Ἀμφιγυήεντι κρατούμενος, καὶ θέατρον τῶν θεῶν ἐφ' ἑαυτῷ συλλέγων ἀσχημονοῦντι, καὶ μικροῖς χρήμασιν ἀφιέμενος;
even if the poets flatter him with their metres, spreading beneath him dewy lotus, and making crocus and hyacinth spring up from the earth? Whence are these things, and what is the account of them? And how is the same Hera according to you, the sister and consort of great Zeus, now hanging in the upper air and clouds, and dragged down by iron anvils, and honoured with golden handcuffs, she of the white arms and rosy fingers, so that even for those of the gods who wish to intercede for her, philanthropy is not without danger; and now drawing to herself the whole cestus of loves through her adornments for Zeus, so that all his loves for all women are confessed by him to fall far short of this single one? And what is the fear lest, when the gods are stirred up over the Laconian adulteress, and heaven sounds the trumpet, the foundation of the earth be rent asunder, and the sea be displaced, and the realms of Hades be laid open to public view, and the things hidden for a long time come into the light? And what is the nod of the dark-blue eyebrows, and the shaking of the ambrosial locks, making all Olympus tremble? And who is Ares being wounded, or shut up in a brazen jar—the clumsy lover of golden Aphrodite, and heedless adulterer, both seized by the Lame One, and gathering a theatre of the gods over himself as he behaves unseemly, and let go for a small sum of money?
ΡΙΖʹ. Ταῦτα πάντα καὶ πλειω τούτων οὕτω σοφῶς καὶ πολυτρόπως συγκείμενα, καὶ παντάπασιν ἔξω τῶν νενομισμένων, τίς οὕτως ὑμῖν ὑψηλός τε καὶ μέγας, καὶ ὄντως Διὶ μῆτιν ἀτάλαντος, ὡς εἰς τὸ εὐπρεπὲς ἀγαγεῖν λόγοις θεωρίας ὑπερνεφοῦς, καὶ ὑπὲρ τὰ ἡμέτερα μέτρα τῆς καταλήψεως; Καίτοι ταῦτα εἰ μὲν ἀληθῆ, μήτ' αἰσχυνέσθωσαν, καὶ φιλοτιμείσθωσαν, ἢ, ὅτι μὴ αἰσχρὰ, πειθέτωσαν· καὶ τί δεῖ καταφεύγειν αὐτοὺς ἐπὶ τὸν μῦθον, ὡς τῆς αἰσχύνης συγκάλυμμα; οὐ γὰρ θαῤῥούντων, ἀλλ' ὑποχωρούντων ὁ μῦθος· ει δὲ ψευδῆ, πρῶτον μὲν ἐπιδεικνύτωσαν ἡμῖν τοὺς γυμνοὺς θεολόγους, ἵν' ᾖ πρὸς ἐκείνους ἡμῖν ὁ λόγος· ἔπειτα λεγέτωσαν πῶς οὐκ εὔηθες, οἷς ὡς μυθικοῖς αἰσχύνονται, τούτοις ὡς ἰσχυροῖς καλλωπίζεσθαι· καὶ ἃ τοὺς πολλοὺς λανθάνειν δυνατὸν ἦν, οὐ γὰρ πάντων ἡ παίδευσις, ταῦτα δημοσιεύειν ταῖς ἁπάντων ὄψεσιν ἐν πλάσμασί τε καὶ σχήμασι, καὶ τὸ δεινότατον, μεθ'
CXVII. All these things and more than these, so wisely and variously put together, and altogether outside what is customary, who among you is so lofty and great, and truly equal to Zeus in counsel, as to bring them into seemliness by discourses of contemplation above the clouds and beyond our measures of comprehension? And yet if these things are true, let them neither be ashamed, and let them take pride in them, or let them persuade us that they are not shameful; and what need is there for them to flee for refuge to myth as a cloak for their shame? For myth belongs not to those who are confident, but to those who are retreating; whereas if they are false, first let them show us their theologians stripped bare, so that our argument may be with them; next let them say how it is not foolish to plume themselves on these things as strong, of which they are ashamed as mythical; and what might have escaped the notice of the many—for education does not belong to all—to publish these things before the eyes of all in figments and outward postures, and, what is most dreadful, with
Notes, col. 656

On the reading

Printed πλειω, for πλείω.

Printed ει, for εἰ.

PG 35:657Read from the page
ὅσης τῆς εἰς χρήματα ζημίας, ἔν τε ναοῖς καὶ βωμοῖς, καὶ ἱδρύμασι, καὶ ἀναθήμασι, καὶ θυσίαις πολυταλάντοις, καὶ ἀζημίως ἐνὸν εὐσεβεῖν, ἀσεβεῖν αἱρεῖσθαι μετὰ ζημίας;
how great a loss of money in temples and altars, and statues, and votive offerings, and sacrifices costing many talents, and when it is possible to be pious without loss, to choose to be impious with loss?
ΡΙΗʹ. Εἰ δὲ ταῦτα μὲν ποιητῶν εἶναι φήσουσι πλάσματα καὶ ληρήματα, δύο τούτοις προσχρωμένων εἰς τὸ τερπνὸν τῆς ποιήσεως, μέτρῳ καὶ μύθῳ, καὶ οἷον καταγλυκαινόντων τούτοις τὴν ἀκοὴν, αὐτοῖς δὲ ἀποῤῥητότερον εἶναι καὶ βαθύτερον τὸν ἐναποκείμενον τούτοις νοῦν, καὶ διαβατὸν ὀλίγοις τῶν σοφωτέρων, σκοπεῖτε, ὡς ἁπλῶς καὶ δικαίως περὶ τούτων ἐγὼ διαλέξομαι. Πρῶτον μὲν πῶς ἐπαινοῦσι τοὺς ὧν σέβουσιν ὑβριστὰς, καὶ μικροῦ τῶν ἰσοθέων ἀξιοῦσι τιμῶν, οἷς τὸ μὴ δοῦναι δίκην τῆς ἀσεβείας κέρδος αὔταρκες ἦν; Εἰ γὰρ τοῖς εἰς ἕνα θεὸν αὐτῶν καὶ ἰδίᾳ καὶ μικρὰ βλασφημήσασι θάνατος ἡ ζημία παρὰ τῶν νόμων, τί πάσχειν ἔδει τοὺς πᾶσιν ὁμοῦ καὶ δημοσίᾳ, καὶ ἐπὶ τοῖς αἰσχίστοις ἐπαφιέντας τὴν ποίησιν, καὶ μακρῷ χρόνῳ παραδόντας τὴν κωμῳδίαν; Ἔπειτα καὶ τοῦτο λογίζεσθαι ἄξιον· εἰσὶ καὶ παρ' ἡμῖν κατ' ἐπίκρυψιν λόγοι τινὲς, οὐκ ἀρνήσομαι, ἀλλὰ τίς ὁ τρόπος αὐτῶν τῆς διπλόης, καὶ τίς ἡ δύναμις; Οὔτε τὸ φαινόμενον ἀπρεπὲς, καὶ τὸ κρυπτόμενον θαυμάσιον καὶ ὑπέρλαμπρον τοῖς εἰς τὸ βάθος εἰσαγομένοις, καὶ ὥσπερ τι σῶμα καλὸν καὶ ἀπρόσιτον, οὐ φαύλῃ τῇ ἐσθῆτι περικαλύπτεται· δεῖ γὰρ, ὡς γοῦν ἔμοιγε δοκεῖ, τῶν θείων μηδὲ τὰς ἐνδείξεις, καὶ τὰς ἐμφάσεις ἀπρεπεῖς εἶναι καὶ ἀναξίας τῶν δηλουμένων, μηδὲ οἵαις ἂν καὶ ἄνθρωποι λεγομέναις περὶ αὐτῶν δυσχεραίνοιεν· ἀλλ' ἢ τὸ κάλλιστον πάντως ἔχειν, ἢ μὴ τὸ αἴσχιστον, ἵνα τὸ μὲν τοὺς σοφωτέρους εὐφραίνῃ, τὸ δὲ μὴ βλάπτῃ τοὺς πλείονας.
CXVIII. But if they shall say that these things are figments and nonsense of poets, who make use of these two things for the pleasure of their poetry, metre and myth, and as it were sweeten the ear with these, whereas for themselves the meaning stored up within them is more secret and deeper, and passable only to a few of the wiser sort, consider how simply and justly I shall discourse concerning these things. First, how do they praise the insulters of those whom they worship, and deem them worthy almost of honours equal to the gods, for whom not to pay the penalty for their impiety would have been a sufficient gain? For if for those who have blasphemed against one god of theirs, even privately and slightly, death is the penalty from the laws, what ought those to have suffered who let loose their poetry upon all of them together and in public, and over the most shameful things, and handed down their comedy to a long stretch of time? Next, it is worthy to reckon this also: there are among us too certain discourses by way of hidden meaning, I shall not deny it, but what is the manner of their twofold sense, and what is their force? Neither is what appears unseemly, and what is hidden is wonderful and exceedingly brilliant to those who are introduced into the depth, and just like some fair and unapproachable body, it is wrapped in no paltry garment; for it is necessary, as at least it seems to me, that not even the indications and outward representations of divine things should be unseemly and unworthy of the things signified, nor such that even men would be vexed if they were spoken concerning themselves; but that they should either have what is altogether fairest, or at least not what is most shameful, so that the one may gladden the wiser sort, and the other may not harm the multitude.
ΡΙΘʹ. Ὑμῖν δὲ οὔτε τὸ νοούμενον ἀξιόπιστον, καὶ τὸ προβεβλημένον ὀλέθριον. Καὶ τίς ἡ σύνεσις διὰ βορβόρου πρὸς πόλιν ἄγειν, ἢ διὰ προβόλων τε καὶ ὑφάλων εἰς ὅρμον ἐπείγεσθαι; Τί γὰρ ἐκ τούτου συμβήσεται; καὶ τί τῶν λόγων τὸ πέρας; Σὺ μὲν ληρήσεις, καὶ ἀλληγορήσεις τὰς σὰς ἀτυχίας ἢ φαντασίας· ὁ δὲ πεισόμενος οὐκ ἔσται· τὸ γὰρ ὁρώμενον πιθανώτερον. Οὔτε οὖν τὸν ἀκροατὴν ὤνησας, καὶ τὸν θεατὴν ἀπώλεσας μετὰ τοῦ φαινομένου
CXIX. With you, however, neither is what is apprehended by the mind credible, and what is put forward is ruinous. And what sense is there in leading to a city through mire, or hastening into harbour through jagged rocks and sunken reefs? For what will come to pass from this, and what will be the end of the discourses? You, for your part, will talk nonsense, and allegorize your misfortunes or fancies; but there will be no one to be persuaded, for what is seen is more persuasive. Neither, therefore, have you benefited the hearer, and you have destroyed the spectator along with what appears
PG 35:660Read from the page
γενόμενον. Ἀλλ' ὁ μὲν θεωρητικὸς τόπος αὐτοῖς τοιοῦτος, καὶ οὕτω πόῤῥω τῶν ὑποθέσεων, ὡς πάντα πρότερον εἶναι συμβαλεῖν ἀλλήλοις, καὶ εἰς ἓν ἀγαγεῖν τὰ μακρῷ κεχωρισμένα, ἢ ταῦτα συνθεῖναι καὶ συναρμόσαι, καὶ τοῦ αὐτοῦ ἀνδρὸς εἶναι φῆσαι, τὰ μυθολογήματά τε λέγω καὶ τὰ σκεπάσματα.
having come into being. But their speculative department is of such a sort, and so far removed from their premises, that one might sooner bring everything else together with one another, and lead into one things separated by a great distance, than put these things together and harmonize them, and affirm them to belong to the same man, I mean both the mythological tales and the coverings.
ΡΚʹ. Τί δ' ἂν εἴποις περὶ τοῦ ἠθικοῦ μέρους αὐτῶν; Πόθεν, καὶ ἐκ τίνων ὁρμώμενοι, καὶ τίσι χρώμενοι λόγοις, πλάττειν αὐτοὺς εἰς ἀρετὴν δυνήσονται, καὶ πλείστου ποιεῖν ἀξίους ταῖς παραινέσεσιν; Ἄριστον ὁμόνοια, καὶ τὸ συμφρονεῖν ἀλλήλοις πόλεις, καὶ δήμους, καὶ οἰκίας, καὶ τοὺς καθ' ἕκαστον, νόμῳ καὶ τάξει φύσεως ἑπομένους, ἣ πάντα διεῖλέ τε καὶ συνέδησε, καὶ τὸ πᾶν τοῦτο κόσμον ἕνα ἐκ πλειόνων πεποίηκε. Τίσι τοῦτο διδάξουσιν ὑποδείγμασιν; Ἆρα τοὺς πολέμους λέγοντες τῶν θεῶν, καὶ τὰς στάσεις, καὶ τὰς ἐπαναστάσεις, καὶ τῶν κακῶν τὸ πλῆθος, ὧν αὐτοί τε ἔχουσι, καὶ ἀλλήλοις παρέχουσιν, ἰδίᾳ τε καὶ δημοσίᾳ, ὧν μικροῦ πᾶσα πεπλήρωται συγγραφή τε καὶ ποίησις; Θᾶττον μέν τ' ἂν ἐξ εἰρηνικῶν μαχίμους, καὶ παραπλῆγας ἀντὶ σοφῶν, ἢ τοὐναντίον μετρίους καὶ σώφρονας ἀντὶ θρασέων καὶ ἀπαιδεύτων τοῖς τοιούτοις ἂν ἐργάσαιντο παραδείγμασιν. Οὓς γὰρ καὶ δίχα τῶν εἰς τὸ χεῖρον ἑλκόντων χαλεπὸν μεταθεῖναι κακίας, καὶ πρὸς τὴν κρείσσω μεταστῆσαι μοῖραν ἀπὸ τῆς χείρονος, τούτους τίς ἂν πείσειεν ἡμέρους εἶναι καὶ καθεκτοὺς, θεοῖς χρωμένους ὁδηγοῖς τῶν παθῶν καὶ προστάταις· ἔνθα τὸ κακὸν εἶναι καὶ τίμιον, ὡς θεῶν τινα προϊστάμενον, οὗ τὸ πάθος ἐστὶ βωμοῖς τε καὶ θυσίαις τιμώμενον, καὶ παῤῥησίαν εἰληφὸς ἔννομον; Τοῦτο γὰρ τὸ δεινότατον, ὅτι ἃ τοῖς νόμοις κολάζεται, ταῦτα ὡς θεῖα σέβεται· τοσαύτη τις ὑμῖν τῆς ἀδικίας ἡ περιουσία.
120. And what would one say concerning their ethical part? Whence, and setting out from what principles, and using what arguments, will they be able to mould them unto virtue, and render them worthy of the highest esteem by their exhortations? Concord is best, and that cities, and peoples, and households, and individuals should be of one mind with one another, following the law and order of nature, which has both divided and bound together all things, and has made this universe one cosmos out of many things. By what examples will they teach this? Is it by telling of the wars of the gods, and the seditions, and the insurrections, and the multitude of evils, which they both have in themselves, and inflict upon one another, both privately and publicly, wherewith nearly all prose and poetry is filled? Sooner indeed would they make men warlike out of peaceable, and madmen instead of wise, than on the contrary moderate and temperate instead of bold and uneducated, by such examples. For those whom even apart from things drawing them towards the worse it is hard to turn away from wickedness, and to remove towards the better portion from the worse, who could persuade these to be gentle and self-controlled, when they use gods as guides and patrons of the passions; where evil is even honourable, as having one of the gods presiding over it, whose passion is honoured with altars and sacrifices, and has obtained lawful licence? For this is the most dreadful thing of all, that the things which are punished by the laws, these are revered as divine: so great is the abundance of iniquity among you.
ΡΚΑʹ. Δεύτερον αὐτοῖς προκείσθω γονέων αἰδὼς καὶ τιμὴ, καὶ τὸ τὴν πρώτην αἰτίαν τοῦ εἶναι σέβειν μετὰ τὴν πρώτην· τοῦτο καὶ λόγος εἰσηγείσθω, καὶ θεολογία πειθέτω. Πῶς δὲ οὐ πείσει Κρόνος Οὐρανὸν ἐκτεμὼν, ἵν' ἄγονος ᾖ θεῶν, καὶ δῷ κύμασιν ἀποτελέσαι θεὸν, ἀφροῦ γέννημα·
121. Secondly, let reverence and honour of parents be set before them, and the revering of the first cause of being after the First; let both reason introduce this, and theology persuade to it. And how shall Cronus not persuade, having castrated Uranus, so that he might be barren of gods, and might give it to the waves to bring forth a goddess, the offspring of foam;
PG 35:661Read from the page
καὶ Κρόνῳ Ζεὺς ἐπανιστάμενος, κατὰ μίμησιν τοῦ πατρὸς, ὁ γλυκὺς λίθος καὶ πικρὸς τυραννοκτόνος· εἴτε τι ἄλλο τοιοῦτον αὐτοῖς εἰς τιμὴν τῶν γεννησαμένων αἱ βίβλοι φέρουσι. Τρίτον αὐτοῖς ἔστω χρημάτων ὑπεροψία, καὶ τὸ μὴ πανταχόθεν κερδαίνειν, μηδὲ τοῦ δυστυχεῖν ἀῤῥαβῶνα, τὸ κακῶς κτᾶσθαι λαμβάνειν. Πῶς οὖν ὁ Κερδῷος αὐτοῖς σταθήσεται, καὶ τὸ σακέλλιον προβληθήσεται, καὶ ἡ κλεπτικὴ τοῦ θεοῦ δύναμις τιμηθήσεται, καὶ τό· Ἄνευ χαλκοῦ Φοῖβον μὴ μαντεύεσθαι, μηδὲ εἶναί τι τοῦ ὀβολοῦ τιμιώτερον; Ταῦτα γὰρ αὐτῶν τὰ σεμνὰ καὶ σεβάσμια.
and Zeus rising up against Cronus, in imitation of his father, that sweet stone and bitter tyrannicide; or whatever else of such a kind their books bring forward for the honour of parents. Thirdly, let them have contempt of money, and the not making gain from every quarter, nor taking evil acquisition as an earnest of misfortune. How then shall the Gain-bringing god be set up for them, and the money-bag be put forward, and the thievish power of the god be honoured, and the saying: Without brass Phoebus does not prophesy, nor is anything more precious than the obol? For these are their august and venerable doctrines.
ΡΚΒʹ. Τί ἔτι; Σωφροσύνην διδασκέτωσαν, ἐγκράτειαν εἰσηγείσθωσαν· καὶ ὁ πείθων ἐγγὺς, πάντα γινόμενος διὰ τὰς γυναῖκας, ὁ Ζεὺς, καὶ Φρυξὶ μειρακίσκοις ἀετὸς ἐραστὴς ὁ φίλτατος (ἵν' ὡς ἥδιστα συμποσιάζοιεν οἱ θεοὶ, τοῖς Διὸς οἰνοχοούμενοι παιδικοῖς)· καὶ ταῖς πεντήκοντα Θεστίου θυγατράσιν ἐναθλεύων Ἡρακλῆς ἐν μιᾷ νυκτὶ ὁ Τριέσπερος, καὶ τρισκαιδέκατον ἆθλον τοῦτον ἐπιτελέσας, οὐκ οἶδ' ὅπως τοῖς ἄλλοις γε οὐ συναριθμούμενον. Ἐπικοπτέτω τὸν θυμὸν Ἄρης, μέθην Διόνυσος, μισοξενίαν Ἄρτεμις, ἀπάτην ὁ λοξίας αὐτῶν χρησμολόγος, γέλωτος ἀμετρίαν ὁ καταχωλεύων θεὸς, τῶν θεῶν λυπουμένων, καὶ ἀραιαῖς ταῖς κνήμαις ἐπιῤῥωννύμενος· γαστριμαργίαν ὁ Ζεὺς ἐπὶ δαῖτα λιπαρὰν τρέχων μετ' ἀμύμονας Αἰθιοπῆας σὺν τοῖς λοιποῖς δαίμοσιν· ὁ Βουθοίνας, τὸν γεωργὸν τυραννήσας, καὶ τὸν ἀρότην βοῦν λαφύξας, καὶ τὴν κλῆσιν λαβὼν ἐκ τῆς πράξεως, καὶ πάντες ταῖς κνίσσαις καὶ ταῖς λοιβαῖς ἐπιτρέχοντες.
122. What more? Let them teach temperance, let them introduce self-control: and he who persuades is near at hand, becoming all things on account of women, Zeus, and to Phrygian striplings an eagle, the dearest lover (that the gods might feast most pleasantly, having wine poured out for them by the darlings of Zeus); and Heracles, he of the Three Evenings, contending in a single night with the fifty daughters of Thestius, and accomplishing this thirteenth labour, which I know not how is not numbered at least with the others. Let Ares check wrath, Dionysus drunkenness, Artemis hatred of strangers, their ambiguous oracle-monger deceit, the limping god immoderate laughter when the gods are grieving, strengthening himself upon his slender shins; let Zeus check gluttony, running to a rich banquet among the blameless Aethiopians with the rest of the demons; the Ox-devourer, having played the tyrant over the husbandman, and having gulped down the ploughing ox, and having received his name from the deed, and all of them running after the savour of burnt meats and the libations.
ΡΚΓʹ. Καίτοι πῶς ταῦτα τῶν ἡμετέρων ἐγγὺς, οἷς ὅρος μὲν φιλίας αὐτὸς ἕκαστος, καὶ τὸ τὰ αὐτὰ βούλεσθαι τοῖς πλησίον ἃ καὶ σφίσιν αὐτοῖς· ἔγκλημα δ' οὐ μόνον τὸ γενέσθαι κακὸν, ἀλλὰ καὶ τὸ μελλῆσαι μικροῦ, καὶ τῆς ὀργῆς κολαζομένης, ὡς πράξεως· οἷς σωφροσύνη μὲν οὕτω σπουδάζεται, ὥστε καὶ ὀφθαλμὸς ἀναστέλλεται· χεὶρ δὲ φονικὴ τοσοῦτον πόῤῥωθεν εἴργεται ὥστε καὶ θυμὸς σωφρονίζεται· ἐπίορκον δὲ ὀμόσαι οὕτω δεινὸν καὶ ὑπέρογκον, ὥστε καὶ τὸν
123. And yet how are these things near to ours, for whom the standard of friendship is each man himself, and the wishing the same things for one's neighbours as also for oneself; and the charge is not only the having become evil, but even the having been on the point of it almost, wrath also being punished like an action; by whom temperance indeed is so earnestly pursued that even the eye is held in check; and a murderous hand is kept off from so far away that even anger is chastened; and to swear a false oath is so dreadful and monstrous that even an
PG 35:664Read from the page
ὅρκον μόνοις ἡμῖν τυγχάνειν ἀπώμοτον; Χρήματα δὲ τοῖς μὲν πολλοῖς οὐδ' ἐγένετο· πολλοῖς δὲ διὰ τοῦτ' ἂν ἦν ἡδέως πλείω καὶ μόνον, ἵνα πλειόνων ὑπερίδωσι, τὸ μηδὲν ἔχειν ἀντὶ παντὸς πλούτου φιλοσοφοῦντες· γαστέρα δὲ τοῖς πολλοῖς ἀποῤῥίψαντες ὡς πικρὰν δέσποιναν καὶ ἀπόπτυστον, καὶ πάντων κακῶν μητέρα· οὐ μέγα φῆσαι, ὅτι μηδὲ σάρκες εἶναι βιάζονται, τῷ ἀθανάτῳ τὸ θνητὸν ἀναλίσκοντες· καὶ νόμος εἷς αὐτοῖς ἀρετῆς, τὸ μηδὲ τῶν μικρῶν ἡττᾶσθαι, καὶ πᾶσι παρορωμένων. Τὸ γὰρ κάλλιστον, ὅτι, τῶν ἄλλων τὰ τέλη τιμωρουμένων κατὰ τοὺς νόμους, ἡμεῖς καὶ τὰς ἀρχὰς κολάζομεν, ὥσπερ τι ῥεῦμα πονηρὸν καὶ δυσκάθεκτον πόῤῥωθεν ἀναστέλλοντες.
oath itself happens for us alone to be abjured? And as for wealth, to most of us it did not even come to pass; while to many it would gladly have been more on this account and this alone, that they might despise more, practising the having nothing as philosophy in place of all riches; and having cast away the belly to the multitude as a bitter and abominable mistress, and mother of all evils, it is no great thing to affirm that they force themselves not even to be flesh, consuming what is mortal by what is immortal; and there is one law of virtue for them, not to be overcome even by small things, and things overlooked by all. For the noblest thing is that, whereas others punish the ends according to the laws, we chastise even the beginnings, checking from afar, as it were, some wicked stream hard to restrain.
ΡΚΔʹ. Ποῦ δὲ καὶ παρὰ τίσιν ἀνθρώπων, εἰπέ μοι, τὸ λοιδορουμένους εὐφημεῖν, βλασφημουμένους παρακαλεῖν, ὡς οὐ τῆς κακηγορίας βλαπτούσης μᾶλλον ἢ τῆς ἀληθείας, διωκομένους ὑποχωρεῖν, γυμνομένους προσαπεκδύεσθαι, καταρωμένους ὑπερεύχεσθαι τῶν ἀρωμένων· ἑνὶ λόγῳ, χρηστότητι νικᾷν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν πάσχοντες; Καίτοι κἂν εἰ κακίαν δοίημεν αὐτοὺς κολάζειν ταῖς τοῦ πλάσματος παραινέσεσι, ποῦ τὸ φθάσαι πρὸς τὰ μέτρα τῆς ἡμετέρας ἀρετῆς καὶ παιδεύσεως, οἷς καὶ τὸ μὴ προβαίνειν τῷ καλῷ, μηδὲ νέους ἀντὶ παλαιῶν ἀεὶ γίνεσθαι, ἀλλ' ἐν ταυτῷ μένειν κακία δοκεῖ; Στρόμβων τὸ πάθος περιτρεχόντων, οὐ προϊόντων, καὶ στάσιμον κινουμένων, ἵν' οὕτως εἴπω, τῇ βίᾳ τῆς μάστιγος. Καὶ δεῖ τὸ μὲν ἡμῖν ἐξηνύσθαι τῶν καλῶν, τοῦ δὲ ἔχεσθαι, τοῦ δὲ ἐφίεσθαι μέχρι τοῦ τέλους καὶ τῆς θεώσεως, ἐφ' ᾗ γεγόναμεν καὶ πρὸς ἣν ἐπειγόμεθα, οἵ γε διαβατικοὶ τὴν διάνοιαν, καί τι τῆς τοῦ Θεοῦ μεγαλονοίας ἐλπίζοντες ἄξιον.
124. And where and among what men, tell me, is it ordained that when reviled we should speak well, when blasphemed we should entreat, as though evil speaking did not harm more than truth, when persecuted we should give way, when stripped we should strip ourselves further beside, when cursed we should pray on behalf of those who curse; in a single word, overcome audacity by kindness, and make those who wrong us better by the things wherein we endure while suffering? And yet, even if we should grant that they chastise vice by the exhortations of their fiction, where is their attaining to the measures of our virtue and discipline, for whom even the failing to advance in the good, and the failing always to become new instead of old, but remaining in the same state, seems to be vice? Such is the condition of spinning-tops running round in a circle, not advancing, and moving stationarily, so to speak, by the force of the whip. And it is needful that one part of good things should have been accomplished by us, and that to another we should cling, and after another we should strive even unto the end and that deification for which we were born and towards which we hasten, we who are transcendent in mind, and who hope for something worthy of the great-mindedness of God.
ΛΟΓΟΣ Εʹ.
ORATION 5.
Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος.
Second Invective against the Emperor Julian.
Αʹ. Οὗτος μεν δὴ τῶν ἐμῶν λόγων ὁ πρῶτος ἄεθλος ἐκτετέλεσται καὶ διήνυσται· καὶ γὰρ
1. This first contest, then, of my discourses has been accomplished and brought to an end; for indeed
Notes, col. 664

On the reading

Printed γυμνομένους, for γυμνουμένους.

Printed μεν, for μὲν.

PG 35:665Read from the page
ἐπεδειξάμην ἱκανῶς τὴν τοῦ ἀνδρὸς κακοήθειαν ἐν οἷς ἔδρασέ τε καθ' ἡμῶν, καὶ οἷς ἔμελλεν, ἀεί τι τῶν παρόντων ἐπινοῶν βαρύτερον. Νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὐκ οἶδ' εἴ τις βέβληκεν, ἤδη τοῦ λόγου προστησόμεθα, Θεῷ τε ἱερώτερον, καὶ ἡμῖν ἡδίω, καὶ τοῖς ἔπειτα χρησιμώτερον· τοῖς εἰρημένοις προσθεῖναι τὰ δίκαια τοῦ Θεοῦ σταθμία, καὶ οἷς ἀντιταλαντεύεται πονηρία, τοῖς μὲν αὐτόθεν ἀπαντῶσα, τοῖς δὲ καὶ μικρὸν ὕστερον· ὅπως ἂν, οἶμαι, τῷ τεχνίτῃ Λόγῳ δοκῇ, καὶ ταμίᾳ τῶν ἡμετέρων· ὃς οἶδε συμφορὰν μὲν ἐπικόπτειν ἐλέῳ, θράσος δὲ ἀτιμίᾳ σωφρονίζειν καὶ μάστιξιν, οἷς αὐτὸς ἐπίσταται μέτροις παιδεύσεως.
I have sufficiently displayed the malice of the man both in the things which he did against us, and in the things which he was about to do, ever devising something heavier than the present evils. Now in turn another mark, which I know not whether anyone has hit, we shall already set before our discourse, both more sacred to God, and more pleasant to us, and more useful to those hereafter: to add to the things that have been said the just balances of God, and the things wherewith wickedness is counterbalanced, meeting some immediately on the spot, and others even a little later; according as, I suppose, it may seem good to the Artificer Word, and Steward of our affairs; Who knows how to check calamity with mercy, and to chasten audacity with dishonour and scourges, by such measures of discipline as He Himself knows.
Βʹ. Νόσους μὲν δὴ τῶν ἀσεβῶν ἐνδίκους, καὶ ῥήξεις οὐκ ἀφανεῖς, καὶ πολυτρόπους ἄλλας πληγὰς καὶ μάστιγας οἷς τετολμήκασι παραπλησίας, καὶ θανάτους οὐ κατὰ τὸ εἰωθὸς χωρήσαντας, καὶ τὰς ἐν αὐτοῖς τοῖς δεινοῖς ἐξαγορεύσεις, καὶ ἀνυνήτους μεταμελείας, τάς τε δι' ὀνειράτων παιδεύσεις, καὶ τὰ καθ' ὕπαρ φαντάσματα, τίς ἂν ἀξίως ἐκτραγῳδήσειεν; ὅσα τε ἢ περὶ τοὺς θείους οἴκους παρανομήσασιν, ἢ περὶ τὰς ἱερὰς τραπέζας ἐξυβρίσασιν, ἢ περὶ τοὺς μυστικοὺς κρατῆρας μανεῖσιν, ἢ τῶν σωμάτων ἡμῶν ἀνέδην ἐμφορουμένοις, ἢ τἄλλα πάντα ὅσα τετολμήκασι, νεανιευσαμένοις αὐτοῖς ἀπήντησε, τῆς τοῦ Θεοῦ κατὰ τῶν τοιούτων ὀργῆς ἐναργῆ καὶ φανερὰ γνωρίσματα; Ταῦτα μὲν οὖν ἑκὼν ὑπερβήσομαι, οὐκ ἀπιστῶν τοῖς ὁρωμένοις, καὶ λεγομένοις, οὐδὲ αὐτομάτῳ τινὶ φορᾷ καὶ συντυχίᾳ διδοὺς τὰ συμβαίνοντα, κατὰ τοὺς εἰκῆ τὰ τοιαῦτα ὑπολαμβάνοντας, ἀλλ' ἵνα μὴ περὶ τὰ μικρὰ διατρίβειν δόξω, παρεὶς τὰ μείζω καὶ ὀνομαστότερα· τὸ δ' οὖν περιβόητον πᾶσι θαῦμα, καὶ οὐδὲ τοῖς ἀθέοις αὐτοῖς ἀπιστούμενον λέξων ἔρχομαι.
2. Just diseases indeed of the impious, and ruptures not obscure, and manifold other plagues and scourges akin to the things which they have dared, and deaths not proceeding according to the accustomed manner, and their confessions amid the terrors themselves, and unprofitable repentances, and the chastisements through dreams, and the visions in waking sight, who could worthily set forth in tragic style? and all the things that met them in their wantonness when they either transgressed concerning the divine houses, or insulted the sacred tables, or raved against the mystical goblets, or took their fill shamelessly of our bodies, or in all the other things that they have dared, manifest and plain tokens of the wrath of God against such men? These things, therefore, I shall willingly pass over, not disbelieving the things seen and spoken of, nor attributing the events to some spontaneous impulse and chance, after the manner of those who idly suppose such things, but lest I should seem to linger over small matters, passing by the greater and more famous; I come, then, to tell of the marvel celebrated by all, and not disbelieved even by the godless themselves.
Γʹ. Ἐμαίνετο καθ' ἡμῶν ἀεί τι πλέον, ὥσπερ κύμασιν ἐπεγείρων κύματα, ὁ καθ' ἑαυτοῦ πρῶ-
3. He was raving against us ever more and more, raising up waves upon waves, he who against himself first-