Migne Reading Room

PG 35 · cols. 608–617 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:608Read from the page
σὶν ἐῤῥιμμένων η κτεινομένων πολυειδῆ σχήματα· φιλοῦσι γὰρ οὐ τὰς ἀληθείας τῶν πραγμάτων μόνον ἐφ' οἷς μέγα φρονοῦσιν, ἀλλὰ καὶ τὰ τούτων ἰνδάλματα.
or being slain in manifold postures; for they love not only the realities of the things whereof they are proud, but also the images of them.
ΠΑʹ. Ὁ δὲ τί μηχανᾶται; καὶ τίνα τῶν Χριστιανῶν τοῖς στεῤῥοτέροις ἵστησι δόλον; Ὥσπερ οἱ τοῖς βρώμασι καταμιγνύντες τὰ δηλητήρια, μίξαι ταῖς ἐξ ἔθους τῶν βασιλέων τιμαῖς τὴν ἀσέβειαν, καὶ εἰς ἓν ἀγαγεῖν νόμους Ῥωμαίων καὶ εἰδώλων προσκύνησιν· καὶ διὰ τοῦτο ταῖς εἰκόσι συμπαραγράφων τοὺς δαίμονας, ὡς δή τινας ἄλλας τῶν ἐξ ἔθους γραφὰς προὐτίθει δήμοις καὶ πόλεσι, καὶ μάλιστα τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰς εἰκόνας, ὡς κακοῦ γέ του πάντως μὴ εἶναι διαμαρτεῖν· ἀλλ' ἢ τῇ τῶν βασιλέων τιμῇ τὴν τῶν εἰδώλων συμφέρεσθαι, ἢ τῇ τούτων φυγῇ τοὺς βασιλέας ὑβρίζεσθαι, μικτῆς οὔσης τῆς προσκυνήσεως. Τοῦτον τὸν δόλον καὶ ταύτην τὴν οὕτω σοφιστικῶς ἐπινοηθεῖσαν πάγην τῆς ἀσεβείας ὀλίγοι μὲν διέφυγον τῶν εὐλαβεστέρων καὶ συνετωτέρων, οἳ καὶ δίκην ἔδοσαν τῆς συνέσεως· πρόσχημα μὲν ὡς εἰς τιμὴν βασιλέως παρανομήσαντες, τὸ δὲ ἀληθὲς ὑπὲρ τοῦ ἀληθινοῦ βασιλέως καὶ τοῦ εὐσεβοῦς κινδυνεύσαντες. Πολλοὶ δὲ ἥλωσαν τῶν εὐηθεστέρων καὶ ἁπλουστέρων· οἷς καὶ συγγνώμη τυχὸν τῆς ἀγνοίας, τέχνῃ συναρπασθεῖσιν εἰς τὴν ἀσέβειαν. Τοῦτο μὲν δὴ τοιοῦτον, ὃ καὶ μόνον ἐξήρκει στηλιτεῦσαι βασιλέως προαίρεσιν· οὐ γὰρ τὰ αὐτὰ βασιλεῦσί τε καὶ ἰδιώταις πρέπειν ὑπολαμβάνομεν· ὅτι μηδὲ τῆς αὐτῆς ἀξίας ἀμφότερα. Ἰδιώτῃ μὲν γὰρ καὶ τεχνικῶς πράττειν τι συγχωρήσαιμεν· ᾧ γὰρ τὸ φανερῶς βιάζεσθαι μὴ δυνατὸν, τούτῳ συγγνωστὸν τὸ τῆς περινοίας· βασιλεῖ δὲ, τοῦ δυνάμει κρατεῖσθαι λίαν αἰσχροῦ τυγχάνοντος, ἔτ' αἴσχιον, οἶμαι, καὶ ἀπρεπέστερον τὸ τέχνῃ κλέπτειν τὰς ἐγχειρήσεις καὶ τὰ προκείμενα.
LXXXI. What then does he contrive? And what snare does he set for the firmer of the Christians? Just like those who mix poisons with food, he purposed to mix impiety with the customary honours of the emperors, and to bring into one the laws of the Romans and the worship of idols; and on account of this, painting the demons beside the images, as though they were some other of the customary paintings, he set forth the images before peoples and cities, and above all before the governors of the provinces, so that it was altogether impossible to escape some evil at least: rather, either the honour of the idols was borne along with the honour of the emperors, or by shunning these the emperors were insulted, since the prostration was mixed. This snare and this trap of impiety, so sophistically devised, a few indeed of the more devout and more prudent escaped, who also paid the penalty of their prudence—under the pretext indeed of having transgressed against the honour of the emperor, but in truth having incurred danger on behalf of the true King and of godliness. Many, however, of the simpler and more artless were caught; for whom there is perhaps pardon for their ignorance, having been swept away by craft into impiety. Such then was this matter, which even alone sufficed to pillory the emperor's purpose; for we do not suppose that the same things befit both emperors and private citizens, since neither are both of the same dignity. For to a private citizen we might pardon even doing something by artifice; for to him for whom it is not possible to use force openly, contrivance is pardonable; whereas for an emperor, since to be worsted in power is exceedingly shameful, it is still more shameful, I think, and more unseemly to steal his enterprises and designs by craft.
ΠΒʹ. Ἕτερον δὲ ὃ διανοίας μέν ἐστιν καὶ προαιρέσεως τῆς αὐτῆς, τῷ μέτρῳ δὲ πολὺ χεῖρον καὶ ἀσεβέστερον, εἰς πλείους τοῦ κακοῦ φθάνοντος, τοῦτο προσθήσω τοῖς εἰρημένοις. Δωρεᾶς βασιλικῆς ἦν ἡμέρα, εἴτ' οὖν ἐτήσιος, εἴτε τηνικαῦτα τῷ βασιλεῖ σχεδιασθεῖσα διὰ τὴν κακουργίαν, καὶ παρεῖναι τὸ στρατιωτικὸν ἔδει τιμηθησομένους, ὡς ἕκαστος ἀξίας εἶχεν ἢ τάξεως. Πάλιν ἡ τῆς ἀνελευθερίας σκηνή· πάλιν τὸ δρᾶμα τῆς ἀσεβείας· φαρμαχθῆναι φιλανθρωπίᾳ τινὶ τὸ ἀπάνθρωπον, καὶ χρήμασι δελεασθῆναι στρατιωτικὴν ἀλογίαν σὺν ἀπληστίᾳ, μεθ' ὧν τὰ
LXXXII. Another thing, which is of the same mind and purpose, yet in measure much worse and more impious, since the evil reached unto more men, I shall add to what has been said. It was a day of imperial largess, whether annual or improvised at that time by the emperor for his malice, and the soldiery had to be present to be honoured, according as each held rank or station. Again the stage of illiberality; again the drama of impiety: that inhumanity should be drugged with a certain show of humanity, and military unreason together with greed should be baited with money, wherewith in most matters
Notes, col. 608

On the reading

Printed η, for ἢ.

PG 35:609Read from the page
πολλὰ βιοτεύουσιν. Ὁ μὲν ουν προὐκάθητο, λαμπρῶς πανηγυρίζων κατὰ τῆς εὐσεβείας, καὶ μέγα φρονῶν τοῖς τεχνάσμασι· Μελάμπους, οἶμαι, τὶς, ἢ Πρωτεὺς, πάντα καὶ ὢν καὶ γινόμενος, καὶ ῥᾳδίως ἑαυτὸν ὑπαλλάττων τοῖς εἴδεσι· τὰ δὲ περὶ αὐτὸν οἷα, καὶ ὅσων ὀδυρμῶν τοῖς εὖ φρονοῦσιν ἄξια, οὐ τοῖς τότε παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς νῦν ἀκοῇ δεχομένοις ἐκεῖνο τὸ θέαμα;
they live their life. He, then, sat in state, splendidly keeping festival against godliness, and priding himself upon his artifices—some Melampus, I think, or Proteus, both being and becoming all things, and easily changing himself into every shape; but as for the things around him, of what sort were they, and of how many lamentations were they worthy for those who judge rightly, not only for those present at that time, but also for those who now receive that spectacle by hearing?
ΠΓʹ. Προὔκειτο χρυσὸς, προὔκειτο λίβανος, ἐγγύθεν τὸ πῦρ, οἱ κελευσταὶ πλησίον· καὶ τὸ σχῆμα ὡς πιθανὸν, βασιλικῆς δωρεᾶς τοῦτον εἶναι δοκεῖν τὸν νόμον, τῆς γε ἀρχαιοτέρας τε καὶ τιμιωτέρας. Εἶτα τί; Θυμιᾷν ἔδει κατὰ τοῦ πυρὸς, καὶ δέχεσθαι παρὰ τοῦ βασιλέως τὸν τῆς ἀπωλείας μισθὸν, οὕτως ὀλίγον τοσούτου πράγματος, ψυχῶν ὅλων καὶ τῆς εἰς Θεὸν ἀσεβείας. Φεῦ τῆς πραγματείας! φεῦ τῆς ἀντιδόσεως! Στρατὸς ὅλος ἑνὸς τεχνάσματος ὤνιος ἦν· καὶ οἱ τὴν οἰκουμένην παραστησάμενοι μικρῷ πυρὶ καὶ χρυσίῳ, καὶ διὰ κνίσσης ὀλίγης ἔπιπτον, οὐδὲ τὴν ἑαυτῶν σφαγὴν εἰδότες οἱ πλείους· τοῦτο γὰρ ἦν τὸ βαρύτατον. Παρήει τις ὡς κερδανῶν, καὶ οὐδὲ ἑαυτὸν εἶχε μετὰ τὸ κέρδος· προσεκύνει δεξιὰν βασιλέως, καὶ τὸν αὐτόχειρα προσκυνῶν οὐκ ἠπίστατο. Τοῖς δὲ καὶ γινώσκουσιν οὐδὲν ἦν πλέον, ἅπαξ τῷ κακῷ προκατειλημμένοις, καὶ νόμον ἄλυτον ἡγουμένοις τὴν πρώτην ἄνοιαν. Ποῖαι ταῦτα Περσῶν μυριάδες, τίνες τοξόται, τίνες σφενδονῆται κατώρθωσαν, ποῖος σιδηροῦς στρατιώτης καὶ πανταχόθεν ἄτρωτος, τίνα κατὰ τῶν τειχῶν μηχανήματα, οἷα χεὶρ μία, καὶ καιρὸς εἷς, καὶ βουλὴ μιαρὰ κατεπράξατο;
LXXXIII. Gold was set forth, frankincense was set forth, nearby was the fire, the marshals were close at hand; and the pretext was so plausible as to make it seem that this was the law of imperial largess, at least of the more ancient and more honourable sort. Then what? One had to offer incense over the fire, and receive from the emperor the wage of perdition—so slight a price for so great a thing, whole souls and impiety against God. Alas for the traffic! Alas for the exchange! A whole army was bought for a single artifice; and they who had subdued the inhabited earth fell by a little fire and gold, and through a little savour of burnt offering, the majority not even knowing their own slaughter—for this was the heaviest part. A man came forward as though to make a gain, and no longer possessed even himself after the gain; he kissed the right hand of the emperor, and knew not that he was kissing his own murderer. And for those who even knew it there was no advantage, once they had been forestalled by the evil, and accounted their first folly an indissoluble law. What myriads of Persians achieved these things, what archers, what slingers, what iron-clad soldier invulnerable on every side, what engines against the walls, such as a single hand, and a single occasion, and an abominable counsel accomplished?
ΠΔʹ. Μίξω τούτοις τι διήγημα τῶν εἰρημένων ἐλεεινότερον. Λέγονταί τοι τῶν ἁλόντων τινὲς ἐξ ἀγνοίας, ἐπειδὴ τοῦτο ἔπαθον, καὶ ἀνεχώρησεν οἴκαδε, τοῖς συσσίτοις κοινωνεῖν τραπέζης· εἶτα τοῦ πότου προελθόντος εἰς τὴν συνήθη ψυχροποσίαν, ὡς
LXXXIV. I shall mingle with these things a certain narrative more pitiable than what has been said. Some of those who were caught out of ignorance are said, after they had suffered this and had returned home, to have shared the table with their messmates; then, when the drinking had advanced to the customary draught of cold water, as
Notes, col. 609

On the reading

Printed ουν, for οὖν.

Printed ἀνεχώρησεν, for ἀνεχώρησαν.

PG 35:612Read from the page
οὐδενὸς ὄντος αὐτοῖς δεινοῦ, τῇ ψυχροφόρῳ κύλικι Χριστὸν ἐπειπεῖν μετὰ τῆς σφραγῖδος ἄνω βλέψαντας. Τῶν δὲ συσσίτων τινὸς θαυμάσαντος, καί· Τί τοῦτο; εἰπόντος, Χριστὸν ἐπικαλεῖσθε μετὰ τὴν ἄρνησιν; Πῶς ἠρνήμεθα; φάναι τοὺς ἡμιθνῆτας, καὶ τί τὸ καινὸν τοῦτο ἄκουσμα; Τοῦ δὲ, Ὅτι κατὰ τοῦ πυρὸς ἐθυμιάσατε, φήσαντος, καὶ τοῦτο εἶναι διδάξαντος τὴν ἄρνησιν, εὐθὺς ἀναπηδήσαντες τοῦ συμποσίου, καθάπερ ἐκμανεῖς καὶ παραπλῆγες, ζήλῳ καὶ θυμῷ ζέοντες, διὰ τῆς ἀγορᾶς θέειν βοῶντες καὶ λέγοντες· Χριστιανοὶ, Χριστιανοὶ τὰς ψυχὰς ἡμεῖς· ἀκουέτω πᾶς ἄνθρωπος, καὶ πρὸ πάντων Θεὸς, ᾧ καὶ ζῶμεν καὶ τεθνηξόμεθα. Οὐκ ἐψευσάμεθά σε, Σῶτερ Χριστέ· οὐκ ἠρνησάμεθα τὴν μακαρίαν ὁμολογίαν. Εἴ τι καὶ ἡ χεὶρ ἔπταισεν, ἀλλ' ἡ διάνοιά γε οὐκ ἠκολούθησεν. Βασιλεῖ κατεσοφίσθημεν, οὐ χρυσοῦ τραυματίαι γεγόναμεν. Ἀπεκδυόμεθα τὴν ἀσέβειαν, αἵματι καθαιρόμεθα. Εἶτα τῷ βασιλεῖ προσδραμόντες, καὶ τὸν χρυσὸν προσρίψαντες λίαν νεανικῶς· Οὐ δῶρα δεδέγμεθα, βασιλεῦ, βοᾷν, ἀλλὰ θάνατον κατακεκρίμεθα· οὐκ εἰς τιμὴν ἐκλήθημεν, ἀλλ' ἀτιμίαν κατεψηφίσθημεν. Δὸς χάριν τοῖς σοῖς στρατιώταις· Χριστῷ σφαγίασον ἡμᾶς, ᾧ μόνῳ βασιλευόμεθα· ἀντίδος πῦρ τοῦ πυρός· τέφραν ἀντὶ τῆς τέφρας ἐκείνης ποίησον. Ἀπόκοψον χεῖρας, ἃς κακῶς προὐτείναμεν· πόδας, οἷς κακῶς ἐδράμομεν. Ἄλλους τῷ χρυσῷ τίμησον, οἷς οὐ μεταμελήσει λαβοῦσιν· ἡμῖν δὲ ἀρκεῖ Χριστὸς, ὃν ἀντὶ πάντων ἔχομεν. Ταῦτα λέγειν τε ὁμοῦ, καὶ τοῖς ἄλλοις διακελεύεσθαι γνῶναι τὴν ἀπάτην, ἀνανῆψαι τῆς μέθης, ἀπολογήσασθαι τῷ Χριστῷ δι' αἵματος· ἐφ' οἷς ἀγανακτήσαντα τὸν βασιλέα, τὸ μὲν φανερῶς κτεῖναι φυγεῖν, ἵνα μὴ μάρτυρας ἐργάσηται τοὺς ὅσον τὸ ἐπ' αὐτοῖς μάρτυρας, ἐξορίᾳ δὲ παραδόντα, οὕτως ἀμύνασθαι, καὶ μεγίστην εὐεργεσίαν καταθέσθαι, τὸ πόῤῥω στήσεσθαι τῶν ἑαυτοῦ μιασμάτων καὶ τεχνασμάτων.
as though nothing dreadful had happened to them, at the cold-bearing cup looked upwards and invoked Christ with the sign of the cross. And when one of their table-companions marvelled and said: What is this? Do you call upon Christ after the denial? How have we denied? said those half-dead men, and what is this strange report? And when he said, Because you burned incense over the fire, and taught them that this was the denial, straightway leaping up from the banquet, like men frantic and distraught, boiling with zeal and wrath, they ran through the market-place crying aloud and saying: Christians, Christians in our souls are we; let every man hear it, and before all God, to Whom we both live and shall die. We have not been false to Thee, O Saviour Christ; we have not denied the blessed confession. Even if our hand stumbled in aught, yet our mind at least did not follow. By the emperor we were outwitted, we have not become wounded by gold. We strip off the impiety, we are cleansed by blood. Then running up to the emperor, and flinging the gold before him most boldly, they cried out: We have not received gifts, O emperor, but have been condemned to death; not to honour have we been called, but to dishonour have we been sentenced. Grant a favour to your soldiers; sacrifice us to Christ, by Whom alone we are ruled; give back fire for fire; make ashes in place of those ashes. Cut off the hands which we wickedly stretched forth; the feet with which we wickedly ran. Honour others with the gold, who will not repent of having taken it; but for us Christ suffices, Whom we have in place of all things. While they both said these things at the same time, and exhorted the others to recognize the deceit, to sober up from their drunkenness, and to make their defence to Christ through blood; the emperor, being incensed at these things, abstained indeed from slaying them openly, lest he should make martyrs of those who, so far as in them lay, were martyrs, but by delivering them to exile, thus avenged himself, and conferred the greatest benefaction, that they should stand far off from his own defilements and artifices.
PG 35:613Read from the page
ΠΕʹ. Καίπερ δὴ οὕτως ἔχων ὁρμῆς, καὶ πρὸς πολλὰ τῇ κακονοίᾳ χρησάμενος· ὅμως, οὐ γὰρ εἶχε πῆξιν τοῦ ἀνδρὸς ἡ διάνοια, οὐδὲ τῶν οἰκείων λογισμῶν μᾶλλον ἦν ἢ τῆς φορᾶς τοῦ δαίμονος, οὐ διεφύλαξεν εἰς τέλος τὴν γνώμην, οὐδὲ τὸ τῆς πονηρίας ἀπόῤῥητον διεσώσατο· ἀλλ' ὥσπερ τὸ Αἰτναῖον πῦρ λόγος τοῖς πυθμέσι τῆς Αἴτνης ἐγκρύπτεσθαι, κάτωθεν πλημμυροῦν καὶ βίᾳ κρατούμενον, εἴτε τι ἄλλο τοῦτό ἐστιν, εἴτε ἆσθμα κολαζομένου γίγαντος, τέως μὲν φοβερὸν ὑπηχεῖν, καὶ καπνὸν τοῦ κακοῦ μήνυμα τῆς κορυφῆς ἀπερεύγεσθαι· εἰ δέ που πλεονάσαν τύχοι καὶ δυσκάθεκτον γένοιτο, τῶν οἰκείων κόλπων ἀποβρασθὲν, ἄνω φερόμενον καὶ ὑπὲρ τοὺς κρατῆρας χεόμενον, ἔστιν ἃ καὶ τῆς ὑποκειμένης γῆς φθείρειν ἀπίστῳ καὶ φοβερῷ ῥεύματι· οὕτω κἀκεῖνον ἔστιν εὑρεῖν, ἄχρι μέν τινος ἑαυτοῦ κρατοῦντα καὶ τοῦ σοφιστικοῦ δόγματος, ἀπάτῃ τε διατιθέντα κακῶς τὰ ἡμέτερα· εἰ δέ που τὸ ἀκρατὲς τῆς ὀργῆς ὑπερβλύσειε, μηδὲ κρύπτειν δύνασθαι τὸ κακόηθες, ἀλλὰ γυμνῷ χρῆσθαι τῷ διωγμῷ κατὰ τοῦ θείου καὶ εὐσεβοῦς ἡμῶν συντάγματος.
LXXXV. Although indeed he was thus disposed in his impulse, and employed his malice for many ends; nevertheless, since the man's mind had no stability, nor belonged more to his own calculations than to the rush of the demon, he did not preserve his purpose to the end, nor did he keep safe the secret of his wickedness; but just as the story goes that the Aetnean fire is hidden in the depths of Aetna, surging up from beneath and held down by force, whether this is something else, or the panting of a punished giant, for a time indeed rumbling dreadfully from below, and belching forth smoke from the summit as a token of the mischief; but if perchance it should swell in excess and become hard to restrain, boiled up out of its own hollows, borne upwards and pouring over the craters, it destroys some parts even of the underlying land with an incredible and dreadful stream; so too may one find him, up to a certain point mastering himself and his sophistic decree, and by deceit treating our affairs ill; but whenever the incontinence of his wrath boiled over, he was not even able to conceal his malignancy, but made use of naked persecution against our divine and pious body.
ΠϚʹ. Ἵνα γὰρ ἐάσω τὰ κατὰ τῶν ἁγίων οἴκων προστάγματα, δημοσίᾳ τε προτιθέμενα καὶ ἰδίᾳ πληρούμενα, καὶ σύλησιν ἀναθημάτων τε καὶ χρημάτων, οὐ μᾶλλον ἐξ ἀσεβείας ἢ ἀπληστίας, καὶ σκευῶν ἱερῶν ἁρπαγὴν, χερσὶ βεβήλοις ὑβριζομένων, τούς τε ὑπὲρ τούτων ἀγομένους καὶ στρεβλουμένους, ἱερεῖς τε καὶ ἀρχομένους, καὶ τοὺς πλήρεις αἱμάτων κίονας ταῖς τούτων χερσὶ κυκλουμένους, καὶ ζωννυμένους, ξαινομένων ταῖς μάστιξι, τούς τε διαθέοντας τοξότας κατὰ πόλεις καὶ χώρας ὠμοτέρους, καὶ θερμοτέρους τοῦ ταῦτα ἐπιτάττοντος, ὡς ἂν ἀντὶ Περσῶν καὶ Σκυθῶν καὶ τῶν ἄλλων βαρβάρων παραστήσωνται· ἵνα μὴ ταῦτα λέγω, τίς οὐκ οἶδε τὴν Ἀλεξανδρέων ἀπανθρωπίαν; οἳ πρὸς πολλοῖς ἄλλοις, οἷς ἐνεανιεύσαντο καθ' ἡμῶν, ἀμέτρως τῷ καιρῷ χρησάμενοι, δῆμος ὄντες στασιώδης φύσει καὶ μανικὸς, ἔτι καὶ τοῦτο λέγονται προσθεῖναι τοῖς ἀσεβήμασιν, αἵματος διπλοῦ τὸν ἱερὸν οἶκον ἡμῶν ἐμπλῆσαι, ὅσος τε θυσιῶν καὶ ὅσος ἀνθρώπων·
LXXXVI. For to pass over the edicts against the holy houses, both publicly posted and privately executed, and the plundering both of votive offerings and of moneys, proceeding no more from impiety than from greed, and the seizure of sacred vessels, insulted by profane hands, and those led away on behalf of these things and tortured, both priests and laity, and the pillars full of blood encircled and girdled by their hands as they were torn with scourges, and the archers running to and fro through cities and country districts, more savage and more heated than him who commanded these things, as though to subjugate us instead of Persians and Scythians and the other barbarians; not to speak of these things, who does not know the inhumanity of the Alexandrians? who, beside many other outrages which they wantonly committed against us, making immoderate use of the occasion, being a populace seditious by nature and frantic, are said to have added this also to their impieties, to fill our sacred house with twofold blood, both as much as came from sacrifices and as much as came from men;
PG 35:616Read from the page
καὶ ταῦτα ἐργάσασθαι, στρατηγοῦντός τινος ἑνὸς τῶν βασιλικῶν φιλοσόφων, ἐκ τούτων μόνον ὀνομασθέντος; Τίς ἀγνοεῖ τὴν Ἡλιουπολιτῶν συστροφήν; τίς τὴν Γαζαίων ἀπόνοιαν, τῶν ὑπ' ἐκείνου θαυμαζομένων καὶ τιμωμένων, ὅτι καλῶς αὐτοῦ τῆς μεγαλοπρεπείας ᾔσθοντο; τίς τὴν Ἀρεθουσίων μανίαν, τῶν τέως ἀγνοουμένων, ἐξ ἐκείνου δὲ τοῦ καιροῦ καὶ λίαν ἐπιγινωσκομένων; Ποιεῖ γὰρ περιβοήτους οὐ δεξιὰ πρᾶξις μόνον, ἀλλὰ καὶ κακία, νικῶσα πονηρῶν εὐδοκίμησιν.
and perpetrated these things under the command of a certain one of the imperial philosophers, who gained a name from these deeds alone? Who is ignorant of the riotous band of the Heliopolitans? who of the madness of the Gazaeans, who were admired and honoured by him because they perceived his magnificence so well? who of the frenzy of the Arethusians, unknown till then, but from that time exceedingly well known? For not only does a righteous deed make men famous, but wickedness also, when it surpasses the repute of evil men.
ΠΖʹ. Οἱ μὲν γὰρ λέγονται, δεῖ γὰρ ἓν ἐκ πολλῶν εἰπεῖν, φρίκης καὶ τοῖς ἀθέοις ἄξιον, παρθένους ἁγνὰς καὶ ὑπερκοσμίους, ἀψαύστους μικροῦ καὶ ὀφθαλμοῖς ἀῤῥένων, εἰς μέσον προαγαγόντες, καὶ τῆς ἐσθῆτος γυμνώσαντες, ἵνα τῇ θέᾳ πρότερον ἐνυβρίσωσιν, εἶτ' ἀνακείραντες, καὶ διχάσαντες (ὢ πῶς ἐνέγκω σου, Χριστὲ, τὴν τότε μακροθυμίαν!) οἱ μὲν καὶ ἰδίοις ὀδοῦσι κακῶς ἑστιαθῆναι, καὶ τῆς ἑαυτῶν κακοδαιμονίας ἀξίως, ὠμῶν τῶν ἡπάτων ἐμφορηθῆναι, καὶ μετ' ἐκείνην τὴν τροφὴν ἄλλην προσενέγκασθαι, τὴν κοινήν τε καὶ νενομισμένην· οἱ δὲ σπαίρουσιν ἔτι τοῖς σπλάγχνοις συώδη τροφὴν ἐπισπείραντες, καὶ συῶν ἐπαφέντες τοὺς θερμοτέρους, οἷον ἀγαγεῖν ἐκεῖνο τὸ θέατρον σάρκας ἰδεῖν κριθαῖς συνεσθιομένας, καὶ σπαραττομένας, τροφὴν ἀνάμικτον, καὶ τότε πρῶτον ὀφθεῖσαν καὶ ἀκουσθεῖσαν· ἣν θρέψαι μόνον τοὺς ἑαυτοῦ δαίμονας, ὁ τούτων δημιουργὸς ἄξιος ἦν· ὡς μὲν οὖν καὶ καλῶς ἔθρεψεν ἐκ τοῦ αἵματος ἐκείνου καὶ τῆς πληγῆς, ἣν κατὰ τῶν σπλάγχνων ἐδέξατο· κἂν ἀναισθήτως ἔχωσι πρὸς τὰ τοιαῦτα οἱ δείλαιοι, καὶ μηδὲ τὸ φρονεῖν ἐκ τῆς δυσσεβείας ἔχοντες.
LXXXVII. For they are said, since one must tell one thing out of many, worthy of horror even to the godless, after bringing forth into the midst pure and unworldly virgins, almost untouched even by the eyes of men, and stripping them of their garments, that they might first insult them by the spectacle, and then ripping them open and cleaving them in two (O how shall I bear Thy long-suffering at that time, O Christ!), some of them even feasted wickedly with their own teeth, and worthily of their own evil-starred madness took their fill of the raw livers, and after that food partook of another, the common and customary one; while others scattered swine's fodder upon the entrails while they were still quivering, and let loose upon them the fiercer of the swine, so as to stage such a spectacle as that, to see flesh eaten up together with barley and torn to pieces, a mixed food, both seen and heard of then for the first time; wherewith he who was the artificer of these things was worthy to feed only his own demons; as indeed he nobly fed them from that blood and from the wound which he received in his own vitals; even though the wretches are insensible to such things, through their impiety not even possessing understanding.
ΠΗʹ. Τὸ δέ γε Μάρκου τοῦ θαυμασίου καὶ
LXXXVIII. And as for that of the admirable Marcus and
PG 35:617Read from the page
Ἀρεθουσίων, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν, καὶ μὴ φθάνειν τῇ διηγήσει τὸν μνημονεύοντα; Οὗτος ἐπὶ Κωνσταντίου τοῦ πάνυ, κατὰ τὴν τότε δεδομένην ἐξουσίαν Χριστιανοῖς, δαιμόνων τι καθελὼν οἰκητήριον, καὶ πολλοὺς Χριστιανῶν ἀπὸ τῆς Ἑλληνικῆς πλάνης μεταστήσας εἰς σωτηρίαν οὐχ ἧττον διὰ τὴν τοῦ βίου λαμπρότητα ἢ τὴν τοῦ λόγου δύναμιν, ἦν μὲν ἐκ πλείονος ἐν ὀργῇ τοῖς Ἀρεθουσίοις, μᾶλλον δὲ Ἀρεθουσίων τοῖς φιλοδαίμοσιν. Ἐπεὶ δὲ τὰ πράγματα ἐκινήθη Χριστιανοῖς, καὶ τὰ τῶν Ἑλλήνων φλεγμαίνειν ἤρξατο, τὴν τοῦ καιροῦ δυναστείαν οὐκ ἔφυγε. Φιλοῦσι γὰρ οἱ δῆμοι, κἂν πρὸς τὸ παρὸν κατάσχωσι τὰς ὀργὰς, ὥσπερ πῦρ ἐμφωλεῦον ὕλαις, ἢ ῥεῦμα βίᾳ κρατούμενον, εἰ καιροῦ λάβοιντο, ἀνάπτεσθαί τε καὶ ἀναῤῥήγνυσθαι. Ὁρῶν οὖν τὴν τοῦ δήμου κίνησιν ἐπ' αὐτὸν, οὐδὲν μέτριον ἢ ἐννοούντων, ἢ ἀπειλούντων, τὰ μὲν πρῶτα δρασμὸν βουλεύεται, οὐ δι' ἀνανδρίαν μᾶλλον ἢ τὴν φεύγειν ἐκ πόλεως εἰς πόλιν κελεύουσαν ἐντολὴν, καὶ ὑποχωρεῖν τοῖς διώκταις· χρῆναι γὰρ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον Χριστιανοὺς ὄντας, μηδὲ εἰ λίαν εἶεν ἀνδρειότατοί τε καὶ καρτερικώτατοι, ἀλλὰ καὶ τῶν διωκόντων φείδεσθαι, ὡς, τό γε εἰς αὐτοὺς ἧκον μέρος, μὴ τῷ κινδύνῳ τι συνεισφέρειν τῶν πολεμίων. Ἐπεὶ δὲ ᾔσθετο πολλῶν μὲν δι' αὐτὸν ἑλκομένων καὶ ἀγομένων, πολλῶν δὲ τῶν περὶ ψυχῆς τρεχόντων διὰ τὴν τῶν διωκόντων ὠμότητα, οὐκ ἠνέσχετο τῷ καθ' ἑαυτὸν ἀσφαλεῖ τοὺς ἄλλους περιορᾷν κινδυνεύοντας· καὶ διὰ τοῦτο βουλεύεται βουλὴν ἀρίστην τε καὶ φιλοσοφωτάτην· ἐκ τῆς φυγῆς ἐπάνεισι, καὶ τῷ δήμῳ φέρων ἑαυτὸν ἐκδίδωσι χρῆσθαι ὅτι βούλοιντο, καὶ πρὸς τὴν τοῦ καιροῦ παρατάσσεται δυσκολίαν. Ἐνταῦθα τί μὲν ἀπῆν τῶν δεινῶν; τί δὲ οὐκ ἐπενοεῖτο βαρύτερον; ἄλλων ἄλλο τι συνεισφερόντων πρὸς ἑνὸς κακοῦ συμφωνίαν, οὐδὲ τὸ φιλόσοφον τοῦ ἀνδρὸς αἰδουμένων, εἰ μή τι ἄλλο, τῶν ἐγκειμένων· διὰ τοῦτο μὲν οὖν καὶ πλέον ἀγανακτούντων, ὅτι περιφρόνησιν αὐτῶν μᾶλλον ἢ ἀνδρείαν πρὸς τοὺς κινδύνους τὴν τοῦ ἀνδρὸς παρουσίαν ἐνόμιζον.
of the Arethusians, who is so far outside our inhabited world as to be ignorant of it, and not to anticipate with the story him who makes mention of it? This man, under the great Constantius, in accordance with the authority then granted to Christians, having pulled down a certain habitation of demons, and having turned many of the Christians from Hellenic error unto salvation no less through the splendour of his life than through the power of his speech, had long been an object of wrath to the Arethusians, or rather to the demon-lovers among the Arethusians. And when affairs were disturbed for the Christians, and the cause of the Hellenes began to swell with inflammation, he did not escape the domination of the time. For populaces are wont, even if for the present they restrain their angry passions, like fire lurking in brushwood, or a stream held back by force, if they lay hold of an opportunity, both to blaze up and to burst forth. Seeing therefore the movement of the populace against him, as they neither purposed nor threatened anything moderate, at first indeed he plans flight, not more through cowardice than because of the commandment bidding us flee from city to city and give way to persecutors; for it behoves men who are Christians not to look to their own interests alone, not even if they be exceedingly brave and most steadfast, but to spare their persecutors also, so as not, so far at least as lies in their part, to contribute aught to the peril of their enemies. But when he perceived that many were being dragged and led away on his account, and that many were running in jeopardy of their lives because of the savagery of the persecutors, he could not endure by his own safety to overlook others being in peril; and on this account he resolves upon a counsel most noble and most philosophical: he returns from flight, and coming forward surrenders himself to the populace to treat as they might wish, and arrays himself against the difficulty of the season. Thereupon what dreadful thing was absent? and what more grievous thing was not devised? while those who pressed upon him contributed some one thing, some another, towards the harmony of a single evil, not even respecting, if nothing else, the philosophical character of the man; nay, on this account being even the more incensed, because they accounted the man's presence to be contempt of themselves rather than courage in the face of dangers.