PG 35:453Read from the pageτὸν αὐτὸν κατὰ τὴν ἐν πᾶσιν ὀρθότητα· καὶ ὅτι μάλιστα παντοδαπὸν καὶ ποικίλον κατὰ τὴν πρὸς ἕκαστον οἰκείωσιν, καὶ τὸ τῆς ὁμιλίας πρὸς πάντας ἐπιτήδειόν τε καὶ πρόσφορον.
Himself as regards uprightness in all things, and as manifold and varied as possible as regards adaptation towards each, and the suitability and fitness of his address towards all.
ΜΕʹ. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμάτων, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπαγεῖς, ὡς ἂν εἴποι τις, τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ φέροντες· ἣν εἰ προσάγοι τις παρὰ δύναμιν, τάχα ἂν καταπιεσθέντες καὶ βαρηθέντες, οὐκ ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης τὸ ἐπεισελθὸν ἑλκῦσαι καὶ οἰκειώσασθαι, ζημιωθεῖεν ἂν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν· οἱ δὲ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας χρήζοντες καὶ τροφῆς τῆς ὑψηλοτέρας καὶ στερροτέρας, τῷ πρὸς διάκρισιν ἀληθοῦς τε καὶ ψευδοῦς ἱκανῶς γεγυμνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέφοιντο λαχάνοις, ἀσθενῶν βρώματι, δυσχεραίνοιεν ἄν· καὶ μάλα εἰκότως, οὐ δυναμούμενοι κατὰ Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν ἐργάζεται λόγος τελειῶν εἰς ἄνδρα, καὶ εἰς μέτρον ἡλικίας ἄγων πνευματικῆς, τὸν καλῶς τρεφόμενον.
XLV. For some need to be nourished with milk, the simpler and more elementary of the teachings, as many as are babes in habit and newly formed, as one might say, not bearing the manly food of the word; which if someone should apply beyond their strength, perhaps being oppressed and weighed down, since their mind does not suffice, just as there the matter does not suffice to draw in and assimilate what has entered, they might suffer loss even as to their former strength; whereas those who have need of the wisdom spoken among the perfect and of the loftier and more solid food, through having their senses sufficiently exercised for the discerning of both true and false, if they were given milk to drink and nourished with herbs, the food of the weak, would be displeased; and very reasonably so, not being strengthened according to Christ, nor growing with the praiseworthy growth which the word works, perfecting into a man, and leading unto the measure of spiritual stature, him who is well nourished.
Μϛʹ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύειν δυνάμενοι τὸν λόγον τῆς ἀληθείας, καὶ ἀναμιγνύναι τὸν οἶνον ὕδατι· τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου λόγον τῷ πολλῷ καὶ εὐώνῳ καὶ χαμαὶ συρομένῳ καὶ ἐξιτήλῳ καὶ εἰκῆ ῥέοντι, ὥστε αὐτοί τι παρακερδαίνειν ἐκ τῆς καπηλείας, ἄλλό τε ἄλλως ὁμιλοῦντες τοῖς πλησιάζουσι καὶ πᾶσι πρὸς χάριν· ἐγγαστρίμυθοί τινες ὄντες καὶ κενολόγοι, τὰς ἑαυτῶν ἡδονὰς θεραπεύοντες λόγοις ἐκ γῆς φωνουμένοις καὶ δυομέ-
XLVI. And for these things who is sufficient? For we are not as the many, able to huckster the word of truth, and to mix the wine with water: the word that gladdens the heart of man with that which is common and cheap and dragged upon the ground and faded and flowing at random, so as ourselves to make some base gain out of the huckstering, conversing in one way or another with those who approach and in everything for favour; being certain ventriloquists and vain talkers, serving their own pleasures with words sounded forth out of the earth and sink-
PG 35:456Read from the pageνοις εἰς γῆν· ὡς ἂν μάλιστα εὐδοκιμοῖμεν παρὰ τοῖς πολλοῖς, ὅτι μάλιστα ζημιοῦντες αὐτοὺς, ἢ ἀπολλύντες, καὶ αἷμα ἀθῶον ἁπλουστέρων ψυχῶν ἐκχέοντες ἐκ τῶν χειρῶν ἡμῶν ἐκζητηθησόμενον.
ing into the earth; that we might be held in the highest repute among the many, while injuring them the most, or destroying them, and shedding innocent blood of simpler souls that shall be required from our hands.
ΜΖʹ. Ἀλλ' εἰδότες ἑτέροις βέλτιον εἶναι τὰς ἑαυτῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ἡνιόχους εἶναι ἀνεπιστήμονας, καὶ ἀκοὴν ὑποτιθέναι μᾶλλον εὐγνώμονα, ἢ γλῶσσαν κινεῖν ἀπαίδευτον· ταῦτα διαλεχθέντες ἡμῖν αὐτοῖς, καὶ ἴσως οὐ φαύλοις συμβούλοις, εἰ δὲ μή γε, ἀλλ' οὖν εὔνοις, καὶ τὰ ῥητέα καὶ τὰ πρακτέα μαθεῖν οὐκ εἰδότες, μᾶλλον ἢ διδάσκειν ἀγνοοῦντες, ἐδοκιμάσαμεν. Ἀγαπητὸν γὰρ ὅτῳ κἂν εἰς βαθὺ γῆρας λόγος ἀφίκοιτο πολιὸς, καὶ ὠφελῆσαι νέαν ἐν εὐσεβείᾳ ψυχὴν δυνάμενος. Ὡς τό γε παιδεύειν ἄλλους ἐπιχειρεῖν, πρὶν αὐτοὺς ἱκανῶς παιδευθῆναι, καὶ ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν, τὸ δὴ λεγόμενον, ἐν ταῖς τῶν ἄλλων ψυχαῖς ἐκμελετᾷν τὴν εὐσέβειαν, λίαν εἶναί μοι φαίνεται ἀνοήτων ἢ τολμηρῶν· ἀσυνέτων μὲν, εἰ μηδὲ αἰσθάνοιντο τῆς ἑαυτῶν ἀμαθείας· θρασέων δὲ, εἰ καὶ συνιέντες, κατατολμῶσι τοῦ πράγματος
XLVII. But knowing that it is better to yield our own reins to others more skilled in the art than to be unskilful charioteers of others, and rather to submit a well-disposed hearing than to move an untaught tongue: having conversed on these things with ourselves, and perhaps no bad counsellors, or if not that, at least well-disposed ones, we approved of learning both the things to be spoken and the things to be done when we do not know them, rather than teaching when we are ignorant. For it is a thing to be desired if even unto deep old age a hoary word should come to someone, able also to benefit a soul young in godliness. Since to attempt to instruct others before being sufficiently instructed oneself, and to learn pottery on a wine-jar, as the saying goes, practising godliness upon the souls of others, seems to me to belong exceedingly to foolish or audacious men: to the senseless, on the one hand, if they do not even perceive their own ignorance; and to the rash, on the other, if even while understanding it they venture boldly upon the matter
ΜΗʹ. Ἑβραίων μὲν οὖν οἱ σοφώτεροι λέγουσιν, ὡς ἄρα ἦν τις πάλαι νόμος Ἑβραίοις, ἐν τοῖς μάλιστα εὖ ἔχων καὶ ἐπαινούμενος, μὴ πᾶσαν ἡλικίαν πάσῃ Γραφῇ ἐνδίδοσθαι· μηδὲ γὰρ εἶναι τοῦτο λυσιτελέστερον, ὅτι μηδὲ πᾶσαν εὐθέως εἶναι παντὶ ληπτὴν, καὶ τὰ μέγιστα ἂν τοὺς πολλοὺς κακῶσαι τῷ φαινομένῳ, τὴν βαθυτέραν· ἀλλὰ τὰς μεν ἀπ' ἀρχῆς ἀνεῖσθαι πᾶσι καὶ εἶναι κοινὰς, ὧν καὶ τὸ σωματικὸν οὐκ ἀδόκιμον· τὰς δὲ μὴ ἄλλοις
XLVIII. Now the wiser of the Hebrews say that there was of old a certain law among the Hebrews, holding good and praised among the best, that not every age should be given over to every Scripture; for neither was this more profitable, because neither is every one immediately comprehensible to all, and the deeper sort would by its outward appearance do the greatest harm to the many; but that some from the beginning are open to all and are common, of which even the bodily sense is not unapproved, whereas others are not to others
Notes, col. 456
PG 35:457Read from the pageἢ τοῖς ὑπὲρ εἰκοστὸν καὶ πέμπτον γεγονόσιν ἔτος πιστεύεσθαι, ὅσαι δι' εὐτελοῦς τοῦ ἐνδύματος τὸ μυστικὸν κάλλος περικαλύπτουσιν, ἆθλον φιλοπονίας καὶ λαμπροῦ βίου, μόνοις τοῖς κεκαθαρμένοις τὸν νοῦν ὑπαστράπτον καὶ φανταζόμενον, ὡς μόνης δυναμένης τῆς ἡλικίας ταύτης ὑπὲρ τὸ σῶμα γενέσθαι, καὶ ἀναβῆναι καλῶς ἐπὶ τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος.
than those who have passed their twenty-fifth year to be entrusted, as many as through a humble garment veil their mystical beauty, a prize of industrious toil and of a shining life, flashing faintly upon and appearing only to those who have been purified in mind, since this age alone is able to rise above the body, and to ascend nobly unto the spirit from the letter.
ΜΘʹ. Ἡμῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς· οὐδὲ τισὶ μὲν ἐκεῖνο, τισὶ δὲ τοῦτο ἐπιτρεπτέον· οὐδέ τις κανὼν τῶν ἕξεων· ἀλλ' οὕτω τὸ πρᾶγμα ἔῤῥιπται καὶ συγκέχυται, καὶ οὕτω κακῶς διακείμεθα, ὥστε οἱ πλείους ἡμῶν, ἵνα μὴ λέγω πάντες, πρὶν ἀποθέσθαι σχεδὸν τὴν πρώτην τρίχα καὶ τὸ τὰ παιδικὰ ψελλίζεσθαι, πρὶν παρελθεῖν εἰς τὰς θείας αὐλὰς, πρὶν τῶν ἱερῶν βίβλων γνῶναι κἂν τὰ ὀνόματα, πρὶν Καινῆς καὶ Παλαιᾶς χαρακτῆρα γνωρίσαι καὶ τοὺς προστάτας· οὔπω γὰρ λέγω πρὶν ἢ τὸν βόρβορον ἀποπλύνασθαι, καὶ τὰ τῆς ψυχῆς αἴσχη ὅσα ἡ κακία ἡμῖν προσεμάξατο, ἂν δύο ἢ τρία ῥήματα τῶν εὐσεβῶν ἐξασκήσωμεν, καὶ ταῦτα ἐξ ἀκοῆς, οὐκ ἐντεύξεως, ἢ τῷ Δαβὶδ βραχέα καθομιλήσωμεν, ἢ τὸ τριβώνιον εὖ περιστειλώμεθα, ἢ μέχρι τῆς ζώνης φιλοσοφήσωμεν, εὐσεβείας τι πλάσμα καὶ ὄψιν ἡμῖν αὐτοῖς περιχρώσαντες· βαβαὶ τῆς προεδρίας καὶ τοῦ φρονήματος! Ἱερὸς καὶ ἐκ σπαργάνων ὁ Σαμουήλ· εὐθύς ἐσμεν σοφοὶ καὶ διδάσκαλοι, καὶ ὑψηλοὶ τὰ θεῖα, καὶ γραμματέων τὰ πρῶτα καὶ νομικῶν, καὶ χειροτονοῦμεν ἡμᾶς αὐτοὺς οὐρανίους, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ζητοῦμεν, καὶ οὐδαμοῦ τὸ γράμμα, καὶ πάντα δεῖ νοηθῆναι πνευματικῶς, καὶ λῆρος πλατὺς τὰ
XLIX. But for us there is no boundary between teaching and being taught, just as the stones of old were for the tribes beyond the Jordan and those within the Jordan; nor is the one to be permitted to some, and the other to others; nor is there any rule of habits; but the matter has been so cast aside and confounded, and we are so badly disposed, that the greater part of us, not to say all, almost before laying aside our first hair and our childish lisping, before passing into the divine courts, before knowing even the names of the sacred books, before recognizing the character and the presidents of the New and the Old—for I do not yet say before washing away the mire and all the disgraces of the soul that wickedness has wiped off upon us—if we have practised two or three phrases of the godly, and those from hearsay, not from reading, or have conversed briefly with David, or have wrapped our philosopher's cloak neatly around us, or have played the philosopher as far as the girdle, painting around ourselves some fiction and outward show of godliness—oh, the presidency and the pride! Samuel is holy even from his swaddling clothes; straightway we are wise and teachers, and lofty in divine things, and the first of scribes and lawyers, and we ordain ourselves heavenly ones, and seek to be called Rabbi by men, and nowhere is the letter, and all things must be understood spiritually, and broad nonsense is the
PG 35:460Read from the pageὀνείρατα· καὶ ἀγανακτοίημεν ἂν, εἰ μὴ σφόδρα ἐπαινοίμεθα. Τοῦτο ἡμῶν οἱ χρηστότεροι καὶ ἁπλούστεροι· τί δὲ οἱ πνευματικοὶ μᾶλλον καὶ γενναιότεροι; Πολλὰ κατακρίναντες ἡμᾶς, ἂν οὕτω δόξῃ, καὶ βασανίσαντες, καὶ οὐδαμοῦ θέντες, ἀπῆλθον, καὶ τὴν κοινωνίαν ὡς οὐκ εὐσεβῶν διαπτύσαντες.
dreams; and we would be indignant if we were not exceedingly praised. This is what the kinder and simpler among us do; but what of those who are more spiritual and more noble? Having condemned us much, if it so seem good to them, and having put us to the torture, and set us at naught, they have departed, even spitting upon our communion as that of ungodly men.
Νʹ. Ἂν δέ τινι αὐτῶν λέγωμεν οὑτωσὶ πράως καὶ λογικῶς προβιβάζοντες· Εἰπέ μοι, ὦ θαυμάσιε, καλεῖς τι τὸ ὀρχεῖσθαι, τό τε αὐλεῖν; Πάνυ γε εἴποιεν ἄν. Τί δαὶ σοφίαν τε καὶ σοφὸν εἶναι, τοῦθ' ὃ δὴ θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην τιθέμεθα; Καὶ τοῦτο δώσουσι. Πότερον δὲ κρεῖττον εἶναι καὶ ὑψηλότερον, ταῦτα σοφίας, ἢ τούτων μακρῷ τὴν σοφίαν; Καὶ πάντων εὖ οἶδ' ὅτι φήσουσι· καὶ μέχρι τούτων εἰσὶν εὐγνώμονες. Ἆρ' οὖν ὀρχήσεως μὲν καὶ αὐλήσεώς ἐστι διδασκαλία καὶ μάθησις, καὶ χρόνου πρὸς τοῦτο δεῖ, καὶ ἱδρώτων συχνῶν καὶ πόνων, καὶ μισθοὺς καταβαλεῖν ἔστιν ὅτε, καὶ προσαγωγῶν δεηθῆναι, καὶ ἀποδημῆσαι μακρότερα, καὶ τἆλλα τὰ μὲν ποιῆσαι πάντα, τὰ δὲ παθεῖν, οἷς ἐμπειρία συλλέγεται· τὴν δὲ σοφίαν, ἣ πᾶσιν ἐπιστατεῖ, καὶ πάντα ἐν ἑαυτῇ τὰ καλὰ συλλαβοῦσα ἔχει, ὡς καὶ τὸν Θεὸν αὐτὸν τοῦτο μᾶλλον ἤ τι ἄλλο χαίρειν ἀκούοντα, ἐπειδὴ καλεῖται πολλοῖς ὀνόμασιν, οὕτω κοῦφόν τι καὶ πεπατημένον πρᾶγμα ὑποληψόμεθα, ὥστε θελῆσαι δεῖν μόνον καὶ εἶναι σοφόν; Πολλῆς τοῦτο τῆς ἀμαθείας. Ἂν ταῦτα λέγωμεν αὐτοῖς, καὶ κατὰ μικρὸν τὴν πλάνην ἀνακαθαίρωμεν, ἤ τις ἄλλος τῶν εὐμαθεστέρων καὶ συνετωτέρων, τοῦτο ἐκεῖνο κατὰ πετρῶν σπείρειν, καὶ λαλεῖν εἰς ὦτα μὴ ἀκουόντων. Οὕτως οὐδ' αὐτὸ τοῦτό εἰσι σοφοὶ, τὴν ἑαυτῶν γινώσκειν ἀπαιδευσίαν. Καί μοι δοκεῖ καλῶς ἔχειν τὸ τοῦ Σολομῶντος περὶ αὐτῶν εἰπεῖν· Ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ' ἑαυτῷ σοφὸν εἶναι· καὶ ὃ τούτου πονηρότερον, παιδεύειν ἄλλους πεπιστευμένον τὸν μηδὲ τῆς οἰκείας ἀμαθείας ἐπαισθανόμενον.
L. And if to any one of them we speak thus gently, and leading them on rationally: Tell me, O wondrous man, do you call dancing something, and playing the flute? Assuredly they would say so. What then of wisdom, and being wise, this very thing which we define as the knowledge of both divine and human things? This too they will grant. And which of the two is better and loftier: these things than wisdom, or wisdom by far than these? And of all things I know well that they will say so; and up to this point they are reasonable. Is there then for dancing and flute-playing both teaching and learning, and is time needed for this, and frequent sweats and toils, and sometimes to pay fees, and to have need of introductions, and to travel abroad on longer journeys, and as for the rest, to do all things on the one hand, and suffer them on the other, whereby experience is gathered; while wisdom, which presides over all things, and holds all noble things comprehended in itself, so that even God Himself rejoices to be called this rather than anything else, since He is called by many names, shall we suppose to be so light and trite a thing that one need only wish it and be wise? This belongs to great ignorance. If we say these things to them, and little by little purge away their error, or someone else of the better instructed and more intelligent does so, this is that sowing upon rocks, and speaking into the ears of those who do not hear. Thus they are not even wise enough for this very thing, to know their own want of instruction. And to me it seems fitting to speak Solomon's word concerning them: There is an evil which I have seen under the sun, a man thinking himself to be wise; and what is more evil than this, one entrusted to instruct others who does not even perceive his own ignorance.
PG 35:461Read from the pageΝΑʹ. Τοῦτο δακρύων μὲν καὶ στεναγμῶν, εἴπερ τι ἄλλο, τὸ πάθος ἄξιον· ὃ καὶ πολλάκις ἐγὼ κατηλέησα, εὖ εἰδὼς, ὅτι τὸ οἴεσθαι τοῦ εἶναι τὸ πλεῖστον ἀφαιρεῖται, καὶ μέγα τοῖς ἀνθρώποις ἡ κενοδοξία πρὸς ἀρετὴν ἐμπόδιον· ἰάσασθαι δὲ καὶ στῆσαι τὴν νόσον Πέτρου ἂν εἴη τινὸς ἢ Παύλου, τῶν μεγάλων Χριστοῦ μαθητῶν, καὶ μετὰ τῆς ἐν λόγῳ καὶ ἔργῳ κυβερνήσεως εἰληφότων τὸ χάρισμα, καὶ πᾶσι πάντα γινομένων, ἵνα τοὺς πάντας κερδήσωσιν· ἡμῖν δὲ τοῖς ἄλλοις μέγα, κἂν εἰ καλῶς κυβερνοίμεθα καὶ ἀγοίμεθα πρὸς τῶν ἐπανορθοῦν τὰ τοιαῦτα καὶ διευθύνειν πεπιστευμένων.
LI. This passion is worthy of tears and groanings, if anything else is; which I myself have also often pitied, knowing well that fancying oneself to be takes away the greatest part of being, and vainglory is a great hindrance to virtue for men; whereas to heal and stay the disease would belong to some Peter or Paul, the great disciples of Christ, who together with guidance in word and deed have received the gift, and become all things to all men, that they may gain all; while for us others it is a great thing even if we be well guided and led by those who have been entrusted to correct and direct such things.
ΝΒʹ. Ἀλλ' ἐπειδή γε Παύλου καὶ τῶν κατ' ἐκεῖνον ἐμνήσθημεν, ἀφέντες, εἰ δοκεῖ, τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ νομοθεσίαν, ἢ προφητείαν, ἢ στρατηγίαν, ἤ τινα τοιαύτην ἄλλην οἰκονομίαν τοῦ λαοῦ προεβλήθησαν, οἷον τὸν Μωσῆν, τὸν Ἀαρὼν ἐκεῖνον, τὸν Ἰησοῦν, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τοὺς κριτὰς, τὸν Σαμουὴλ, τὸν Δαβὶδ, τῶν προφητῶν τὸ πλῆθος, τὸν Ἰωάννην, τοὺς δώδεκα μαθητὰς τοὺς ἐπ' ἐκείνοις ὕστερον, οἳ πολλοῖς ἱδρῶσι καὶ πόνοις διεξῆλθον τὴν προστασίαν κατὰ τοὺς ἑαυτῶν χρόνους ἕκαστοι· τούτους ὑπερβάντες ἅπαντας, Παῦλον προστησώμεθα μόνον τοῦ λόγου συνίστορα, κἀν τούτῳ θεωρήσωμεν, ὅσον ἐστὶ καὶ ψυχῶν ἐπιμέλεια, καὶ εἰ βραχείας τῆς πραγματείας, ἢ μικρᾶς τῆς συνέσεως. Ὡς ἂν δὲ ῥᾷστα τοῦτο γνοίημεν καὶ κατίδοιμεν, τί Παῦλος αὐτὸς περὶ Παύλου φησὶ, ἀκούσωμεν.
LII. But since we have made mention of Paul and those of his kind, leaving aside, if it seem good, all the others, as many as were put forward for the people in lawgiving, or prophecy, or generalship, or some other such dispensation, such as Moses, that famous Aaron, Joshua, Elijah, Elisha, the judges, Samuel, David, the multitude of the prophets, John, the twelve disciples who came after those, who with many sweats and toils went through their presidency each in their own times—passing over all these, let us set forward Paul alone as witness of our discourse, and in him let us contemplate how great a thing the care of souls is, and whether it belongs to a brief undertaking or a small understanding. And that we may most easily know and perceive this, let us hear what Paul himself says concerning Paul.
ΝΓʹ. Ἐῶ λέγειν τοὺς πόνους, τὰς ἀγρυπνίας, τοὺς φόβους, τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, τὰς ἐν ψύχει καὶ ἐν γυμνότητι, τοὺς ἔξωθεν ἐπιβουλεύοντας, τοὺς ἔνδοθεν ἀντιπράττοντας. Ἀφίημι τοὺς διωγμοὺς, τὰ συνέδρια, τὰ δεσμωτήρια, τὰ δεσμὰ, τοὺς κατηγόρους, τὰ δικαστήρια, τοὺς καθ' ἡμέραν καὶ ὥραν θανάτους, τὴν σαργάνην, τοὺς λιθασμοὺς, τοὺς ῥαβδισμοὺς, τὴν περίοδον, τοὺς κατὰ γῆν κινδύνους, τοὺς κατὰ θάλασσαν, τὸν βυθὸν, τὰ ναυάγια, κινδύνους ποταμῶν, κινδύνους λῃστῶν, κινδύνους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις, τὸν ἐκ χειρῶν βίον, τὸ ἀδάπανον Εὐαγγέλιον, ὡς θέατρον ἦν καὶ ἀγγέλοις καὶ ἀνθρώποις, μέσος Θεοῦ καὶ ἀνθρώπων ἱστάμενος· ὑπὲρ μὲν τῶν ἀγωνιζόμενος, τῷ δὲ προσάγων καὶ οἰκειῶν
LIII. I forbear to speak of the toils, the sleeplessnesses, the fears, the hardships in hunger and thirst, those in cold and in nakedness, those plotting from without, those opposing from within. I pass over the persecutions, the councils, the prisons, the bonds, the accusers, the law-courts, the deaths day by day and hour by hour, the basket, the stonings, the beatings with rods, the circuit, the perils by land, those by sea, the deep, the shipwrecks, perils of rivers, perils of robbers, perils from his own race, perils among false brethren, the living by his own hands, the Gospel without charge, how he was a spectacle both to angels and to men, standing in the midst between God and men, contending on behalf of the ones, and bringing and reconciling to the Other
PG 35:464Read from the pageλαὸν περιούσιον, χωρὶς τῶν παρεκτός. Τούτων τίς ἂν ἀξίως διέλθοι τὴν καθ' ἡμέραν ἐπιστασίαν, τὴν τῶν καθ' ἕκαστον κηδεμονίαν, τὴν μέριμναν πασῶν τῶν Ἐκκλησιῶν, τὸ πρὸς πάντας συμπαθὲς καὶ φιλάδελφον; Προσέκοπτέ τις, καὶ Παῦλος ἠσθένει· καὶ ἄλλος ἐσκανδαλίζετο, καὶ Παῦλος ἦν ὁ φλεγόμενος.
a peculiar people, beside those things that are without. Of these things who could worthily recount the daily pressure, the care for each individual, the anxiety for all the Churches, the sympathy and brotherly love towards all? Someone stumbled, and Paul was weak; and another was made to offend, and Paul was he who burned.
ΝΔ. Τὸ δὲ τῆς διδασκαλίας φιλόπονον; τὸ δὲ ποικίλον τῆς θεραπείας; ἡ φιλανθρωπία δέ; τὸ δὲ αὐστηρὸν πάλιν; ἡ δὲ ἐξ ἀμφοτέρων μίξις καὶ κρᾶσις; ὡς μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τραχύνειν τῇ χαλεπότητι. Νομοθετεῖ δούλοις καὶ δεσπόταις, ἄρχουσι καὶ ἀρχομένοις, ἀνδράσι καὶ γυναιξὶ, γονεῦσι καὶ τέκνοις, γάμῳ καὶ ἀγαμίᾳ, ἐγκρατείᾳ καὶ τρυφῇ, σοφίᾳ καὶ ἀμαθείᾳ, περιτομῇ καὶ ἀκροβυστίᾳ, Χριστῷ καὶ κόσμῳ, σαρκὶ καὶ πνεύματι. Ὑπὲρ μὲν τῶν εὐχαριστεῖ, τῶν δὲ καθάπτεται. Τοὺς μὲν χαρὰν καὶ στέφανον ὀνομάζει, τοῖς δὲ ἄνοιαν ἐγκαλεῖ· τοῖς μὲν συνοδεύει καὶ συμπροθυμεῖται ὀρθοτομοῦσι, τοὺς δὲ ἀνακόπτει κακῶς ὁδεύοντας. Νῦν ἀφορίζει, νῦν ἀγάπην κυροῖ· νῦν θρηνεῖ· νῦν εὐφραίνεται· νῦν γάλα ποτίζει, νῦν μυστηρίων ἅπτεται· νῦν συγκατέρχεται, νῦν ἑαυτῷ συνυψοῖ· νῦν ῥάβδον ἀπειλεῖ, νῦν προτείνεται, πνεῦμα πραότητος· νῦν ἐπαίρεται τοῖς ὑψηλοῖς, νῦν ταπεινοῦται τοῖς ταπεινοῖς· ἄρτι τῶν ἀποστόλων ἐστὶν ἐλάχιστος, ἄρτι δοκιμὴν ὑπισχνεῖται τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· ἄρτι τὴν ἐκδημίαν ποθεῖ καὶ σπένδεται· ἄρτι παραμεῖναι τῇ σαρκὶ δι' αὐτοὺς ἀναγκαιότερον δοκιμάζει· οὐ γὰρ ζητεῖ τὸ ἑαυτοῦ, ζητεῖ δὲ τὸ τῶν τέκνων, οὓς ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν. Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, πανταχοῦ τὸ καθ' ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον.
LIV. And what of the industriousness of his teaching? And the variety of his healing? And his loving-kindness? And his austerity again? And the mingling and blending of both, so as neither to soften by kindness, nor to roughen by severity? He legislates for slaves and masters, rulers and ruled, husbands and wives, parents and children, marriage and celibacy, continence and luxury, wisdom and ignorance, circumcision and uncircumcision, Christ and the world, flesh and spirit. On behalf of some he gives thanks, and others he reproves. Some he names his joy and crown, and others he charges with folly; with some who rightly divide the word he journeys together and shares their zeal, and others who walk badly he checks. Now he excommunicates, now he confirms love; now he mourns, now he rejoices; now he gives milk to drink, now he handles mysteries; now he condescends, now he exalts along with himself; now he threatens a rod, now he holds forth a spirit of meekness; now he is lifted up with the lofty, now he is humbled with the humble; just now he is the least of the apostles, just now he promises a proof of Christ speaking in him; just now he longs for departure and is poured out as a drink-offering; just now to abide in the flesh is what he judges more necessary on their account; for he seeks not his own, but seeks that of his children, whom he begat in Christ through the Gospel. This is the standard of all spiritual presidency, everywhere to overlook one's own interest with a view to the profit of others.