Migne Reading Room

PG 35 · cols. 1232–1241 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1232Read from the page
ἐπειδὴ τὰς ἀκαιρίας τηροῦσι, τὸ φανερῶς ἰσχύειν οὐκ ἔχοντες. Δέδοικα δὲ τοὺς ληστὰς καὶ κλέπτας, μὴ διὰ τῆς αὐλῆς ὑπερβάντες, ἢ ἀναιδείᾳ συλήσωσιν, ἢ δι' ἀπάτης κλέψωσιν, ὥστε θῦσαι, καὶ ἀποκτεῖναι, καὶ ἀπολέσαι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες, ὥς τις ἔφη τῶν προφητῶν. Δέδοικα δὲ τὴν παράθυρον, μή τις ἄκλειστον εὑρὼν τῶν χθὲς ἡμετέρων καὶ πρώην, εἶτα ὡς ἴδιος εἰσελθὼν, ἐπιβουλεύσῃ ὡς ἀλλότριος. Πολλαὶ γὰρ καὶ ποικίλαι τοῦ τὰ τοιαῦτα ἐνεργοῦντος αἱ μεθοδεῖαι· καὶ οὐδεὶς οὕτως ἀρχιτέκτων οὐδενὸς τῶν ποικίλων, ὡς σοφιστὴς κακίας ὁ ἀντικείμενος. Δέδοικα δὲ ἤδη καὶ κύνας, ποιμένας εἶναι βιαζομένους, καὶ τὸ παράδοξον, οὐδὲν εἰς ποιμαντικὴν εἰσενεγκόντας, ἢ τὸ κεῖραι κόμας, ἃς κακῶς ἤσκησαν· οἳ μήτε κύνες ἔμειναν, μήτε ποιμένες γεγόνασι, πλὴν τοῦ σπαράξαι, καὶ διασπεῖραι, καὶ διαλῦσαι κόπον ἀλλότριον. Ἐπειδὴ ῥᾷον ἀεὶ τὸ διαφθείρειν τοῦ συντηρεῖν· καὶ γεννᾶται μὲν ἄνθρωπος κόπῳ, φησὶν ὁ Ἰὼβ, καὶ ναυπηγεῖται ναῦς, καὶ οἰκία συνίσταται· ἀποκτεῖναι δὲ, ἢ καταλῦσαι, ἢ ἐμπρῆσαι, τοῦ βουλομένου παντός. Ὥστε μηδὲ νῦν μέγα φρονείτωσαν οἱ τῇ ποίμνῃ τοὺς κύνας ἐπαναστήσαντες, οἳ πρόβατον μὲν ἓν οὐκ ἂν ἔχοιεν εἰπεῖν, ὡς προσήγαγον, ἢ διέσωσαν· οὐ γὰρ ἔμαθον καλὸν ποιεῖν, πονηρίαν ἀσκήσαντες. Εἰ δὲ τὴν ποίμνην ταράσσουσι, τοῦτο καὶ ζάλη μικρὰ, τοῦτο καὶ νόσος ὀλίγη, τοῦτο καὶ θηρίον ἓν ἀθρόως ἐπιπεσόν. Στήτωσαν οὖν οἱ τῇ ἑαυτῶν αἰσχύνῃ μεγαλαυχούμενοι· καὶ παυσάμενοι τῆς κακίας, ἂν ἄρα δύνωνται, προσκυνησάτωσαν, καὶ προσπεσέτωσαν, καὶ κλαυσάτωσαν ἐναντίον Κυρίου τοῦ ποιήσαντος αὐτοὺς, καὶ τῇ ποίμνῃ μιχθήτωσαν, ὅσοι μὴ παντελῶς ἀνίατοι.
since they watch for unseasonable times, not having the power to prevail openly. And I fear the robbers and thieves, lest, climbing over through the fold, they either plunder with shamelessness or steal through deceit, so as to sacrifice, and kill, and destroy (John 10:10), ravening prey, devouring souls (Ezek. 22:25), as one of the prophets said. And I fear the side-door, lest someone of those who were ours yesterday and the day before, finding it unbarred, and then entering in as one of our own, should plot against us as a stranger. For many and varied are the wiles of him who works such things; and no one is such an architect of any varied work as the adversary is a sophist of wickedness. And now I fear also dogs forcing their way to be shepherds, and—the paradox—having contributed nothing to the pastoral art except the shearing of hair which they had badly cultivated; who neither remained dogs, nor have become shepherds, save to tear, and scatter, and undo another's labour. Since it is always easier to destroy than to preserve: and a man is born in labour, says Job (Job 5:7), and a ship is built, and a house is put together; whereas to kill, or pull down, or burn down, is in the power of anyone who wishes. Wherefore let not those even now be high-minded who have raised up the dogs against the flock, who could not name even one sheep that they have brought in or saved; for they have not learned to do good, having practised wickedness. And if they trouble the flock, a small squall can do this too, a slight illness can do this too, a single wild beast falling suddenly upon it can do this too. Let those, therefore, who boast in their own shame stand still; and ceasing from their wickedness, if indeed they can, let them worship, and fall down, and weep before the Lord Who made them (Ps. 94:6), and let as many as are not altogether incurable be mingled with the flock.
Δʹ. Ταῦτα ὁ δειλὸς ἐγὼ ποιμὴν καὶ περιεσκεμμενος, καὶ διὰ τοῦτο τὴν ἀσφάλειαν ὡς ῥαθυμίαν ἐγκαλούμενος. Οὐ γάρ εἰμι ποιμὴν ἐκείνων τις τῶν τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, καὶ μόχθῳ κατεργαζομένων, ἢ ἀπεμπωλούντων καὶ λεγόντων· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· ποιμαινόντων ἑαυτοὺς, οὐ τὰ πρόβατα, εἴ τι τῶν προφητικῶν φωνῶν μέμνησθε, δι' ὧν ἐκεῖνοι τοὺς κακοὺς ποιμένας ἐλαύνουσιν· ἀλλ' ἐκείνων μᾶλλον τῶν δυναμένων εἰπεῖν μετὰ Παύλου· Τίς ἀσθενεῖ, καὶ οὐκ
IV. These things say I, the cowardly and circumspect shepherd, and on this account accused of security as though it were sloth. For I am not a shepherd who is one of those that eat the milk, and clothe themselves with the wool, and slaughter that which is fat (Ezek. 34:3), and wear down with toil, or sell off and say: Blessed be the Lord, for we have grown rich (Zech. 11:5); who shepherd themselves, not the sheep, if you remember aught of the prophetic voices whereby they drive away the bad shepherds; but rather of those who are able to say with Paul: Who is weak, and I am not
Notes, col. 1232

On the reading

Printed περιεσκεμμενος, for περιεσκεμμένος.

PG 35:1233Read from the page
ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐμὴ πύρωσις, ἢ φροντίς; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Καί· Ἐγενόμην συγκαιόμενος τῷ καύσωνι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς πιεζόμενος· πατριάρχου φωνὴ ποιμένος, οὗ τὰ ἐπίσημα πρόβατα, καὶ ταῖς ἐκεῖθεν ληνοῖς ἐγκισσᾷν μελετήσαντα. Οὕτω μὲν οὖν, καὶ διὰ ταῦτα ἐπέστην ὑμῖν, καὶ οὕτως ἔχουσιν. Ἐπεὶ δὲ ἐπέστην, δῶμεν λόγον ἀλλήλοις, ὧν μεταξὺ κατωρθώσαμεν. Ἐπειδὴ καλὸν μὴ ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου καὶ λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς. Ὑμεῖς μὲν ἀπαγγείλατέ μοι τὴν ἐργασίαν τὴν ὑμετέραν· ἐγὼ δὲ εἰς μέσον θήσω, ἃ καθ' ἡσυχίαν ἐμαυτῷ συγγενόμενος ἐφιλοσόφησα.
weak? Who is made to stumble, and is not my burning, or anxious care (2 Cor. 11:29)? For I seek not yours, but you (2 Cor. 12:14). And: I was consumed by the heat of the day, and oppressed by the frost of the night (Gen. 31:40)—the voice of a patriarch shepherd, whose were the marked sheep, and those that had learned to conceive at the troughs from thence. Thus indeed, and for these reasons, I have come to stand among you, who also are thus disposed. And since I have come, let us render an account to one another of the things wherein we have meanwhile prospered; since it is right to think that an account is demanded of us not only of word and deed, but also of every season, and of the very briefest and finest instant of an hour. Do you on your part declare to me your business; and I will set forth in the midst the things on which I philosophized while communing with myself in quiet.
Εʹ. Τίνα μὲν θεωρίαν τῶν ὑψηλῶν, ἢ παρ' ἐμοῦ λαβόντες ἐφυλάξατε, ἢ παρ' ὑμῶν αὐτῶν εἰσηνέγκατε, ἢ περὶ θεολογίας, ἢ περὶ τῶν ἄλλων δογμάτων, ἃ πολλὰ καὶ πολλάκις ὑμῖν παρεθέμην; Ζητῶ γὰρ οὐ τὸ δάνειον μόνον, ἀλλὰ καὶ τὸν τόκον· οὐ τὸ τάλαντον μόνον, ἀλλὰ καὶ τὴν ἐργασίαν· μή τις κατακρύψας καὶ καταχώσας τὸ πιστευθὲν, ἔτι καὶ καταψεύδηται τοῦ πιστεύσαντος, ὡς σκληροῦ τε καὶ τῶν ἀλλοτρίων ἐπιθυμοῦντος. Τίνα δὲ πρᾶξιν τῶν ἐπαινουμένων, ἢ μηδὲ τῆς ἀριστερᾶς γινωσκούσης, ἐκαρποφορήσατε, ἢ ὥστε λάμπειν τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἵν' ἐκ τοῦ καρποῦ τὸ δένδρον δειχθῇ, καὶ διὰ τῶν μαθητῶν ὁ διδάσκαλος γνωρισθῇ, καὶ εἴπῃ τις τῶν ἐποπτευόντων τὰ ἡμέτερα (πολλοὶ δέ εἰσιν, οἱ μὲν δι' εὐδοκίαν, οἱ δὲ καὶ περιέργως), ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν, οὐ κηρυσσόμενος ὑγιῶς μόνον, ἀλλὰ καὶ λατρευόμενος; Ὡς γὰρ οὐκ ἔστι χωρὶς πίστεως πρᾶξις ἔγκριτος (ἐπειδὴ καὶ δόξης ἕνεκεν οἱ πολλοὶ τὸ καλὸν ἐπιτηδεύουσι, καὶ φύσεως οὕτως ἔχοντες)· οὕτω καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά. Καὶ μή τις ὑμᾶς ἀπατάτω κενοῖς λόγοις τῶν πάντα συγχωρούντων ἑτοίμως, ὑπὲρ ἑνὸς τοῦ ἀσεβεῖν ἐν τοῖς δόγμασι, καὶ φαῦλον καταβαλλόντων μισθὸν φαύλου πράγματος. Δείξατε οὖν ἐκ τῶν ἔργων τὴν πίστιν, τῆς χώρας ὑμῶν τὸ γόνιμον, εἰ μὴ εἰς κενὸν ἐσπείραμεν, εἰ δράγμα τι ἐν ὑμῖν, τοῦ ποιῆσαι ἄλευρα ἰσχὺν ἔχον, καὶ ἀποθηκῶν ἄξιον, ἵνα καὶ προθυμότερον ὑμᾶς γεωργήσωμεν. Τίς εἰς ἑκατὸν καρποτοκεῖ, τίς εἰς ἑξήκοντα, τίς τὸ τελευταῖον κἂν εἰς τριάκοντα· ἢ τίς ἔμπαλιν ἀπὸ τοῦ τριάκοντα εἰς τὸν ἑξήκοντα προελθὼν (ἔχομεν γὰρ καὶ ταύτην ἐν τοῖς Εὐαγγελίοις τὴν τάξιν), εἰς τὸν ἑκατὸν ἐτελεύτησεν· ἵνα προβαίνων, ὡς ὁ Ἰσαὰκ, μέγας γένηται, πορευόμενος ἐκ δυνάμεως εἰς δύναμιν, καὶ τὰς ᾠδὰς τῶν Ἀναβαθμῶν ᾄδων, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος;
V. What contemplation of lofty things, having either received it from me and kept it, or contributed it from yourselves, whether concerning theology or concerning the other doctrines, which in great number and many times I set before you? For I seek not the loan only, but also the interest; not the talent only, but also the trading (Matt. 25:18, 27); lest anyone, having hidden and buried in the earth that which was entrusted to him, should furthermore falsely accuse him who entrusted it, as being both harsh and covetous of what belongs to others. And what action among those that are praised have you borne as fruit, either without even the left hand knowing (Matt. 6:3), or so that your light shines before men (Matt. 5:16); that from the fruit the tree may be shown (Matt. 7:16), and through the disciples the teacher may be known, and someone of those who observe our affairs (and there are many, some out of goodwill, and others out of curiosity) may say that God is truly among you (1 Cor. 14:25), not only soundly proclaimed, but also worshipped? For just as there is no approved action apart from faith (since many pursue the good for the sake of glory also, and as being so disposed by nature), so also faith apart from works is dead (Jas. 2:20). And let no one deceive you with empty words of those who readily pardon everything in return for one thing—being impious in doctrines—and who pay down a paltry wage for a paltry thing. Show therefore your faith from your works, the fruitfulness of your land, whether we have not sown in vain, whether there is any sheaf among you having strength to make flour, and worthy of the granaries, that we may cultivate you even more eagerly. Who bears fruit a hundredfold, who sixtyfold, who finally even thirtyfold (Matt. 13:8); or who, contrariwise, having advanced from the thirtyfold to the sixtyfold (for we have this order also in the Gospels), has ended at the hundredfold; that advancing, like Isaac, he may become great (Gen. 26:13), going from strength to strength (Ps. 83:8), and singing the Songs of Degrees, and setting ascents in his heart (Ps. 83:6)?
PG 35:1236Read from the page
ϛʹ. Ζητῶ τὸν καρπὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ὑμέτερον γὰρ, οὐκ ἐμὸν, τὸ κέρδος· εἰ δὲ καὶ ἡμέτερον, ὅτι ὑμέτερον, ἀντιστρεφούσης τῆς ὠφελείας ἀφ' ὑμῶν εἰς ἡμᾶς, ὥσπερ ἐν ταῖς αὐγαῖς τῶν ἀντανακλάσεων. Εἰ ἐπτωχοτροφήσατε, εἰ ἐξενοδοχήσατε, εἰ ἁγίων πόδας ἐνίψατε, εἰ τρυφῶντες τῇ καταργουμένῃ γαστρὶ (δεδόσθω γὰρ), καὶ διὰ τῶν ἐντολῶν ἐτρυφήσατε; ὡς οὐκ ἔστι ταύτης τρυφή τις ἀμείνων, οὐδὲ μονιμωτέρα τοῖς τρυφᾷν ἐθέλουσιν. Εἴ τινας τῶν λειτουργούντων τῷ θυσιαστηρίῳ, καὶ καλῶς πενομένων (δότε γάρ μοι καὶ τοῦτο εἰπεῖν), εἰς δύναμιν ἀνεπαύσατε, ἵν' ἀπερισπάστως μᾶλλον τῷ θυσιαστηρίῳ παρεδρεύωσι, καὶ μεταλαμβάνοντες τῶν ὑμετέρων, τὰ παρ' ἑαυτῶν ἀντεισφέρωσιν; ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ μὴ παρέχειν ὑμᾶς. Οὐκ ἐνουθέτησα δὲ ταῦτα, ἵνα οὕτως ἐν ἐμοὶ γένηται (καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ κενωθῆναί μου τὸ καύχημα, καὶ ἄμισθόν μοι γενέσθαι τὸ Εὐαγγέλιον ἐνταῦθα καρπωσαμένῳ. Τὸ μὲν γὰρ εὐαγγελίσασθαι, τῆς ἀνάγκης· ἡ φιλοτιμία δὲ, τὸ ἀδάπανον)· ἀλλ' ἵν' ὑμεῖς μάθητε Χριστὸν εὖ ποιεῖν, διὰ τοῦ καὶ τῶν μικρῶν τινα εὖ ποιεῖν. Ἐπειδὴ, ὡς πάντα ὅσα ἐγὼ, πλὴν ἁμαρτίας, ἐγένετο δι' ἐμέ· οὕτω καὶ τὰ ἐλάχιστα τῶν ἐμῶν εἰς ἑαυτὸν ἀναδέχεται· κἂν στέγης μεταδῷς, κἂν ἐνδύματος, κἂν ἐν φυλακῇ ἐπισκέψῃ, κἂν ἀῤῥωστοῦντα ἴδῃς· τὸ φαυλότατον, κἂν ποτηρίῳ ψυχροῦ μόνῳ καταψύξῃς γλῶσσαν πιεζομένου, ὥσπερ ἐδεῖτο Λαζάρου τοῦ πένητος ὁ κάμνων ἐν τῇ φλογὶ πλούσιος, καί τι τῆς ἐνταῦθα τρυφῆς ἀντιλαβὼν, καὶ τοῦ περιορᾷν Λάζαρον πεινῶντα καὶ ἡλκωμένον, τὸ ἐκεῖθεν δεῖσθαι Λαζάρου, καὶ μὴ τυγχάνειν.
VI. I seek the fruit that abounds to your account (Phil. 4:17). For the gain is yours, not mine; or if it is ours also, it is because it is yours, the benefit turning back from you to us, just as in the rays of reflections. Have you fed the poor, have you shown hospitality to strangers, have you washed the feet of the saints (1 Tim. 5:10), have you, while luxuriating in the belly that is being brought to naught (1 Cor. 6:13) (for let this be granted), luxuriated also through the commandments? Since there is no luxury better than this, nor more lasting for those who wish to live in luxury. Have you refreshed according to your ability any of those who minister at the altar, and who are nobly poor (for grant me to say this also), that they may attend upon the altar (1 Cor. 9:13) the more without distraction (1 Cor. 7:35), and, partaking of what is yours, may contribute in return what is their own? Since it is shameful both for us to demand these things and for you not to provide them. Yet I have not admonished you of these things that it should be so done in my case (for it is good for me rather to die, than that my boast should be made void [1 Cor. 9:15], and the Gospel become without reward to me through my having reaped its fruit here; for to preach the Gospel is of necessity, whereas the point of honour is to make it without charge [1 Cor. 9:16, 18]); but in order that you may learn to do good to Christ, through doing good to some one of the least (Matt. 25:40). Since, just as He became for my sake all things whatsoever I am, except sin, so also He takes to Himself the very least of the things done to mine: whether you share a roof, or a garment, or visit one in prison, or look upon one who is sick (Matt. 25:35-36); or, the cheapest thing of all, if with a cup of cold water only (Matt. 10:42) you cool the tongue of one distressed, just as the rich man labouring in the flame begged of poor Lazarus, receiving this too in return for his luxury here, and for overlooking Lazarus hungry and full of sores: to stand in need of Lazarus there, and not obtain (Luke 16:20-25).
Ζʹ. Ἃ μὲν οὖν ὑμᾶς ἀπαιτοῦμεν, ταῦτά ἐστι· καὶ οἶδ', ὅτι οὐκ αἰσχύνεσθε, οὔτε παρ' ἡμῶν ἀπαιτούμενοι λόγον, οὔτε παρὰ τῆς τελευταίας ἡμέρας, εἰς ἣν πάντα συνάγεται τὰ ἡμέτερα, κατὰ
VII. The things, then, that we demand of you are these; and I know that you are not ashamed, either when an account is demanded of you by us, or by the last day, unto which all our affairs are gathered together, according to
PG 35:1237Read from the page
τὸ εἰρημένον· Κἀγὼ ἔρχομαι τὰ βουλεύματα καὶ τὰς πράξεις ὑμῶν συναγαγεῖν· καὶ, Ἰδοὺ ἄνθρωπος, καὶ τὸ ἔργον αὐτοῦ, καὶ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ. Τὰ δὲ ἡμέτερα, καὶ ἃ παρὰ τῆς ἐρημίας ὑμῖν κομίζομεν. Ἐπειδὴ καὶ Ἠλίας ἡδέως ἐνεφιλοσόφει τῷ Καρμήλῳ, καὶ Ἰωάννης τῇ ἐρήμῳ, καὶ Ἰησοῦς αὐτὸς, τὰς μὲν πράξεις τοῖς ὄχλοις, τὰς εὐχὰς δὲ τῇ σχολῇ καὶ ταῖς ἐρημίαις, ὡς τὰ πολλὰ, προσένεμεν. Τί νομοθετῶν; Ὡς οἶμαι, τὸ χρῆναί τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρὸν ἐπανάγειν τὸν νοῦν ἀπὸ τῶν πλανωμένων. Οὐ γὰρ αὐτὸς ἐδεῖτο ἀναχωρήσεως (οὐδὲ γὰρ εἶχεν εἰς ὅ τι συσταλῇ, Θεὸς ὢν, καὶ πάντα πληρῶν), ἀλλ' ἵν' ἡμεῖς μάθωμεν καὶ πράξεως καιρὸν, καὶ ἀσχολίας ὑψηλοτέρας. Τίνα οὖν τὰ τῆς ἐμῆς ἐρημίας; Βούλομαι γὰρ, ὡς ἀγαθὸς ἔμπορος καὶ πανταχόθεν κερδαίνων, κἀντεῦθέν τι προσενεγκεῖν ὑμῖν ἀγώγιμον.
that which has been spoken: And I come to gather together your counsels and your deeds (Isa. 66:18); and, Behold a man, and his work, and his reward is with him (Isa. 40:10). Now as for our own affairs, and the things which we bring to you from the wilderness: since both Elijah gladly practised philosophy on Carmel (3 Kgs. 18:19), and John in the desert (Luke 1:80), and Jesus Himself, for the most part, assigned His actions to the multitudes, yet His prayers to leisure and to solitary places (Luke 5:16). Enacting what law thereby? As I suppose, that it is needful also to keep stillness somewhat, so as to converse with God in an unclouded manner, and to draw back the mind a little from wandering things. For He Himself had no need of withdrawal (for neither had He any place into which He might contract Himself, being God, and filling all things), but in order that we might learn both a season for action, and one for a loftier occupation. What then are the fruits of my own wilderness? For I wish, like a good merchant who gains profit from every quarter, from this source also to bring some cargo to you.
Ηʹ. Ἐβάδιζον οὕτω κατ' ἐμαυτὸν, ἤδη κλινούσης ἡμέρας. Ἀκτὴ δὲ ἦν ὁ περίπατος· καὶ γάρ πως εἴωθα τοὺς πόνους ἀεὶ ταῖς τοιαύταις διαλύειν ἀνέσεσιν· ἐπεὶ μηδὲ νευρὰ φέρει τὸ σύντονον ἀεὶ τεινομένη, καὶ δεῖταί τι μικρὸν τῶν γλυφίδων ἐκλύεσθαι, εἰ μέλλοι ταθήσεσθαι πάλιν, καὶ μὴ ἄχρηστος ἔσεσθαι τῷ τοξότῃ, μηδὲ ἀνόνητος ἐν καιρῷ χρήσεως. Ἐβάδιζον οὖν, καὶ οἱ μὲν πόδες ἐφέροντο, ἡ δὲ ὄψις εἶχε τὴν θάλασσαν. Ἡ δὲ ἦν θέαμα οὐχ ἡδὺ, καίτοιγε ἄλλως ἥδιστον οὖσα, ὅταν γαλήνῃ πορφύρηται, καὶ προσπαίζῃ ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Ἀλλὰ τί τότε (φθέγγομαι γὰρ ἡδέως καὶ τὰ ῥήματα τῆς Γραφῆς); Ἀνέμου μεγάλου πνέοντος, διηγείρετό τε καὶ ἐπωρύετο· τῶν δὲ κυμάτων, ὃ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις κινήμασι, τὰ μὲν πόῤῥωθεν ἀνιστάμενα, καὶ κατὰ μικρὸν κορυφούμενα, εἶτ' ἐλαττούμενα, πρὸς ταῖς ἀκταῖς ἐλύετο· τὰ δὲ ταῖς γείτοσι πέτραις προσπίπτοντα καὶ ἀποκρουόμενα, εἰς ἄχνην ἀφρώδη καὶ ψιλὴν ἐσκορπίζετο. Ἔνθα κάχληκες μὲν, καὶ φυκία, καὶ κήρυκες, καὶ τῶν ὀστρέων τὰ ἐλαφρότατα ἐξωθεῖτο καὶ ἀπεπτύετο· ἔστι δὲ ἃ καὶ ἡρπάζετο πάλιν, ἀναχωροῦντος τοῦ κύματος. Αἱ δὲ ἦσαν ἄσειστοι καὶ ἀτίνακτοι, οὐδέν γε ἧττον ἢ διοχλοῦντος οὐδενὸς, πλὴν ὅσον τοῖς κύμασι βάλλεσθαι.
VIII. I was walking thus by myself, as the day was already declining. And my walk was along the sea-shore; for in some way I am accustomed ever to relieve my toils with such relaxations; since not even a bowstring endures the strain if it is always kept stretched, and it needs to be loosened a little from the notches, if it is to be stretched again, and not be useless to the archer, nor unprofitable in the time of need. I was walking, then, and my feet moved onward, whilst my gaze held upon the sea. Yet it was no pleasant sight, although at other times it is most pleasant, whenever it darkens softly in a calm, and plays against the shores in a sweet and gentle manner. But what was it then (for I gladly utter also the words of Scripture)? As a great wind was blowing, it was both stirred up (John 6:18) and roaring; and of the waves, as is wont to happen in such disturbances, some rising up from afar, and gradually cresting, then diminishing, were dissolved at the beaches; whilst others, dashing against the neighbouring rocks and being beaten back, were scattered into frothy and thin spray. There pebbles, and sea-weed, and whelks, and the lightest of shells were thrust out and cast ashore; and some were even snatched back again, as the wave receded. Yet the rocks stood unshaken and unmoved, no less than if nothing were troubling them, save only in so far as they were struck by the waves.
Θʹ. Ἐντεῦθεν οἶδά τι πρὸς φιλοσοφίαν ὠφεληθεὶς, καὶ (οἷος ἐγὼ πάντα συντείνων πρὸς ἐμαυτὸν, καὶ μάλιστα εἰ τύχοιμι πρός τι τῶν συμβαινόντων
IX. From this I know that I gained some benefit towards philosophy, and (such as I am, referring all things to myself, and especially if I should happen at any of the occurrences
PG 35:1240Read from the page
ἰλιγγιάσας, ὃ καὶ νῦν πέπονθα) οὐ παρέργως ἐδεξάμην τὸ ὁρώμενον· καί μοι τὸ θέαμα παίδευμα γίνεται. Ἦ γὰρ οὐχ, ἔφην ἐγὼ, θάλασσα μὲν ὁ ἡμέτερος βίος καὶ τὰ ἀνθρώπινα (πολὺ γὰρ κἀν τούτῳ τὸ ἁλμυρὸν καὶ ἄστατον), πνεύματα δὲ οἱ προσπίπτοντες πειρασμοὶ καὶ ὅσα τῶν ἀδοκήτων; Ὅ μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Δαβὶδ κατανοήσας, Σῶσόν με, Κύριε, λέγειν, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· καὶ, Ῥῦσαί με ἐκ τῶν βαθέων τῶν ὑδάτων· Ἦλθον δὲ εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Τῶν δὲ πειραζομένων οἱ μὲν ἐδόκουν μοι ὡς τὰ κουφότατα καὶ ἄπνοα παρασύρεσθαι, καὶ οὐδὲ μικρὸν ἀντέχειν πρὸς τὰς ἐπηρείας· οὐδὲ γὰρ ἔχειν ἐν ἑαυτοῖς στεῤῥότητα, καὶ βάρος λογισμοῦ σώφρονος, καὶ τοῖς προσπίπτουσιν ἀντιβαίνοντος· οἱ δὲ εἶναι πέτρα, τῆς πέτρας ἐκείνης ἄξιοι, ἐφ' ἧς βεβήκαμεν, καὶ ᾗ λατρεύομεν, ὅσοι φιλοσόφῳ χρώμενοι λόγῳ, καὶ ὑπεραναβεβηκότες τὴν τῶν πολλῶν ταπεινότητα, πάντα φέρουσιν ἀσείστως καὶ ἀτινάκτως, καὶ διαγελῶσι μὲν, ἢ ἐλεοῦσι τοὺς σειομένους (τὸ μὲν ὑπὸ φιλοσοφίας, τὸ δὲ ὑπὸ φιλανθρωπίας)· αὐτοὶ δὲ τῶν αἰσχρῶν τίθενται, ἀπόντα μὲν τὰ δεινὰ περιφρονεῖν, μᾶλλον δὲ μηδὲ δεινὰ οἴεσθαι, παρόντων δὲ ἡττᾶσθαι, καὶ ταῦτα, τίνων; τῶν παρερχομένων, ὡς ἱσταμένων· καὶ τοῦ καιροῦ μὲν ἔξω φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι· ὥσπερ ἂν εἴ τις ἄριστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, μηδὲ καταβαίνων εἰς στάδιον· ἢ κυβερνήτην τῶν εὐδοκίμων, ἐν μὲν ταῖς εὐδίαις τῇ τέχνῃ μέγα φρονοῦντα, ἐν δὲ ταῖς ζάλαις μεθιέντα τοὺς οἴακας.
growing dizzy, which very thing I have suffered even now), I did not receive what was seen in a cursory manner; and the sight becomes a lesson to me. For is not, said I, our life and human affairs a sea (for in this too there is much that is bitter and unstable), and are not the winds the trials that fall upon us and whatsoever things are unexpected? Observing which, it seems to me, the most wondrous David also says: Save me, O Lord, for the waters have come in even unto my soul (Ps. 68:2); and, Deliver me out of the deep waters (Ps. 68:15); and, I have come into the depths of the sea, and a tempest has overwhelmed me (Ps. 68:3). Now of those who are tried, some seemed to me to be swept along like the lightest and lifeless things, and not even a little to hold out against the assaults; for neither do they possess within themselves firmness, and the weight of a temperate reason that resists the things which fall upon them; whereas others seemed to be a rock, worthy of that Rock (1 Cor. 10:4) upon which we stand, and which we worship, even all those who, employing philosophical reason, and having ascended above the lowliness of the multitude, bear all things unshakenly and steadfastly, and either laugh at or pity those who are shaken (the former out of philosophy, the latter out of humanity); while for themselves they account it among shameful things to despise terrors when they are absent, or rather not even to deem them terrors, yet when they are present to be worsted by them—and by what things, forsooth? by things that pass away, as though they stood fast; and outside the critical season to play the philosopher, yet in emergencies to show themselves unphilosophical; just as if someone should account himself the best of athletes, without even descending into the arena; or a helmsman among the renowned, priding himself greatly upon his skill in fair weather, yet in storms letting go the rudders.
Ιʹ. Ἐπεὶ δὲ ἅπαξ εἰς τούτους κατέστην τοὺς λόγους, καὶ πρὸς ἑτέραν ἦλθον εἰκόνα, σφόδρα τοῖς παροῦσι συμβαίνουσαν. Τάχα με γέροντα καὶ μυθολόγον νομίσετε, ἂν καὶ ὑμῖν ταύτην γνωρίσω· γνωριστέον δ' οὖν, ἐπεὶ καὶ τὴν Γραφὴν οἶδα πολλάκις τοιούτοις χρωμένην εἰς σαφεστέραν διήγησιν. Ἔστι τι μύθῳ φυτὸν, ὃ θάλλει τεμνόμενον, καὶ πρὸς τὸν σίδηρον ἀγωνίζεται· καὶ εἰ δεῖ παραδόξως εἰπεῖν περὶ παραδόξου πράγματος, θανάτῳ ζῇ, καὶ τομῇ φύεται, καὶ αὔξεται δαπανώ-
X. And since I have once entered into these discourses, I have also come to another image, which accords exceedingly well with present circumstances. Perhaps you will deem me an old man and a teller of fables, if I make this known to you also; yet it must be made known, since I know that Scripture also frequently uses such things for a clearer exposition. There is in fable a certain plant, which flourishes when cut, and contends against the iron; and if one must speak paradoxically concerning a paradoxical matter, it lives by death, and grows by cutting, and increases as it is consumed-
PG 35:1241Read from the page
μενον. Ταῦτα μὲν οὖν ὁ μῦθος, καὶ ἡ αὐτονομία τοῦ πλάσματος· ἐμοὶ δὲ δοκεῖ σαφῶς τοιοῦτον εἶναί τι ὁ φιλόσοφος. Εὐδοκιμεῖ τοῖς πάθεσι, καὶ ὕλην ἀρετῆς ποιεῖται τὰ λυπηρὰ, καὶ τοῖς ἐναντίοις ἐγκαλλωπίζεται· μήτε τοῖς δεξιοῖς ὅπλοις τῆς δικαιοσύνης αἰρόμενος, μήτε τοῖς ἀριστεροῖς καμπτόμενος· ἀλλ' ὁ αὐτὸς οὐκ ἐν τοῖς αὐτοῖς ἀεὶ διαμένων, ἢ καὶ δοκιμώτερος, ὥσπερ ἐν καμίνῳ χρυσὸς, εὑρισκόμενος. Σκοπῶμεν δὲ οὕτως· Εὐπατρίδης ἐστίν; ἀντεπιδείξεται τὴν εὐτροπίαν τῷ αἵματι· ὥστε διχόθεν εὐδοκιμεῖν, καὶ γενεαλογούμενος, καὶ ὁρώμενος. Δυσγενὴς τὸν ἀνδριάντα καὶ τὸν πηλὸν (εἴπερ τι μέγα πηλὸς πηλοῦ διαφέρει); ἀντεισοίσει τὴν νοουμένην εὐγένειαν, καὶ ἣν ἕκαστος ἑαυτὸν διαπλάττει πρὸς τὸ χεῖρον ἢ βέλτιον· τὴν δὲ ἄλλην παραγράψεται, ὅση σπείρεται ἢ γράφεται, ὡς οὐδενὸς ἀξίαν καὶ κίβδηλον. Ἔστι γάρ τι γένος τρισσόν· τὸ μὲν ἄνωθεν ἠργμένον, ὃ πάντες ἐσμὲν εὐγενεῖς ἐπ' ἴσης, ἐπεὶ κατ' εἰκόνα Θεοῦ γεγόναμεν· τὸ δὲ ἀπὸ σαρκὸς ἐρχόμενον, οὐκ οἶδ' εἴ τις εὐγενὴς, τοῦτο φθορᾷ συνιστάμενον· τὸ δὲ ἀπὸ κακίας ἢ ἀρετῆς γνωριζόμενον, οὗ μᾶλλον καὶ ἧττον μεταλαμβάνομεν, ὅσον ἂν, οἶμαι, ἢ τηρήσωμεν τὴν εἰκόνα, ἢ διαφθείρωμεν. Ταύτην ἀγαπήσει τὴν εὐγένειαν ὅγε ἀληθῶς σοφὸς καὶ φιλόσοφος. Τὸ γὰρ τέταρτον γένος, τότε ἀξιώσω λόγου, τὸ ἐν γράμμασι καὶ προστάγμασιν, ὅταν καὶ κάλλος ἀποδέξωμαι τὸ ἐν χρώμασι, καὶ πίθηκον αἰδεσθῶ λέοντα εἶναι κεκελευσμένον.
consumed. Such, then, is the fable, and the license of the fiction; yet to me the philosopher clearly seems to be something of this sort. He wins renown through his sufferings, and makes painful things the material of virtue, and glories in adversities; neither lifted up by the right-hand weapons of righteousness, nor bent down by the left-hand ones; but ever remaining the same amid things that are not the same, or even being found more approved, like gold in a furnace. And let us consider it thus: Is he of noble birth? He will set his goodness of disposition as a counterpart to his blood; so as to win renown from both sides, both when his genealogy is traced, and when he is seen in himself. Is he ignoble as regards his outward frame and his clay (if indeed one clay differs greatly from another clay)? He will bring forward in its stead the spiritual nobility, even that whereby each man fashions himself for the worse or the better; whereas the other he will strike out, all that comes by sowing or by writing, as worth nothing and counterfeit. For there is a certain threefold lineage: the first, that which originates from above, wherein we are all equally noble, since we have been made according to the image of God (Gen. 1:27); the second, that which comes from the flesh—I know not whether anyone is noble therein, seeing that this is compounded with corruption; and the third, that which is known from vice or virtue, whereof we partake more or less, in so far as, I suppose, we either preserve the image, or corrupt it. This nobility will he love who is truly wise and a philosopher. For the fourth kind of lineage, that which consists in letters and edicts, I shall deem worthy of account only then, when I also accept the beauty that consists in colours, and reverence an ape that has been commanded to be a lion.
ΙΑʹ. Νέος ἐστί; Κατὰ τῶν παθῶν ἀνδρισθήσεται, καὶ τοῦτο ἀπολαύσει τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δεῖξαι πρεσβυτικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι· καὶ χαιρήσει τῇ νίκῃ πλέον ἢ οἱ ἐν Ὀλυμπίᾳ στεφανούμενοι· νικήσει γὰρ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ, καὶ νίκην ἄπρατον. Νεύει πρὸς γῆρας; Ἀλλ' οὐχὶ γηράσει καὶ τὴν ψυχήν· δέξεται τὴν διάλυσιν, ὡς προθεσμίαν ἀναγκαίας ἐλευθερίας· ἡδέως πρὸς τὰ ἑξῆς μεταβήσεται, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι. Ὥρας ἔλαχεν; Ἀντιστίλψει τὸ κάλλος τῷ κάλλει, τὸ τῆς ψυχῆς τῷ τοῦ σώματος. Παρῆλθε τὸ ἄνθος ἀνεπηρέαστον; νεύει πρὸς ἑαυτὸν, οὐδὲ οἶδεν ὁρώμενος. Αἰσχρὸς τὸ φαινό-
XI. Is he young? He will play the man against the passions, and this benefit will he reap from his youth: not to suffer the passions of the young, but to display the prudence of age in a body at its prime; and he will rejoice in his victory more than those who are crowned at Olympia; for he will conquer in the common theatre of the inhabited world, and win an unbought victory. Does he decline towards old age? Yet he will not grow old in his soul also; he will welcome his dissolution as the appointed term of a necessary freedom; gladly will he pass over to the things hereafter, where none is untimely, nor an old man, but all are perfect in spiritual stature. Has he obtained comeliness? Beauty will shine forth in rivalry with beauty, that of the soul with that of the body. Has his bloom passed by unharmed? He inclines towards himself, and does not even know that he is looked upon. Is he unsightly in that which appears-