Migne Reading Room

PG 35 · cols. 1208–1217 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1208Read from the page
Ζʹ. Τί δὲ τὸ πρῶτον καὶ σπουδαζόμενον; Ἡ πρὸς ἄρχοντας δικαιολογία, ἡ πρὸς βασιλεῖς παῤῥησία, κατὰ τὸν θεῖον Δαβὶδ λαλοῦντα ἐναντίον βασιλέων καὶ μὴ αἰσχυνόμενον, δήμων ἀλογίαν συστεῖλαι κυμαινομένων, δυναστῶν ἐξουσίαν ἀγριαινόντων, οἴκων ἀῤῥωστίαν στασιαζόντων, ἀπαιδεύτων ἀγροικίαν, πεπαιδευμένων ἀλαζονείαν, πλοῦτον ἐπαιρόμενον, κόρον ὑβρίζοντα, πενίαν κακουργοῦσαν, θυμὸν ἐκφερόμενον καὶ τὸν λογισμὸν ἐκφέροντα, ἡδονῆς ἀμετρίαν, γέλωτος ἀκρασίαν, λύπης ἀδημονίαν παῦσαι, νεότητος ἀνωμαλίαν, γήρως μικροψυχίαν, χηρείας ἐρημίαν, ὀρφανίας ἀπόγνωσιν. Ταῦτα τῶν συλλογισμῶν καὶ τῶν γραμμῶν, καὶ τοῦ κεχηνέναι πρὸς τοὺς ἀστέρας, ἆρ' οὐ μακρῷ προτιμήσει τις εὖ φρονῶν; ἐκεῖνο ἐνθυμηθεὶς, ὅτι συναγόντων μὲν πάντων, ἢ γεωμετρούντων, ἢ ἀστρονομούντων, οὐδὲν ἂν ὁ βίος ἡμῶν παρὰ τοῦτο ὠφεληθείη, ὅτι μὴ καὶ τὰ πάντα λυθήσεται· τούτων δὲ ὧν εἶπον ἀναιρουμένων, ἀταξία τὸ πᾶν καὶ σύγχυσις. Ταῦτα τῆς Ἀντισθένους ἀλαζονείας, καὶ τῆς Διογένους ὀψοφαγίας, καὶ τῆς Κράτητος κοινογαμίας, τί χρὴ λέγειν ὅσῳ κρείττω καὶ ὑψηλότερα; Πλὴν φειδόμεθα κἀκείνων αἰδοῖ τῆς προσηγορίας, ἵνα τι τοῦ ἀνδρὸς ἀπολαύσωσιν. Ἡμεῖς δὲ, ἵνα τὰ ἐν μέσῳ συνέλωμεν, τὸ σῶφρον, τὸ ἐγκρατὲς, τὸ ἄτυφον, τὸ ἐπίχαρι, τὸ κοινωνικὸν, τὸ φιλάνθρωπον, τἄλλα οἷς ὑπὲρ ἅπαντας ὁ ἀνὴρ, ἐπὶ τὸ τελευταῖον μὲν τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει τρεψόμεθα.
VII. And what was his first and earnestly pursued object? Pleading for justice before rulers, outspokenness before kings, according to the divine David who spoke before kings and was not ashamed (Ps. 118:46), to check the unreasonableness of surging peoples, the licence of raging potentates, the distemper of factious households, the boorishness of the uneducated, the boastfulness of the educated, wealth lifting itself up, satiety acting insolently, poverty doing evil, anger carried away and carrying away reason, to stop the excess of pleasure, the intemperance of laughter, the anguish of grief, the unevenness of youth, the faintheartedness of old age, the desolation of widowhood, the despair of orphanhood. Will not anyone who is right-minded prefer these things by far to syllogisms and lines, and gaping at the stars? having reflected on this, that if all men were drawing conclusions, or practising geometry, or astronomizing, our life would be benefited nothing at all thereby, save that all things would even be dissolved; whereas if these things of which I have spoken are taken away, the universe is disorder and confusion. How much better and loftier these things are than the boastfulness of Antisthenes, and the gluttony of Diogenes, and the promiscuous marriage of Crates, what need is there to say? Yet we spare them also out of respect for the title, that they may enjoy some benefit from the man. But we, to sum up the things that lie between, his temperance, his self-control, his freedom from arrogance, his graciousness, his sociability, his humanity, the other qualities wherein the man excels all, will turn to that which is last indeed in order, but first in power.
Ηʹ. Ἦν ὅτε γαλήνην εἴχομεν ἀπὸ τῶν αἱρέσεων, ἡνίκα Σίμωνες μὲν, καὶ Μαρκίωνες, Οὐαλεντῖνοί τέ τινες, καὶ Βασιλεῖδαι, καὶ Κέρδωνες, Κήρινθοί τε καὶ Καρποκράτεις, καὶ πᾶσα ἡ περὶ ἐκείνους φλυαρία τε καὶ τερατεία, ἐπὶ πλεῖστον τὸν τῶν ὅλων Θεὸν τεμόντες, καὶ ὑπὲρ τοῦ Ἀγαθοῦ τῷ Δημιουργῷ πολεμήσαντες, ἔπειτα κατεπόθησαν τῷ ἑαυτῶν βυθῷ καὶ τῇ σιγῇ παραδοθέντες, ὥσπερ ἦν ἄξιον. Μοντανοῦ δὲ τὸ πονηρὸν πνεῦμα, καὶ τὸ Μανοῦ σκότος, καὶ ἡ Ναυάτου θρασύτης, ἢ καθαρότης, Σαβελλίου τε ἡ κακὴ συνηγορία τῆς μοναρχίας εἶξε, καὶ ὑπεχώρησεν, ἡ μὲν εἰς ἀντίπαλον μοῖραν ἀποκριθεῖσα, ἡ δὲ καὶ πάντη περιφρονηθεῖσα
VIII. There was a time when we had calm from heresies, when Simons, and Marcions, and certain Valentini, and Basilidae, and Cerdons, Cerinthi too and Carpocrates, and all the nonsense and marvel-mongering around them, having cut up the God of all to the utmost, and having waged war on behalf of the Good against the Demiurge, were afterwards swallowed up, handed over to their own Abyss and Silence, just as was worthy. And the evil spirit of Montanus, and the darkness of Manes, and the audacity, or purity, of Novatus, and Sabellius's evil advocacy of the monarchy yielded, and withdrew, the one separated off into an opposing faction, and the other altogether despised
PG 35:1209Read from the page
καὶ παραῤῥιφεῖσα διὰ τὸ ἀσθενές· ἄλλο δὲ οὐδὲν παρελύπει τὴν Ἐκκλησίαν. Οἱ γὰρ διωγμοὶ καὶ λαμπροτέραν αὐτὴν ἐποίουν τοῖς πάθεσιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ δευτέρα ζάλη κατὰ τῆς Ἐκκλησίας ἐγείρεται, ὁ τυφὼν τῆς ἀδικίας, τὸ πλήρωμα τῆς ἀσεβείας, ὁ λεγεὼν τῶν πνευμάτων, ἡ ἀντίχριστος γλῶσσα, ὁ ἀδικίαν εἰς τὸ ὕψος λαλήσας νοῦς, ἡ κατατομὴ τῆς θεότητος· οὗ δεινὴ μὲν ἡ ἐγχείρησις, δεινοτέρα δὲ ἡ τελευτὴ, καὶ τῆς Ἰούδα προδοσίας ἀξία, ἣν ἐκεῖνος κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐτόλμησεν, Ἄρειος, ὁ καλῶς μετὰ τῆς μανίας ὀνομαζόμενος. Οὗτος ἀπὸ τῆς Ἀλεξανδρέων ἀρξάμενος πόλεως, κἀκεῖ τὸ δεινὸν ἐκμελετήσας, ἔπειτα, ὥσπερ τις ἀγρία φλὸξ, ἀπὸ μικροῦ τοῦ σπινθῆρος τὸ πολὺ τῆς οἰκουμένης ἐπιδραμὼν, ὑπὸ τῶν Πατέρων ἡμῶν καταλύεται, καὶ τοῦ εὐσεβοῦς ἀριθμοῦ τοῦ τότε καταλαβόντος τὴν Νίκαιαν, καὶ εἴσω περιγραπτῶν ὅρων τε καὶ ῥημάτων τὴν θεολογίαν στήσαντος.
and cast aside on account of its weakness; and nothing else troubled the Church. For the persecutions even made her more illustrious by her sufferings. Not much time intervened, and a second storm is raised against the Church, the whirlwind of iniquity, the fullness of impiety, the legion of spirits (Luke 8:30), the antichristian tongue, the mind that spoke iniquity into the height (Ps. 72:8), the mutilation of the Godhead; whose attempt indeed was dreadful, and whose end was more dreadful, and worthy of the betrayal of Judas, which that man dared against our Saviour—Arius, who is rightly named along with madness. This man, having begun from the city of the Alexandrians, and having thoroughly practised the evil there, afterwards, like some wild flame, having overrun the greater part of the inhabited world from a small spark, is put down by our Fathers, and by the pious number that then occupied Nicaea, and established theology within circumscribed bounds and words.
Θʹ. Πάλιν πονηρὰ βασιλεία, καὶ πάλιν ἀναζῇ τὸ κακὸν, καὶ ὥσπερ τὰ ὕπουλα τῶν τραυμάτων ἀναστομοῦται καὶ ἀναῤῥήγνυται. Καὶ λύκοι βαρεῖς, ἄλλος ἄλλοθεν διαλαβόντες ἡμᾶς, τὴν Ἐκκλησίαν σπαράττουσιν. Ἱερεῖς τε κατὰ ἱερέων ἐξοπλισθέντες, καὶ δῆμοι δήμοις ἐπιμανέντες· καὶ βασιλεὺς ἀσεβείᾳ διδοὺς παῤῥησίαν, καὶ κατὰ τῆς ὀρθῆς δόξης νομοθετῶν· καὶ οἱ μήτε ἄνδρες, μήτε γυναῖκες, παρ' αὐτῷ δυναστεύοντες. Τίς ἂν τὰ τότε κακὰ πρὸς ἀξίαν ἐκτραγῳδήσειε; τὰς φυγὰς, τὰς δημεύσεις, τὰς ἀτιμίας, τὰς ἐπὶ τῆς ἐρημίας συνάξεις, μυριάδων ὅλων καὶ πόλεων ὑπαιθρίων ταλαιπωρουμένων, καὶ ὑετοῖς καὶ χειμῶσι πιεζομένων; τὰς ἐντεῦθεν ἐπαναστάσεις (οὐδὲ γὰρ τὴν ἐρημίαν εἶχον ἀκίνδυνον); τὰ ἔτι τούτων χαλεπώτερα, τοὺς αἰκισμοὺς, τοὺς θανάτους, τὰς θριαμβεύσεις ἐπισκόπων, φιλοσόφων, ἀνδρῶν, γυναικῶν, νέων, γεγηρακότων; τοὺς ἐπινοοῦντας τὰ δεινὰ, τοὺς προσεπινοοῦντας, τοὺς ὑπηρετουμένους τῇ ἀσεβείᾳ δυνάστας, οἷς τοῦτο μόνον πολλάκις εἰς εὐδοκίμησιν ἤρκεσε, τὸ πικροτέρους φανῆναι τῆς τοῦ κρατοῦντος βουλήσεως;
IX. Again an evil reign, and again the evil comes back to life, and like festering wounds is opened up and bursts forth. And grievous wolves, seizing us one from one side and another from another, tear the Church in pieces. Both priests armed against priests, and peoples driven mad against peoples; and an emperor giving licence to impiety, and legislating against the right opinion; and those who are neither men nor women holding power beside him. Who could worthily recount in tragic style the evils of that time? the banishments, the confiscations, the dishonours, the assemblies in the wilderness, when whole myriads and cities were afflicted under the open sky, and pressed by rains and storms? the expulsions thence (for neither did they have the wilderness free from danger)? the things still harsher than these, the tortures, the deaths, the leading in triumph of bishops, philosophers, men, women, youths, the aged? those who devised the dreadful things, those who devised yet more besides, the potentates who ministered to impiety, for whom this alone often sufficed for renown, to appear more bitter than the will of the ruler?
Ιʹ. Ἄρτι μὲν ὁ λαμπρὸς διωγμὸς εἶχε πέρας, καὶ
X. Just now indeed the open persecution had an end, and
PG 35:1212Read from the page
Περσὶς καλῶς ἡμῖν ἐδίκασε τὸν ἀλιτήριον καταλύσασα, καὶ πολλῶν αἱμάτων εἰσπραξαμένη δίκην δι' ἑνὸς αἵματος· ἄρτι δὲ ὁ ἀπρεπὴς ἄρχεται, καὶ τὸ ἀμύνειν Χριστιανοῖς πρόσχημα ἔχων τῆς ἀσεβείας, τοῖς ἀληθῶς Χριστιανοῖς ἐπιφύεται· καὶ τοσοῦτον ἐκείνου χαλεπώτερος γίνεται, ὅσῳ τότε μὲν ἡ ἄθλησις περιφανεστέρα καὶ λαμπροτέρα, νῦν δὲ καὶ τὸ παθεῖν ἀφιλότιμον, παρά γε τοῖς οὐ δικαίοις τῶν παθῶν λογισταῖς. Βούλεσθε δάκρυα τῷ θεάτρῳ κινήσω, καὶ αὐτῷ γε ἴσως τῷ καρτερικωτάτῳ, καὶ τῶν παθῶν κρείσσονι, ἑνὸς τῶν τότε γενομένων ἐπιμνησθείς; Μάρτυρες δὲ πολλοὶ τοῦ λόγου· καὶ γὰρ καὶ εἰς πολλοὺς ἦλθεν ἡ τραγῳδία τοῦ πάθους· οἶμαι δὲ καὶ ὁ μέλλων ὑπολήψεται χρόνος τοῦ καιροῦ τὸ διήγημα. Ναῦς φόρτον ἔχουσα τῶν πρεσβυτέρων ἕνα, καὶ τοῦτον οὐδὲ ὑπὲρ κακοῦ τινος, ἀλλ' ὑπὲρ πίστεως κινδυνεύοντα, κατὰ πελάγους ἀφίεται, οὐχ ἵνα σώσῃ τὸν ἐπιβάτην, ἀλλ' ἵνα ἀπολέσῃ. Καὶ ὁ φόρτος πρόθυμος· εὐσεβὴς γάρ. Καὶ πῦρ τῷ φόρτῳ συνέμπορον· καὶ τρυφᾷ τὸ καινὸν τῆς κολάσεως ὁ διώκτης. Φεῦ τοῦ θεάματος! Φεῦ τοῦ δράματος! Ἡ ναῦς πελάγιος· τὸ θέατρον ἐπὶ ταῖς ἀκταῖς, τῶν μὲν ἐφηδομένων, τῶν δὲ ὀδυρομένων. Πῶς ἂν ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι; ἀνάπτεται τὸ πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπανᾶται ὁ φόρτος, πῦρ ὕδατι μίγνυται, καὶ συντρέχει τὰ ἐναντία εἰς εὐσεβοῦς κόλασιν, καὶ δύο στοιχεῖα ἓν σῶμα μερίζεται, καὶ πυρσὸς ὑπὲρ θαλάσσης αἴρεται ξένος. ᾯ προσῆλθε μὲν τάχα τις, ὡς ἡμέρῳ καὶ φιλανθρώπῳ· προσελθὼν δὲ, εὗρε θέαμα ἐλεεινόν τε καὶ ἄπιστον, ἄνευ κυβερνήτου πλοῦν, ἄνευ χειμῶνος ναυάγιον· καὶ ὁ πρεσβύτερος κόνις, καὶ οὐδὲ κόνις, σπαρεὶς ἐν τοῖς ὕδασι. Καὶ οὐδὲ τοσοῦτον ἡ ἱερωσύνη, ὅσον τελευτῆς γοῦν εὐσχημονεστέρας τυχεῖν· εἰ δὲ μὴ τελευτῆς, ἀλλὰ ταφῆς γε πάντως, ἣ καὶ τοῖς ἀσεβέσιν ὀφείλεται. Τοιοῦτος ὁ τοῦ ἀσεβοῦς στόλος· τοιοῦτον τοῦ εὐσεβοῦς τὸ τέλος· καὶ οὐδαμοῦ πῦρ ἄνωθεν εὐαγέστερον, οὐδὲ κολαστικὸν τοῦ τοιαῦτα πυρσεύοντος.
Persia judged well for us in putting down the accursed man, and exacting justice for many bloodsheddings through one blood; and just now the unseemly [persecution] begins, and having the defence of Christians as a pretext for its impiety, it fastens upon the true Christians; and becomes so much harsher than that one, inasmuch as then the contest was more conspicuous and more illustrious, whereas now even suffering is without honour, at least among the unjust reckoners of sufferings. Will you that I stir up tears in the theatre, and perhaps even in this man who is most steadfast and superior to the passions, by making mention of one of the things that then happened? And there are many witnesses of the account; for indeed the tragedy of the suffering came even to many; and I think the time to come also will take up the narrative of the season. A ship having as its cargo one of the presbyters, and him incurring danger not even for any evil, but for the faith, is cast adrift upon the open sea, not that it may save the passenger, but that it may destroy him. And the cargo is eager; for he is pious. And fire is fellow-traveller with the cargo; and the persecutor revels in the novelty of the punishment. Alas for the spectacle! Alas for the drama! The ship is on the open sea; the theatre is upon the shores, some rejoicing over it, and others lamenting. How could I set forth the great matter in brief? The fire is kindled, the ship is consumed, the cargo is consumed along with it, fire is mingled with water, and opposites concur for the punishment of a pious man, and two elements divide one body, and a strange beacon is raised above the sea. To which someone perhaps approached, as to something gentle and humane; but on approaching, he found a spectacle both pitiable and incredible, a voyage without a pilot, a shipwreck without a storm; and the presbyter is dust, and not even dust, scattered in the waters. And the priesthood was not even worth so much as to obtain at least a more decent end; or if not an end, at all events a burial, which is owed even to the impious. Such was the expedition of the impious man; such was the end of the pious man; and nowhere was there a holier fire from above, and punitive of him who kindled such beacons.
ΙΑʹ. Ἀλλὰ τί μοι τῶν ἔξωθεν; Ἐπ' αὐτὴν ἤδη βαδιστέον τὴν σὴν ἄθλησιν, καὶ τοὺς σοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας, οὓς πᾶσι τοῖς προλαβοῦσιν, ὥσπερ τινὰ σφραγῖδα καλὴν, ἐπέθηκας. Ἤκμαζε μὲν ἐν τῇ σῇ πόλει τὸ τῆς αἱρέσεως ταύτης κακὸν, ὅθεν
XI. But what have I to do with external things? We must now proceed to thy contest itself, and thy struggles on behalf of piety, which thou hast set, like some fair seal, upon all the things that went before. The evil of this heresy was at its height in thy city, whence
PG 35:1213Read from the page
καὶ ἤρξατο. Ἐπεὶ δὲ τὸν μὲν ἁγιώτατον τῆς οἰκουμένης ὀφθαλμὸν, καὶ ἀρχιερέα τῶν ἱερέων, τὸν τῆς σῆς ὁμολογίας καθηγητὴν καὶ διδάσκαλον τοῖς ἑαυτοῦ περὶ τῆς εὐσεβείας ἀγῶσι, τὴν μεγάλην φωνὴν, τὸ τῆς πίστεως ἔρεισμα, τὸν δεύτερον Χριστοῦ λύχνον καὶ πρόδρομον, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν γήρᾳ καλῷ κοιμηθέντα, καὶ πλήρη τῶν κατὰ Θεὸν ἡμερῶν, μετὰ τὰς συκοφαντίας, μετὰ τοὺς ἄθλους, μετὰ τὴν περιβόητον χεῖρα, μετὰ τοὺς ζῶντας νεκροὺς, ἡ Τριὰς πρὸς ἑαυτὴν μετατίθησιν, ᾗ συνέζησε, καὶ ὑπὲρ ἧς ἐκινδύνευσεν (Ἀθανάσιον οἶδ' ὅτι πάντες ἐν τοῖς λόγοις ἀνέγνωτε)· δευτέρα δέ τις Αἰγύπτου πληγὴ καὶ μάστιξ ἑαυτὸν ἐπεισάγει τῇ Ἐκκλησίᾳ ὁ τῆς ἀληθείας προδότης, ὁ τῶν λύκων ποιμὴν, ὁ διὰ τῆς αὐλῆς ὑπερβαίνων λῃστὴς, ὁ δεύτερος Ἄρειος, ἡ θολερὰ καὶ ἄποτος ἀνατροπὴ, ὁ τῆς ἀθέου πηγῆς δαψιλέστερος ποταμός· ὀκνῶ μὲν τὰς τότε παρανομίας εἰπεῖν καὶ μιαιφονίας, μεθ' ὧν τὸν ἅγιον καταλαμβάνει θρόνον ὁ θὴρ, καὶ τῆς πονηρᾶς εἰσόδου τὰ προτελέσματα· ὀδύρομαι δ' ὅμως ὀλίγα ἐκ πολλῶν (ἃ καὶ ὑμεῖς ὀδύρεσθέ τε καὶ προωδύρασθε), τῷ θείῳ Δαβὶδ συγχρησάμενος· Ὁ Θεὸς, ἦλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, καὶ τὰ ἐπὶ τούτοις· Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου, πετεινῶν βρώματα, καὶ θηρίων σπαράγματα. Προσθήσω δὲ παρ' αὐτοῦ κἀκεῖνα ἐξ ἄλλου θρήνου καὶ ἑτέρας ᾠδῆς· Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Πῶς γὰρ οὐκ ἐνεκαυχήσαντο; πῶς δὲ οὐκ ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου συμφοραῖς πολυτρόποις καὶ παντοίοις κακοῖς;
it also began. And when the Trinity translated to Herself the most holy eye of the inhabited world, and chief priest of priests, the guide and teacher of thy confession by his own struggles for piety, the great voice, the stay of the faith, the second lamp and forerunner of Christ, if it is lawful to say this, having fallen asleep in a good old age, and full of days according to God, after the false accusations, after the contests, after the famed hand, after the living dead, with Whom he lived, and for Whom he incurred danger (Athanasius I know that you all have recognized in my words); a certain second plague and scourge of Egypt introduces himself into the Church, the betrayer of the truth, the shepherd of wolves, the robber climbing over through the courtyard, the second Arius, the turbid and undrinkable subversion, the more abundant river of the godless spring; I shrink indeed from telling the lawless deeds and blood-guiltiness of that time, wherewith the wild beast seizes the holy throne, and the preliminary rites of his evil entry; yet I lament a few things out of many (which you also lament and have lamented beforehand), making use along with [you] of the divine David: O God, the nations are come into Thine inheritance, they have defiled Thy holy temple, and what follows upon these words: They have laid the dead bodies of Thy servants to be food for the birds, and mangled flesh for the wild beasts (Ps. 78:1-2). And I will add from him those words also from another lamentation and another ode: How great wickednesses the enemy hath wrought in Thy sanctuary, and those who hate Thee have boasted in the midst of Thy feast (Ps. 73:3-4). For how did they not boast? and how did they not defile Thy holy temple with manifold calamities and evils of every kind?
ΙΒʹ. Ἐστρατήγει μὲν ἀνὴρ ἄθεος καὶ παράνομος, οὐδὲ ὄνομα Χριστιανοῦ περικείμενος (τοῦτο γὰρ τῆς ὕβρεως τὸ δεινότατον), ἀλλ' ἐκ τῶν εἰδώλων ἐπὶ τὸν τοῦ Θεοῦ ναὸν ἐπειγόμενος, ἐκ τῶν ἀκαθάρτων αἱμάτων ἐπὶ τὰ μυσαρώτερά τε καὶ βδελυκτότερα, καὶ τοῦτο ἱερουργων ἴσως τὴν καθ' ἡμῶν ὕβριν τοῖς δαίμοσι· παρετάσσετο δὲ δύναμις θυμῷ ζέουσα, στρατὸς ἀλλόκοτος καὶ ἀνήμερος κατὰ τῶν ἀόπλων καὶ ἀπολέμων. Ἐξωθεῖτο μὲν ὁ τοῦ ἁγίου διάδοχος ἱερεὺς, ὁ νόμῳ καὶ τάξει Πνεύματος κεχρισμένος, καὶ πολιᾷ καὶ φρονήσει τετιμημένος· ἐβασίλευε δὲ Ταβεὴλ, ὁ κληρονόμος
XII. A godless and lawless man was in command, not even wearing the name of Christian (for this was the most dreadful part of the outrage), but hastening from the idols against the temple of God, from impure bloodsheddings to things more abominable and more detestable, and perhaps offering this outrage against us as a sacrifice to the demons; and a force boiling with rage was drawn up in battle array, a monstrous and savage army against the unarmed and unwarlike. The priest who was successor of the saint was thrust out, he who was anointed by the law and order of the Spirit, and honoured for grey hair and prudence; and Tabeel reigned (Isa. 7:6), the heir
Notes, col. 1213

On the reading

Printed ἱερουργων, for ἱερουργῶν.

PG 35:1216Read from the page
τῶν ἀλλοτρίων. Κατὰ τῶν ἁγίων ὅπλα, κατὰ τῶν ἀσύλων μιαραὶ χεῖρες, κατὰ τῶν ᾠδῶν σάλπιγγες. Σκόπει μοι τὰ τούτοις ἑπόμενα, πίπτοντας ἄνδρας ἐν τοῖς ἁγίοις, συμπατουμένας γυναῖκας, ἔστιν ἃς καὶ μετὰ τοῦ φόρτου τῆς φύσεως, τοὺς προώρους τόκους καὶ ἀτόκους, εἰπεῖν οἰκειότερον· διελκομένας παρθένους οἰκτρῶς, αἰκιζομένας αἰσχρότερον (αἰσχύνομαι καὶ γυναῖκας καὶ ἄνδρας εἰπεῖν τὸν τρόπον, καὶ γυμνῶσαι τῷ λόγῳ τὰ κρυπτὰ τῆς αἰσχύνης, οἷς καὶ τότε γυμνωθεῖσιν αἰσχύνομαι), τὰς μὲν κατὰ φρεάτων φερομένας τῶν ἔνδον τοῦ ἱεροῦ, τὰς δὲ ἐκ τῶν ὑπερῴων κρημνιζομένας ἐπὶ τῇ ἀτοπίᾳ τῶν ὁρωμένων, τὰς δὲ ταῖς κειμέναις ἐπισωρευομένας· τοὺς ἐπὶ τοῖς φόνοις φόνους, τὰ ἐπὶ τοῖς πτώμασι πτώματα, πατούμενα βεβήλοις ποσὶ τὰ ἅγια, θυσιαστήρια καθυβριζόμενα σχήμασιν ἀσελγέσι καὶ ᾄσμασιν, ὡς δὲ ἀκούω, (τί τοῦτο ἡ τολμηρὰ γλῶσσα φθέγξεται;) καὶ τοῖς ὑπὲρ αὐτῶν ὀρχήμασι καὶ λυγίσμασι· δημηγορούσας ἐπὶ τῶν ἱερῶν θρόνων γλώσσας βλασφήμους, μυστήρια κωμῳδούμενα, σιωπωμένας ψαλμῳδίας, οἰμωγὰς ἀντεγειρομένας, αἱμάτων ὀχετοὺς, δακρύων πηγὰς, ἱερεῖς ἀγομένους, μονοτρόπους σπαρασσομένους, πᾶσαν τῆς Ἀσσυρίων καταδρομῆς τὴν εἰκόνα, ἥν ποτε τὴν ἁγίαν Ἱερουσαλὴμ κατέδραμον· ἣν μήτε λόγος ἀξίως παραστῆσαι, μήτε ἀκοὴ χωρῆσαι δύναται, μόνης δὲ τῆς Ἱερεμίου καὶ ψυχῆς καὶ φωνῆς πρὸς ἀξίαν ὀδύρασθαι· ὃς καὶ πηγὰς δακρύων ἐπιζητεῖ, καὶ ἐκ τειχῶν προκαλεῖται θρῆνον ἐπὶ τοιούτοις πάθεσι, καὶ ὁδοῖς Σιὼν ἐπιβάλλει πένθος, οὐκ ἀγούσαις τοὺς ἑορτάζοντας.
of what belonged to others. Weapons against the holy places, polluted hands against the sanctuaries, trumpets against the odes. Consider for me what followed upon these things: men falling in the holy places, women trampled under foot, some even along with the burden of nature, premature births and non-births, to speak more fittingly; virgins dragged apart pitiably, outraged more shamefully (I am ashamed both before women and before men to tell the manner, and to strip bare in speech the hidden things of shame, at which even when stripped bare then I am ashamed), some borne down into the cisterns within the sanctuary, others hurling themselves down from the upper chambers at the monstrosity of the things seen, and others heaped upon those who lay fallen; murders upon murders, corpses upon corpses, the holy things trampled by profane feet, altars insulted with lewd postures and songs, and as I hear, (how shall my daring tongue utter this?) even with dancings and writhings upon them; blasphemous tongues haranguing upon the sacred thrones, mysteries turned into comedy, psalmody silenced, wailings raised in its stead, channels of blood, fountains of tears, priests led away, monks torn in pieces, the whole image of the incursion of the Assyrians, wherewith they once overran holy Jerusalem; which neither speech can worthily set forth, nor hearing contain, and which belongs to the soul and voice of Jeremiah alone to lament worthily; who both seeks fountains of tears (Jer. 9:1), and calls forth lamentation from the walls over such sufferings, and lays mourning upon the ways of Sion, as not leading those who keep the feast (Lam. 1:4).
ΙΓʹ. Τοῦτο τὸ δρᾶμα εἶδε μὲν ἑῴα λῆξις, ἐθρήνησε δὲ καὶ ἑσπέριος, ᾗ τὰ σύμβολα τῆς ἀπονοίας ὁ φυγὰς ἱερεὺς ἐθριάμβευσε. Τίνα τρόπον; Προὔθηκε τῇ Ἐκκλησίᾳ Ῥωμαίων, ἀντὶ τῶν νεκρῶν, τὴν ᾑμαγμένην ἐσθῆτα, καὶ κινεῖ πάνδημα δάκρυα διὰ τῆς σιωπώσης κατηγορίας, ἵνα καὶ παραστήσῃ τὸ πάθος, καὶ τῶν δεινῶν ἐπίκουρον λάβῃ, ὥσπερ οὖν καὶ εἰληφότα ἔγνωμεν· ἐπειδὴ φιλεῖ μάλιστα κάμπτεσθαι τὸ προέχον πρὸς τὸ ἀσθενὲς, καὶ δι' εὐνοίας ἑκουσίου τῷ ἐλαττουμένῳ προστίθεσθαι. Τοῦτο ἤνεγκε μὲν οὐδὲ τῶν ἄλλων εὐσεβῶν οὐδὲ εἷς· σὲ δὲ κινεῖ καὶ πλέον, ὅσῳ καὶ τὸν λόγον τελεώτερος, καὶ τὸν ζῆλον θερμότερος. Διὰ τοῦτο πολεμεῖς μὲν ὑπὲρ τοῦ Λόγου, πολεμῇ δὲ ὑπὸ τῆς ἀσεβείας· καὶ πρὸς πολλοῖς ἄλλοις, οἷς ὑπὲρ τοῦ καλοῦ πράττων καὶ λέγων ἠγώνισαι, διδάσκων, νουθετῶν, ἐξαιρούμενος, ἐλέγχων, ἐπιτιμῶν, συγ-
XIII. This drama the Eastern portion indeed saw, and the Western also bewailed, to which the fugitive priest displayed in triumph the tokens of madness. In what manner? He set forth to the Church of the Romans, instead of the dead, the blood-stained garment, and stirs up tears of the whole people through the silent accusation, that he might both set forth the suffering, and obtain an ally in the dreadful evils, just as we know that he did in fact obtain; since that which excels loves most of all to bend towards the weak, and through voluntary goodwill to join itself to the one who is worsted. This not even one of the other pious men endured; and thee it moves even more, by as much as thou art both more perfect in speech, and warmer in zeal. On this account thou makest war indeed on behalf of the Word, and art warred against by impiety; and beside many other things, wherein by doing and speaking thou hast contended on behalf of the good, teaching, admonishing, rescuing, refuting, rebuking, par-
PG 35:1217Read from the page
χέων, ἰδιώτας, ἄρχοντας, ἰδίᾳ, δημοσίᾳ, κατὰ πάντα καιρὸν καὶ τόπον· τέλος, μανίᾳ συναρπασθεὶς δυσσεβοῦς ἐξουσίας, (ὢ τῆς εὐγενοῦς συμφορᾶς! ὢ τῶν ἱερῶν σου τραυμάτων!) ξαίνῃ μὲν τὸ καλὸν σῶμα ταῖς μάστιξιν, ὥσπερ δὲ ἄλλου θεατὴς πάσχοντος· καὶ κάμπτῃ μὲν τὸ ὁρώμενον, οὐ καταβάλλῃ δὲ τὸ νοούμενον· στηλιτεύεις τὴν ἀνδρείαν ἐν ταῖς ἁπάντων ὄψεσι· γίνῃ δὲ καὶ σιγῶν τῆς καρτερίας διδάσκαλος, ἐπειδή γε ἡ γλῶσσα παρῆκε τὸ φθέγγεσθαι.
confounding private citizens, rulers, in private, in public, at every time and place; finally, seized by the madness of an impious authority, (O noble calamity! O your sacred wounds!) you are torn in your fair body by the scourges, yet as though a spectator of another suffering; and you are bent in that which is seen, yet not cast down in that which is apprehended by the mind; you inscribe your courage as upon a pillar in the sight of all; and even while keeping silence you become a teacher of endurance, since indeed your tongue had given over speaking.
ΙΔʹ. Εἶτα τί; Τῆς πατρίδος ὑπερορίζῃ, ὁ μηδεμίαν εἰδὼς οἰκείαν καὶ ἀλλοτρίαν, ἐμοὶ δοκεῖν, ἵνα καὶ ἄλλοι παιδευθῶσι διὰ σοῦ τὴν εὐσέβειαν· Ὄασίς σοι τὸ φυγαδευτήριον, ἡ ἀπάνθρωπος ἐρημία, τὸ διὰ σὲ λοιπὸν εὐαγὲς χωρίον. Μετάδος ἡμῖν καὶ τῶν τῆς ὑπερορίας σου καλῶν, ἐπειδή γε τῶν τῆς ἐπανόδου μετέδωκας. Ποίησον ἡμῖν θέατρον τὴν ἐπάνοδον. Τίνας ἐκεῖ φιλοσοφεῖν ἐδίδαξας; τίνας ἐκάθηρας τῶν ἀσεβῶν ὑπολήψεων; τίνας τῇ εὐσεβείᾳ προσήγαγες; Ὁρᾷν μοι δοκῶ τὸ ἐκεῖ παιδευτήριον, τὴν περὶ σὲ τελετὴν καὶ πανήγυριν. Εἰπὲ καὶ τοῦτο· Εἶχές τινα παραμυθίαν τοῖς λειψάνοις τοῦ σώματος; ἢ καὶ τὴν πενίαν ἐφιλοσόφεις; Εἶχές τινας κοινωνοὺς τῆς ἀθλήσεως; ἢ καὶ τοῦτο πενόμενος ἤνεγκας; Ἐπόθεις τὰς ἀδελφάς, τὰς κοινωνούς σοι καὶ τῆς ἁγνείας, καὶ τῆς καρτερίας; ἢ καὶ τῆς τούτων συνηθείας ἦς ὑψηλότερος; Ἔκαμπτέ σε γηραιᾶς μητρὸς ἐρημία; ἢ καὶ λίαν ἐθάρρεις, ὡς μέγιστον εἰς ἀσφάλειαν καταλιπὼν αὐταῖς τὴν εὐσέβειαν; Ἀλλ' ἐπειδή γε καλῶς ποιῶν ἐπανήκεις ἡμῖν, καί σε τοῖς ποθοῦσι ποθοῦντα πάλιν ἀπέδωκεν ὁ δοξάζων τοὺς δοξάζοντας αὐτὸν, καὶ παραζηλῶν τοὺς παραζηλοῦντας, ὁ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ τοῖς νεκροῖς ἐμπνέων ἀνάστασιν· ὁ Λάζαρον μὲν τετραήμερον, σὲ δὲ τετραετῆ ζωοποιῶν παρ' ἐλπίδας, καὶ συνάγων ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν, τὴν Ἰεζεχιὴλ ὄψιν, τοῦ προφητῶν θαυμασιωτάτου καὶ ὑψηλοτάτου· ἔχου μοι πάλιν τῆς αὐτῆς ἐργασίας, καὶ παῤῥησίας, ἵνα μὴ δόξῃς ἐγκεκόφθαι τοῖς πάθεσι, μηδὲ προδιδόναι δειλίᾳ τὴν φιλοσοφίαν.
XIV. What then? You are banished from your fatherland, you who know none as either your own or foreign, so it seems to me, in order that others also may be taught piety through you; Oasis is your place of exile, the uninhabited desert, the place henceforth holy because of you. Share with us also the good things of your exile, since indeed you have shared those of your return. Make your return a theatre for us. Whom did you teach to practise philosophy there? Whom did you cleanse of impious opinions? Whom did you lead to piety? Methinks I see the school there, the sacred rite and festal assembly around you. Tell this also: Had you any solace for the remnants of your body? Or did you practise philosophy even in poverty? Had you any companions in your contest? Or did you bear poverty in this also? Did you long for your sisters, the partners both of your chastity and of your endurance? Or were you superior even to the company of these? Did the desolation of your aged mother bend you? Or were you exceedingly confident, as having left behind for them piety as the greatest safeguard? But since indeed, doing well, you have returned to us, and He Who glorifies those who glorify Him, and provokes to jealousy those who provoke Him to jealousy, Who performs the will of those who fear Him, and breathes resurrection into the dead, has restored you, longing for us, back again to us who longed for you—He Who quickens Lazarus after four days, and you after four years contrary to expectations, and brings together bones to bones, and joint to joint, the vision of Ezekiel, the most marvellous and loftiest of prophets—hold fast for me again to the same labour and boldness of speech, lest you seem to have been hindered by your sufferings, or out of cowardice to betray philosophy.