Migne Reading Room

PG 35 · cols. 1184–1193 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1184Read from the page
χανον γὰρ ἅπαν τὸ πιεζόμενον. Τίς ἡ λύσις; Ἐπὶ τὸν τῆς παρθένου καταφεύγει Θεὸν, ὥσπερ Σαοὺλ ἐπὶ τὴν κινύραν τοῦ Δαβὶδ καὶ τὰ κρούσματα· πρόσεισι τῷ ταύτης Ποιμένι· καθαίρεται, ὥσπερ τοῦ πόθου διὰ τῆς πληγῆς, οὕτω τοῦ πονηροῦ πνεύματος διὰ τῆς εἰς Χριστὸν πίστεως· μετατίθεται τὸν πόθον· ἐπὶ πολὺ μὲν ἀπιστούμενος καὶ ἀποπεμπόμενος· καὶ γὰρ ἐδόκει τὸ πρᾶγμα τῶν ἀπίστων εἶναι καὶ θαυμασίων, Κυπριανὸν ἐν Χριστιανοῖς ἀριθμηθῆναί ποτε, εἰ καὶ πάντες ἄνθρωποι· μετατίθεται δ' οὖν, καὶ ἀπόδειξις τῆς μεταβολῆς ἐναργής· Προτίθησι δημοσίᾳ τὰς γοητικὰς βίβλους· θριαμβεύει τοῦ πονηροῦ θησαυροῦ τὴν ἀσθένειαν· κηρύσσει τὴν ἄνοιαν, λαμπρὰν ἐξ αὐτῶν αἴρει τὴν φλόγα, πυρὶ δαπανᾷ τὴν μακρὰν ἀπάτην, ἣ μιᾷ φλογὶ σαρκὸς οὐκ ἐπήμυνεν· ἀφίσταται τῶν δαιμόνων, οἰκειοῦται Θεῷ. Ὢ τῆς χάριτος! Ὅσῃ Θεὸν εὑρίσκει πονηρῷ πόθῳ καὶ πνεύματι, πρόβατον ἱερὸν τῆς ἱερᾶς γίνεται ποίμνης, ὡς δὲ ἐγώ τινος ἤκουσα, καὶ νεωκόρος, πολλὰ δεηθεὶς, ἵνα φιλοσοφήσῃ τὸ ταπεινὸν εἰς κάθαρσιν τῆς προτέρας ἀλαζονείας. Εἶτα ποιμὴν, καὶ ποιμένων ὁ κράτιστός τε καὶ δοκιμώτατος. Οὐ γὰρ τῆς Καρχηδονίων προκαθέζεται μόνον Ἐκκλησίας, οὐδὲ τῆς ἐξ ἐκείνου καὶ δι' ἐκεῖνον περιβοήτου μέχρι νῦν Ἀφρικῆς, ἀλλὰ καὶ πάσης τῆς ἑσπερίου, σχεδὸν δὲ καὶ τῆς ἑῴας αὐτῆς, νοτίου τε καὶ βορείου λήξεως, ἐφ' ὅσα ἐκεῖνος ἦλθε τῷ θαύματι. Οὕτω Κυπριανὸς ἡμέτερος γίνεται.
contrivance is everything that is hard pressed. What is the deliverance? He flees for refuge to the God of the virgin, just as Saul to the harp of David and its strummings (1 Kings 16:23); he approaches her Shepherd; he is cleansed, just as from his desire through the stroke, so from the evil spirit through faith in Christ; he transforms his desire; for a long while indeed being distrusted and sent away; for in fact the matter seemed to be among things incredible and wonderful, that Cyprian should ever be numbered among Christians, even if all men should be; yet he is transformed, and the proof of his change is manifest: he sets forth publicly his books of sorcery; he triumphs over the weakness of the evil treasure; he proclaims his folly, he raises a bright flame from them, he consumes with fire the long deceit, which had not aided a single flame of the flesh; he withdraws from the demons, he is made familiar with God. O the grace! By as much as he finds God through an evil desire and spirit, he becomes a sacred sheep of the sacred flock, and, as I myself heard from someone, even a temple-warden, having entreated much, that he might practise humility as a philosophy for the cleansing of his former arrogance. Then a shepherd, and of shepherds the mightiest and most approved. For he presides not only over the Church of the Carthaginians, nor over Africa, famous from him and through him until now, but also over all the western, and well-nigh even the eastern portion itself, both the southern and the northern allotment, unto as many places as that man came in wonder. Thus Cyprian becomes ours.
ΙΓʹ. Ταῦτα ὁ τῶν σημείων καὶ τῶν τεράτων Θεός· ταῦτα, ὁ τὸν Ἰωσὴφ ἀγαγὼν εἰς Αἴγυπτον ὤνιον διὰ ἀδελφῶν ἐπηρείας, καὶ ἐν γυναικὶ δοκιμάσας, καὶ ἐν σιτοδοσίᾳ δοξάσας, καὶ ἐν ἐνυπνίοις σοφίσας, ἵν' ἐπὶ ξένης πιστευθῇ, καὶ ὑπὸ Φαραὼ τιμηθῇ, καὶ πατὴρ γένηται πολλῶν μυριάδων, δι' ἃς Αἴγυπτος βασανίζεται, θάλασσα τέμνεται, ἄρτος ὕεται, ἥλιος ἵσταται, γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται. Οἶδε γὰρ πόῤῥωθεν καταβάλλεσθαι τῶν μεγάλων πραγμάτων ἡ σοφία τὰς ὑποθέσεις, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομεῖσθαι, ἵνα κα⟨ὶ⟩ μᾶλλον θαυμάζηται. Ἀπόχρη καὶ ταῦτα τῶν του Κυπριανοῦ καλῶν εἰς μέτρον εὐφημίας τελειωτάτης. Νῦν δὲ τοσαῦτά ἐστι τὰ λειπόμενα καὶ τοιαῦτα,
XIII. These things the God of signs and of wonders does; these things, He Who led Joseph into Egypt as merchandise through the spite of brothers (Gen. 37:28), and tested him in the matter of a woman (Gen. 39:7), and glorified him in the distribution of corn, and made him wise in dreams, that in a strange land he might be trusted, and be honoured by Pharaoh, and become the father of many myriads (Gen. 41:40), on account of whom Egypt is tormented (Exod. 7:17), the sea is cleft (Exod. 14:21), bread is rained down (Exod. 16:14), the sun stands still (Josh. 10:12), the land of promise is distributed by lot (Josh. 14:1). For wisdom knows how to lay down from afar the foundations of great matters, and to dispense opposites through opposites, so that it may be all the more marvelled at. Even these things suffice out of the noble deeds of Cyprian for the measure of most perfect praise. But now the things that remain are so many and of such a kind,
Notes, col. 1184

On the reading

Printed του, for τοῦ.

PG 35:1185Read from the page
ὥστε εἰ καὶ μηδὲν αὐτῷ τῶν προειρημένων ὑπῆρχεν εἰς ἔπαινον, ἐξαρκεῖν τοῖς ἑξῆς νικᾷν ἅπαντας. Ἵνα γὰρ τὰ ἐν μέσῳ συντέμω, τὴν τῶν χρημάτων περιφρόνησιν, τὴν τοῦ τύφου κατάλυσιν, τὴν τοῦ σώματος παιδαγωγίαν καὶ καθαρότητα τῶν προτέρων ὁρμῶν ἀντίπαλον, τὸ περὶ τὴν ἐσθῆτα φιλόσοφον, τὸ περὶ τὰς ἐντεύξεις ὑψηλόν τε ὁμοῦ καὶ φιλάνθρωπον, ὡς ἴσον ἀπέχειν εὐτελείας καὶ αὐθαδείας· τὰς χαμευνίας, τὰς ἀγρυπνίας, ὃς, καίτοι τῶν τοιούτων ὀψιμαθὴς ὢν, κατὰ πολὺ τῶν προειληφότων ἐκράτει· τὴν περὶ λόγους φιλοτιμίαν, ἐξ ὧν ἦθος ἅπαν ἐπαίδευσε, καὶ δογμάτων ἀπαιδευσίαν ἐκάθηρε, καὶ ἀνδρῶν βίους ἐκόσμησε, καὶ τῆς ἀρχικῆς καὶ βασιλικῆς Τριάδος τὴν θεότητα τεμνομένην, ἔστι δὲ ὑφ' ὧν καὶ συναλειφομένην, εἰς τὸ ἀρχαῖον ἐπανήγαγεν, ἐν ὅροις μείνας εὐσεβοῦς ἑνώσεώς τε καὶ συναριθμήσεως· ἵνα ταῦτα συνέλω διὰ τὴν ἀμετρίαν, τῇ τοῦ βίου καταλύσει συγκαταλύσω τὸν λόγον.
that even if none of the things aforesaid belonged to him for praise, those that follow would suffice to surpass all men. For that I may abridge the things in between—his disdain of wealth, his dissolution of pride, his disciplining and purity of body matched against his former impulses, his philosophical simplicity in attire, his loftiness at once and humaneness in his dealings, so as to be equally distant from meanness and arrogance; his sleepings on the ground, his vigils, he who, although a late learner of such things, by far excelled those who had begun before him; his zeal regarding discourses, whereby he educated every character, and cleansed away the rudeness of doctrines, and adorned the lives of men, and brought back to its ancient state the divinity of the sovereign and royal Trinity when it was being severed, and by some also confounded, having remained within the bounds of pious union and co-enumeration—that I may compress these things on account of their immensity, I shall bring my discourse to a close together with the close of his life.
ΙΔʹ. Ἐμαίνετο καθ' ἡμῶν Δέκιος, καὶ πάσας ἰδέας κολάσεων ἐπενόει, καὶ τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἔμελλεν· ἴσον δὲ ἀγώνισμα ποιεῖται, καὶ Χριστιανοὺς ἑλεῖν, καὶ τοὺς πρὸ αὐτοῦ διώκτας ὑπερβαλεῖν, μᾶλλον δὲ, ἢ Χριστιανοὺς πάντας, ἢ Κυπριανὸν μόνον ἑλεῖν τε καὶ παραστήσασθαι. Ὅσῳ γὰρ εὐσεβείᾳ τε καὶ δόξῃ διαφέρειν τὸν ἄνδρα ἐγίνωσκε, τοσούτῳ καὶ τὴν νίκην ἑαυτῷ περιφανεστέραν ἑώρα καὶ λαμπροτέραν, ει τούτου κρατήσειεν. Ἐκείνως μὲν γὰρ Χριστιανῶν μόνον ὑπάρχειν κρατεῖν, οὕτω δὲ καὶ φιλοσοφίας αὐτῆς, καὶ λόγων. Καὶ τὴν γλῶσσαν περιελεῖν πρότερον, εἶτα ἀφώνους ἀπαγαγεῖν καὶ ἀλόγους τοὺς ὑπ' ἐκείνης ἐρειδομένους, ἀρίστης εἶναι στρατηγίας ἐνόμιζεν· οὐκ ὀρθῶς μὲν, οὐδὲ εὐσεβῶς ταῦτα διανοούμενος, οὐ μὴν παντάπασιν ἀλογίστως, πρός γε τὴν ἑαυτοῦ βούλησιν καὶ ἐπιχείρησιν· ἔδειξε δὲ τὸ ἔργον. Ἐπειδὴ γὰρ ἅπασαν προσβολήν τε καὶ πεῖραν ἀνδρικῶς τε καὶ γενναίως ἀποσεισάμενος, ὥσπερ τις πέτρα παράλιος κυμάτων ἐπιδρομὰς, τέλος ἐξορίαν ὑπ' αὐτοῦ κατακρίνεται· οὐ τὸ καθ' ἑαυτὸν ἔστερξεν ὁ γεννάδας, οὐδὲ ἠγάπα σωζόμενος· οὐδὲ ἀσφάλειαν τῷ σώματι μᾶλλον τὴν ἀτιμίαν ἐνόμιζεν, ἢ ψυχῆς κίνδυνον τὴν ἡσυχίαν, καὶ τὸ περιορᾷν τοὺς ἄλλους τῷ καιρῷ κινδυνεύοντας, οὐκ ὄντος τοῦ παιδοτριβοῦντος, καὶ πρὸς τὸν ἀγῶνα θαῤῥύνοντος. Οὐ γὰρ μικρὸν δύνασθαι καὶ λόγον εἰς ἀνδρείας προσθήκην τοῖς ἀποδυομένοις πρὸς τὸ τῆς ἀρετῆς στάδιον.
XIV. Decius was raging against us, and was devising all forms of punishments, and some of the terrors were already present, while others were impending; and he makes it an equal contest both to vanquish the Christians and to surpass the persecutors before him, or rather, either to vanquish all Christians, or to vanquish and bring to terms Cyprian alone. For by as much as he knew the man to excel in piety and glory, by so much did he see the victory also more conspicuous and more brilliant for himself, if he should prevail over this man. For in that way it belonged to him to prevail over Christians only, whereas in this way over philosophy itself as well, and eloquence. And first to strip away the tongue, then to lead away voiceless and speechless those supported by it, he deemed to be the part of the best generalship; not rightly indeed, nor piously devising these things, yet not altogether unreasonably, at least with regard to his own wish and enterprise; and the deed showed it. For when, having manfully and nobly shaken off every assault and trial, just like some sea-side rock the onrushes of the waves, at last he is condemned by him to exile; the noble man was not content with his own safety, nor was he satisfied with being preserved; nor did he deem the dishonour to be security for the body rather than the quietness to be peril of soul, and the overlooking of others in peril at the crisis, when there was none training them and emboldening them for the contest. For he knew that speech also has no small power for an addition of courage to those who strip for the stadium of virtue.
Notes, col. 1185

On the reading

Printed ει, for εἰ.

PG 35:1188Read from the page
ΙΕʹ. Διὰ τοῦτο τῷ σώματι μὲν ἀπῆν, τῷ πνεύματι δὲ παρῆν, καὶ τοῖς ἀθλοῦσι συνηγωνίζετο· καὶ τῇ γλώσσῃ μὲν βοηθεῖν οὐκ εἶχεν, βοηθεῖ δὲ τῷ γράμματι. Πῶς; Ἀλείπτης ὑπερόριος γίνεται, τοὺς προτρεπτικοὺς συγγράφων, καὶ λογογραφῶν τὴν εὐσέβειαν, καὶ πλείους ἐκεῖνος σχεδὸν ἐξ ἐπιστολῶν ποιεῖται μάρτυρας μόνος, ἢ πάντες δι' ἑαυτῶν οἱ παρόντες τοῖς τότε κάμνουσι. Πείθει γὰρ, μὴ πατρίδα, μὴ γένος, μὴ περιουσίαν, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν χαμαὶ κειμένων, ἔμπροσθεν ἄγειν τῆς ἀληθείας, καὶ τῶν ἐκεῖθεν ἀποκειμένων ἄθλων τῆς ἀρετῆς, τοῖς ὑπὲρ τοῦ καλοῦ κινδυνεύουσι. Καὶ ταύτην εἶναι πραγματειῶν τὴν ἀρίστην, αἵματος ὀλίγου βασιλείαν οὐρανῶν ὠνήσασθαι, καὶ δόξης ἀϊδιότητα τῶν προσκαίρων ἀντιλαβεῖν ἀγαθῶν. Μίαν μὲν γὰρ εἶναι πατρίδα τοῖς ὑψηλοῖς, τὴν νοουμένην Ἱερουσαλὴμ, οὐ τὰς μικροῖς ὁρίοις ἐνταῦθα διειλημμένας, καὶ πολλοὺς ἀμειβούσας οἰκήτορας· μίαν δὲ γένους λαμπρότητα, τὴν τῆς εἰκόνος τήρησιν, καὶ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσιν, ὅσον ἐφικτὸν τοῖς σαρκὸς δεσμίοις, καὶ βραχεῖαν ἀποῤῥοὴν τοῦ καλοῦ δέχεσθαι δυναμένοις· μίαν δὲ δυναστείαν, τὸ κατὰ τοῦ πονηροῦ κράτος, καὶ τὸ τῆς ψυχῆς ἀνάλωτον καὶ ἀήττητον ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν, ἡνίκα κακία πρὸς ἀρετὴν ἀγωνίζεται, καὶ κόσμος πρὸς κόσμον, ὁ λυόμενος πρὸς τὸν ἑστῶτα, καὶ πικρὸς ἀγωνοθέτης πρὸς γενναίους ἀγωνιστὰς, καὶ Βελίαρ πρὸς Χριστὸν παρατάσσεται. Διὰ ταῦτα καταφρονεῖν μὲν ξιφῶν ἀνέπειθε, ψυχρὸν δὲ νομίζειν τὸ πῦρ, ἡμέρους δὲ οἴεσθαι θηρῶν τοὺς ἀγριωτάτους, λιμὸν δὲ ὑπολαμβάνειν τὴν ἀνωτάτω τρυφὴν, δάκρυα δὲ τῶν οἰκείων, καὶ θρήνους, καὶ οἰμωγὰς παρατρέχειν, ὡς τοῦ πονηροῦ δελεάσματα, καὶ κωλύματα τῆς θείας ὁδοιπορίας. Ταῦτα γὰρ εἶναι ἀνδρικῶν ψυχῶν καὶ γενναίων, καὶ λογισμοῦ σώφρονος. Καὶ τὸ παράδειγμα ἐγγύθεν αὐτὸς ὁ ταῦτα λέγων καὶ γράφων, πάντα ἡγησάμενος σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ.
XV. Wherefore in body indeed he was absent, yet in spirit he was present, and contended alongside those who were contending; and with his tongue indeed he was not able to help, yet he helps with his writing. How? He becomes an anointer beyond the borders, composing hortatory discourses and writing in defence of piety, and by himself alone he makes almost more martyrs through letters than all those present in person with those who were then labouring. For he persuades them not to set fatherland, nor lineage, nor wealth, nor dominion, nor anything else of the things that lie upon the ground, before the truth and the prizes of virtue laid up yonder for those who incur peril on behalf of the good. And that this is the noblest of enterprises: to purchase the kingdom of the heavens with a little blood, and to receive eternity of glory in exchange for transitory goods. For there is one fatherland for the lofty, the intelligible Jerusalem, not those here parcelled out by small boundaries and changing many inhabitants; and one splendour of lineage, the preservation of the image and assimilation to the Archetype, so far as is attainable for those bound in flesh and able to receive a brief effluence of the good; and one dominion, mastery against the evil one, and the uncaptured and unconquered state of the soul in the contests on behalf of piety, when wickedness contends against virtue, and world against world, the one being dissolved against the one standing firm, and a bitter president of the games against noble contestants, and Beliar arrays himself against Christ. On account of these things he persuaded them to despise swords, and to account fire cold, and to deem the wildest of beasts tame, and to regard famine as the highest luxury, and to pass by the tears of kinsfolk, and lamentations, and wailings, as baits of the evil one and hindrances of the divine journey. For these things belong to manly and noble souls, and to a sober reasoning. And the example was near at hand: the very one speaking and writing these things, having counted all things dung, that he might gain Christ (Phil. 3:8).
ΙϚʹ. Οὕτω διανοούμενος Κυπριανὸς, καὶ οὕτως ὁπλίζων τοῖς λόγοις πρὸς τὸν ἀγῶνα, πολλοὺς ἀθλητὰς ἀπειργάζετο. Καὶ τίνα μισθὸν τούτων κο-
XVI. Thus minded, Cyprian, and thus arming them with his words for the contest, wrought many athletes. And what reward of these things does he re-
PG 35:1189Read from the page
μίζεται; Ὡς δαψιλῆ καὶ φιλότιμον! Μάρτυς ἐπὶ πᾶσιν οἷς προέπεμψε γίνεται, ξίφει τὴν κεφαλὴν τμηθεὶς καὶ ταῖς πολλαῖς βασάνοις ταύτην ἐπιτίθησι τὴν κορωνίδα. Οὕτω Χριστῷ προσάγεται, οὕτω πρὸς Χριστὸν μετατίθεται, ὁ πολὺς ἐν ἀσεβείᾳ, καὶ πλείων ἐν εὐσεβείᾳ Κυπριανὸς, ὁ μέγας καὶ διώκτης καὶ στεφανίτης, ὁ τὴν μεταβολὴν οὐχ ἧττον ἢ τὴν ἀρετὴν θαυμάσιος. Οὐ γὰρ οὕτω μέγα τύπον ἀγαθοῦ διασώσασθαι, ὡς τὸ καινοτομῆσαι θεοσέβειαν. Τὸ μὲν γὰρ τῆς συνηθείας, τὸ δὲ τῆς εὐβουλίας· καὶ τὸ μὲν τῶν πολλοῖς ὑπαρχόντων, τοῦ δὲ ὀλίγα τὰ παραδείγματα.
ceive? How abundant and munificent! He becomes a martyr after all those whom he had escorted forth, having been severed as to his head by the sword, and upon his many tortures he sets this crowning peak. Thus is he brought near to Christ, thus is he transferred unto Christ, Cyprian, great in impiety and greater in piety, the great persecutor at once and crowned victor, wonderful no less in his change than in his virtue. For it is not so great a thing to preserve a pattern of good as to innovate godliness. For the one belongs to custom, the other to good counsel; and the one is among things belonging to many, while of the other the examples are few.
ΙΖʹ. Ἀλλ' οἷον δὴ κἀκεῖνο τῶν ἐκείνου θαυμάτων; Μικρὸν ἔτι τῷ λόγῳ προσκαρτερήσωμεν, ἵνα τῷ ἀθλητῇ χαρισώμεθα. Τοιαύτη μὲν ἡ τοῦ ἀνδρὸς πολιτεία, τοιοῦτος δὲ ὁ τῆς ἀθλήσεως τρόπος. Ἐπεὶ δὲ καταλύει τὸν βίον (εἰ θέμις τοῦτο εἰπεῖν, ἀλλὰ μὴ πρὸς Θεὸν ἐκδημίαν ὀνομάσαι τὸ ἐκείνου πρᾶγμα, ἢ πόθου πλήρωσιν, ἢ δεσμῶν λύσιν, ἢ βάρους διάζευξιν), θαυματουργεῖταί τι κἀνταῦθα τῶν προειληφότων ἄξιον· τὸ μὲν ὄνομα πολὺ παρὰ πᾶσι Κυπριανοῦ, καὶ οὐ Χριστιανοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὴν ἐναντίαν ἡμῖν τεταγμένοις (πᾶσι γὰρ ὁμοίως τὸ καλὸν αἰδέσιμον)· τὸ σῶμα δὲ ἀφανὲς ἦν, καὶ ὁ θησαυρὸς παρά τινι γυναίῳ τῶν θερμῶν εἰς εὐσέβειαν, καὶ τοῦτο ἐπὶ μακρόν· οὐκ οἶδ' εἴτε τιμῶντος τοῦ Θεοῦ τὴν φιλόθεον, καὶ διὰ τοῦτο περιεχομένην τοῦ μάρτυρος, εἴτε τὸν πόθον ἡμῶν γυμνάζοντος, εἰ μὴ φέροιμεν ζημιούμενοι, καὶ τῶν ἁγίων λειψάνων ἀποστερούμενοι. Ἐπεὶ δὲ οὐκ ἠνέσχετο τὸ πάντων ἀγαθὸν ἴδιον ποιῆσαί τινος ὁ τῶν μαρτύρων Θεὸς, οὐδὲ τὸ κοινὸν ζημιῶσαι τῇ πρὸς ἐκείνην χάριτι, δημοσιεύει τὸ σῶμα δι' ἀποκαλύψεως, καὶ ταύτην γυναίῳ τινὶ τῶν ἀξίων τὴν τιμὴν καταθέμενος· ἵν' ἁγιασθῶσι καὶ γυναῖκες, ὥσπερ τὸν Χριστὸν καὶ τεκοῦσαι πρότερον, καὶ τοῖς μαθηταῖς ἀπαγγείλασαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὕτω καὶ νῦν Κυπριανὸν, ἡ μὲν παραδείξασα, ἡ δὲ παραδοῦσα τὸ κοινὸν ὄφελος. Τοῦτο τῶν ἐκείνου καλῶν τὸ τελευταῖον. Οὕτως εἰς μέσον ἔρχεται ὁ τοῦ μὴ λαθεῖν ἄξιος, καὶ οὐ συγχωρεῖται φιλοσοφῆσαι τὴν ἑαυτοῦ κλοπὴν, ἐπειδὴ καὶ τῶν ἐπὶ τοῖς σώμασι τιμῶν κρείσσων ἐκεῖνος καὶ ὑψηλότερος.
XVII. But of what sort indeed is that also among his wonders? Let us persevere yet a little in the discourse, that we may do a favour to the athlete. Such indeed was the man's way of life, and such the manner of his contest. But when he brings his life to a close (if it is lawful to say this, and not rather to name his affair a departure unto God, or a fulfilment of desire, or a loosing of bonds, or a severance of weight), something is wrought in wonder here also worthy of what had gone before: the name of Cyprian was great among all, and not among Christians only, but also among those arrayed on the side opposite to us (for to all alike the good is venerable); whereas his body was hidden from sight, and the treasure was with a certain woman of those fervent towards piety, and this for a long while; I know not whether because God was honouring the God-loving woman, who on this account clung to the martyr, or was exercising our longing, to see if we would not bear being mulcted and deprived of the holy relics. But since the God of the martyrs did not endure to make the good of all the private property of anyone, nor to mulct the common body by His favour towards her, He makes the body public through a revelation, having deposited this honour also with a certain woman of those worthy; so that women also might be sanctified, just as formerly having both borne Christ and announced Him to the disciples after the resurrection from the dead (Luke 24:9), so now also in the case of Cyprian, the one having pointed out, the other having handed over the common benefit. This is the last of his noble deeds. Thus there comes into the midst he who was worthy not to lie hidden, and she is not permitted to practise as a philosophy her own pious theft, since that man was superior even to the honours paid over bodies, and loftier.
PG 35:1192Read from the page
ΙΗʹ. Τὰ μὲν οὖν παρ' ἡμῶν τοσαῦτα, καὶ οὐκ οἶδ', ὅτι δεῖ πλείονα λέγειν. Οὐδὲ γὰρ, εἰ μακρὸν ἀποτείναιμεν λόγον, εἴποιμεν ἄν τι τῶν ἐκείνῳ προσόντων ἄξιον, καὶ ὧν ἕκαστος περὶ τοῦ ἀνδρὸς ὑπείληφεν. Καὶ ταῦτα, ὅσον ἀφοσιώσασθαι τὴν ὀφειλομένην ἐκείνῳ τιμὴν, διήλθομεν· τὰ δὲ λοιπὰ παρ' ὑμῶν αὐτῶν προσθετέον, ἵνα τι καὶ αὐτοὶ τῷ μάρτυρι προσενέγκητε, τὴν τῶν δαιμόνων καθαίρεσιν, τὴν τῶν νόσων κατάλυσιν, τὴν τοῦ μέλλοντος πρόγνωσιν· ἃ πάντα δύναται Κυπριανοῦ καὶ ἡ κόνις μετὰ τῆς πίστεως, ὡς ἴσασιν οἱ πεπειραμένοι, καὶ τὸ θαῦμα μέχρις ἡμῶν παραπέμψαντες, καὶ τῷ μέλλοντι παραδώσοντες χρόνῳ. Μᾶλλον δὲ τὰ μείζω τούτων προεισενέγκατε, καὶ οἷα τοὺς ἐκεῖνον γνησίως τιμῶντας εἰκὸς, σώματος κένωσιν, ψυχῆς ἀνάβασιν, κακίας ἀποφυγὴν, ἀρετῆς ἐπίδοσιν· αἱ παρθένοι τὴν ἀσαρκίαν, αἱ γυναῖκες τὴν εὐκοσμίαν ἀρετῆς μᾶλλον ἢ σώματος, οἱ νέοι τὴν κατὰ τῶν παθῶν ἀνδρίαν, οἱ πρεσβῦται τὴν εὐβουλίαν, οἱ ἐν δυναστείᾳ τὴν εὐνομίαν, οἱ ἐν στρατηγίᾳ τὴν ἡμερότητα, οἱ ἐν λόγοις τὸ εὔλογον· εἴπω τι καὶ τῶν ἡμετέρων, οἱ ιερεῖς τὴν μυσταγωγίαν, οἱ τοῦ λαοῦ τὴν εὐπείθειαν, οἱ ἐν πενθει τὴν παράκλησιν, οἱ ἐν εὐημερίᾳ τὸν φόβον, οἱ πλούσιοι τὴν μετάδοσιν, οἱ πένητες τὴν εὐχαριστίαν· πάντες τὴν κατὰ τοῦ πονηροῦ καὶ πικροῦ διώκτου παράταξιν, ἵνα μὴ φαινόμενος βάλλῃ, μὴ τοξεύῃ κρυπτόμενος, μὴ ὡς σκότος πολεμῇ, μὴ ὡς ἄγγελος φωτὸς παίζῃ, καὶ κλέπτῃ πρὸς τὸ τῆς ἀπωλείας βάραθρον.
XVIII. The things from us, then, are thus many, and I know not that there is need to say more. For not even if we should draw out a long discourse, could we say anything worthy of the things belonging to that man, and of what each has conceived regarding the man. And these things we have gone through, so far as to acquit ourselves of the honour owed to him; but the rest must be added from yourselves, that you yourselves also may bring some offering to the martyr: the casting down of demons, the dissolution of diseases, the foreknowledge of the future; all which things even the dust of Cyprian can effect together with faith, as those know who have made trial of it, and have transmitted the wonder down to us, and will hand it over to time to come. Or rather, bring forward things greater than these, and such as befits those who genuinely honour that man: emptying of body, ascent of soul, flight from wickedness, advancement in virtue; the virgins fleshlessness, the wives comeliness of virtue rather than of body, the young men manliness against the passions, the elders good counsel, those in dominion good order, those in generalship gentleness, those in eloquence reasonableness; let me say something also of our own ranks, the priests mystical instruction, those of the people obedience, those in mourning consolation, those in prosperity fear, the rich liberality, the poor thanksgiving; all of you the battle-array against the evil and bitter persecutor, that he may not strike when appearing openly, nor shoot arrows when hidden, nor wage war as darkness, nor sport as an angel of light, and steal you away towards the pit of perdition.
ΙΘʹ. Δεινὸν ὀφθαλμοῖς ἁλῶναι, καὶ γλώσσῃ τρωθῆναι, καὶ ἀκοῇ δελεασθῆναι, καὶ διὰ θυμοῦ ζέσαντος ἐμπρησθῆναι, καὶ γεύσει κατενεχθῆναι, καὶ ἁφῇ μαλακισθῆναι, καὶ τοῖς ὅπλοις τῆς σωτηρίας, ὅπλοις θανάτου χρήσασθαι· δέον τῷ θυρεῷ φραξαμένους τῆς πίστεως, στῆναι πρὸς τὰς μεθοδείας τοῦ Πονηροῦ· καὶ μετὰ Χριστοῦ νικήσαντας, καὶ μετὰ τῶν μαρτύρων ἀθλήσαντας, τῆς μεγάλης ἐκείνης ἀκοῦσαι φωνῆς· Δεῦτε, οι εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἐπηγγελμένην ὑμῖν βασιλείαν, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, καὶ χορευόντων χορείαν τὴν ἀκατάλυτον· ἔνθα ἦχος ἑορταζόν-
XIX. It is a dreadful thing to be captured through the eyes, and wounded through the tongue, and baited through the hearing, and set on fire through boiling wrath, and dragged down through taste, and softened through touch, and to use the weapons of salvation as weapons of death; whereas one ought, having fenced oneself with the shield of faith, to stand against the wiles of the Evil One (Eph. 6:16); and having conquered with Christ, and having contended with the martyrs, to hear that great voice: Come, you blessed of My Father, inherit the kingdom promised to you (Matt. 25:34), where the dwelling of all who rejoice is (Ps. 86:7), and of those who dance the indissoluble dance; where the sound of those keeping festi-
Notes, col. 1192

On the reading

Printed ιερεῖς, for ἱερεῖς.

Printed πενθει, for πένθει.

Printed οι, for οἱ.

PG 35:1193Read from the page
των, καὶ φωνὴ ἀγαλλιάσεως, καὶ θεότητος ἔλλαμψις τελεωτέρα καὶ καθαρωτέρα, ἧς νῦν ἐν αἰνίγμασι καὶ σκιαῖς ἡ ἀπόλαυσις. Τούτοις Κυπριανὸς χαίρει μᾶλλον τιμώμενος, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· ταῦτα καὶ παρὼν ἐφιλοσόφει τῷ βίῳ, καὶ ἀπὼν πᾶσι διακελεύεται διὰ τῆς ἡμετέρας φωνῆς· ἣν μηδαμῶς ἀτιμάσητε, εἴπερ τι μέλει τῆς ἐκείνου καρτερίας ὑμῖν, καὶ τῶν ἐκείνου περὶ τῆς ἀληθείας ἀγωνισμάτων, κἀμοῦ τοῦ ταῦτα πρεσβεύοντος. Αὗταί σοι τῶν ἐμῶν λόγων αι ἀπαρχαὶ, ὦ θεία καὶ ἱερὰ κεφαλή· τοῦτό σοι καὶ τῶν λόγων γέρας καὶ τῆς ἀθλήσεως· οὐ κότινος Ὀλυμπιακὸς, οὔτε μῆλα Δελφικὰ παίγνια, οὐδὲ Ἰσθμικὴ πίτυς, οὐδὲ Νεμαίας σέλινα, δι' ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν· ἀλλὰ λόγος, τὸ πάντων οἰκειότατον τοῖς Λόγου θεραπευταῖς· εἰ δὲ καὶ τῶν σῶν ἄθλων καὶ λόγων ἄξιον, τοῦ Λόγου τὸ δῶρον. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν ἵλεως, καὶ τὸν ἡμέτερον διεξάγοις λόγον καὶ βίον, καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον ποιμαίνοις, ἢ συμποιμαίνοις, τά τε ἄλλα εὐθύνων ὡς οἷόν τε πρὸς τὸ βέλτιστον, καὶ τοὺς βαρεῖς λύκους ἀποπεμπόμενος, τοὺς θηρευτὰς τῶν συλλαβῶν καὶ τῶν λέξεων· καὶ τὴν τῆς ἁγίας Τριάδος ἔλλαμψιν, ἧς σὺ νῦν παραστάτης, τελεωτέραν τε καὶ λαμπροτέραν ἡμῖν χαριζόμενος, ἣν προσκυνοῦμεν, ἣν δοξάζομεν, ᾗ συμπολιτευόμεθα, προσκυνοῦντες Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν ἁγίῳ Πνεύματι, ᾗ καὶ παρασταίημεν ὕστερον εἰλικρινεῖς καὶ ἀπρόσκοποι, ἧς καὶ μεταλάβοιμεν τέλειοι τελείως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
keeping festival, and a voice of exultation, and a more perfect and purer illumination of Deity, the enjoyment of which is now in riddles and shadows. With these things Cyprian rejoices to be honoured more than with all the others together; these things both when present he practised as philosophy in his life, and when absent he enjoins upon all through our voice; which do not by any means dishonour, if indeed you care aught for his steadfastness, and for his struggles on behalf of the truth, and for me who am ambassador of these things. These are the first-fruits of my discourses for you, O divine and sacred head; this is your prize both of discourses and of contest; not an Olympic wild olive, nor Delphic apples, mere playthings, nor the Isthmian pine, nor the parsley of Nemea, whereby unhappy youths were honoured; but discourse, the most fitting of all things for the servants of the Word; and if it is also worthy of your contests and discourses, the gift is of the Word. And may you look down mercifully upon us from above, and guide throughout our discourse and life, and shepherd, or shepherd together with us, this sacred flock, both directing all other things as far as possible towards what is best, and driving away the grievous wolves, the hunters of syllables and of words; and bestowing upon us a more perfect and more radiant illumination of the Holy Trinity, beside Which you now stand, Which we worship, Which we glorify, with Which we hold citizenship, worshipping the Father in the Son, the Son in the Holy Spirit, before Which also may we stand hereafter sincere and without offence, and of Which may we partake, made perfect, perfectly, in Christ Himself our Lord, to Whom be all glory, honour, and might unto the ages of the ages. Amen.
MONITUM IN ORATIONEM XXV.
ADMONITION ON ORATION 25.
I. Etsi constet hic Maximum a Gregorio fuisse celebratum, istius tamen orationis titulum non immutamus. Omnes enim, quos saltem vidimus, codices, nullo excepto, nullo etiam reclamante scholiasta aut interprete, inscriptum, non « Maximi, » sed « Heronis » nomen exhibent. Idcirco receptam inscriptionis lectionem religiose retinendam arbitramur. Quaenam autem fuerit de hac inscriptione eruditorum mens, investigare operae pretium est. Hieronymus asserit, Gregorium in hac oratione Maximi philosophi laudes decantasse, et aperte declarat « falso Heronis nomen a quodam fuisse superscriptum; » idque contigisse, « quod alius esset liber ejusdem Maximi vituperationem continens,
1. Although it is agreed that Maximus was celebrated here by Gregory, we nevertheless do not alter the title of this oration. For all the manuscripts that we at least have seen, without a single exception, and with no scholiast or translator protesting, display inscribed the name not of "Maximus," but of "Hero." On that account we judge that the received reading of the inscription must be scrupulously retained. What the mind of scholars has been concerning this inscription, however, it is worthwhile to investigate. Jerome asserts that Gregory sang the praises of Maximus the philosopher in this oration, and openly declares "that the name of Hero was falsely written above it by someone;" and that this happened "because there was another book containing the vituperation of the same Maximus,
Notes, col. 1193

On the reading

Printed αι, for αἱ.