καὶ ὁρῶν ὁ δεινὸς ἐκεῖνος παραλογιστὴς καὶ διώκτης, οὐδὲ ἐπὶ τοῦ πλάσματος ἔτι μένει καὶ τῆς σοφιστικῆς ἀνελευθερίας· ἀλλὰ τὴν πονηρίαν γυμνώσας, φανερῶς ὑπερορίζει τὸν ἄνδρα τῆς πόλεως. Ἔδει γὰρ τρισὶ παλαίσμασι τὸν γεννάδαν νικήσαντα, τελείας τυχεῖν καὶ τῆς ἀναῤῥήσεως.
and seeing them, that terrible deceiver and persecutor no longer remains even in his fabrication and sophistic illiberality; but having stripped bare his wickedness, he openly banishes the man from the city. For it was necessary that the noble man, having conquered in three bouts, should obtain the proclamation of victory also complete.
ΛΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ Πέρσαις μὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον, ἐκεῖ δικάζει· καὶ βασιλέα φιλότιμον παραπέμψασα, νεκρὸν ἐπανάγει, μηδὲ ἐλεούμενον· ὡς δὲ ἐγώ τινός σοι ἤκουσα, μηδὲ τῷ τάφῳ προσλαμβανόμενον, ἀλλ' ὑπὸ τῆς σεισθείσης δι' αὐτὸν γῆς ἀποσειόμενον καὶ ἀναβρασσόμενον· προοίμιον, οἶμαι, τῆς ἐκεῖθεν κολάσεως. Ἀνίσταται δὲ βασιλεὺς ἕτερος, οὐκ ἀναιδὴς τῷ προσώπῳ κατὰ τὸν προειρημένον, οὐδὲ τοῖς πονηροῖς ἔργοις καὶ ἐπιστάταις ἐκθλίβων τὸν Ἰσραὴλ, ἀλλὰ καὶ λίαν εὐσεβής τε καὶ ἥμερος· ὃς, ἵνα ἀρίστην ἑαυτῷ καταστήσηται τὴν τῆς βασιλείας κρηπῖδα, καὶ ὅθεν δεῖ, τῆς εὐνομίας ἄρξηται, λύει μὲν τοῖς ἐπισκόποις τὴν ἐξορίαν, τοῖς τε ἄλλοις ἅπασι, καὶ πρὸ πάντων τῷ πρὸ πάντων τὴν ἀρετὴν, καὶ προδήλως ὑπὲρ τῆς εὐσεβείας πολεμηθέντι. Ζητεῖ δὲ τῆς καθ' ἡμᾶς πίστεως τὴν ἀλήθειαν, ὑπὸ πολλῶν διασπασθεῖσαν καὶ συγχυθεῖσαν, καὶ εἰς πολλὰς δόξας καὶ μοίρας νενεμημένην· ὥστε μάλιστα μὲν τὸν κόσμον ὅλον, εἰ οἷόν τε, συμφωνῆσαι, καὶ εἰς ἓν ἐλθεῖν τῇ συνεργίᾳ τοῦ Πνεύματος· εἰ δὲ οὔ, ἀλλ' αὐτόν γε μετὰ τῆς βελτίστης γενέσθαι, κἀκείνῃ παρασχεῖν τὸ κράτος, καὶ παρ' ἐκείνης ἀντιλαβεῖν, λίαν ὑψηλῶς τε καὶ μεγαλοπρεπῶς περὶ τῶν μεγίστων διανοούμενος. Ἔνθα δὴ καὶ μάλιστα διεδείχθη τοῦ ἀνδρὸς ἡ καθαρότης, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Τῶν γὰρ ἄλλων ἁπάντων, ὅσοι τοῦ καθ' ἡμᾶς λόγου, τριχῆ νενεμημένων, καὶ πολλῶν μὲν ὄντων τῶν περὶ τὸν Υἱὸν ἀῤῥωστούντων, πλειόνων δὲ τῶν περὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα καὶ τὸ ἧττον ἀσεβεῖν εὐσέβεια ἐνομίσθη, ὀλίγου δὲ τῶν κατ' ἀμφότερα ὑγιαίνοντος· πρῶτος καὶ μόνος, ἢ κομιδῆ σὺν ὀλίγοις ἀποτολμᾷ τὴν ἀλήθειαν σαφῶς οὑτωσὶ καὶ διαῤῥήδην, τῶν τριῶν μίαν θεότητα καὶ οὐσίαν ἐγγράφως ὁμολογήσας· καὶ ὃ τῷ πολλῷ τῶν Πατέρων ἀριθμῷ περὶ τὸν Υἱὸν ἐχαρίσθη πρότερον, τοῦτο
33. Little was the interval between, and justice, having delivered the accursed man to the Persians, judges him there; and having escorted forth an ambitious emperor, brings him back a corpse, not even pitied; and, as I myself heard for you from someone, not even received by the tomb, but shaken off and cast up by the earth that was shaken on his account—a prelude, I think, of the punishment hereafter. And there arises another emperor, not shameless in countenance like the aforesaid, nor oppressing Israel with evil works and taskmasters, but even exceedingly pious and gentle; who, in order that he might establish for himself the best foundation of the empire, and begin good order from whence it ought, releases from exile the bishops, both all the others, and before all him who was before all in virtue, and had manifestly been warred against on behalf of piety. And he seeks the truth of our faith, which had been torn apart and confounded by many, and divided into many opinions and portions; so that above all the whole world, if possible, might agree together and come into one by the cooperation of the Spirit; or if not, yet that he himself at least might be with the best portion, and furnish strength to it, and receive it in turn from it, being minded exceedingly loftily and magnificently concerning the greatest things. Then indeed above all was shown forth the purity of the man, and the steadfastness of his faith in Christ. For when all the others who belonged to our doctrine were divided into three parts, and many were those who were infirm concerning the Son, and more were those concerning the Holy Spirit, where even to be less impious was accounted piety, and the part of those sound in both respects was small; first and alone, or altogether with a few, he ventures upon the truth thus clearly and expressly, having confessed in writing one Godhead and substance of the Three; and what had formerly been granted to the large number of the Fathers concerning the Son, this