Migne Reading Room

PG 35 · cols. 1100–1109 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1100Read from the page
τὰ μὲν πρῶτα τραπέζης ἀλλοτρίας δοῦλον, καὶ μάζης ὤνιον, πάντα καὶ ποιεῖν καὶ λέγειν ἐπὶ τῇ γαστρὶ μεμαθηκός· τὰ τελευταῖα δὲ καὶ πολιτείᾳ παρεισφθαρὲν, καὶ πιστευθὲν ταύτης τὰ ἔσχατα, ὅσον ὑείων κρεῶν ὑποδοχέα γενέσθαι, οἷς τὸ στρατιωτικὸν τρέφεται· εἶτα κακὸν περὶ τὴν πίστιν γενόμενον, καὶ τῇ γαστρὶ πολιτευσάμενον, ἐπειδὴ τὸ σῶμα ὑπελείπετο μόνον, δρασμὸν ἐννοεῖ, καὶ ἄλλην ἐξ ἄλλης ἀμείβων χώραν καὶ πόλιν, οἷα τὰ τῶν φυγάδων, τέλος ἐπὶ κακῷ τοῦ κοινοῦ τῆς Ἐκκλησίας, οἷόν τις Αἰγυπτιακὴ πληγὴ, τὴν Ἀλεξανδρέων καταλαμβάνει. Ἐνταῦθα τῆς ἄλης ἵσταται, καὶ τῆς κακουργίας ἄρχεται. Καὶ ἦν τἆλλα μὲν οὐδενὸς ἄξιος, οὐ λόγων ἐλευθερίων μετεσχηκὼς, οὐ τὴν συνουσίαν στωμύλος, οὐκ εὐλαβείας σχῆμα γοῦν τι καὶ πλάσμα κενὸν περικείμενος, κακουργῆσαι δὲ, καὶ συγχέαι πράγματα πάντων δεινότατος.
at first indeed a slave of another's table, and bought for a barley-cake, having learned both to do and to say all things for its belly; and at last having crept to its ruin into public life also, and been entrusted with its lowest offices, so far as to become a receiver of the swine's flesh wherewith the soldiery is fed; then having proved wicked in regard to his trust, and having administered affairs for his belly, when nothing but his body was left, he bethinks himself of flight, and changing one country and city after another, after the manner of fugitives, finally, to the hurt of the commonwealth of the Church, like some Egyptian plague, he seizes upon the city of the Alexandrians. Here he stays his wandering, and begins his villainy. And in other respects indeed he was worth nothing, having had no share of liberal learning, not pleasant in converse, not even clad in some outward form and empty pretence of reverence, yet for working villainy and throwing affairs into confusion the cleverest of all men.
ΙΖʹ. Ἴστε καὶ διηγεῖσθε πάντες, οἷα κατὰ τοῦ ἁγίου νεανιεύεται. Παραδίδονται γὰρ καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ' ἵνα οὗτοι δοκιμασθῶσι· καὶ φαῦλοι μὲν ἐν θανάτῳ ἐξαισίῳ, κατὰ τὸ γεγραμμένον, καταγελῶνται δὲ ὅμως πρὸς τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ Θεοῦ κρύπτεται, καὶ τὰ μεγάλα ταμιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειμένων· ἡνίκα καὶ λόγος, καὶ πρᾶξις, καὶ διανόημα, τοῖς δικαίοις σταθμοῖς τοῦ Θεοῦ ταλαντεύεται· ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ' αὐτῷ καὶ σωζόμενα. Ταῦτα πειθέτω σε καὶ λέγων καὶ πάσχων Ἰώβ· ὃς ἦν μὲν ἄνθρωπος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, καὶ ὅσα μεμαρτύρηται· τοσαύταις δὲ πλήσσεται παρὰ τοῦ ἐξῃτηκότος ταῖς προσβολαῖς, καὶ οὕτως ἀλλεπαλλήλοις καὶ φιλοτίμοις, ὥστε πολλῶν πολλάκις ἐκ τοῦ παντὸς αἰῶνος κακοπαθησάντων, τῶν δὲ ὡς εἰκὸς καὶ ταλαιπωρησάντων, μηδένα εἶναι ταῖς ἐκείνου παραβαλεῖν συμφοραῖς. Οὐ γὰρ μόνον χρήματα, κτήματα εὐτεκνίαν, πολυτεκνίαν, ἃ πᾶσιν ἀνθρώποις ἐστὶ περισπούδαστα· οὐ ταῦτα ζημιοῦται μόνον, ὡς μηδὲ θρήνοις γενέσθαι χώραν διὰ τὸ συνεχὲς τῶν κακῶν· ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα τελευταῖον πληγεὶς πληγὴν ἀνίατόν τε καὶ δυσθεώρητον, εἶχε μὲν προσθήκην
XVII. You all know and recount what wanton outrages he commits against the saint. For righteous men also are oftentimes delivered into the hands of the ungodly, not that those may be honoured, but that these may be proved; and the base indeed are in a dreadful death, according as it is written, yet the godly are mocked for the present, so long as the goodness of God is hidden, and the great storehouses of the things laid up hereafter for both, when word, and deed, and thought are weighed in the just balances of God, when He shall arise to judge the earth, gathering together counsel and works, and laying bare the things sealed up and preserved with Him. Of these things let Job persuade you, both speaking and suffering; who was indeed a true, blameless, righteous, God-fearing man, and whatever else has been witnessed of him; yet is he smitten with so many assaults from him who had demanded him, and those so successive and eager, that although many have oftentimes suffered ill throughout all time, and some, as is likely, have also been worn down with misery, there is no one to compare with his calamities. For not only money, possessions, fair offspring, numerous offspring, things which are eagerly sought by all men—not only is he bereft of these, so that there is not even room for lamentations by reason of the continuity of the evils; but last of all, smitten in his very body also with an incurable and unsightly plague, he had as an addition
PG 35:1101Read from the page
τῆς συμφορᾶς τὴν γυναῖκα παραμυθουμένην τοῖς χείροσι (πληγῆναι γὰρ ἐφιλονείκει, καὶ τὴν ψυχὴν πρὸς τῷ σώματι)· εἶχε δὲ καὶ τῶν φίλων τοὺς γνησιωτάτους παρακλήτορας κακῶν, ὡς αὐτός φησιν, οὐ θεραπευτάς· οἳ τὸ μὲν πάθος ἑώρων, τὸ δὲ τοῦ πάθους ἀγνοοῦντες μυστήριον, οὐ βάσανον ἀρετῆς, ἀλλὰ κακίας εἴσπραξιν, τὴν πληγὴν ὑπελάμβανον. Καὶ οὐκ ἐνόμιζον μόνον, ἀλλ' οὐδὲ ᾐσχύνοντο τὸ δεινὸν ὀνειδίζοντες, ὁπότε καὶ εἰ διὰ κακίαν ἔπασχε, σοφίζεσθαι τὸ λυποῦν ἔδει παραμυθίας ῥήμασιν.
to his calamity his wife comforting him with worse things (for he contended that his soul also should be smitten in addition to his body); and he had also the most genuine of his friends as comforters of evils, as he himself says, not healers; who saw indeed the suffering, but being ignorant of the mystery of the suffering, supposed the stroke to be not a touchstone of virtue, but an exaction for wickedness. And not only did they think so, but they were not even ashamed to reproach him with the affliction, when even if he had been suffering on account of wickedness, they ought to have beguiled his grief with words of comfort.
ΙΗʹ. Οὕτω μὲν οὖν ὁ Ἰὼβ, καὶ τὰ πρῶτα τῆς περὶ αὐτὸν πραγματείας. Ἀγὼν γὰρ ἦν ἀρετῆς καὶ φθόνου· τοῦ μὲν, ὅπως τοῦ καλοῦ κρατήσῃ, φιλονεικοῦντος· τῆς δὲ, ὅπως ἀήττητος διαμείνῃ, πάντα φερούσης· καὶ τοῦ μὲν, ὅπως εὐοδώσῃ κακίαν, ἀγωνιζομένου, διὰ τῆς τῶν κατορθούντων κολάσεως· τῆς δὲ, ὅπως κατάσχῃ τοὺς ἀγαθοὺς, κἀν ταῖς συμφοραῖς τὸ πλέον ἔχοντας. Τί δαὶ ὁ πρὸς αὐτὸν χρηματίζων διὰ λαίλαπος καὶ νεφῶν, ὁ βραδὺς εἰς κόλασιν, καὶ ταχὺς εἰς ἀντίληψιν, ὁ μὴ παντελῶς ἐπαφιεὶς ῥάβδον ἁμαρτωλῶν κλήρῳ δικαίων, ἵνα μὴ κακίαν δίκαιοι μάθωσιν; Ἐπὶ τέλει τῶν ἄθλων ἀναγορεύει τὸν ἀθλητὴν λαμπρῷ τῷ κηρύγματι, καὶ γυμνοῖ τῆς πληγῆς τὸ ἀπόῤῥητον, Οἴει με ἄλλως σοι κεχρηματικέναι, λέγων, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τοῦτο τῶν τραυμάτων τὸ φάρμακον, οὗτος τῆς ἀγωνίας ὁ στέφανος, αὕτη τῆς ὑπομονῆς ἡ ἀντίδοσις. Τὰ γὰρ ἑξῆς ἴσως καὶ μικρὰ, κἂν μεγάλα τισὶ δοκῇ, καὶ μικρῶν ἕνεκεν οἰκονομηθέντα, καὶ εἰ διπλασίῳ τῶν ἀφῃρημένων ἀντιλαμβάνει.
XVIII. Thus therefore was Job, and the first part of the dealings concerning him. For it was a contest of virtue and envy; the one striving contentiously to prevail over the good, the other enduring all things that she might remain unconquered; and the one struggling to make a way for wickedness through the punishment of those who do right, the other to hold fast the good, having the upper hand even in calamities. What then does He Who speaks unto him out of the whirlwind and clouds, Who is slow to punishment and swift to help, Who does not altogether leave the rod of sinners upon the lot of the righteous, lest the righteous should learn wickedness? At the close of the contests He proclaims the athlete with a bright proclamation, and lays bare the secret of the stroke, saying, Dost thou think that I have dealt with thee otherwise than that thou mightest be shown righteous? This is the medicine for the wounds, this the crown of the struggle, this the recompense of endurance. For the things that followed were perhaps even small, though they seem great to some, and dispensed for the sake of small men, even if he receives back double what had been taken away.
ΙΘʹ. Οὐκοῦν οὐδὲ ἐνταῦθα θαυμαστὸν, εἰ Ἀθανασίου πλέον ἔσχε Γεώργιος· ἀλλ' ἐκεῖνό γε θαυμασιώτερον, εἰ μὴ ἐπυρώθη ταῖς ἐπηρείαις ὁ δίκαιος. Οὐδὲ τοῦτο θαυμαστὸν ἄγαν, ἀλλ' εἰ ἐπὶ πλέον αἱ φλόγες ἤρκεσαν. Ἐντεῦθεν ὁ μὲν ἦν ἐκ ποδῶν, καὶ τὴν φυγαδείαν ὡς κάλλιστα διατίθεται. Τοῖς γὰρ ἱεροῖς καὶ θείοις τῶν κατ' Αἴγυπτον φροντιστηρίοις φέρων ἑαυτὸν δίδωσιν· οἳ κόσμου χωρίζοντες ἑαυτοὺς, καὶ τὴν ἔρημον ἀσπαζόμενοι, ζῶσι Θεῷ, πάντων μᾶλλον τῶν στρε-
XIX. Therefore neither is it wonderful here if George had the advantage over Athanasius; rather, this would have been more wonderful, if the righteous man had not been tried in the fire by insults. Nor is this overly wonderful, but if the flames had lasted longer. Hence the one was out of the way, and orders his exile most nobly. For he betakes and gives himself to the sacred and divine monasteries in Egypt, where men separating themselves from the world, and embracing the desert, live to God more than all who
PG 35:1104Read from the page
φομένων ἐν σώματι· οἱ μὲν τὸν πάντη μοναδικόν τε καὶ ἄμικτον διαθλοῦντες βίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ Θεῷ, καὶ τοῦτο μόνον κόσμον εἰδότες, ὅσον ἐν τῇ ἐρημίᾳ γνωρίζουσιν· οἱ δὲ νόμον ἀγάπης τῇ κοινωνίᾳ στέργοντες, ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμασιν, ὅσα ἐν μέσῳ περιφέρεται, στροβοῦντά τε καὶ στροβούμενα, καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ἀλλήλοις δὲ κόσμος ὄντες, καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες. Τούτοις ὁμιλήσας ὁ μέγας Ἀθανάσιος, ὥσπερ τῶν ἄλλων ἁπάντων μεσίτης καὶ διαλλακτὴς ἦν, τὸν εἰρηνοποιήσαντα τῷ αἵματι τὰ διεστῶτα μιμούμενος· οὕτω καὶ τὸν ἐρημικὸν βίον τῷ κοινωνικῷ καταλλάττει· δεικνὺς, ὅτι ἔστι καὶ ἱερωσύνη φιλόσοφος, καὶ φιλοσοφία δεομένη μυσταγωγίας.
nourished in the body; some contending through the wholly solitary and unmingled life, conversing with themselves alone and with God, and knowing this alone as the world, so much as they recognize in the desert; and others cherishing the law of love in fellowship, being at once solitaries and minglers, dead indeed to other men and to affairs, as many as are carried round in the midst, whirling and being whirled about, and making sport of us with their sudden changes, yet being a world to one another, and sharpening virtue by comparison. Having associated with these, the great Athanasius, just as he was a mediator and reconciler of all other things, imitating Him Who made peace by His blood for the things that stood apart, so also reconciles the solitary life with the social; showing that there is both a philosophical priesthood and a philosophy standing in need of mystical initiation.
Κʹ. Οὕτω γὰρ ἀμφότερα συνηρμόσατο, καὶ εἰς ἓν ἤγαγε, καὶ πρᾶξιν ἡσύχιον, καὶ ἡσυχίαν ἔμπρακτον, ὥστε πεῖσαι τὸ μονάζειν ἐν τῇ εὐσταθείᾳ τοῦ τρόπου μᾶλλον, ἢ τῇ τοῦ σώματος ἀναχωρήσει χαρακτηρίζεσθαι. Καθ' ὃ καὶ Δαβὶδ ὁ μέγας πρακτικώτατός τε ἦν ὁ αὐτὸς καὶ μονώτατος· εἴ τῳ τὸ, Καταμόνας εἰμὶ ἐγὼ, ἕως ἂν παρέλθω, μέγα πρὸς ἀπόδειξιν τοῦ λόγου καὶ ἀξιόπιστον. Διὰ τοῦτο, τῶν ἄλλων ἀρετῇ κρατοῦντες, τῆς ἐκείνου διανοίας πλέον ἡττῶντο, ἢ ὅσον ἐκράτουν τῶν ἄλλων· καὶ ὀλίγα πρὸς ἱερωσύνης τελείωσιν συνεισφέροντες, πλείω πρὸς φιλοσοφίας συντέλειαν ἀντελάμβανον· καὶ τοῦτο ἦν νόμος αὐτοῖς, ὅ τι ἐκείνῳ ἐδόκει· καὶ τοῦτο ἀπώμοτον πάλιν, ὃ μὴ ἐδόκει, καὶ πλάκες Μωϋσέως αὐτοῖς τὰ ἐκείνου δόγματα, καὶ πλεῖον τὸ σέβας, ἢ παρὰ ἀνθρώπων τοῖς ἁγίοις ὀφείλεται. Οἵ γε καὶ ἡνίκα παρῆσάν τινες, ὥσπερ θῆρα, τὸν ἅγιον ἀνιχνεύοντες, ἐπειδὴ πανταχοῦ τοῦτον ἀναζητοῦντες οὐχ εὕρισκον, λόγου μὲν οὐδενὸς τοὺς πεμφθέντας ἠξίωσαν· προὔτεινον δὲ τοῖς ξίφεσι τοὺς αὐχένας, ὡς ὑπὲρ Χριστοῦ κινδυνεύοντες, καὶ τὸ παθεῖν τι τῶν ἀνηκέστων ὑπὲρ ἐκείνου μεγίστην μοῖραν εἰς φιλοσοφίαν νομίζοντες, καὶ πολὺ τῶν μακρῶν νηστειῶν, καὶ χαμευνιῶν, καὶ τῆς ἄλλης κακοπαθείας, ἣν ἐκεῖνοι τρυφῶσιν ἀεὶ, ἐνθεώτερόν τε καὶ ὑψηλότερον.
XX. For he so harmonized both and brought them into one, both quiet action and active quietness, as to persuade them that the monastic life is characterized rather by the steadfastness of one's character than by the withdrawal of the body. According to which even the great David was at once most active and most solitary; if to anyone the saying, I am alone until I pass by, is great and trustworthy for the proof of the statement. Wherefore, while prevailing over others in virtue, they were more vanquished by his mind than the measure by which they prevailed over others; and contributing a few things towards the perfection of priesthood, they received back more towards the consummation of philosophy; and this was a law to them, whatever seemed good to him; and this again was abjured, which did not seem good, and his decrees were to them the tables of Moses, and the reverence was greater than is owed by men to the saints. Who indeed, even when certain men were present, tracking the saint like a wild beast, since in seeking him everywhere they did not find him, deemed those who had been sent worthy of no word at all; but stretched forth their necks to the swords, as facing danger for Christ, and accounting the suffering of something irremediable on his behalf to be the greatest portion towards philosophy, and far more divine and loftier than long fasts, and sleepings on the ground, and the other hardship in which those men always luxuriate.
PG 35:1105Read from the page
ΚΑʹ. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, καὶ τὸ τοῦ Σολομῶντος ἐπῄνει, καιρὸν εἶναι παντὶ πράγματι φιλοσοφήσαντος. Καὶ διὰ τοῦτο ἀπεκρύπτετο μικρὸν, ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφεύγων, ἵνα συναναφανῇ τῷ τῆς εἰρήνης ἥκοντι· ὅπερ οὖν καὶ γίνεται μικρὸν ὕστερον. Ὁ δὲ, κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν, κατατρέχει μὲν Αἴγυπτον, λῃΐζεται δὲ Συρίαν τῷ κράτει τῆς ἀσεβείας· ἐπιλαμβάνεται δὲ καὶ τῆς ἑῴας ὅσον ἐδύνατο, τὸ ἀῤῥωστοῦν ἀεὶ προσλαμβάνων, ὥσπερ οἱ χείμαῤῥοι τὰ συῤῥέοντα, καὶ τοῖς κουφοτέροις, ἢ δειλοτέροις ἐπιφυόμενος. Οἰκειοῦται δὲ τὴν βασιλέως ἁπλότητα· οὕτω γὰρ ἐγὼ καλῶ τὴν κουφότητα, αἰδούμενος τὴν εὐλάβειαν. Καὶ γὰρ ἦν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ζῆλον μὲν ἔχων, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἐξωνεῖται δὲ τῶν ἐν τέλει τοὺς φιλοχρύσους μᾶλλον ἢ φιλοχρίστους (εὐπορία γὰρ ἦν αὐτῷ τὰ τῶν πενήτων, κακῶς δαπανώμενα), καὶ τούτων μάλιστα τοὺς γυναικώδεις τε καὶ ἐν ἀνδράσιν ἀνάνδρους, καὶ ἀμφιβόλους μὲν τὸ γένος, προδήλους δὲ τὴν ἀσέβειαν· οἷς οὐκ οἶδ' ὅπως καὶ ὅθεν οἱ Ῥωμαίων βασιλεῖς, τὰ τῶν γυναικῶν πιστευομένοις, τὰ τῶν ἀνδρῶν ἐγχειρίζουσι. Καὶ ταῦτα ἴσχυσεν ὁ τοῦ πονηροῦ θεράπων, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ τοῦ Ἀντιχρίστου πρόδρομος· χρώμενος μὲν ὅσα γλώσσῃ τῶν τότε λογίων ἐν ἐπισκόποις τῷ πρώτῳ (εἴ τῳ λόγιον φίλον καλεῖν τὸν οὐχ οὕτως ἀσεβῆ δογματιστὴν, ὅσον ἐχθρὸν καὶ φιλόνεικον· τὸ γὰρ ὄνομα ἑκὼν ὑπερβήσομαι)· αὐτὸς δὲ ἀντὶ χειρὸς ὢν τῷ συστήματι, καὶ παρασύρων τῷ χρυσῷ τὴν ἀλήθειαν, ὃν δι' εὐσέβειαν συναγόμενον, ὄργανον ἀσεβείας οἱ πονηροὶ πεποίηνται.
XXI. He then was occupied in these things, and praised the saying of Solomon, who philosophized that there is a time for every matter. And on this account he hid himself a little, so far as to escape the time of war, that he might appear again together with the coming time of peace; which very thing indeed comes to pass a little later. But that man, in the now great absence of anyone to hinder him, overruns Egypt, and plunders Syria by the power of impiety; and he lays hold also of the East as much as he could, ever annexing that which was weak, just as winter torrents do the things that flow together, and fastening upon the more light-minded or more cowardly. And he wins over to himself the simplicity of the emperor; for so I call his lightness of mind, out of respect for his piety. For indeed he was, if one must speak the truth, possessed of zeal, yet not according to knowledge. And of those in authority he buys off the lovers of gold rather than lovers of Christ (for his wealth was the property of the poor, wickedly squandered), and of these above all the effeminate and unmanly amongst men, dubious indeed as to their sex, but manifest as to their impiety; to whom, when entrusted with the affairs of women, I know not how and whence the emperors of the Romans commit the affairs of men. And these things the servant of the evil one prevailed to do, the sower of the tares, the forerunner of Antichrist; using as a tongue the first among the bishops of the eloquent men of that time (if anyone is pleased to call eloquent him who was not so much an impious dogmatist as an enemy and a lover of strife; for his name I shall willingly pass over); while being himself instead of a hand to the faction, and sweeping away the truth with gold, which, gathered together on account of piety, wicked men have made an instrument of impiety.
ΚΒʹ. Ταύτης ἀποτέλεσμα τῆς δυναστείας, ἡ πρότερον μὲν τὴν τῆς ἁγίας καὶ καλλιπαρθένου Θέκλας Σελεύκειαν, μετὰ δὲ τοῦτο τὴν μεγαλόπολιν ταύτην καταλαβοῦσα σύνοδος, ἃς ἐπὶ τοῖς καλλίστοις τέως γνωριζομένας, ἐπὶ τοῖς αἰσχίστοις ὀνομαστὰς πεποίηκεν· εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε κἀκείνας! ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτο· τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεεν. Τὸ μὲν εὐσεβὲς δόγμα καὶ
XXII. The result of this domination was the synod that seized first Seleucia of the holy and fair virgin Thecla, and after this, this great city, which cities, hitherto known for the noblest things, it has made notorious for the most shameful; whether one must call that synod the tower of Chalane, which rightly divided the tongues (would indeed that it had divided theirs as well! for their agreement was for evil), or the council of Caiaphas, by which Christ is condemned, or anything else of such a kind, which overturned and confounded all things. The pious dogma indeed and
PG 35:1108Read from the page
παλαιὸν, καὶ τῆς Τριάδος συνήγορον καταλύσασα, τῷ βαλεῖν χάρακα, καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον· τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα, διὰ τῆς τῶν γεγραμμένων μεσότητος· πρόφασιν μὲν αἰδοῖ τῆς Γραφῆς, καὶ τῆς τῶν ἐγκρίτων ὀνομάτων χρήσεως, τὸ δὲ ἀληθὲς, τὸν ἄγραφον Ἀρειανισμὸν ἀντεισάγουσα. Τὸ γὰρ, Ὅμοιον κατὰ τὰς Γραφὰς, τοῖς ἁπλουστέροις δέλεαρ ἦν τῷ τῆς ἀσεβείας χαλκῷ περικείμενον, ἡ πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκὼν, ὁ κοινὸς τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λαβοῦσα τὴν νεόγραφον κακουργίαν, καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν. Σοφοὶ γὰρ ἐγένοντο εἰς τὸ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν.
ancient, and the advocate of the Trinity, having overthrown it by casting up a rampart, and by engines shaking down the Consubstantial; and having opened a door to impiety through the ambiguity of the things written; under pretext indeed out of reverence for the Scripture, and the use of approved terms, but in truth introducing in its stead unwritten Arianism. For the phrase, Like according to the Scriptures, was to the simpler folk a bait set round the hook of impiety, the image looking towards all who pass by, the common buskin of both feet, the winnowing to every wind, having received authority for the newly written villainy, and the contrivance against the truth. For they became wise to do evil; but to do good they did not know.
ΚΓʹ. Ἐντεῦθεν ἡ σοφιστικὴ τῶν αἱρετικῶν κατάκρισις, οὓς λόγῳ μὲν ἀπεκήρυξαν, ἵν' ᾖ πιθανὸν αὐτοῖς τὸ ἐπιχείρημα, ἔργῳ δὲ προήγαγον εἰς τὸ ἔμπροσθεν· οὐδὲ ἀσέβειαν ἄμετρον, ἀλλὰ συγγραφὴν ἄπληστον ἐγκαλέσαντες. Ἐντεῦθεν οἱ βέβηλοι τῶν ὁσίων κριταὶ, καὶ ἡ καινὴ μίξις, ὄψις δημοσία, καὶ μυστικὰ προβλήματα, καὶ ἡ παράνομος τῶν βεβιωμένων ἐξέτασις, καὶ οἱ μισθούμενοι συκοφάνται, καὶ ἡ ἐπὶ ῥητοῖς κρίσις. Καὶ οἱ μὲν ἐξωθούμενοι τῶν θρόνων ἀδίκως· οἱ δὲ ἀντεισαγόμενοι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτούμενοι, ὥσπερ τι ἄλλο τῶν ἀναγκαίων· καὶ τὸ μέλαν ἕτοιμον, καὶ ὁ συκοφάντης ἐγγύς. Ὃ δὴ καὶ ἡμῶν τῶν ἀηττήτων οἱ πλεῖστοι πεπόνθασι, διανοίᾳ μὲν οὐ πεσόντες, γράμματι δὲ παραχθέντες, καὶ εἰς ἓν ἐλθόντες τοῖς πονηροῖς κατ' ἀμφότερα· καὶ τοῦ καπνοῦ γε, εἰ καὶ μὴ τοῦ πυρὸς μετασχόντες. Ὃ πολλάκις ἐδάκρυσα, ὁρῶν τὴν τότε χύσιν τῆς ἀσεβείας, καὶ τὸν νῦν ἐπαναστάντα διωγμὸν τῷ ὀρθῷ λόγῳ παρὰ τῶν προστατῶν τοῦ Λόγου.
XXIII. Hence came the sophistical condemnation of the heretics, whom in word indeed they renounced, that their enterprise might be plausible for them, but in deed they advanced forward; charging them not with measureless impiety, but with insatiable writing. Hence the profane judges of the holy, and the strange mixture, a public spectacle and mystical questions, and the unlawful examination of past lives, and the hired sycophants, and the judgement on stipulated terms. And some were thrust out from their thrones unjustly; and others were brought in in their stead, and had the handwritings of impiety demanded of them, just like any other of the necessary things; and the ink was ready, and the sycophant near at hand. Which very thing indeed the most even of our unconquered ones have suffered, not having fallen in mind indeed, yet having been led astray by a document, and having come into one with the wicked in both respects; and having partaken at least of the smoke, even if not of the fire. Over which I have often wept, beholding the outpouring of impiety at that time, and the persecution that has now risen up against the right word from the patrons of the Word.
ΚΔʹ. Τῷ ὄντι γὰρ, Ποιμένες ἠφρονεύσαντο, κατὰ τὸ γεγραμμένον, καὶ ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ᾔσχυναν μερίδα ἐπιθυμητὴν, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λέγω, πολ-
XXIV. For in truth, The shepherds acted foolishly, according to that which is written, and many shepherds destroyed My vineyard, they defiled the desirable portion, I mean the Church of God, by ma-
PG 35:1109Read from the page
λοῖς ἱδρῶσι καὶ σφαγίοις συνειλεγμένην, τοῖς πρὸ Χριστοῦ τε καὶ μετὰ Χριστὸν, καὶ αὐτοῖς τοῖς μεγάλοις τοῦ Θεοῦ περὶ ἡμῶν πάθεσι. Πλὴν γὰρ ὀλίγων ἄγαν, καὶ τούτων ὅσοι διὰ σμικρότητα παρεῤῥίφησαν, ἢ διὰ ἀρετὴν ἀντέβησαν, οὓς ἔδει σπέρμα καὶ ῥίζαν ὑπολειφθῆναι τῷ Ἰσραὴλ, ἵνα ἀναθάλῃ πάλιν, καὶ ἀναβιώσῃ ταῖς ἐπιῤῥοίαις τοῦ Πνεύματος, πάντες τοῦ καιροῦ γεγόνασι, τοσοῦτον ἀλλήλων διενεγκόντες, ὅσον τοὺς μὲν πρότερον, τοὺς δὲ ὕστερον τοῦτο παθεῖν· καὶ τοὺς μὲν προαγωνιστὰς καὶ προστάτας γενέσθαι τῆς ἀσεβείας, τοὺς δὲ ταχθῆναι τὰ δεύτερα, ἢ φόβῳ κατασεισθέντας, ἢ χρείᾳ δουλωθέντας, ἢ κολακείᾳ δελεασθέντας, ἢ ἀγνοίᾳ κλαπέντας, τὸ μετριώτατον· εἴ τῳ καὶ τοῦτο αὔταρκες εἰς ἀπολογίαν τῶν λαοῦ προεστάναι πεπιστευμένων. Ὥσπερ γὰρ οὐχ αἱ αὐταὶ λεόντων τε καὶ τῶν ἄλλων ζώων ὁρμαὶ, οὐδὲ ἀνδρῶν ἢ γυναικῶν, ἢ πρεσβυτέρων ἢ νεωτέρων, ἀλλ' ἔστι καὶ ἡλικιῶν καὶ γενῶν οὐ μικρὸν τὸ διάφορον· οὕτως οὐδὲ ἀρχόντων ἢ ἀρχομένων. Τοῖς μὲν γὰρ τοῦ λαοῦ τάχα ἂν καὶ συγγινώσκοιμεν τοῦτο πάσχουσιν, οὓς σώζει πολλάκις τὸ ἀβασάνιστον· διδασκάλῳ δὲ πῶς τοῦτο δώσομεν, ὃς καὶ τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορθοῖ, ἄνπερ ᾖ μὴ ψευδώνυμος; Πῶς γὰρ οὐκ ἄτοπον, Ῥωμαίων μὲν νόμον μηδενὶ ἀγνοεῖν ἐξεῖναι, μηδ' ἂν σφόδρα ᾖ τις ἀγροικίας καὶ ἀμαθέστατος, μηδὲ εἶναι νόμον τὸν βοηθοῦντα τοῖς πραττομένοις δι' ἄγνοιαν· τοὺς δὲ τῆς σωτηρίας ἀγνοεῖν μυσταγωγοὺς τὰς τῆς σωτηρίας ἀρχὰς, κἂν τἄλλα τυγχάνωσι τῶν ἁπλουστέρων ὄντες, καὶ μὴ βαθεῖς τὴν διάνοιαν; Πλὴν ἔστω συγγνώμη τοῖς δι' ἄγνοιαν κατακολουθήσασι. Τί δ' ἂν εἴποις περὶ τῶν ἄλλων, ὅσοι καὶ ἀγχινοίας μεταποιούμενοι, δι' ἃς εἶπον αἰτίας, τῶν κρατούντων ἡττήθησαν, καὶ τὴν τῆς εὐσεβείας σκηνὴν ἐπὶ πολὺ παίξαντες, ὡς ἐφάνη τι τῶν ἐλεγχόντων, καὶ κατηνέχθησαν;
ny sweats and sacrifices gathered together, both those before Christ and after Christ, and by the great sufferings themselves of God on our behalf. For except a very few, and of these as many as were cast aside on account of insignificance, or resisted on account of virtue, whom it behoved to be left behind as a seed and a root for Israel, that it might flourish again and revive by the inflowings of the Spirit, all have become men of the season, differing from one another only so much as that some suffered this earlier, and others later; and that some became champions and leaders of impiety, while others were stationed in the second rank, either shaken by fear, or enslaved by need, or enticed by flattery, or beguiled by ignorance, which is the most moderate thing; if to anyone even this is sufficient for a defence of those entrusted to preside over the people. For just as the impulses of lions and of the other animals are not the same, nor those of men or of women, or of older or younger, but there is no small difference both of ages and of kinds; so neither are those of rulers or of the ruled. For those of the people we might perhaps even pardon when they suffer this, whom lack of examination often saves; but to a teacher how shall we grant this, who corrects even the ignorances of others, if indeed he be not falsely so called? For how is it not absurd, that no one is permitted to be ignorant of the law of the Romans, not even if someone be exceedingly rustic and most unlearned, nor is there a law that aids things done through ignorance; whereas the mystagogues of salvation are ignorant of the first principles of salvation, even if in other respects they happen to be among the simpler sort, and not deep in understanding? Yet let there be pardon for those who followed through ignorance. But what would one say concerning the others, as many as, even laying claim to shrewdness, for the causes which I have mentioned, were worsted by those in power, and having played the stage-part of piety for a long while, when something appeared to put them to the test, were even brought down?
ΚΕʹ. Ἔτι μὲν ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σεισθήσεσθαι, τῆς Γραφῆς ἀκούω λεγούσης, ὡς δὴ τοῦτο παθόντων καὶ πρότερον· οὕτω δηλουμένης, οἶμαι, τῆς ἐπιφανοῦς τῶν πραγμάτων καινοτομίας. Καὶ τὸν τελευταῖον σεισμὸν Παύλῳ πιστευτέον λέγοντι, μὴ ἄλλον εἶναι ἢ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν τοῦδε τοῦ παντὸς μεταποίησιν καὶ μετάθεσιν εἰς τὸ ἀκίνητον καὶ ἀσάλευτον. Τὸν δὲ νῦν τοῦτον σεισμὸν οὐδενὸς ἐλάττω τῶν προγε-
XXV. Yet once more the heaven and the earth shall be shaken, I hear the Scripture saying, as though they had indeed suffered this formerly as well; the notable innovation of affairs being, I think, thus indicated. And as for the final earthquake, one must believe Paul when he says that it is none other than the second coming of Christ, and the transformation of this universe and its removal into that which is immovable and unshaken. But this present earthquake I hold to be inferior to none of those that have pre-