Migne Reading Room

PG 35 · cols. 1076–1085 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:1076Read from the page
ὅτι οὕτω τὰ σώματα. Ὧν γὰρ τὸ εἶναι οὐχ ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾷν ὅμοιον· εἰ μὴ καὶ τἆλλα δουλεύσῃ ταῖς ὕλαις, οἷον πάσχων, καὶ λυπούμενος, καὶ πεινῶν, καὶ διψῶν, καὶ ὅσα ἢ σώματος, ἢ τοῦ συναμφοτέρου πάθη. Ἀλλὰ ταῦτα οὐ παραδέχεταί σου ὁ νοῦς· περὶ Θεοῦ γὰρ ὁ λόγος. Μὴ τοίνυν μηδὲ τὴν γέννησιν ἄλλως, ἢ ὡς θεϊκὴν παραδέχου.
because bodies are thus. For of those whose being is not like, of these neither is the begetting like; unless in all other things also He should be enslaved to material things, as suffering, and grieving, and hungering, and thirsting, and whatever are the passions either of the body or of the compound of both. Yet these things your mind does not admit; for the discourse is concerning God. Do not, then, admit the generation either, otherwise than as divine.
Θʹ. Ἀλλ' εἰ γεγεννηται, πῶς γεγέννηται, φησίν; Ἀπόκριναί μοι, ὦ διαλεκτικὲ σὺ καὶ ἄφυκτε. Εἰ ἔκτισται, πῶς ἔκτισται; κἀμὲ ἀπαίτει τὸ, Πῶς γεγέννηται; Πάθος περὶ τὴν γέννησιν; Πάθος καὶ περὶ τὴν κτίσιν· ἢ γὰρ οὐ πάθος ἡ ἀνατύπωσις, καὶ ἡ φροντὶς, καὶ ἡ τοῦ νοηθέντος ἀθρόως εἰς τὸ κατὰ μέρος ἐξάπλωσις; Χρόνος περὶ τὴν γέννησιν; Ἐν χρόνῳ καὶ τὰ κτιζόμενα. Τόπος ἐνταῦθα; Τόπος ἐκεῖ. Ἀποτυχία περὶ τὴν γέννησιν; Ἀποτυχία καὶ περὶ τὴν κτίσιν. Ταῦτα ἤκουσα φιλοσοφούντων ὑμῶν· ἃ γὰρ ὁ νοῦς ὑπέγραψε, πολλάκις ταῦτα ἡ χεὶρ οὐκ ἐτέλεσεν. Ἀλλὰ λόγῳ, φησὶ, τὸ πᾶν ὑπέστησε καὶ βουλήματι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ὅταν εἴπῃς τῷ λόγῳ τοῦ Θεοῦ τὰ πάντα ἐκτίσθαι, οὐ τὴν ἀνθρωπίνην κτίσιν εἰσάγεις· οὐδεὶς γὰρ ἡμῶν λόγῳ πράττει τὰ γινόμενα. Οὐδὲν γὰρ ἂν ἦν ὑψηλότερον ἡμῶν, οὐδὲ ἀπονώτερον, εἰ τὸ λέγειν ἔργου συμπλήρωσις ἦν· ὥστε εἰ καὶ λόγῳ κτίζει Θεὸς τὰ κτιζόμενα, οὐκ ἀνθρώπινον αὐτῷ τὸ κτίζειν. Ἢ γὰρ δεῖξον καὶ ἄνθρωπον λόγῳ τι πράττοντα· ἢ δέξαι, ὅτι οὐχ ὡς ἄνθρωπος κτίζει Θεός. Ἐπεὶ διάγραψον βουλήματι πόλιν, καὶ παραστήτω πόλις· θέλησον γενέσθαι σοι υἱὸν, καὶ παραστήτω παῖς· θέλησον ἄλλο τι τῶν πραττομένων, καὶ εἰς ἔργον ἡ βούλησις χωρησάτω. Εἰ δὲ τούτων οὐδὲν ἕπεται τῷ βούλεσθαι, Θεοῦ δὲ τὸ βούλεσθαι πρᾶξίς ἐστιν, ἄλλως μὲν ἄνθρωπος κτίζει, ἄλλως δὲ ὁ πάντων κτίστης Θεός. Πῶς οὖν κτίζει μὲν οὐκ ἀνθρωπικῶς, γεννᾷν δὲ ἀναγκάζεται ἀνθρωπικῶς; Σὺ μὲν οὐκ ὢν, ἔπειτα ἐγένου, εἶτα γεννᾷς· διὰ τοῦτο οὐκ ὄντα εἰς τὸ εἶναι παράγεις. Ἢ, ἵνα τι βαθύτερον εἴπω, τάχα οὐδὲ αὐτὸς ἐξ οὐκ ὄντων παράγεις· ἐπεὶ καὶ ὁ Λευΐ, φησὶν, ἔτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι παρελθεῖν. Καὶ μηδεὶς ἐπηρεαζέτω τῷ λόγῳ. Οὐ γὰρ οὕτως ἐκ τοῦ Πατρός φημι τὸν Υἱὸν ὑπάρχειν, ὡς ἐν τῷ Πατρὶ πρότερον ὄντα, μετὰ δὲ τοῦτο εἰς τὸ εἶναι ὁδεύσαντα· οὐδὲ γὰρ ἀτελῆ πρότερον, εἶτα τέλειον, ὥσπερ νόμος τῆς ἡμετέρας γεννήσεως.
Chapter IX. But if He has been begotten, how has He been begotten, says he? Answer me, O you dialectical and inescapable man. If He has been created, how has He been created? and then demand of me the, How has He been begotten? Is there passion about the generation? There is passion also about the creation; for is not the shaping in thought a passion, and the care, and the unfolding into detail of what was conceived all at once? Is there time about the generation? In time also are the things created. Is there place here? Place there. Is there failure about the generation? Failure also about the creation. These things I have heard you philosophizing; for what the mind sketched out, ofttimes the hand did not accomplish. But by word, says he, and by will He brought the universe into being. For He Himself spake, and they were made; He Himself commanded, and they were created. When you say that all things were created by the word of God, you do not introduce human creation; for none of us performs by word the things that come to be. For nothing would have been loftier than we, nor more effortless, if speaking were the fulfilment of a work; so that even if God creates by word the things created, creating is not human with Him. For either show a man also performing something by word; or accept that God creates not as a man. Since sketch out a city by will, and let a city stand forth; will that a son be born to you, and let a child stand forth; will anything else of the things that are done, and let the will proceed into deed. But if none of these things follows upon willing, whereas with God willing is action, man creates in one way, and God the Creator of all things in another. How, then, does He create indeed not humanly, yet is compelled to beget humanly? You indeed, not existing, afterwards came into being, and then beget; on this account you bring what does not exist into being. Or, to say something deeper, perhaps not even you yourself bring out of non-existence into being; since Levi also, it says, was yet in the loins of his father, before he came into being. And let no one carp at the argument. For I do not say that the Son exists from the Father in such wise as existing previously in the Father, and after this travelling into being; nor yet as imperfect previously, and afterwards perfect, as is the law of our generation.
Notes, col. 1076

On the reading

Printed γεγεννηται, for γεγέννηται.

PG 35:1077Read from the page
Ιʹ. Ταῦτα τῶν ἐπηρεαζόντων ἐστίν· ταῦτα τῶν ἐπιπηδώντων προχείρως πᾶσι τοῖς λεγομένοις. Ἡμεῖς δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω δοξάζομεν· ἀλλ' ὁμοῦ τῷ τὸν Πατέρα εἶναι ἀγεννήτως (ἀεὶ δὲ ἦν, οὐχ ὑπερπίπτει γὰρ εἰς τὸ μὴ εἶναί ποτε ὁ νοῦς), καὶ ὁ Υἱὸς ἦν γεννητῶς. Ὥστε συντρέχει τὸ εἶναι τοῦ Πατρὸς τῷ γεγεννῆσθαι τοῦ Μονογενοῦς, ἐξ αὐτοῦ τε ὑπάρχοντος, καὶ οὐ μετ' αὐτὸν, ἢ ἐπινοίᾳ μόνῃ τῇ τῆς ἀρχῆς· ἀρχῆς δὲ, ὡς αἰτίου. Πολλακις γὰρ τὸν αὐτὸν ἀναστρέφω λόγον, τὸ παχύ σου καὶ ὑλικὸν τῆς διανοίας φοβούμενος. Εἰ δὲ οὐ πολυπραγμονεῖς τὴν τοῦ Υἱοῦ, εἴτε γέννησιν χρὴ λέγειν, εἴτε ὑπόστασιν, εἴτε τι ἄλλο κυριώτερον τούτων ἐπινοεῖ τις (νικᾷ γὰρ τὴν ἐμὴν γλῶτταν τὸ νοούμενον καὶ λεγόμενον)· μηδὲ τοῦ Πνεύματος περιεργάζου τὴν πρόοδον. Αρκοῦμαι ἀκούειν, ὅτι Υἱὸς, καὶ ὅτι ἐκ τοῦ Πατρός· καὶ ὅτι ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ οὐδὲν παρὰ τοῦτο περιεργάζομαι, μὴ ταυτὸ πάθω ταῖς φωναῖς, αἳ τῷ ὑπερφωνεῖσθαι παντελῶς διαπίπτουσιν, ἢ τῇ ὄψει τεινούσῃ πρὸς ἡλιακὴν ἀκτῖνα. Ὅσῳ γὰρ ἂν πλεῖον καὶ ἀκριβέστερον ἰδεῖν ἐθέλοι τις, τοσούτῳ τὴν αἴσθησιν παραβλάπτεται, καὶ τὸ ὁπωσοῦν ὁρᾷν ἀποστερεῖται, διὰ τοῦ πλείονος νικῶντος τὴν ὄψιν τοῦ ὁρωμένου ἐὰν ὅλον ἰδεῖν ἐθελήσῃ, καὶ μὴ ὅσον ὁρᾷν ἀσφαλές.
Chapter X. These are the words of those who carp; these are the words of those who rashly leap upon all things that are said. But we do not think thus, we do not hold opinions thus; rather, together with the Father's existing unbegottenly (and He always was, for the mind does not pass beyond into a time when He was not), the Son also was, begottenly. So that the being of the Father concurs with the having been begotten of the Only-begotten, Who both exists from Him, and is not after Him, except in the sole conception of the principle; and principle, as cause. For ofttimes I turn over the same argument, fearing the grossness and materiality of your understanding. And if you do not busy yourself about the Son's, whether one must say generation, or hypostasis, or whatever else more proper than these anyone conceives (for that which is understood and spoken of overcomes my tongue); do not pry into the procession of the Spirit either. I am content to hear that He is Son, and that He is from the Father; and that the One is Father, and the Other Son; and I pry into nothing beyond this, lest I suffer the same thing as voices which, by being strained beyond measure, fail altogether, or as sight straining towards a sunbeam. For the more and the more accurately anyone might wish to see, so much the more is he impaired in his sense, and deprived of seeing in any way at all, through the excess of that which is seen overcoming his sight if he wishes to see the whole, and not so much as is safe to see.
ΙΑʹ. Ἀκούεις γέννησιν; Τὸ πῶς μὴ περιεργάζου. Ἀκούεις ὅτι τὸ Πνεῦμα προϊὸν ἐκ τοῦ Πατρός; Τὸ ὅπως μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς Υἱοῦ γέννησιν, καὶ Πνεύματος πρόοδον, κἀγώ σου πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος· Πῶς εἶ χοῦς, καὶ εἰκὼν Θεοῦ; Τί τὸ κινοῦν σε, ἢ τί τὸ κινούμενον; Πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; Πῶς ἡ αἴσθησις ἐν τῷ αὐτῷ μένει, καὶ τὸ ἐκτὸς ἐπισπᾶται; Πῶς ὁ νοῦς ἐν σοὶ μένει, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ; Πῶς λόγῳ νόημα διαδίδοται; Καὶ οὔπω τὰ μείζονα λέγω· Τίς οὐρανοῦ περιφορά; Τίς ἀστέρων κίνησις, ἢ τάξις, ἢ μέτρα, ἢ σύνοδος, ἢ ἀπόστασις; Τίνες δ' ὅροι θαλάσσης; Πόθεν δὲ ἀνέμων ῥεύματα, ἢ ὡρῶν περιτροπαὶ, ἢ ὄμβρων ἐπιχύσεις; Εἰ τούτων μηδὲν κατενόησας, ὦ ἄνθρωπε (κα-
Chapter XI. Do you hear of generation? Do not pry into the how. Do you hear that the Spirit is proceeding from the Father? Do not busy yourself about the in what manner. But if you busy yourself about the generation of the Son, and the procession of the Spirit, I too busy myself about your blending of soul and body: How are you dust, and the image of God? What is that which moves you, or what is that which is moved? How does the same thing both move and be moved? How does sense abide in the same place, and draw to itself that which is outside? How does the mind abide in you, and beget a word in another mind? How is a thought imparted by a word? And not yet do I speak of the greater things: What is the revolution of heaven? What is the movement of the stars, or their order, or measures, or conjunction, or distance? And what are the bounds of the sea? And whence are the currents of winds, or the circuits of seasons, or the outpourings of showers? If you have comprehended none of these things, O man (though you will
Notes, col. 1077

On the reading

Printed Πολλακις, for Πολλάκις.

Printed Αρκοῦμαι, for Ἀρκοῦμαι.

PG 35:1080Read from the page
τανοήσεις δὲ ἴσως ποτε, ὅταν ἀπολάβῃς τὸ τέλειον. Ὄψομαι γὰρ, φησὶ, τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου· ὡς ὑπονοεῖσθαι τὰ νῦν ὁρώμενα μὴ εἶναι τὴν ἀλήθειαν, ἀλλὰ τῆς ἀληθείας ἰνδάλματα)· εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων διαλεγόμενος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθησις μάρτυς, πῶς Θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον ἐστὶν, εἰδέναι ὑπολαμβάνεις; Πολλῆς τοῦτο τῆς ἀλογίας.
comprehend them perhaps at some time, when you receive perfection. For I shall behold, says he, the heavens, the works of Thy fingers; so that the things now seen are surmised not to be the truth, but images of the truth); if you have not known yourself, who you are that discourse concerning these things, if you have not apprehended these things, of which even sense is witness, how do you suppose that you know God accurately, both what He is and how great He is? This is a mark of great unreason.
ΙΒʹ. Ἀλλ' εἴ τι ἐμοὶ πείθῃ, τῷ μὴ θρασεῖ θεολόγῳ, τὸ μὲν κατέλαβες, τὸ δὲ καταλαμβάνειν δεήθητι. Τὸ μὲν ἀγάπησον ἐν σοὶ μένον, τὸ δὲ ἐν τοῖς ἄνω θησαυροῖς μεινάτω. Διὰ πολιτείας, ἄνελθε· διὰ καθάρσεως, κτῆσαι τὸ καθαρόν. Βούλει θεολόγος γενέσθαι ποτὲ, καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων, ὃς ἀρθῆναι τοσοῦτον δύναται, ὥστε εἰς τὸ Παύλου μέτρον ἐλθεῖν; Ἀλλ' ὅμως φησὶ βλέπειν δι' ἐσόπτρου καὶ αἰνίγματος, καὶ εἶναι καιρὸν, ὅτε ὄψεται πρόσωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώτερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος. Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀληθείας τοσοῦτον λείπῃ, ὅσον τὸ εἶναί σου δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώσεσθαί ποτε, ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐνταῦθα ἔχειν τελείαν τὴν τῶν ὄντων γνῶσιν, τί μοι τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρανῶν, πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι τοῦτο εἶναι, ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τελεωτάτου· τελεώτατον δὲ τῶν ὄντων, γνῶσις Θεοῦ. Ἀλλὰ τὸ μὲν κατάσχωμεν, τὸ δὲ καταλάβωμεν, ἕως ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα, ἵνα ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν, ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν, ἥτις ἐστὶ, καὶ οἵα, καὶ ὅση, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Chapter XII. But if in anything you are persuaded by me, the far from audacious theologian, the one part you have apprehended, and the other pray to apprehend. Love the one part abiding in you, and let the other abide in the treasuries above. Through conduct, ascend; through purification, acquire the Pure. Do you wish to become a theologian at some time, and worthy of the Godhead? keep the commandments; walk through the ordinances; for action is the stepping-stone to contemplation; labour from the body for the soul. Is there anyone of men who is able to be lifted up so far as to come to the measure of Paul? Yet nevertheless he says that he sees through a mirror and a riddle, and that there is a time when he shall see face to face. Are you more philosophical than another in words? yet altogether lower than God. Are you perchance more intelligent than another? yet you fall short of the truth by so much as your being is second to the being of God. We have a promise that we shall know at some time, even as we have been known. If it is not possible here to have perfect knowledge of the things that are, what is left for me? What is hoped for? The kingdom of heaven, you will altogether say. And I deem this to be nothing else than obtaining that which is purest and most perfect; and the most perfect of the things that are is the knowledge of God. But let us hold fast the one part, and let us apprehend the other, so long as we are upon earth; and let us treasure up the rest yonder, that we may have this fruit of our labour, the whole illumination of the Holy Trinity, what It is, and of what sort, and how great, if it is lawful to say this, in Christ Himself our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
PG 35:1081Read from the page
MONITUM IN ORATIONEM XXI.
ADMONITION TO ORATION XXI.
I. In hac panegyrica oratione, cujus meminit Hieronymus, quamque Eulogius Alexandrinus honorifice commendat, magni Athanasii laudes prosequitur Gregorius. Tanta siquidem erat ipsius sanctitatis fama, ut orator ipsomet exordio, se, « Athanasium laudando, virtutem laudare » profiteatur. Et certe, sanctissimum antistitem cum eximiis Veteris ac Novi Testamenti viris conferens, eum nullatenus ipsorum virtutibus imparem exhibet. « Alios enim, » inquit (n. 4), « exaequavit, ab aliis paululum abfuit, nonnullos etiam antecessit. » Et deinde praecipua ipsius vitae capita pertractans, ostendit quanta et quam praeclara adversus Arii errores in Nicaena synodo praestiterit, quot exsilia ejus invicta fides subierit, quanto apparatu, quantoque hominum concursu in urbe, ab exsilio redux, exceptus fuerit; atque, ut uno verbo absolvam, tot et tam eximia Athanasii facta haec oratio complectitur, ut, quam invictissimi hujus catholicae fidei propugnatoris historiam conscribere optaverat, eam perditam aut non scriptam vix desiderare liceat. Plura etiam de Constantii ac Juliani imperatorum vita et moribus, de Arii audacia, dignoque ipsius impietatis exitu commemorat; et quidquid de vera ac sanctissima Trinitate sentiendum sit, Athanasii laudibus mirifice innectens, Sabellii Ariique sequaces undequaque confundit et exagitat.
I. In this panegyrical oration, which Jerome mentions, and which Eulogius of Alexandria honourably commends, Gregory pursues the praises of the great Athanasius. For so great was the fame of his holiness, that the orator in the very exordium professes that "in praising Athanasius, he is praising virtue." And certainly, comparing the most holy prelate with the distinguished men of the Old and New Testaments, he shows him in no way unequal to their virtues. "For some," says he (no. 4), "he equalled, from others he fell a little short, and some he even surpassed." And next, treating the principal heads of his life, he shows how great and how illustrious were the deeds he performed against the errors of Arius in the Nicene Synod, how many exiles his invincible faith underwent, with what pomp and with what a concourse of men in the city, on his return from exile, he was received; and, to sum up in a single word, this oration embraces so many and such distinguished deeds of Athanasius, that the history of this most invincible champion of the Catholic faith which he had wished to write, though lost or unwritten, can scarcely be missed. He also recounts many things concerning the life and morals of the emperors Constantius and Julian, concerning the audacity of Arius, and the worthy end of his impiety; and wondrously interweaving with the praises of Athanasius whatever is to be held concerning the true and most holy Trinity, he on all sides confounds and harasses the followers of Sabellius and Arius.
II. Hanc orationem Constantinopoli habitam fuisse existimant eruditi. Sic censent Nicetas et Tillemontius. Atque id colligitur ex his Theologi verbis (n. 5) : « Neque pium, » inquit, « neque tutum est, cum impiorum hominum vita memoriae prodatur, eximios pietate viros silentio praetermittere; in ea praesertim civitate, quam vix etiam multa pietatis exempla servare possint; quippe quae, ut circos et theatra, ita res quoque divinas pro ludo habeat. » Sic enim his ultimis verbis altera Roma designatur. Praeterea eodem modo loquitur Gregorius in oratione XXII, De pace (n. 8), quam Constantinopoli pronuntiatam fuisse nemo dubitat. Haec etiam optime consonant cum iis quae de Constantinopoli tradunt historiae monumenta. Credimus quoque dictam sexto Nonas Maii, quo die a Graecis pariter et Latinis Athanasii memoria celebratur. Constat enim, ut in Cypriani encomio testatur Gregorius, martyrum memoriam fuisse annuis ac solemnibus festis celebratam. Unde licet conjicere hanc orationem in anniversario Athanasii festo habitam fuisse. Quo autem anno, non ita perspicuum est. Si Tillemontio habeatur fides, is videtur annus 379. Illud tamen non ita fidenter asserimus, ut in sequentem annum differri non posse existimemus.
II. The learned judge that this oration was delivered at Constantinople. Thus think Nicetas and Tillemont. And this is gathered from these words of the Theologian (no. 5): "Neither is it pious," says he, "nor is it safe, when the life of impious men is handed down to memory, to pass over in silence men eminent for piety; especially in that city which even many examples of piety can scarcely preserve; inasmuch as, like circuses and theatres, it holds divine things also as sport." For thus by these last words the second Rome is designated. Moreover Gregory speaks in the same manner in Oration XXII, On Peace (no. 8), which no one doubts was delivered at Constantinople. These things also agree most excellently with what the monuments of history hand down concerning Constantinople. We believe also that it was delivered on the sixth before the Nones of May, on which day the memory of Athanasius is celebrated alike by Greeks and Latins. For it is established, as Gregory testifies in his encomium of Cyprian, that the memory of the martyrs was celebrated with annual and solemn feasts. Whence one may conjecture that this oration was delivered on the anniversary feast of Athanasius. In what year, however, is not so clear. If credit is to be given to Tillemont, that appears to be the year 379. Yet we do not assert that so confidently as to think that it cannot be deferred to the following year.
ΛΟΓΟΣ ΚΑʹ.
ORATION XXI.
Εἰς τὸν μέγαν Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας.
On the great Athanasius, Bishop of Alexandria.
Αʹ. Ἀθανάσιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ, ἐκεῖνόν τε εἰπεῖν, καὶ ἀρετὴν ἐπαινέσαι, ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες, κἂν ἐνθένδε ἀπαλλα-
I. In praising Athanasius, I shall praise virtue. For to speak of him and to praise virtue are the same thing, because he held all virtue gathered together in himself, or, to speak more truly, holds it. For all who have lived according to God live unto God, even though departing hence—
PG 35:1084Read from the page
γῶσι. Καθ' ὃ καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀκούει Θεὸς, ὁ Θεὸς, ὡς οὐ νεκρῶν Θεὸς, ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν, Θεὸν ἐπαινέσομαι, παρ' οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ, καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι, ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος, ἢ πολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρεκτῶν ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις.
. According to which also God is called the God of Abraham, and the God of Isaac, and the God of Jacob, as the God not of the dead, but of the living. And in praising virtue, I shall praise God, from Whom virtue comes to men, and the being led up, or led back, to Him through the kindred illumination. For though there are many and great things for us, nay rather, one could not say how great and how many, which we both have and shall have from God; this is the greatest and most loving towards man, the inclination and familiar affinity towards Him. For what the sun is to sensible things, this God is to intelligible things. For the one illuminates the visible world, and the Other the invisible; and the one makes bodily eyes sun-like, while the Other makes intellectual natures godlike. And just as this sun, bestowing upon those that see and those that are seen, upon the former the power of seeing, and upon the latter that of being seen, is itself the fairest of the things that are seen; so God, creating for those who understand and those that are understood, for the former the power to understand, and for the latter that of being understood, is Himself the highest of the things that are understood, at Whom every desire stops, and beyond Whom it is nowhere carried. For neither has even the most philosophical mind, and the most penetrating, or the most inquisitive, anything loftier, or ever will have at all. For this is the utmost of things desirable, and when men have reached It, there is rest from all contemplation.
Βʹ. Ὧτινι μὲν οὖν ἐξεγένετο, διὰ λόγου καὶ θεωρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε νέφος χρὴ λέγειν, εἴτε προκάλυμμα, Θεῷ συγγενέσθαι, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθόσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· μακάριος οὗτος, τῆς τε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖσε θεώσεως, ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι, διὰ τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς, μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι, γεγονὼς ἄνωθεν, καὶ πρὸς τὰ ἄνω καλούμενος· ἄθλιος οὗτος ἐμοὶ τῆς τυφλώσεως, κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳ πλέον, ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται, καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος καλοῦ, πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος, ἢ ζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκ ἐγνώρισεν.
Chapter II. To whomsoever, therefore, it has been granted, having parted by reason and contemplation matter and this fleshly thing, whether one must call it a cloud or a veil, to commune with God, and to be mingled with the purest light, so far as is attainable by human nature; blessed is this man, both for his ascent hence, and for his deification yonder, which genuine philosophizing bestows, and rising above the material dyad, on account of the unity understood in the Trinity Whosoever, on the other hand, has become worse through the yoking with the body, and has been so held fast by the clay as not to be able to look upon the rays of the truth, nor to rise above the things below, though born from above, and called towards the things above; wretched is this man, in my judgement, for his blindness, even if he prospers in the things here; and by so much the more, the more he is mocked by his prosperity, and is persuaded that something else is good before the true Good, reaping the evil fruit of an evil opinion, either to be condemned to darkness, or to behold as fire Him Whom he did not recognize as light.
Notes, col. 1084

On the reading

Printed ἑνότητα Ὅστις, for ἑνότητα. Ὅστις.

PG 35:1085Read from the page
Γʹ. Ταῦτα ὀλίγοις μὲν ἐφιλοσοφήθη, καὶ τῶν νῦν, καὶ τῶν πάλαι (ὀλίγοι γὰρ οἱ τοῦ Θεοῦ, εἰ καὶ πάντες πλάσματα), νομοθέταις, στρατηγοῖς, ἱερεῦσι, προφήταις, εὐαγγελισταῖς, ἀποστόλοις, ποιμέσι, διδασκάλοις, καὶ παντὶ πνευματικῷ πληρώματι καὶ συστήματι, ἐν δὲ τοῖς πᾶσι, καὶ τῷ νῦν ἐπαινουμένῳ. Τίνας δὴ λέγω τούτους; Οἷον τὸν Ἐνὼχ ἐκεῖνον, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺς δώδεκα πατριάρχας, τὸν Μωϋσέα, τὸν Ἀαρὼν, τὸν Ἰησοῦν, τοὺς Κριτὰς, τὸν Σαμουὴλ, τὸν Δαβὶδ, τὸν Σολομῶντα μέχρι τινὸς, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τοὺς πρὸ τῆς αἰχμαλωσίας προφήτας, τοὺς μετὰ τὴν αἰχμαλωσίαν· καὶ τὰ τελευταῖα δὴ ταῦτα τῇ τάξει, καὶ πρῶτα τῇ ἀληθείᾳ, ὅσα περὶ τὴν Χριστοῦ σάρκωσιν, ἤτοι πρόσληψιν, τὸν πρὸ τοῦ φωτὸς λύχνον, τὴν πρὸ τοῦ Λόγου φωνὴν, τὸν πρὸ τοῦ Μεσίτου μεσίτην, μεσίτην Παλαιᾶς Διαθήκης καὶ Νέας, Ἰωάννην τὸν πάνυ, τοὺς Χριστοῦ μαθητὰς, τοὺς μετὰ Χριστὸν, ἢ λαοῦ προκαθεσθέντας, ἢ διὰ λόγου φανερωθέντας, ἢ διὰ σημείων γνωρισθέντας, ἢ τελειωθέντας δι' αἵματος.
Chapter III. These things were philosophized by few indeed, both of those now and of those of old (for few are God's, even if all are His creatures), by lawgivers, commanders, priests, prophets, evangelists, apostles, pastors, teachers, and by every spiritual fullness and company, and among them all, by him also who is now praised. Whom then do I mean by these? Such as that Enoch, Noah, Abraham, Isaac, Jacob, the twelve patriarchs, Moses, Aaron, Joshua, the Judges, Samuel, David, Solomon up to a certain point, Elijah, Elisha, the prophets before the captivity, those after the captivity; and these things last indeed in order, and first in truth, all that belong to the incarnation, or assumption, of Christ, the lamp before the Light, the voice before the Word, the mediator before the Mediator, the mediator of the Old Covenant and the New, the great John, the disciples of Christ, those after Christ who either presided over the people, or were manifested through word, or were made known through signs, or were perfected through blood.
Δʹ. Τούτων Ἀθανάσιος, τοῖς μὲν ἡμιλλήθη, τῶν δὲ μικρὸν ἀπελείφθη, ἔστι δὲ οὓς καὶ ὑπερέσχεν, εἰ μὴ τολμηρὸν εἰπεῖν· καὶ τῶν μὲν τὸν λόγον, τῶν δὲ τὴν πρᾶξιν, τῶν δὲ τὸ πρᾶον, τῶν δὲ τὸν ζῆλον, τῶν δὲ τοὺς κινδύνους, τῶν δὲ τὰ πλείω, τῶν δὲ τὰ ἅπαντα μιμησάμενος, καὶ ἄλλο ἀπ' ἄλλου κάλλος λαβὼν, ὥσπερ οἱ τὰς μορφὰς μεθ' ὑπερβολῆς γράφοντες, καὶ εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συναγαγὼν, ἓν ἀρετῆς εἶδος ἐκ πάντων ἀπηκριβώσατο, τοὺς μὲν ἐν λόγῳ δεινοὺς τῇ πράξει, τοὺς πρακτικοὺς δὲ τῷ λόγῳ νικήσας· εἰ βούλει δὲ, λόγῳ μὲν τοὺς εὐδοκίμους ἐν λόγῳ, πράξει δὲ τοὺς πρακτικωτάτους ὑπερβαλών· καὶ τοὺς μὲν κατ' ἀμφότερα μέσως ἔχοντας, τῷ περὶ τὸ ἕτερον ὑπερβάλλοντι· τοὺς δὲ καθ' ἕτερον ἄκρους, τοῖς ἀμφοτέροις παραδραμών. Καὶ εἰ μέγα τοῖς προλαβοῦσι, τὸ παράδειγμα τούτῳ γενέσθαι τῆς ἀρετῆς, οὐχ ἧττον εἰς εὐφημίαν τῷ ἡμετέρῳ καλῷ, τὸ τοῖς μετ' αὐτὸν γενέσθαι παράδειγμα.
Chapter IV. With some of these Athanasius vied, of others he fell slightly short, and some there are whom he even surpassed, if it is not bold to say so; and having imitated the word of some, the action of others, the meekness of others, the zeal of others, the perils of others, most things of others, and all things of others, and having taken one beauty from one and another from another, just like those who paint forms with excellence, and having gathered them together into his own single soul, he perfected one form of virtue out of all, conquering those skilled in word by his action, and the men of action by his word; or if you will, surpassing in word those renowned in word, and in action those most given to action; and surpassing those who were moderate in both respects, by his excellence in the one; and outstripping those who were supreme in one of the two, by both. And if it was a great thing for those who went before to become the pattern of virtue for this man, it tends no less to the praise of our noble champion that he became a pattern for those after him.
Εʹ. Πάντα μὲν δὴ τὰ ἐκείνου λέγειν τε καὶ θαυμάζειν μακρότερον ἂν εἴη τυχὸν, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου, καὶ ἱστορίας ἔργον, οὐκ εὐφημίας· ἃ καὶ ἰδίᾳ παραδοῦναι γραφῇ παίδευμά τε καὶ ἥδυσμα τοῖς εἰς ὕστερον, εὐχῆς ἔργον ἐμοὶ, ὥσπερ ὂν
Chapter V. Now to tell and to admire all his deeds would perchance be longer than accords with the present impulse of our discourse, and the work of history, not of panegyric; which things also to hand down in a separate writing as an instruction and a delight to those hereafter, is a work of prayer for me, just as being