ΙΑʹ. Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα ὑμῖν διακελεύεται μεθ' ἡμῶν Ἰωάννης, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ἡ πρόδρομος τοῦ Λόγου φωνή. Τί λέγων ὀψώνιον; Τὸ βασιλικὸν σιτηρέσιον δηλονότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δωρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέγειν τὸ βλάσφημον· ὑμεῖς δὲ, οἶδ' ὅτι συνίετε, κἂν ἐγὼ φείδωμαι. Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον, ὑμεῖς οἱ τῆς πολιτείας ἐπώνυμοι· φόβον δὲ ὅταν εἴπω, κωλύω τὴν πλεονεξίαν. Τί οὖν ἡμεῖς κερδανοῦμεν, τάχα ἂν εἴποιτε, μέγα; Τὸ πάντων μέγιστον· καὶ εἰ βούλεσθε, δι' ἐμοῦ μεσίτου, τὰς χρηστὰς ἐλπίδας, καὶ τὰ πρωτεῖα τῆς ἄνω πόλεως, οὐ τῆς μικρᾶς ταύτης καὶ ἐλαχίστης ἐν πόλεσιν, ἧς οὐδὲ τὸ ἄρχειν, ἵνα μετρίως εἴπω τιμῶν ὡς θρεψαμένην, πάνυ τι σεμνὸν καὶ ὑπέρλαμπρον. Ἐκεῖ γενέσθαι πρῶτοι θελήσωμεν· μεταποιηθῶμεν τῆς ἐκεῖθεν λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ, ἀντὶ τῆς ἐντεῦθεν εὐσπλαγχνίας, ἀναπαυσώμεθα· κρῖμα δίκαιον κρίνωμεν· ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα κτεινομένους, ἢ τό γε μετριώτατον εἰπεῖν, μὴ αὐτοὶ κτείνωμεν· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν, μέχρι καὶ τῶν ἀπὸ τραπέζης ψιχίων· καὶ μὴ παραδράμωμεν τὸν ἡλκωμένον, καὶ βεβλημένον ἐν τοῖς ἡμετέροις πυλῶσιν· μὴ τρυφήσωμεν, ἄλλων κακοπαθούντων· μὴ βδελυξώμεθα τὸν ὁμόδουλον· μὴ, φίλοι καὶ ἀδελφοὶ, γενώμεθα τῆς τοῦ πλουσίου μερίδος, μηδὲ ὀδυνηθῶμεν ἐν τῇ φλογὶ, μηδὲ τῷ χάσματι διαστῶμεν ἀπὸ τῶν ὁσίων, μηδὲ δεηθῶμεν Λαζάρου τοῦ πένητος, ἄκρῳ δακτύλῳ καταψῦξαι τὴν γλῶσσαν ἡμῶν φλεγομένην, καὶ μηδὲ τοσούτου τυγχάνωμεν. Γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, συμπαθεῖς· μιμησώμεθα τοῦ Δεσπότου τὴν ἀγαθότητα, ὃς ἀνατέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει τῇ βροχῇ πάντας ὁμοίως. Μὴ δεξώμεθα πλουτεῖν διὰ τῆς τῶν ἄλλων πενίας· μὴ παρὰ τοσοῦτον ἔλθωμεν τῆς θείας ἰσότητος· μηδὲ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ' ὧν ὡς ἰοῦ καὶ σητὸς ἐκδαπανηθήσεται, ἢ, τό γε τῆς Γραφῆς εἰπεῖν, ἐξεμεθήσεται. Ἀλλά ἐσμεν τοῦ δέοντος ἀποπληστότεροι; ἔστι καὶ πλεονεκτῆσαι καλῶς.
XI. Be content with your own wages, you soldiers, and demand nothing beyond what is appointed. These things John exhorts you along with us, the great herald of truth, the voice that goes before the Word. Calling what wages? The imperial ration, manifestly, and the gifts existing by law for the dignities. And the surplus, whose is it? I, for my part, shrink from speaking the blasphemous word; but you, I know that you understand, even if I spare it. Render the things of Caesar to Caesar, and the things of God to God; to the one tribute, to the other fear, you who take your title from the state; and when I say fear, I forbid covetousness. What great thing then, you might perhaps say, shall we gain? The greatest of all things; and if you will, through me as mediator, good hopes, and the first places of the city above, not of this small one and least among cities, even to rule which, to speak moderately in honouring her as my nurse, is nothing very grand and superlatively splendid. There let us wish to become first; let us lay claim to the splendour yonder; in the bosom of Abraham, in return for compassion here, let us rest; let us judge righteous judgement; let us rescue the poor and needy; let us have mercy on widow and orphan; let us buy off those being slain, or at least to say the most moderate thing, let us not slay them ourselves; let us not overlook him who has need of us, even down to the crumbs from the table; and let us not pass by him who is covered with sores, and cast at our gates; let us not luxuriate while others suffer ill; let us not abhor our fellow-servant; let us not, friends and brethren, become of the portion of the rich man, nor be tormented in the flame, nor be sundered by the chasm from the holy ones, nor beg Lazarus the poor man with the tip of his finger to cool our burning tongue, and not even obtain so much. Let us become kind, compassionate, sympathetic; let us imitate the goodness of the Master, Who makes the sun to rise for good and evil men, and nourishes all alike with the rain. Let us not consent to grow rich through the poverty of others; let us not come so far short of the divine equality; nor let us mingle our wealth with others' tears, by which as by rust and moth it will be consumed away, or, to speak the word of Scripture at least, will be vomited up. But are we more insatiable than we ought to be? It is possible even to be covetous nobly.