Migne Reading Room

PG 34 · cols. 953–964 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:953Read from the page
ἀγάπην ἀψευδῆ καὶ πραότητα, ἃ καὶ προβιασάμενος ἐπεζήτησε. Οὕτως οὖν αὐξήσας καὶ τελειωθεὶς κατὰ Κύριον τῆς βασιλείας ἄξιος ἀποδείκνυται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει· ποῦ γὰρ καὶ πεσεῖται ὁ ὑποκάτω πάντων τό γε ἑαυτοῦ ὤν; ὥστε μεγάλη γε τοὐναντίον ὕψωσις καὶ ἀσφαλὲς ἀξίωμα ἡ ταπεινοφροσύνη.
unfeigned love and meekness, which he also sought after by forcing himself beforehand. Having thus therefore grown and been perfected according to the Lord, he is shown worthy of the kingdom. For the humble man never falls; for where indeed shall he fall who, so far as lies in himself, is beneath all things? So that on the contrary humility of mind is a great exaltation and a secure dignity.
Κʹ. Οἱ πρὸς ἀλήθειαν τὸν Θεὸν ἀγαπήσαντες, οὔτε διὰ τὴν βασιλείαν αὐτῷ δουλεύειν προείρηνται, καθάπερ ἐμπορίας χάριν καὶ κέρδους· οὔτε μὴν διὰ τὴν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς κόλασιν· ἀλλ' ἅτε Θεὸν μόνον αὐτὸν καὶ δημιουργὸν ἴδιον ἠγαπηκότες, καὶ ἀκολουθίᾳ τάξεως ἐπιγνόντες, ὅτι Δεσπότῃ καὶ Κτίστῃ δούλους εὐαρεστεῖν ὀφειλόμενον· οἳ καὶ πολλῇ τῇ συνέσει πρὸς τὰ παραπίπτοντα χρῶνται. Πολλὰ γὰρ τὰ ἐμπόδια τῆς πρὸς Θεὸν τυγχάνει εὐαρεστήσεως· ἐπεὶ μηδὲ πενία μόνον καὶ ἀδοξία, ἀλλὰ καὶ πλοῦτος καὶ τιμὴ ὁμοίως πειρασμοὶ καθίστανται τῇ ψυχῇ· ἐν μέρει δέ πως καὶ ἡ παράκλησις αὐτὴ καὶ ἡ ἄνεσις ἐκείνη ἡ ὑπὸ τῆς χάριτος καταλαμβάνουσα τὴν ψυχὴν, εἰ μὴ αἴσθηται ταύτης ἡ καταξιωθεῖσα, καὶ πολλῷ τῷ μετρίῳ καὶ συνετῷ χρήσηται, πολὺ τὸ εὔκολον ἔχει πρὸς τὸ πειρατήριον αὐτῇ μᾶλλον καὶ κώλυμα καταστῆναι· ἅτε κακίας προφάσει τῆσδε τῆς χάριτος ὑπολύειν αὐτῇ τὸν τόνον, χαύνωσίν τε καὶ ὀλιγωρίαν ἐνιέναι μηχανωμένης. Διὸ καὶ αὐτὴ ἡ χάρις εὐλαβοῦς δεῖται πρὸς μετάληψιν καὶ εὐσυνέτου ψυχῆς· ὥστε καὶ τιμῆσαι ταύτην, καὶ ἀξίους τοὺς καρποὺς ἐπιδεῖξασθαι. Κινδυνεύει τοίνυν οὐ τὰς θλίψεις μόνον, ἀλλὰ καὶ τὰς ἀνέσεις πειρατήριον γίνεσθαι τῇ ψυχῇ· καὶ δι' ἀμφοτέρων γὰρ αἱ ψυχαὶ τῷ κτίσαντι δοκιμάζονται, ἵνα δῆλοι σαφῶς γένωνται τίνες οἱ μὴ κέρδους αἰτίαν θέμενοι τὴν πρὸς ἐκεῖνον ἀγάπην· ἀλλ' αὐτὸν μόνον τὸν πολλῆς τῷ ὄντι καὶ φιλίας καὶ τιμῆς ἄξιον. Ὥσπερ δὲ τῷ ἀμελεῖ, καὶ περὶ τὴν πίστιν ἐνδεεῖ, καὶ τῷ φρονήματι νηπιάζοντι, ἐμπόδιον πρὸς τὴν αἰωνίαν ζωὴν ταῦτα γίνεται· ἤτοι τὰ λυπηρὰ καὶ ἐπίπονα, νόσοι, πενίαι, καὶ ἀδοξίαι· τἀναντία, πλοῦτος, δόξα, καὶ οἱ ἐξ ἀνθρώπων μακαρισμοὶ, πρὸς δὲ καὶ ὁ ἐν τῷ ἀφανεῖ πλήττων τοῦ πονηροῦ πόλεμος· οὕτω πάλιν ἀντιστρέφων εὑρήσεις, ὅτι τῷ πιστῷ καὶ συνετῷ καὶ γενναίῳ συνεργὰ μᾶλλον πρὸς τὴν τοῦ Θεοῦ καθίσταται βασιλείαν· Τοῖς γὰρ τὸν Θεὸν ἀγαπῶσι, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Δείκνυται οὖν ἐντεῦθεν, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα ἐμπόδιον εἶναι νομιζόμενα διαῤῥήξας, καὶ νικήσας, καὶ ὑπερβὰς ὁ ἀληθῶς φιλόθεος τοῦ θείου μόνου περιέχεται φίλτρου· Σχοινία γὰρ ἁμαρτωλῶν περιεπλάκησάν μοι, ὁ θεῖός φησι Προφήτης, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
20. Those who have loved God in truth have neither proposed to serve Him on account of the kingdom, as if for the sake of traffic and gain, nor yet on account of the punishment laid up for sinners; but as having loved Him alone as God and their own Creator, and having recognized by consequence of order that it is due for servants to be well-pleasing to their Master and Creator; who also use great understanding towards the things that befall them. For many are the hindrances to being well-pleasing to God; since not only poverty and dishonour, but also wealth and honour likewise become temptations to the soul; and in part somehow even consolation itself and that relief which overtakes the soul from grace, unless the soul counted worthy of this perceives it and uses great moderation and understanding, has great readiness to become rather a trial and a hindrance to it; inasmuch as malice contrives, on the pretext of this grace, to slacken its tension and to inject relaxation and negligence into it. Wherefore even grace itself requires for its reception a reverent and discerning soul, so as both to honour it and to display worthy fruits. There is danger, therefore, that not only afflictions, but also reliefs may become a trial to the soul; for through both are souls tested by Him Who created them, so that it may become clearly manifest who are they that have not made love towards Him a matter of gain, but love Him alone Who is in truth worthy of much affection and honour. And just as to the negligent man, and him who is deficient concerning the faith, and childish in mind, these things become a hindrance towards eternal life—namely painful and toilsome things, sicknesses, poverties, and dishonours; and the contraries, wealth, glory, and felicitations from men, and in addition the warfare of the evil one striking in the unseen—so again, turning it around, you will find that to the faithful and discerning and noble man they rather become helps towards the kingdom of God: For to those who love God, according to the divine Apostle, all things work together for good (Rom. 8:28). It is shown therefore from this, that having burst asunder, and conquered, and surmounted all the things in the world that are supposed to be a hindrance, the truly God-loving man clings to the divine love alone: For the cords of sinners were entangled about me, says the divine Prophet, and I did not forget Thy law (Ps. 118:61).
Notes, col. 953

On the reading

Printed ἐπιδεῖξασθαι, for ἐπιδείξασθαι.

PG 34:956Read from the page
ΚΑʹ. Ὁ θεῖος ἀπόστολος Παῦλος ἀκριβέστερόν τε καὶ τηλαυγέστερον τὸ ἐντελὲς τοῦ Χριστιανισμοῦ μυστήριον ἑκάστῃ πιστευούσῃ ψυχῇ δεδήλωκε, δι' ἐνεργείας θείας εἰς πεῖραν ἰέναι· ὅπερ ἐστὶν, ἡ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει τοῦ Πνεύματος ἔλλαμψις· ἵνα μή τις τὸν διὰ γνώσεως νοημάτων φωτισμὸν τοῦ Πνεύματος μόνον εἶναι νομίσας, κινδυνεύσῃ δι' ἄγνοιάν τε καὶ ῥᾳθυμίαν τοῦ τελείου τῆς χάριτος ἀποτυχεῖν μυστηρίου. Διὰ τοῦτο καὶ τὸ ὑπόδειγμα τῆς τῷ προσώπῳ Μωσέως περικειμένης τοῦ Πνεύματος δόξης εἰς παράστασιν ὡμολογημένην τῆς γνώσεως ἤνεγκεν· φησὶ γοῦν· Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς πρέσωπον Μωσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πόσῳ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δοξῃ! Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα· πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ· καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. Καταργούμενον εἴρηκε διὰ τὸ θνητῷ σώματι Μωϋσέως περικεῖσθαι τὴν τοῦ φωτὸς δόξαν. Ἐπάγει· Ἔχοντες οὖν ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα. Καὶ προβὰς μικρὸν ἔδειξε τὴν ἀθάνατον ἐκείνην τοῦ Πνεύματος ἐν ἀποκαλύψει δόξαν, νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου τοῖς ἀξίοις ἀθανάτως τε καὶ ἀκαταργήτως ἐλλάμπεσθαι. Φησὶ γοῦν· Ἡμεῖς δὲ πάντες, τοῦτ' ἔστιν, οἱ κατὰ τελείαν πίστιν ἐκ τοῦ Πνεύματος γενηθέντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου ἐνοπτριζόμεθα, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξας εἰς δόξαν καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἀνακεκαλυμμένῳ προσώπῳ, τῷ τῆς ψυχῆς δηλαδή· καὶ ἡνίκα δὲ ἐπιστρέψῃ τις πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι. Φανερῶς οὖν διὰ τούτων ἀπέδειξε, κάλυμμα σκότους ἐπιβεβλῆσθαι τῇ ψυχῇ, ὅπερ ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως χώραν ἔσχε εἰς τὴν ἀνθρωπότητα παραδῦναι. Νυνὶ δὲ ὑπὸ τῆς τοῦ Πνεύματος ἐλλάμψεως περιαιρεῖσθαι τοῦτο τῶν πιστῶν καὶ ἀξίων τῷ ὄντι ψυχῶν· δι' ἣν αἰτίαν καὶ ἡ ἔλευσις τοῦ Χριστοῦ γεγένηται· εἰς γὰρ τοιαῦτα μέτρα ἁγιότητος φθάσαι τοὺς ἐπ' ἀληθείας πιστεύοντας ηὐδόκησεν ὁ Θεός.
21. The divine Apostle Paul has more accurately and more radiantly shown the perfect mystery of Christianity to every believing soul, that it comes into experience through divine operation; which is the illumination of heavenly light in revelation and power of the Spirit; lest anyone, supposing the enlightenment of the Spirit to be only that through knowledge of concepts, should run the risk through ignorance and indolence of missing the perfect mystery of grace. On this account he also brought forward the example of the glory of the Spirit encompassing the face of Moses for an acknowledged demonstration of this knowledge; he says accordingly: But if the ministration of death, in letters, engraven in stones, came in glory, so that the children of Israel could not look steadfastly upon the face of Moses on account of the glory of his face, which was being done away; how much more shall the ministration of the Spirit be in glory! For if the ministration of condemnation is glory, much more does the ministration of righteousness abound in glory. For indeed that which has been glorified has not been glorified in this respect, on account of the surpassing glory. For if that which is being done away is through glory, much more that which remains is in glory (2 Cor. 3:7-11). He called it being done away because the glory of the light encompassed the mortal body of Moses. He adds: Having therefore hope, we use great boldness of speech (2 Cor. 3:12). And advancing a little, he showed that that immortal glory of the Spirit in revelation now shines immortally and without being done away in the immortal part of the inner man upon those who are worthy. He says accordingly: But we all—that is, those born of the Spirit according to perfect faith—with unveiled face beholding as in a mirror the glory of the Lord, are transformed into the same image from glory to glory, even as from the Lord the Spirit. With unveiled face—that of the soul, namely; and whenever anyone turns to the Lord, the veil is taken away. Now the Lord is the Spirit (2 Cor. 3:16-18). Plainly therefore through these words he proved that a veil of darkness was cast over the soul, which from the transgression of Adam had room to creep into humanity; but that now by the illumination of the Spirit this is taken away from the faithful and truly worthy souls; for which cause also the coming of Christ took place; for God was well-pleased that those who in truth believe should attain to such measures of holiness.
ΚΒʹ. Ἡ τοιαύτη, φησὶ, τοῦ Πνεύματος ἔλλαμψις, οὐχ οἷον νοημάτων μόνον ἀποκάλυψίς ἐστι καὶ φωτισμὸς χάριτος, ὥσπερ εἴρηται, ἀλλ' ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς βεβαία καὶ διηνεκὴς ἔλλαμψις. Τὸ γάρ· Εἰπὼν ἐκ σκότους τὸ φῶς λάμψαι, ὃ ἔλαμψεν ἐν καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς
22. Such an illumination of the Spirit, he says, is not as it were a revelation of concepts only and an enlightenment of grace, as has been said, but a firm and continual illumination of substantial light in the souls. For the saying: He Who said, Out of darkness light shall shine, Who shone in our hearts for the enlightenment of the
Notes, col. 956

On the reading

Printed πρέσωπον, for πρόσωπον.

Printed δοξῃ, for δόξῃ.

Printed δόξας, for δόξης.

PG 34:957Read from the page
γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. Καὶ τό· Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· τουτέστιν· ἵνα μὴ λυομένη τῆς σαρκὸς ἡ ψυχὴ, ἀποσκοτῆται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι· πρὸς δὲ καὶ τό· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου ἔτι, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· Καὶ τό· Ἐξαπόστειλον φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με οδηγήσουσι καὶ ἄξουσιν εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου· ἀλλὰ μὴν καὶ τό· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ τὰ λοιπὰ, τὴν αὐτὴν ἀκολουθίαν τοῦ σκοποῦ παρίστησιν.
knowledge of the glory of Christ (2 Cor. 4:6). And the saying: Enlighten my eyes, lest I ever sleep unto death (Ps. 12:4)—that is, lest the soul, when loosed from the flesh, be darkened by the veil of the death of wickedness; and in addition the saying: Unveil my eyes further, and I shall perceive wondrous things out of Thy law (Ps. 118:18); and the saying: Send forth Thy light and Thy truth; they shall lead me and bring me unto Thy holy mountain, and unto Thy tabernacles (Ps. 42:3); and moreover the saying: The light of Thy countenance has been signed upon us (Ps. 4:7), and the rest, present the same sequence of aim.
ΚΓʹ. Καὶ τῷ μακαρίῳ δὲ Παύλῳ φησὶ τὸ ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι' οὗ καὶ εἰς τρίτον οὐρανὸν ἦρται, καὶ μυστήριον ἀλαλήτων ἀκουστὴς γίνεται, οὐ νοημάτων τις καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος καθ' ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις, οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ διενεγκόντες ἀπετυφλώθησαν, δι' οὗ πᾶσά τε γνῶσις ἀποκαλύπτεται, καὶ πρὸς ἀλήθειαν Θεὸς τῇ ἀξίᾳ καὶ φιλουμένῃ ψυχῇ γνωρίζεται.
23. And to the blessed Paul also, he says, the light that shone upon him on the way (Acts 9:3), through which he was also caught up to the third heaven and became a hearer of unspeakable mysteries (2 Cor. 12:2-4), was not some enlightenment of concepts and knowledge, but an illumination of the power of the good Spirit in substance in the soul, the excess of whose brightness the eyes of the flesh, not bearing it, were blinded; through which both all knowledge is revealed, and in truth God is made known to the worthy and beloved soul.
ΚΔʹ. Πᾶσα ψυχὴ διὰ σπουδῆς καὶ πίστεως τέλεον ἐνδύσασθαι τὸν Χριστὸν ἐντεῦθεν κατὰ δύναμίν τε καὶ πληροφορίαν χάριτος καταξιωθεῖσα, καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἑνωθεῖσα, καὶ νῦν μὲν μυστηρίων οὐρανίων γνῶσιν ἐν ὑποστάσει μυεῖται πάντων· ἐν δέ γε τῇ μεγάλῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι καὶ τὸ σῶμα ταύτης ἐνδοξασθὲν, καὶ ὑπὸ Πνεύματος, κατὰ τὸ γεγραμμένον εἰς οὐρανοὺς ἁρπαγὲν, καὶ σύμμορφον γενέσθαι τῷ σώματι τῆς δόξης αὐτοῦ καταξιωθὲν καὶ τὴν βασιλείαν αἰώνιόν τε καὶ ἀδιάδοχον καὶ τῷ Χριστῷ σύγκληρον ἕξει.
24. Every soul that through earnestness and faith has been counted worthy to put on Christ completely from henceforth according to power and full assurance of grace, and has been united to the heavenly light of the incorruptible image, even now is initiated in substance into the knowledge of all heavenly mysteries; and in the great day of the resurrection, its body also, glorified with the same heavenly image of glory, and caught up by the Spirit into the heavens according to what is written (1 Thess. 4:17), and counted worthy to become conformed to the body of His glory (Phil. 3:21), will also have the kingdom eternal and without succession and joint-heir with Christ.
ΚΕʹ. Ὁπόσον τις ἰδίᾳ σπουδῇ καὶ πίστει Πνεύματος ἁγίου δόξης κεκοινώνηκεν οὐρανίου, ἔργοις τε ἀγαθοῖς τὴν ψυχὴν διεκόσμησε, τοσοῦτον ἐκείνης τῆς ἡμέρας ἄξιον αὐτοῦ γενήσεται καὶ τὸ σῶμα συνδοξασθῆναι. Ὃ γάρ τις ἔνδον ἀπεθησαύρισε νῦν, τοῦτο πρόεισιν ἔξω τότε· καθάπερ ὁ εἴσω τῶν ξύλων ἐν χειμῶνι καρπὸς, ἔξω κατὰ τὸν ἔαρος καιρὸν γίνεται· ὥσπερ δὴ καὶ πρότερον ἐδηλώθη. Τῶν μὲν οὖν ἁγίων ἡ θεοειδὴς τοῦ Πνεύματος εἰκὼν ἀπὸ τοῦ νῦν ἔνδον ὥσπερ ἐντυπωθεῖσα, καὶ τὸ σῶμα θεοειδὲς ἔξω καὶ οὐράνιον ἀπεργάσεται· τῶν βεβήλων δὲ καὶ ἁμαρτωλῶν τὸ τοῦ κοσμικοῦ Πνεύματος κάλυμμα περιβαλὸν τὴν ψυχὴν, καὶ τῇ τῶν παθῶν εἰδεχθείᾳ σκοτεινὸν, οἴ μοι, τὸν νοῦν καὶ ἀσχήμονα καταστῆσαν, σκοτεινὸν ἅμα καὶ τὸ σῶμα, καὶ αἰσχύνης ἔμπλεω πάσης ἔξωθεν ἀποδείξεται.
25. Inasmuch as anyone by his own earnestness and faith has partaken of the heavenly glory of the Holy Spirit, and adorned his soul with good works, by so much will his body also become worthy of that day to be glorified together with it. For what anyone has treasured up within now, this comes forth without then; just as the fruit that is within the trees in winter comes forth without at the season of spring, even as was also shown before. Of the saints, therefore, the godlike image of the Spirit, having from now been as it were stamped within, will render the body also godlike without and heavenly; whereas of the profane and sinners, the veil of the worldly spirit, having enveloped the soul, and by the hideousness of the passions having rendered the mind, alas for me, dark and unseemly, will show forth the body also dark at the same time and full of all shame from without.
ΚϚʹ. Ὥσπερ κατὰ τὴν παράβασιν τοῦ Ἀδὰμ θάνατον αὐτοῦ καταψηφισαμένης τῆς τοῦ Θεοῦ ἀγαθότητος, τοῦτο πρῶτον μὲν ὑπέστη κατὰ ψυχὴν, τῶν νοερῶν αὐτῆς αἰσθητηρίων τῇ στερήσει τῆς ἐπουρα-
26. Just as at the transgression of Adam, when the goodness of God passed sentence of death upon him, he underwent this first in his soul, when its intellectual faculties, by the privation of the heaven-
Notes, col. 957

On the reading

Printed οδηγήσουσι, for ὁδηγήσουσι.

PG 34:960Read from the page
νίου καὶ πνευματικῆς ἀπολαύσεως ἀπεσβηκότων αὐτῷ, καὶ νεκρῶν ὥσπερ γεγενημένων· ὕστερον δὲ καὶ ὁ τοῦ σώματος θάνατος μετά γε τριάκοντα ἔτη πρὸς τοῖς ἐννεακοσίοις ἐπεγένετο· οὕτω νῦν διὰ σταυροῦ καὶ θανάτου τοῦ Σωτῆρος τῇ ἀνθρωπότητι καταλλαγεὶς ὁ Θεὸς, ἀποκαθίστησι τὴν πιστεύσασαν ἐν ἀληθείᾳ ψυχὴν ἔτι ἐν σαρκὶ οὖσαν εἰς τὴν τῶν οὐρανίων φώτων καὶ μυστηρίων ἀπόλαυσιν, καὶ τὰ νοερὰ αὐτῆς αἰσθητήρια τῷ θείῳ πάλιν φωτὶ τῆς χάριτος ὀμματοῖ· ὕστερον δὲ καὶ αὐτῷ τῷ σώματι ἀθάνατόν τε καὶ ἄφθαρτον περιβαλεῖ δόξαν.
ly and spiritual enjoyment, were extinguished in him and became as it were dead, and afterwards the death of the body also supervened after nine hundred and thirty years; so now God, having been reconciled to humanity through the cross and death of the Saviour, restores the soul that has believed in truth, while still in the flesh, to the enjoyment of heavenly lights and mysteries, and furnishes its intellectual faculties with eyes again by the divine light of grace; and afterwards He will invest the body itself also with immortal and incorruptible glory.
ΚΖʹ. Οἱ τοῦ κόσμου τοῦδε μακρὰν γενόμενοι, καὶ σεμνῶς μὲν καὶ φιλαρέτως πολιτευόμενοι· ἔτι δὲ καλύμματι τῶν παθῶν ὑποκείμενοι, ὡς διὰ τῆς τοῦ πρωτοπλάστου παρακοῆς ἔνοχοι κατέστημεν πάντες, τὸ σαρκικόν φημι φρόνημα, ὃ καὶ τῷ Ἀποστόλῳ θάνατος οἰκείως ἐκλήθη· οὗτοι παραπλήσιοί εἰσιν ἀνθρώποις νυκτὸς μὲν βαδίζουσιν, ὑπὸ δὲ τῶν ἄστρων, ἅπερ εἰσὶν αἱ τοῦ Θεοῦ ἐντολαὶ, καταυγαζομένοις. Οὔπω γὰρ εἰς τέλος τοῦ σκότους ἀπαλλαγεῖσι, καλῶς ἅπαντα κατοπτεύειν αὐτοῖς ἀδύνατον. Οἷς καὶ προσῆκόν ἐστι, πόνῳ καὶ πίστει πολλῇ τῆς ἀρετῆς ἐπιμελουμένοις δεηθῆναι Χριστὸν τὸν ἥλιον δικαιοσύνης ἐπιλάμψαι ταῖς καρδίαις αὐτῶν, ὥστε δυνηθῆναι πάντα πρὸς ἀκρίβειαν ἐπιδεῖν, τήν τε τῶν νοητῶν θηρίων καθ' ἡμῶν ἐπίθεσιν ποικίλην καὶ παντοδαπὴν οὖσαν, καὶ τὰ τοῦ ἀφθάρτου κόσμου ἄῤῥητα τὴν ὄψιν, καὶ τὴν ἡδονὴν ἀπόῤῥητα κάλλη, ὅν γε δὴ τρόπον καὶ τοῖς ἄκροις τὴν ἀρετὴν, καὶ ὧν ἐνεργοῦν ἐν ταῖς καρδίαις νοερὸν φῶς ἔλαμψεν, ἐπίδηλα ταῦτα καὶ καταφανῆ γίνεται· Τελείων γὰρ, ὡς ὁ μακάριός φησι Παῦλος, ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένων πρὸς τὴν τοῦ καλοῦ καὶ κακοῦ διάκρισιν· ἀλλὰ καὶ ὁ θεῖος Πέτρος φησίν· Καὶ ὑμεῖς ἔχοντες τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. Οἱ δὲ πολλοὶ, οὐδὲν διενηνόχασιν ἐκείνων τῶν ἐν νυκτὶ φωτὸς παντάπασιν ἀπόρων περιπατούντων, καὶ μηδὲ βραχείας ἀπολαυόντων αὐγῆς, ὅπερ ἐστὶ θεῖος λόγος ταῖς ψυχαῖς αὐτῶν ἐπιλάμπειν δυνάμενος, ὡς σχεδὸν μὴ ἀνομοίους εἶναι τυφλοῖς. Οὗτοί εἰσι οἱ ταῖς ὑλικαῖς τὸ ὅλον περιπλοκαῖς καὶ τοῖς βιωτικοῖς ἄμμασι καταδεδεμένοι, καὶ μήτε θείῳ φόβῳ διακρατούμενοι, μήτε τινὰς τῶν ἀγαθοεργιῶν μετερχόμενοι. Καὶ γὰρ ὅσοι τῶν βιωτικῶν ἀνδρῶν, ὥσπερ λέλεκται, ὑπὸ ἐντολῶν ἁγίων, ὡς ὑπὸ ἄστρων τινῶν διαυγάζονται, πίστει καὶ φόβῳ τῷ τοῦ Θεοῦ προσέχοντες· οὗτοι οὐχὶ καθάπαξ τῷ σκότει περιλαμβάνονται· παρ' ὃ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.
27. Those who have kept far from this world, and conduct their lives reverently and virtuously, yet are still subject to the veil of the passions, as through the disobedience of the first-formed man we were all rendered subject—I mean the carnal mind, which was also fittingly called death by the Apostle (Rom. 8:6)—these are like men walking by night, yet illumined by the stars, which are the commandments of God. For since they are not yet completely freed from the darkness, it is impossible for them to behold all things well. For whom also it is fitting, as they care for virtue with toil and much faith, to beseech Christ the Sun of righteousness to shine upon their hearts, so that they may be able to survey all things with exactness, both the assault of the intelligible beasts against us, which is manifold and of every kind, and the beauties of the incorruptible world, unspeakable in sight and ineffable in pleasure, in the very way in which also to those who are supreme in virtue, and in whose hearts the active intellectual light has shone, these things become evident and manifest: For solid food, as the blessed Paul says, is for the perfect, for those who by reason of habit have their faculties exercised for the discernment of good and evil (Heb. 5:14); and the divine Peter also says: And you have the prophetic word, to which you do well to take heed, as to a lamp shining in a murky place, until the day dawns and the morning star arises in your hearts (2 Pet. 1:19). But the multitude differ nothing from those who walk in the night altogether destitute of light, and enjoy not even a brief ray—which is the divine word able to shine upon their souls—so that they are almost not unlike blind men. These are they who are wholly bound down by material entanglements and the knots of life, and are neither held fast by divine fear nor pursue any good works. For indeed as many of the men of this life as, just as has been said, are illumined by holy commandments as by certain stars, taking heed to faith and the fear of God—these are not altogether encompassed by the darkness; wherefore they can also have hope of salvation.
ΚΗʹ. Ὥσπερ ἐκ διαφόρων ἀφορμῶν τε καὶ ἐπιτηδευμάτων ὁ ἐν τῷ κόσμῳ τοῖς ἀνθρώποις συλλέγεται πλοῦτος· ὁ μὲν ἐξ ἀρχοντικῶν ἀξιωμάτων, ὁ δὲ ἐξ ἐμπορίας, ὁ δὲ ἐκ φιλοπονίας δήπου, καὶ γεωργίας,
28. Just as from various resources and pursuits wealth in the world is gathered by men—one from ruling offices, another from commerce, another doubtless from industriousness and agriculture,
PG 34:961Read from the page
καὶ ἄλλος ἄλλως· τὴν αὐτὴν οἴου μοι καὶ τοῖς πνευματικοῖς εἶναι διάταξιν. Οἱ μὲν γὰρ ἐκ διαφόρων χαρισμάτων, ὡς τὸ τοῦ Ἀποστόλου δηλοῖ· Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα. Οἱ δὲ ἐκ διαφόρων τε δικαιωμάτων καὶ ἀρετῶν διὰ μόνον Θεὸν γενομένων, τὸν ἐπουράνιον ἀθροίζουσι πλοῦτον· πλὴν ἀλλ' οὐκ ἄδηλοι καὶ οἱ τὸν χρυσὸν ἀνορύττοντες· οἱ διὰ μακροθυμίας καὶ ὑπομονῆς δηλαδὴ τρέχοντες, καὶ κατὰ μέρος πλουτοῦν τέως τῆς ἀγαθῆς ἐλπίδος ὑπερηδούσης· οὐκ ἄδηλοι δὲ καὶ οἱ καθαπερεὶ μίσθιοι, βλάκες ὄντες καὶ νωχελεῖς· οἱ εὐθέως τὸ ἐμπίπτον ὥσπερ ἐσθίοντες, καὶ μὴ μεθ' ὑπομονῆς τὰ μετὰ χεῖρας ἀνύοντες, ἀεὶ γυμνοί τε καὶ πένητες περιέρχονται. Καὶ γὰρ οὗτοι πρὸς μὲν τὸ λαβεῖν τὴν χάριν ἑτοίμως ἄγαν καὶ θερμῶς ἔχοντες, εὐμετάβλητοι καὶ ἅμα τοῦ ἅψασθαι κορεννύμενοι, ἁψίκοροι δὲ ναρκώδεις περὶ τὸ πονεῖν γνωριζόμενοι, καὶ ἧς ἔτυχον ἀξιωθέντες χάριτος ἀφαιροῦνται. Ἀείποτε γὰρ ἡ νωθεία, καὶ ἀμβλεία, καὶ ἠμελημένη προαίρεσις, ἀσύμφωνος ἐν χάριτι, ἔρημος δὲ ἀγαθῶν πράξεων. Ἀδόκιμος δὲ παρὰ Θεῷ καὶ ἄδοξος καὶ νῦν ἔγνωσται, καὶ ἐν ἐκείνῳ τω αιωνι εὑρεθήσεται.
and another in another way—suppose for me that the same arrangement exists for spiritual men also. For some from various gifts, as the saying of the Apostle shows: Having gifts differing according to the grace of God that was given to us (Rom. 12:6); and others from various righteous deeds and virtues done for the sake of God alone, gather heavenly wealth; nevertheless, neither are those unmanifest who dig up gold—namely those who run through long-suffering and patience, and enrich themselves bit by bit while the good hope rejoices exceedingly; nor are those unmanifest who are as it were hirelings, being slack and sluggish, who straightway devour, as it were, whatever falls to them, and not accomplishing with patience the things in hand, always go about naked and poor. For indeed these, being exceedingly ready and warm to receive grace, yet easily changeable and sated as soon as they touch it, being recognized as quickly cloyed and torpid about toiling, are deprived even of the grace of which they happened to be counted worthy. For evermore sloth, and bluntness, and a neglected purpose are discordant with grace, and destitute of good deeds. And such a one is known even now as reprobate before God and inglorious, and will be found so in that age.
ΙΘʹ. Παραβάντι τῷ ἀνθρώπῳ τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ τῆς τοῦ παραδείσου διαγωγῆς ἐκπεσόντι, δυοῖν ὥσπερ ἁλύσεσι δεδέσθαι συνηκολούθησε· μιᾷ μὲν τῶν βιωτικῶν πραγμάτων, καὶ σαρκικῶν ἡδονῶν, πλούτου, δόξης, φιλίας, γυναικὸς, τέκνων, συγγενείας, πατρίδος, κτημάτων, καὶ ἁπλῶς πάντων τῶν φαινομένων, ἀφ' ὧν ὁ τοῦ Θεοῦ λόγος κατ' οἰκείαν ἡμᾶς προαίρεσιν ἀπολύεσθαι κελεύει. Ἑτέρᾳ δὲ ἀδήλῳ, καὶ γὰρ δέδεταί τινι δεσμῷ σκότου ἡ ψυχὴ πρὸς τῶν τῆς πονηρίας πνευμάτων αὐτῶν, παρ' ὃ μηδὲ δυνατὸν αὐτῇ μήτ' ἀγαπῆσαι Θεὸν, μήτε πιστεῦσαι μήτε προσευχῇ χρήσασθαι καθάπερ ἔχει θελήματος. Πάντων γὰρ ἡ ἐναντιότης ἔν τε τοῖς φανεροῖς ἔν τε τοῖς ἀδήλοις, ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου πάντας ἡμᾶς μέτεισι. Ἐπειδὰν οὖν τις ὑπήκοον οὖς τῷ λόγῳ τοῦ Θεοῦ παρασχόμενος, ἀποστῇ μὲν τῶν βιωτικῶν πραγμάτων, ἀποτάξεται δὲ πάσαις ταῖς σαρκικαῖς ἡδοναῖς· τότε δὴ τῷ Θεῷ προσεδρεύων, καὶ κατὰ σχολὴν αὐτῷ συγγινόμενος, δύναμιν λαμβάνει πρὸς τὸ μαθεῖν· ὅτι κέκρυπταί τις ἐν ἀδύτοις καρδίας ἄλλη πάλη, καὶ ἄλλος λογισμῶν πόλεμος· καὶ οὕτω παραμένων καὶ τῶν τοῦ Χριστοῦ δεόμενος οἰκτιρμῶν, πίστεως αὐτῷ πολλῆς μετά γε τοῦ ὑπομένειν συνεπομένης· οὐ μὴν ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ ῥοπῆς συνεφαπτομένης, δύναται τῶν ἔνδον ἀπαλλαγῆναι δεσμῶν τε καὶ φραγμῶν ἐκείνων, καὶ τοῦ σκότους τῶν πνευμάτων τῆς πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κεκρυμμένων παθῶν ἐνέργειαι· τοῦτον δὲ τὸν πόλεμον διὰ μὲν χάρι-
29. When man transgressed the commandment of God and fell from the life of paradise, it followed that he was bound as it were with two chains: with one, that of the affairs of this life and carnal pleasures, wealth, glory, friendship, wife, children, kindred, country, possessions, and simply all visible things, from which the word of God commands us to loose ourselves by our own choice; and with another, an unseen one, for indeed the soul is bound with a certain bond of darkness by the very spirits of wickedness, wherefore it is not even possible for it either to love God, or to believe, or to use prayer according as it has the will. For the opposition of all things, both in things visible and in things unseen, pursues us all from the transgression of the first man. Whenever therefore anyone, having lent an obedient ear to the word of God, withdraws from the affairs of this life, and renounces all carnal pleasures, then indeed attending upon God, and communing with Him at leisure, he receives power to learn that there is hidden in the innermost shrines of the heart another wrestling, and another war of thoughts; and thus remaining steadfast and beseeching the mercies of Christ, while much faith together with endurance accompanies him, and moreover the inclination of God also lends assistance, he is able to be freed from those inner bonds and barriers, and from the darkness of the spirits of wickedness, which are the workings of the hidden passions; and this war, through the grace
Notes, col. 961

On the reading

Printed πλουτοῦν, for πλουτοῦντες.

Printed τω αιωνι, for τῷ αἰῶνι.

Printed ΙΘʹ, for ΚΘʹ.

PG 34:964Read from the page
τος Χριστοῦ καὶ δυνάμεως δυνατοὶ γινόμεθα καταργεῖν. Ἀθεεὶ δὲ καὶ δι' ἑαυτοῦ ῥύσασθαί τινα ἑαυτὸν μέχρι τοῦ καὶ τῶν ἐκ τῶν λογισμῶν ἀπηλλάχθαι πάλης, ἀδύνατον· τὸ δὲ ἀντιλέγειν καὶ μὴ συνήδεσθαι, δυνατόν.
of Christ and His power, we become able to abolish. But without God and of oneself for anyone to deliver himself to the point of being freed even from the wrestling that comes from thoughts is impossible; whereas to contradict them and not take pleasure with them is possible.
Δʹ. Εἴ τις τοῖς πράγμασι τοῦ κόσμου τούτου, καὶ τοῖς ποικίλοις ἐνέχοιτο δεσμοῖς, τοῖς τῆς κακίας τε συναπάγοιτο πάθεσι, πολλοῦ γε καὶ δεῖ γινώσκειν, ὡς φθάσαντες ἔφημεν, εἶναί τινα πάλην ἄλλην καὶ πόλεμον ἐν τῷ ἀφανεῖ ἕτερον. Ἀγαπητὸν γὰρ ἵνα λύσας τις ἑαυτὸν πάντων φαινομένων, καὶ τῶν σαρκικῶν ἡδονῶν ἀποστήσας, τῷ Κυρίῳ τε προσεδρεύειν ἀρξάμενος, ἐπιγνῶναι δυνηθῇ, τὴν ἔνδον οἰκουροῦσαν τῶν παθῶν πάλην, καὶ τὸν ἐν ἡμῖν κρυπτὸν πόλεμον. Εἰ γὰρ μὴ, ὡς ἔφημεν, ταῦτα γένηται, οὐ παρ' ὅλης ἡμῶν τῆς ψυχῆς καὶ ὅλος ἐξ ὅλου τις προσεδρεύειν τῷ Θεῷ στέρξειεν, οὐδ' ἐπιγινώσκει τὰ ἀπόῤῥητα ταῦτα τῆς κακίας πάθη, καὶ τοὺς ἔσῶ δεσμούς· ἀλλὰ κινδυνεύει τραύματα ἔχων καὶ ἀφανῆ πάθη περιθάλπων, ὑγιαίνειν οἴεσθαι, καὶ νοεῖν· τῷ δέ γε ἐπιθυμίας καὶ δόξης ὑπεριδόντι, πρῶτον μὲν ἐπιγνῶναι ταῦτα δυνατὸν γίνεται, ἔπειτα δὲ δεηθέντι Χριστοῦ μετὰ πίστεως, καὶ ὅπλα λάβοντι ἐξ οὐρανοῦ τὰ τοῦ Πνεύματος, τὸν θώρακα τῆς δικαιοσύνης, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν Πνεύματος μάχαιραν, ταῦτα καταπαλαῖσαι.
30. If anyone should be entangled in the affairs of this world and in its manifold bonds, and be carried away with the passions of wickedness, he is very far indeed from knowing, as we have already said, that there is a certain other wrestling and another war in the unseen. For it is a thing to be content with if, having loosed oneself from all visible things and withdrawn from carnal pleasures, and having begun to attend upon the Lord, one should be able to recognize the wrestling of the passions keeping house within, and the war hidden in us. For unless, as we said, these things come to pass, one would not be content to attend upon God with all our soul and wholly out of the whole of oneself, nor does he recognize these secret passions of wickedness and the inner bonds; but he runs the risk, while having wounds and cherishing unseen passions, of supposing and thinking that he is in health; whereas for him who has disdained desire and glory, first it becomes possible to recognize these things, and then, having besought Christ with faith and received from heaven the weapons of the Spirit—the breastplate of righteousness, the helmet of salvation, the shield of faith, and the sword of the Spirit (Eph. 6:14-17)—to wrestle down these things.
ΛΑʹ. Μυρίαι τῷ ἀντικειμένῳ αἱ μηχαναὶ καθ' ἡμῶν, τῆς εἰς τὸν Χριστὸν ἀγάπης ἀποσπᾷν πειρωμένῳ. Ἢ γὰρ ἔνδον θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων τῇ ψυχῇ ἐπάγει, ἢ λογισμοὺς μιαρούς τε καὶ ἀθεμίτους ταύτης κατασκευάζει, τῶν προτέρων ἁμαρτημάτων τὴν μνήμην ἀνασκαλεύων, ἅτε χαύνωσιν αὐτῇ ἐνθεῖναι βουλόμενος, καὶ λογισμοὺς ἀπογνώσεως ἐμβάλλειν, ὅτι δὲ οὐ δυνατὸν αὐτῇ σωτηρίας τυχεῖν· καὶ ὡς τοὺς λογισμοὺς τούτους παρ' ἑαυτῆς ὅλως τῆς ψυχῆς γεννώσης, καὶ οὐχὶ πνεύματος ἀλλοτρίου κακῶς αὐτοὺς ὑποσπείραντος, καὶ βουλομένου λανθάνειν. Ἢ τοίνυν ἐκεῖνα ποιεῖ, ἢ πόνους σωματικοὺς ἐπάγει. Ἢ ὀνειδισμοὺς καὶ θλίψεις τὰς ἐξ ἀνθρώπων ἐπινοεῖ· ἀλλ' ὅσον ὁ πονηρὸς τὰ πεπυρωμένα ταῦτα βέλη καθ' ἡμῶν ἀφίησι, τοσοῦτον ἡμᾶς προσήκει τῆς πρὸς Θεὸν ἐλπίδος μᾶλλον ἐξῆφθαι, ἀκριβῶς εἰδότας, ὅτι τοῦτο αὐτῷ θέλημα· τὸ τὰς ἐρωτικῶς ἐχούσας αὐτοῦ εἰς δοκίμιον δοῦναι ψυχὰς, εἰ ἐξ ἀληθείας αὐτὸν ἠγαπήκασι.
31. Countless are the devices of the adversary against us, as he tries to tear us away from the love towards Christ. For either he brings inward afflictions upon the soul through the spirits of wickedness, or he contrives defiled and unlawful thoughts in it, stirring up the memory of former sins, inasmuch as he wishes to implant relaxation in it and to cast in thoughts of despair, that it is not possible for it to obtain salvation; and as though the soul altogether generated these thoughts of itself, and not an alien spirit wickedly sowing them underhand and wishing to escape notice. Either therefore he does those things, or he brings on bodily toils, or he devises reproaches and afflictions from men; yet the more the evil one shoots these fiery darts against us, the more it befits us to cling to our hope towards God, knowing accurately that this is His will: to give over the souls that are lovingly disposed towards Him unto testing, whether in truth they have loved Him.
ΛΒʹ. Χίλια ἔτη τοῦ αἰῶνος τούτου, ἀφθάρτῳ κόσμῳ καὶ αἰῶνι παραβαλλόμενα τοιοῦτό τί εἰσιν, ὡς εἴ τις ψάμμον μίαν τῆς ὅλης ψάμμου τῆς θαλάσσης λάβοι. Σκέψαι δέ μοι καὶ τὸν τρόπον τοῦτον· ἔστω γὰρ ἐξεῖναί σοι μόνῳ μὲν γενέσθαι βασιλεῖ πάσης τῆς γῆς· μόνῳ τῶν θησαυρῶν ἁπάντων δεσπόσαι τῆς οἰκουμένης. Θῶμεν δὲ τὴν ἀρχὴν τῆς τῶν ἀνθρώπων εἰς τὸ εἶναι παραγωγῆς, ἀρχὴν καί σοι γε-
32. A thousand years of this age, compared with the incorruptible world and age, are some such thing as if someone were to take one grain of sand from the whole sand of the sea. Consider it for me in this way also: suppose it were permitted to you alone to become king of all the earth, alone to be master of all the treasures of the inhabited world; and let us set the beginning of the bringing of men into being as the beginning for you also to be-
Notes, col. 964

On the reading

Printed Δʹ, for Λʹ.

Printed ἔσῶ, for ἔσω.

Printed λάβοντι, for λαβόντι.