ἀγάπην ἀψευδῆ καὶ πραότητα, ἃ καὶ προβιασάμενος ἐπεζήτησε. Οὕτως οὖν αὐξήσας καὶ τελειωθεὶς κατὰ Κύριον τῆς βασιλείας ἄξιος ἀποδείκνυται. Ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει· ποῦ γὰρ καὶ πεσεῖται ὁ ὑποκάτω πάντων τό γε ἑαυτοῦ ὤν; ὥστε μεγάλη γε τοὐναντίον ὕψωσις καὶ ἀσφαλὲς ἀξίωμα ἡ ταπεινοφροσύνη.
unfeigned love and meekness, which he also sought after by forcing himself beforehand. Having thus therefore grown and been perfected according to the Lord, he is shown worthy of the kingdom. For the humble man never falls; for where indeed shall he fall who, so far as lies in himself, is beneath all things? So that on the contrary humility of mind is a great exaltation and a secure dignity.
Κʹ. Οἱ πρὸς ἀλήθειαν τὸν Θεὸν ἀγαπήσαντες, οὔτε διὰ τὴν βασιλείαν αὐτῷ δουλεύειν προείρηνται, καθάπερ ἐμπορίας χάριν καὶ κέρδους· οὔτε μὴν διὰ τὴν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς κόλασιν· ἀλλ' ἅτε Θεὸν μόνον αὐτὸν καὶ δημιουργὸν ἴδιον ἠγαπηκότες, καὶ ἀκολουθίᾳ τάξεως ἐπιγνόντες, ὅτι Δεσπότῃ καὶ Κτίστῃ δούλους εὐαρεστεῖν ὀφειλόμενον· οἳ καὶ πολλῇ τῇ συνέσει πρὸς τὰ παραπίπτοντα χρῶνται. Πολλὰ γὰρ τὰ ἐμπόδια τῆς πρὸς Θεὸν τυγχάνει εὐαρεστήσεως· ἐπεὶ μηδὲ πενία μόνον καὶ ἀδοξία, ἀλλὰ καὶ πλοῦτος καὶ τιμὴ ὁμοίως πειρασμοὶ καθίστανται τῇ ψυχῇ· ἐν μέρει δέ πως καὶ ἡ παράκλησις αὐτὴ καὶ ἡ ἄνεσις ἐκείνη ἡ ὑπὸ τῆς χάριτος καταλαμβάνουσα τὴν ψυχὴν, εἰ μὴ αἴσθηται ταύτης ἡ καταξιωθεῖσα, καὶ πολλῷ τῷ μετρίῳ καὶ συνετῷ χρήσηται, πολὺ τὸ εὔκολον ἔχει πρὸς τὸ πειρατήριον αὐτῇ μᾶλλον καὶ κώλυμα καταστῆναι· ἅτε κακίας προφάσει τῆσδε τῆς χάριτος ὑπολύειν αὐτῇ τὸν τόνον, χαύνωσίν τε καὶ ὀλιγωρίαν ἐνιέναι μηχανωμένης. Διὸ καὶ αὐτὴ ἡ χάρις εὐλαβοῦς δεῖται πρὸς μετάληψιν καὶ εὐσυνέτου ψυχῆς· ὥστε καὶ τιμῆσαι ταύτην, καὶ ἀξίους τοὺς καρποὺς ἐπιδεῖξασθαι. Κινδυνεύει τοίνυν οὐ τὰς θλίψεις μόνον, ἀλλὰ καὶ τὰς ἀνέσεις πειρατήριον γίνεσθαι τῇ ψυχῇ· καὶ δι' ἀμφοτέρων γὰρ αἱ ψυχαὶ τῷ κτίσαντι δοκιμάζονται, ἵνα δῆλοι σαφῶς γένωνται τίνες οἱ μὴ κέρδους αἰτίαν θέμενοι τὴν πρὸς ἐκεῖνον ἀγάπην· ἀλλ' αὐτὸν μόνον τὸν πολλῆς τῷ ὄντι καὶ φιλίας καὶ τιμῆς ἄξιον. Ὥσπερ δὲ τῷ ἀμελεῖ, καὶ περὶ τὴν πίστιν ἐνδεεῖ, καὶ τῷ φρονήματι νηπιάζοντι, ἐμπόδιον πρὸς τὴν αἰωνίαν ζωὴν ταῦτα γίνεται· ἤτοι τὰ λυπηρὰ καὶ ἐπίπονα, νόσοι, πενίαι, καὶ ἀδοξίαι· τἀναντία, πλοῦτος, δόξα, καὶ οἱ ἐξ ἀνθρώπων μακαρισμοὶ, πρὸς δὲ καὶ ὁ ἐν τῷ ἀφανεῖ πλήττων τοῦ πονηροῦ πόλεμος· οὕτω πάλιν ἀντιστρέφων εὑρήσεις, ὅτι τῷ πιστῷ καὶ συνετῷ καὶ γενναίῳ συνεργὰ μᾶλλον πρὸς τὴν τοῦ Θεοῦ καθίσταται βασιλείαν· Τοῖς γὰρ τὸν Θεὸν ἀγαπῶσι, κατὰ τὸν θεῖον Ἀπόστολον, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Δείκνυται οὖν ἐντεῦθεν, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα ἐμπόδιον εἶναι νομιζόμενα διαῤῥήξας, καὶ νικήσας, καὶ ὑπερβὰς ὁ ἀληθῶς φιλόθεος τοῦ θείου μόνου περιέχεται φίλτρου· Σχοινία γὰρ ἁμαρτωλῶν περιεπλάκησάν μοι, ὁ θεῖός φησι Προφήτης, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
20. Those who have loved God in truth have neither proposed to serve Him on account of the kingdom, as if for the sake of traffic and gain, nor yet on account of the punishment laid up for sinners; but as having loved Him alone as God and their own Creator, and having recognized by consequence of order that it is due for servants to be well-pleasing to their Master and Creator; who also use great understanding towards the things that befall them. For many are the hindrances to being well-pleasing to God; since not only poverty and dishonour, but also wealth and honour likewise become temptations to the soul; and in part somehow even consolation itself and that relief which overtakes the soul from grace, unless the soul counted worthy of this perceives it and uses great moderation and understanding, has great readiness to become rather a trial and a hindrance to it; inasmuch as malice contrives, on the pretext of this grace, to slacken its tension and to inject relaxation and negligence into it. Wherefore even grace itself requires for its reception a reverent and discerning soul, so as both to honour it and to display worthy fruits. There is danger, therefore, that not only afflictions, but also reliefs may become a trial to the soul; for through both are souls tested by Him Who created them, so that it may become clearly manifest who are they that have not made love towards Him a matter of gain, but love Him alone Who is in truth worthy of much affection and honour. And just as to the negligent man, and him who is deficient concerning the faith, and childish in mind, these things become a hindrance towards eternal life—namely painful and toilsome things, sicknesses, poverties, and dishonours; and the contraries, wealth, glory, and felicitations from men, and in addition the warfare of the evil one striking in the unseen—so again, turning it around, you will find that to the faithful and discerning and noble man they rather become helps towards the kingdom of God: For to those who love God, according to the divine Apostle, all things work together for good (Rom. 8:28). It is shown therefore from this, that having burst asunder, and conquered, and surmounted all the things in the world that are supposed to be a hindrance, the truly God-loving man clings to the divine love alone: For the cords of sinners were entangled about me, says the divine Prophet, and I did not forget Thy law (Ps. 118:61).