Migne Reading Room

PG 34 · cols. 917–928 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:917Read from the page
νατὸν αὐτῷ ἦν τὴν οἰκονομίαν καὶ τὸ βάρος ὑπιέναι τοῦ λόγου, οὔτε μὴν ἀκούειν τι καὶ λέγειν, ἢ καὶ περί του, κἂν τὸ βραχύτατον, μεριμνᾷν, ὅτι μὴ κεῖσθαι μόνον μιᾶς γωνίας ἐπειλημμένον, καὶ μετέωρον, καὶ μεμεθυσμένον· ταύτῃ τοι καὶ τὸ τέλειον αὐτῷ μέτρον οὐ παρεσχέθη· ἵνα καὶ τῇ ἀδελφῶν προνοίᾳ, καὶ τῇ τοῦ λόγου διακονίᾳ καιρὸν ἔχῃ σχολάζειν.
possible for him to undergo the dispensation and the weight of the word, nor indeed to hear anything and speak, or even to take thought about anything, even the briefest, save only to lie having laid hold of one corner, both elevated and intoxicated; for this cause also the perfect measure was not granted to him, so that he might have leisure both for the provident care of the brethren and for the ministry of the word.
ΙΑʹ. Ἀκούοντες, φησὶ, τοῦ λόγου τῆς βασιλείας, καὶ πρὸς δάκρυα καταγόμενοι, μὴ τοῖς ἡμετέροις τούτοις ἐναπομείνωμεν δάκρυσι, μηδὲ τῇ ἡμῶν ἀκοῇ ὡς καλῶς ἀκούσαντες, μηδὲ τοῖς ὀφθαλμοῖς ὡς καλῶς ἰδόντες, ἀρκούντως ἔχειν ἑαυτοῖς λογισώμεθα· καὶ γάρ εἰσιν ἕτερα ὦτα καὶ ἕτεροι ὀφθαλμοὶ, καὶ κλαυθμοὶ ἕτεροι, ὡς δὴ καὶ διάνοια καὶ ψυχὴ ἑτέρα, ὅπερ ἔστιν αὐτὸ θεϊκὸν Πνεῦμα καὶ ἐπουράνιον, τὸ ἀκοῦόν τε καὶ κλαῖον, εὐχόμενόν τε καὶ γινῶσκον, καὶ τὸ τοῦ Θεοῦ θέλημα ἐν ἀληθείᾳ ποιοῦν· ἐπεὶ καὶ τοῖς ἀποστόλοις ὁ Κύριος τὴν μεγίστην ἐπαγγελλόμενος τοῦ Πνεύματος δωρεάν· Ὑπάγω, ἔλεγεν, ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα. Καὶ πάλιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, οδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Ἐκεῖνος οὖν προσεύξεται καὶ ἐκεῖνος κλαύσεται. Τὸ γὰρ, Τί προσευξόμεθα, φησὶν ὁ θεῖος Ἀπόστολος, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· ἀλλ' αὐτὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· αὐτῷ γὰρ τῷ Πνεύματι μόνῳ τὸ τοῦ Θεοῦ θέλημα δῆλόν ἐστι. Τὰ γὰρ τοῦ Θεοῦ, φησὶν, οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἐπεὶ καὶ, κατὰ τὴν ἐπαγγελίαν, τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς τοῦ Παρακλήτου ἐπιφοιτήσαντος, καὶ τῆς δυνάμεως τοῦ ἀγαθοῦ Πνεύματος ταῖς ψυχαῖς τῶν ἀποστόλων σκηνωσάσης, τὸ μὲν τῆς κακίας κάλυμμα εἰσάπαν αὐτῶν ἀφῃρέθη, τὰ πάθη δὲ κατηργήθη, καὶ τὰ τῆς καρδίας αὐτοῖς ἀπεκαλύφθησαν ὄμματα. Καὶ τότε λοιπὸν σοφίας πλησθέντες, καὶ τέλειοι καταστάντες ὑπὸ τοῦ Πνεύματος, δι' ἐκείνου μὲν καὶ τὸ τοῦ Θεοῦ θέλημα ποιεῖν ἔγνωσαν, δι' ἐκείνου δὲ καὶ πρὸς πᾶσαν ἀλήθειαν ἐχειραγωγήθησαν ἡγεμονεύσαντός τε καὶ βασιλεύσαντος αὐτοῖς τῶν ψυχῶν. Ὅταν οὖν καὶ ἡμῖν ἐπακούωσι τοῦ λόγου τοῦ Θεοῦ κλαίειν ἐπέρχηται, δεηθῶμεν Χριστοῦ, πίστει ἀνεπιδοιάστῳ ἐλεύσεσθαι πρὸς ἡμᾶς, ἐλπίσαντες ἀληθῶς ἀκοῦον καὶ προσευχόμενον Πνεῦμα κατὰ τὸ αὐτοῦ θέλημα.
11. When we hear, says he, the word of the kingdom, and are brought down to tears, let us not remain in these our tears, nor reckon within ourselves that we have enough in our hearing as having heard well, nor in our eyes as having seen well; for indeed there are other ears and other eyes, and other weepings, just as there is also another mind and another soul, which is the divine and heavenly Spirit Himself, Who hears and weeps, Who prays and knows, and Who does the will of God in truth; since the Lord also, promising to the apostles the greatest gift of the Spirit, said: I go away, and the Paraclete, the Holy Spirit, Whom the Father will send in My name, He will teach you all things. And again: I have yet many things to say to you, but you cannot bear them now; but when He, the Spirit of truth, is come, He will guide you into all the truth. He therefore will pray and He will weep. For as to that saying: What we should pray for, says the divine Apostle, as we ought, we know not; but the Spirit Himself intercedes for us with groanings unutterable; for to the Spirit Himself alone is the will of God manifest. For the things of God, says he, no one knows, save the Spirit of God. Since also, according to the promise, when on the day of Pentecost the Paraclete visited them, and the power of the good Spirit tabernacled in the souls of the apostles, the veil of malice was altogether taken away from them, the passions were abolished, and the eyes of their heart were unveiled to them. And then henceforth, being filled with wisdom and rendered perfect by the Spirit, through Him indeed they knew how to do the will of God, and through Him also they were led by the hand unto all truth, as He guided and reigned over their souls. Whenever therefore it comes upon us also, as we listen to the word of God, to weep, let us beseech Christ with undoubting faith that there will come to us, as we have hoped, the Spirit Who truly hears and prays according to His will.
ΙΒʹ. Τὸ πρᾶγμα οὕτως ἔχειν οἴου, φησίν· ἐπίκειταί τις δύναμις ἐπικαλύπτουσα τὸν ἐλαφρὸν νοῦν, ὡς ἀήρ τις λεπτός· καίτοι δὲ τῆς λαμπάδος ἀεί ποτε καιομένης καὶ φαινούσης, καθάπερ εἴρηται· ἀλλὰ τῷ φωτὶ ἐκείνῳ ὡς κάλυμμά τι ἐπίκειται· ταύτῃ τοι οὐδὲ ἔξαρνός ἐστιν ὁ τοιοῦτος μὴ εἶναι τέλειος, μηδὲ τὸ ὅλον ἐλεύθερος ἐκ τῆς ἁμαρτίας· ἀλλ' οἷον εἰπεῖν ἐλεύθερός τε καὶ οὐκ ἐλεύθερος· τοῦτό τε οὐκ ἀθεεὶ πάντως· ἀλλὰ κατ' οἰκονομίαν γίνεται θείαν· καί ποτε μὲν διαλύεται καὶ θραύεται ἐκεῖνο τὸ μεσότοι-
12. Deem the matter to stand thus, says he: a certain power lies upon and covers over the agile mind, like a certain thin air; and although the lamp is ever burning and shining, even as has been said, yet upon that light there lies as it were a certain veil; wherefore such a man does not even deny that he is not perfect, nor altogether free from sin, but so to speak both free and not free; and this is by no means without God, but comes to pass by a divine dispensation; and at one time that middle wall
Notes, col. 917

On the reading

Printed οδηγήσει, for ὁδηγήσει.

Printed ἐπακούωσι, for ἐπακούουσι.

PG 34:920Read from the page
χον τοῦ φραγμοῦ, ποτὲ δὲ τὸ σύμπαν οὐ διαλύεται, οὐδὲ διαπαντὸς ἐπίσης τὰ τοιαῦτα τῆς εὐχῆς· ἀλλὰ ἔστι μὲν ὅτε πλέον ἡ χάρις ἀνάπτεται, καὶ παρακαλεῖ καὶ διαναπαύει· ἔστι δὲ ὅτε στυγνοτέρα καὶ ὑφειμένη γίνεται, καθὼς αὐτὴ ἡ χάρις πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ οἰκονομεῖ. Ὅμως εἰσῆλθον εἰς τὸ τέλειον μέτρον ἔν τισι καιροῖς, καὶ ἐγευσάμην καὶ πεῖραν ἔσχον ἐκείνου τοῦ αἰῶνος. Οὔπω δὲ οὐδένα εἶδον Χριστιανὸν τέλειον ἢ καθάπαξ ἐλεύθερον· ἀλλὰ καὶ διαναπαύεταί τις ἐν τῇ χάριτι, καὶ μυστηρίων καὶ ἀποκαλύψεων κοινωνὸς γίνεται, καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος εἴσεισι· καὶ ἡ ἁμαρτία πάλιν αὐτῷ σύνεστιν. Οἱ δὲ τοιοῦτοι διὰ τὴν ὑπερβάλλουσαν χάριν, καὶ τὸ ἐλλάμπον αὐτοῖς φῶς, κατά γε ἀπειρίαν φημὶ, τέλειοί τε καὶ ἐλεύθεροι ἔδοξαν εἶναι· ἐγὼ δὲ, ὡς εἴρηται, οὔπω οὐδένα εἶδον ἀκριβῶς ἐλεύθερον· ἐπειδὴ κἀμοὶ μερικῶς καιροῖς ἔν τισιν ἐξεγένετο εἰς ἐκεῖνο τὸ μέτρον ᾗ λέλεκται εἰσελθεῖν, καὶ οἶδα καταμαθὼν ὁποῖός τις ὁ τέλειος ἄνθρωπός ἐστιν.
of the partition is dissolved and broken in pieces, and at another time it is not dissolved at all, nor do such matters of prayer proceed equally at all times; but there is a time when grace is kindled more abundantly, and comforts and gives rest; and there is a time when it becomes more somber and subdued, even as grace itself dispenses for the benefit of the man. Nevertheless I entered into the perfect measure at certain times, and I tasted and had experience of that age. Yet I have never seen any Christian perfect or once for all free; rather, a man rests in grace, and becomes a partaker of mysteries and revelations, and enters into much sweetness of grace; and sin again is present with him. And such men, on account of the surpassing grace and the light shining upon them, through inexperience I say, have supposed themselves to be both perfect and free; whereas I, as has been said, have never yet seen anyone strictly free; since it was granted to me also partially at certain times to enter into that measure as has been stated, and having learned it I know what manner of man the perfect man is.
ΙΓʹ. Ἐπειδὰν ἀκοῦσαί σοι γένοιτο περὶ κοινωνίας νυμφίου καὶ νύμφης, καὶ χορῶν, καὶ ἑορτῶν, μηδὲν ὑλικὸν μηδὲ πρόσγειον ἐννόησον. Καὶ γὰρ εἰς ὑπόδειγμα μόνον συγκαταβατικῶς ταῦτα παραλαμβάνεται. Ἐπεὶ ἐκεῖνα ἄῤῥητά τέ ἐστι καὶ πνευματικὰ, καὶ ὀφθαλμοῖς τοῖς σαρκικοῖς ἄψαυστα· ψυχῇ δὲ ἁγίᾳ καὶ πιστῇ πρὸς κατάληψιν ἔρχεται, αὕτη τε ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, καὶ οἱ ἐπουράνιοι θησαυροὶ, οἱ χοροί τε καὶ ἑορταὶ τῶν ἁγίων ἀγγέλων τῷ πείρᾳ λαβόντι μόνῳ καταφανῆ γίνονται, ἀμυήτῳ δὲ οὐδὲ ἐννοῆσαι δυνατὸν τὸ παράπαν. Εὐλαβῶς οὖν περὶ αὐτῶν ἄκουε, μέχρις ἂν καὶ σοὶ γένοιτο πιστεύοντι καταξιωθῆναι τῶν τοιούτων τυχεῖν· καὶ τότε εἴσῃ αὐτῇ πείρᾳ τῶν ὀφθαλμῶν τῆς ψυχῆς οἵων ἀγαθῶν ψυχαί τε Χριστιανῶν κἀνταῦθα κοινωνεῖν δύνανται. Ἐν γὰρ τῇ ἀναστάσει καὶ αὐτῷ τῷ σώματι τῶν τοιούτων παρέσται τυχεῖν, βλέπειν τε αὐτὰ καὶ οἱονεὶ κρατεῖν, ὁπόταν καὶ αὐτὸ γένηται πνεῦμα.
13. Whenever it happens to you to hear concerning the communion of bridegroom and bride, and choirs, and feasts, think of nothing material or earthly. For indeed these things are taken by way of condescension as an example only. Since those things are both ineffable and spiritual, and intangible to fleshly eyes; yet to a holy and faithful soul they come unto comprehension, and both this communion of the Holy Spirit, and the heavenly treasures, and the choirs and feasts of the holy angels become manifest only to him who has received them by experience, whereas to the uninitiated it is not possible even to conceive of them at all. Hear therefore concerning them with reverence, until it happen to you also as a believer to be counted worthy to obtain such things; and then you will know by the very experience of the eyes of the soul in what manner of good things the souls of Christians are able to share even here. For in the resurrection it will be granted to the body itself also to obtain such things, and to behold them and as it were to lay hold of them, whenever it too becomes spirit.
ΙΔʹ. Τὰ ἴδια τῆς ψυχῆς κάλλη, καὶ οἱ ἀγαθοὶ καρποὶ, ἤτοι εὐχὴ, ἀγάπη, πίστις τε καὶ ἀγρυπνία καὶ νηστεία, καὶ τἆλλα τῶν ἀρετῶν ἐπιτηδεύματα, ἐπειδὰν μιγείη, καὶ κοινωνήσοι τῆς τοῦ Πνεύματος κοινωνίας, τότε καὶ αὐτὰ καθαπερεὶ θυμίαμα πυρὶ βληθὲν, πλουσίαν ἀποδίδωσι τὴν εὐωδίαν· ἀλλὰ καὶ ἡμῖν γίνεται ῥᾴδιον ἀκολούθως τῷ θελήματι πολιτεύεσθαι τοῦ Θεοῦ. Ὡς ἄνευ Πνεύματος τοῦ ἁγίου, καθάπερ ἤδη πρότερον εἴρηται, μηδενὶ δυνατὸν ὂν συνιέναι τὸ τοῦ Θεοῦ θέλημα. Ὥσπερ γὰρ ἀνδρὶ πρὸς γάμον συνοῦσα γυνὴ, πρότερον μὲν ἢ συναφθῆναι, γνώμῃ τῇ ἰδίᾳ στοιχεῖ, καὶ θελήματι τοῖς ἑαυτῆς κέχρηται, ἐπειδὰν δὲ συνέλθῃ καθ' ἓν, ὑπ' ἐκείνῳ ἡγεμόνι τὸ σύνολον ζῇ, τοῦ πρὸς ἑαυτὴν ὁρᾷν, ἀφειμένη· τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχὴ ἔχει μὲν ἴδιόν τι θέλημα, καὶ ἰδίους νόμους, καὶ ἔργα ἴδια· ἐπειδὰν
14. The proper beauties of the soul, and its good fruits, namely prayer, love, faith, and vigil and fasting, and the other practices of the virtues, whenever they are mingled and partake of the communion of the Spirit, then they too, just like incense cast upon fire, give forth a rich fragrance; and moreover it becomes easy for us to conduct our life in accordance with the will of God. Since without the Holy Spirit, even as has already been said before, it is possible for no one to understand the will of God. For just as a woman joined to a husband for marriage, before she is united to him, walks by her own judgement and uses her own will in her affairs, but whenever she comes together with him into one, she lives wholly under him as her ruler, having left off looking to herself; in the very same way the soul also has indeed a certain will of its own, and its own laws, and its own works; but whenever
PG 34:921Read from the page
δὲ γένηται ἀξία τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ συνελθεῖν, ὑποτάσσεται τῷ τόμῳ τοῦ ἀνδρὸς, οὐκ ἔτι τῷ ταύτης θελήματι, ἀλλὰ τῷ ταύτης νυμφίου ἑπομένη Χριστοῦ.
it becomes worthy to come together with the heavenly Husband Christ, it is subjected to the law of the Husband, no longer following its own will, but that of its Bridegroom Christ.
ΙΕʹ. Τὸ τοῦ γάμου ἔνδυμα τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἡγοῦ· τὴν ὁ μὴ ἐνδύναι γεγονὼς ἄξιος, τοῦ ἐπουρανίου γάμου καὶ τοῦ δείπνου τοῦ πνευματικοῦ κοινωνὸς οὐκ ἔσται. Θῶμεν σπουδὴν τοῦ πνευματικοῦ καὶ θείου πιεῖν οἴνου, καὶ μεθυσθῆναι μέθην νηφάλιον· ἵν' ὥσπερ οἱ οἴνου διακορεῖς λαλίστεροι γίνονται, οὕτω καὶ ἡμεῖς, τοῦ πνευματικοῦ τούτου διάπλεοι γεγονότες οἴνου, μυστηρίων θείων λαλήσωμεν διηγήματα· Καὶ τὸ ποτήριόν σου γὰρ, φησὶ Δαβὶδ, μεθύσκον με, ὡσεὶ κράτιστον !
15. Deem the wedding garment to be the grace of the Holy Spirit, which he who has not become worthy to put on will not be a partaker of the heavenly wedding and of the spiritual supper. Let us apply diligence to drink of the spiritual and divine wine, and to be intoxicated with a sober intoxication; so that just as those who are sated with wine become more talkative, so we also, having become filled with this spiritual wine, may speak forth narrations of divine mysteries; For Thy cup, says David, intoxicating me, how excellent it is!
Ιϛʹ. Αὕτη ἐστὶν ἡ πτωχὴ τῷ Πνεύματι ψυχὴ, ἥτις ἐπιγινώσκει μὲν τὰ ἑαυτῆς τραύματα, ἐπιγινώσκει δὲ τὸ περιέχον αὐτὴν τῶν παθῶν σκότος, καὶ τὴν ἀπὸ Κυρίου διαπαντὸς ἐπιζητεῖ λύτρωσιν· ἣ φέρει μὲν πόνους, ἐπ' οὐδενὶ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν χαίρει· ἀλλὰ τῷ καλῷ μόνῳ ἰατρῷ, καὶ τῇ αὐτοῦ πέποιθε θεραπείᾳ. Πῶς οὖν ἡ τετραυματισμένη αὕτη ψυχὴ καλὴ καὶ εὐπρόσωπος ἔσται, καὶ πρὸς συμβίωσιν ἁρμόζουσα τῷ Χριστῷ; πῶς ἄλλως ἢ κατὰ τὴν ἀρχαίαν αὐτῆς κτίσιν, καὶ τὴν σαφῆ τῶν οἰκείων τραυμάτων καὶ τῆς πτωχείας ἐπίγνωσιν; Εἰ γὰρ οἷς ἔχει τραύμασί τε καὶ μώλωψι τῶν παθῶν μὴ συνήδεται, μηδὲ συνηγορεῖ τοῖς σφάλμασιν, οὐ λογίζεται αὐτῇ τὴν ἀμορφίαν ὁ Κύριος, ἀλλ' ἐλθὼν ἰᾶται καὶ θεραπεύει, καὶ ἀπαθὲς αὐτῇ καὶ ἄφθορόν τι κάλλος ἀποκαθίστησι· μόνον αὐτὴ προαιρέσει μὴ κοινωνείτω τοῖς πραττομένοις, καθάπερ εἴρηται, μηδὲ τοῖς ἐνεργουμένοις συνευδοκείτω πάθεσιν. Ἀλλ' ὅλῃ δυνάμει πρὸς Κύριον ἐκβοάτω, ἵνα διὰ τοῦ ἀγαθοῦ Πνεύματος αὐτοῦ τῆς ἐλευθερίας πάντως ἀξιωθῇ τῶν παθῶν. Αὕτη μὲν οὖν ἡ ψυχὴ μακαρία· οὐαὶ δὲ τῇ μὴ συναίσθησιν δεχομένῃ τραυμάτων, μηδὲ ἔχειν τι κακίας διὰ πολλὴν καὶ ἄμετρον οἰομένῃ κακίαν· ταύτην γὰρ οὐδὲ ὁ ἀγαθὸς ἐπισκέπτεται ἰατρὸς, οὐδὲ θεραπεύει, ὅτι μηδὲ μέλει αὐτῇ τῶν τραυμάτων, ἅτε καλῶς ἔχειν καὶ ὑγιῶς ἡγουμένῃ· Οὐ γὰρ χρείαν ἔχουσι, φησὶν, οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.
16. This is the soul poor in the Spirit, which recognises indeed its own wounds, and recognises the darkness of the passions encompassing it, and continually seeks redemption from the Lord; which endures labours indeed, and rejoices in none of the good things upon earth, but trusts in the good Physician alone and in His healing. How then shall this wounded soul be fair and comely, and fitting for union of life with Christ? How else than according to its ancient creation, and the clear recognition of its own wounds and poverty? For if it does not take pleasure in the wounds and bruises of the passions which it has, nor plead in defence of its faults, the Lord does not reckon its deformity to it, but coming He heals and cures it, and restores to it a certain passionless and incorruptible beauty; only let it not share by choice in the things done, even as has been said, nor consent to the passions wrought within it. Rather let it cry out with all its strength unto the Lord, so that through His good Spirit it may by all means be counted worthy of freedom from the passions. This soul therefore is blessed; but woe to that soul which does not admit a perception of its wounds, nor supposes that it has anything of malice on account of its great and measureless malice; for the good Physician neither visits nor heals this soul, because it does not even care for its wounds, inasmuch as it considers itself to be well and in health: For they that are in health, says He, have no need of a physician, but they that are sick.
ΙΖʹ. Μακάριοι τῷ ὄντι καὶ ζηλωτοὶ τοῦ βίου καὶ τῆς ὑπερφυοῦς ἀπολαύσεως, ὅσοι διὰ θερμῆς καὶ φιλαρέτου διαγωγῆς τῶν ἐπουρανίων τοῦ Πνεύματος μυστηρίων πείρᾳ καὶ αἰσθήσει τὴν γνῶσιν εἰλήφασι, καὶ τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχουσιν. Οὗτοι καὶ συμπάντων κρείττους ἀνθρώπων εἰσί· καὶ φανερὰ ἡ ἀπόδειξις. Τίνι γὰρ τῶν δυνατῶν, ἢ σοφῶν, ἢ φρονίμων ἀνελθεῖν εἰς τὸν οὐρανὸν ὑπῆρξεν ἐπιστρεφομένῳ περὶ τὴν γῆν, ἐκεῖ τε ἐργάσασθαι ἔργα πνευματικὰ, καὶ τὰ κάλλη τοῦ Πνεύματος κατοπτεῦσαι; νυνὶ δὲ πένης τις τὸ φαινόμενον, πένης ἄκρως καὶ ἐξουδε-
17. Blessed in truth and enviable for their life and supernatural enjoyment are all those who through a fervent and virtue-loving conduct have received by experience and perception the knowledge of the heavenly mysteries of the Spirit, and have their citizenship in the heavens. These are also superior to all men; and the proof is manifest. For to which of the mighty, or wise, or prudent, has it belonged while going about upon the earth to ascend into heaven, and there to work spiritual works, and to behold the beauties of the Spirit? Yet now a certain poor man in appearance, utterly poor and set at
Notes, col. 921

On the reading

Printed τόμῳ, for νόμῳ.

PG 34:924Read from the page
νώμενος, καὶ οὐδὲ τοῖς ἐγγειτόνων μικροῦ γνώριμος, προσπίπτων ἐπὶ πρόσωπον αὐτοῦ τῷ Κυρίῳ, ἄνεισιν εἰς τὸν οὐρανὸν ὑπὸ Πνεύματος ὁδηγούμενος, καὶ ἐν πληροφορίᾳ τῆς ἑαυτοῦ ψυχῆς τῶν ἐκεῖ θαυμασίων κατατρυφᾷ, ἐκεῖ τε ἐργάζεται, ἐκεῖ τὸ πολίτευμα ἔχει, κατὰ τὸν θεῖον Ἀπόστολον· Ἡμῶν γὰρ τὸ πολίτευμα, φησὶν, ἐν οὐρανοῖς ὑπάρχει· καὶ πάλιν· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἶτα ἐπάγει· Ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Οὗτοί εἰσιν οἱ ἐν ἀληθείᾳ σοφοὶ, οἱ δυνατοὶ, οὗτοι καὶ εὐγενεῖς καὶ φρόνιμοι.
nought, and scarcely known even to his neighbours, falling upon his face before the Lord, ascends into heaven guided by the Spirit, and in full assurance of his own soul delights in the wonders there, and labours there, and has his citizenship there, according to the divine Apostle: For our citizenship, says he, is in the heavens; and again: Things which eye has not seen, and ear has not heard, and which have not ascended into the heart of men, which God has prepared for them that love Him. Then he subjoins: But to us He has revealed them through His Spirit. These are they who are in truth wise, the mighty, these also are noble and prudent.
ΙΗʹ. Καὶ χωρὶς, φησὶ, τῶν οὐρανίων ἐκείνων, ἀπὸ τῶν παρόντων κρίνων τοὺς ἁγίους, οὐκ ἐπιδοιάσεις πάντων ὑψηλοτέρους εἰπών. Κρινέσθω δὲ οὕτως· Ναβουχοδονόσορ ὁ Βαβυλῶνος ἄρξας, ὁπότε τὰ ἔθνη αὐτῷ πάντα εἰς προσκύνησιν ἧς ἔτυχε κατασκευάσας εἰκόνος ἠθροίζετο· τῷ δὲ Θεῷ τοῦτο πανσόφως ᾠκονομεῖτο, ἵνα καὶ ἡ τῶν παίδων ἀρετὴ πᾶσι γνώριμος καταστῇ, καὶ μάθωσι πάντες, ὅτι Θεὸς ἀληθὴς εἷς, ὃς τοὺς οὐρανοὺς κατοικεῖ· τρεῖς παῖδες, καὶ αὐτοὶ αἰχμάλωτοι καὶ τὴν ἐλευθερίαν ἀφῃρημένοι ἐπαῤῥησιάσαντο πρὸς αὐτὸν, καὶ πάντων πολλῷ δέει προσκυνούντων, καὶ μηδ' ὅλως εἰ μὴ πείθεσθαι τολμώντων, ἀλλὰ σχεδὸν ἀφόνων ἴσα καὶ ταῖς κτίσεσιν ἑλκομένων, αὐτοὶ τοσοῦτον ἀπέχοντες τοῦ τὰ ὅμοια τοῖς ἄλλοις παθεῖν, ὡς μηδ' εὐσεβοῦντας ἀγνοεῖσθαι βούλεσθαι, μηδ' ὑπομένειν λαθεῖν, ἀλλ' εἰς ἀκοὴν πάντων λέγειν· Τοὺς θεούς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστηκας, οὐ προσκυνοῦμεν· τούτους εἰς τιμωρίας λόγον καὶ ἡ φοβερὰ ἐκείνη παραλαβοῦσα κάμινος ἦν, οὐδὲ τὴν ἑαυτῆς ἐνέργειαν ὑπεδείξατο, ὥσπερ δὲ καὶ αὐτὴ διευλαβηθεῖσα τούτους, ἀπαθεῖς κακῶν διεφύλαξε, καὶ πάντες καὶ βασιλεὺς αὐτὸς τὸν ἀληθῆ δι' ἐκείνων Θεὸν ἐπέγνωσαν. Ἐκείνους οὐχ οἱ ἐν γῇ μόνον, ἀλλὰ καὶ ἐν οὐρανοῖς χοροὶ κατεπλάγησαν· καὶ γὰρ εἰς τὰς τῶν ἁγίων ἀνδραγαθείας οὐδὲ τοὺς ἐν οὐρανοῖς ἀπεῖναι, ἀλλὰ συμφοιτᾷν κἀκείνοις, ὁ θεῖος Ἀπόστολος ὑπεφάνει· Θέατρον γὰρ, φησὶν, ἐγενήθημεν καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἔχεις τοιαῦτα καὶ ἐπὶ Ἠλίαν ὁρᾷν· ὃς, εἷς ἄνθρωπος ὢν, πρὸς πλείστους ἴσχυσε διὰ τῆς τοῦ οὐρανίου πυρὸς καταγωγῆς· ἀλλὰ καὶ Μωϋσῆς ὅλης Αἰγύπτου καὶ Φαραὼ τοῦ τυράννου περιεγένετο. Τοῦτο καὶ ἐπὶ Λὼτ, τοῦτο καὶ ἐπὶ Νῶε, καὶ ἐπὶ πολλῶν ἴδοις ἑτέρων· οἵτινες τῷ φαινομένῳ πολλὴν εὐτέλειαν ὑπερχόμενοι, πολλῶν ἐκράτουν ἐπισήμων καὶ δυνατῶν.
18. And apart, says he, from those heavenly things, judging the saints from things present, you will not hesitate to call them higher than all. And let it be judged thus: when Nebuchadnezzar, who ruled Babylon, was gathering all the nations subject to him for the worship of the image which he had happened to fashion—and this was all-wisely dispensed by God, so that both the virtue of the youths might become known to all, and all might learn that there is one true God, Who dwells in the heavens—three youths, and they captives and deprived of freedom, spoke boldly to him; and while all were worshipping in great fear, and not daring at all save to obey, being drawn along almost voiceless like the creatures, they themselves were so far from suffering the like as the others that they did not even wish their piety to be unknown, nor endure to remain hidden, but said in the hearing of all: We do not serve your gods, and the golden image which you have set up we do not worship; and when that fearful furnace had received them by way of punishment, it did not even display its own operation, but as though itself also standing in awe of them, preserved them unharmed by evils, and all men and the king himself recognised the true God through them. Not only those on earth, but also the choirs in the heavens were struck with wonder at them; for indeed the divine Apostle showed that at the brave deeds of the saints not even those in the heavens are absent, but assemble together with them: For we have been made a spectacle, says he, both to angels and to men. You may see such things also in the case of Elijah, who, being one man, prevailed against very many through the bringing down of the heavenly fire; and Moses also overcame the whole of Egypt and Pharaoh the tyrant. This also in the case of Lot, and this in the case of Noah, and in the case of many others you might see, who while undergoing great lowliness in outward appearance, prevailed over many notable and mighty men.
ΙΘʹ. Ἑκάστῳ τῶν φαινομένων, ἢν μὴ καὶ ἑτέρου τις ξένη φύσις πρὸς βοήθειαν ἐπιγένοιτο, τὸ ὅσον καθ' ἑαυτὸ ἀνέργαστόν ἐστι καὶ ἀκόσμητον. Καὶ γὰρ ἡ τοῦ Θεοῦ ἄφραστος σοφία μυστήρια καὶ τύπους διὰ τῶν ὁρωμένων δείκνυσιν, ὅτιπερ ἡ ἀνθρωπίνη φύσις,
19. In each of the visible things, unless a certain foreign nature of another also come to its aid, so far as lies in itself it is unworked and unadorned. For indeed the ineffable wisdom of God shows mysteries and types through the things that are seen, inasmuch as human nature,
Notes, col. 924

On the reading

Printed ἀφόνων, for ἀφώνων.

PG 34:925Read from the page
καθ' ἑαυτὴν οὖσα, τὴν ἐντελῆ τῶν ἀρετῶν διακόσμησιν καὶ τὴν πνευματικὴν εὐπρέπειαν τῆς ἁγιωσύνης ἐκτὸς, εἰ μὴ καὶ τῆς θείας ἀπολαύσοι χειρὸς, ἀδύνατός ἐστιν ἐπιδείξασθαι. Οἷον ἡ γῆ, καθ' ἑαυτῆς μένουσα, εἰ μὴ μετάσχοι τῆς διὰ τῶν γηπόνων ἐπιμελείας, εἶτα καὶ τὴν ἐκ τῶν ὄμβρων καὶ τοῦ ἡλίου καταδέξηται συνεργίαν, ἀνεπιτήδειός ἐστι καὶ ἥκιστα διαρκὴς πρὸς καρπογονίαν. Καὶ οἶκος δὲ πᾶς τοῦ ἡλιακοῦ τοῦδε δεῖται φωτὸς, ὅπερ οὐκ ἔστι τῆς αὐτῆς ἐκείνῳ φύσεως· ἐπεὶ σκότους ἂν εἴη πεπληρωμένος καὶ ἄχρηστος· καὶ ἕτερα δὲ τούτοις ὁμοίως ἔχοντα ὄψει. Τὸν αὐτὸν οὖν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις ἀδυνάτως, καθ' ἑαυτὴν σχοῦσα, τοὺς καρποὺς τῶν ἀρετῶν τελείους ἀποδιδόναι, δεῖται τοῦ πνευματικοῦ γηπόνου τῶν ἡμετέρων ψυχῶν, τουτέστι τοῦ Πνεύματος τοῦ Χριστοῦ· ὅπερ καὶ αὐτὸ ξένον τῆς ἡμετέρας ἀτεχνῶς φύσεως· κτίσμα γὰρ ἡμεῖς, τόδε ἄκτιστον· ἵνα καὶ τῇ ἰδίᾳ τέχνῃ γεωργῆσαν τῶν πιστῶν φημι τὰς καρδίας, τὰς ὅλῳ θελήματι ἑαυτὰς τῷ πνευματικῷ γεωργῷ παραδούσας, τελείους τοὺς καρποὺς τοῦ Πνεύματος ἀποδοῦναι παρασκευάσῃ, λάμψῃ τε τὸ ἑαυτοῦ φῶς ἐν τῇ ἐσκοτισμένῃ τοῖς πάθεσιν τῆς ψυχῆς ἡμῶν οἰκίᾳ.
being by itself, apart from the divine hand—unless it also enjoy that—is unable to display the complete adornment of the virtues and the spiritual comeliness of holiness. Just as the earth, remaining by itself, unless it partake of the care bestowed through husbandmen, and then also receive the cooperation of the rains and the sun, is unfit and least sufficient for the bearing of fruit. And every house also needs this light of the sun, which is not of the same nature as it; since otherwise it would be filled with darkness and useless; and you will see other things also conditioned in like manner to these. In the same way therefore human nature also, being unable, when left to itself, to yield the fruits of the virtues in perfection, needs the spiritual Husbandman of our souls, that is, the Spirit of Christ—Who is Himself also altogether foreign to our nature, for we are a creature, whereas He is uncreated—so that having cultivated by His own art the hearts of the faithful, I mean those that with their whole will have surrendered themselves to the spiritual Husbandman, He may prepare them to yield the fruits of the Spirit in perfection, and may shine His own light in the house of our soul darkened by the passions.
Κʹ. Διπλοῦς ἐστι τοῖς Χριστιανοις ὁ πόλεμος, καὶ διπλῆ ἡ πάλη· πρός τε τὰ ὁρώμενα τῷ ὀφθαλμῷ τούτῳ· ὑπερετίζει γὰρ ταῦτα καὶ διαγαργαλίζει καὶ παρακαλεῖ τὴν ψυχὴν προσπάσχειν αὐτοῖς καὶ συνήδεσθαι· εἶτα καὶ πρὸς τὰς τοῦ δεινοῦ κοσμοκράτορος ἀρχὰς καὶ ἐξουσίας.
20. Twofold is the war for Christians, and twofold the struggle: both against the things seen with this eye—for these provoke and tickle and invite the soul to be passionately attached to them and to take pleasure in them—and then also against the principalities and powers of the dread ruler of this world.
ΚΑʹ. Ἡ δόξα Μωσέως, ἣν ἐπὶ τοῦ προσώπου εἶχε, τύπος τῆς ἀληθοῦς δόξης τοῦ παναγίου Πνεύματος ἦν· ὃν γὰρ τρόπον ἐκεῖ πᾶς ὅστις ἀτενίσαι ἀδύνατος. Οὕτω καὶ νῦν ταύτην τὴν δόξαν, τὴν ψυχὴν Χριστιανὴν ἐπιλάμπουσαν, τὸ τῶν παθῶν σκότος οὐχ ὑπομένει· ἀλλ' ὑπὸ τῆς αὐγῆς ταύτης ἀποδιωκόμενον φεύγεται.
21. The glory of Moses, which he had upon his face, was a type of the true glory of the all-holy Spirit; for just as there everyone was unable to gaze intently upon it, so also now the darkness of the passions does not endure this glory shining upon the Christian soul, but being driven away by this radiance it flees.
ΚΒʹ. Τῷ φιλαλήθει καὶ φιλοθέῳ καὶ τῆς ἐπουρανίου γλυκύτητος γευσαμένῳ, ἔμφυτόν τε καὶ κεκραμένην ἐν τῇ ψυχῇ κεκτημένῳ τὴν χάριν, καὶ ὅλως ἑαυτὸν τοῖς θελήμασι τῆς χάριτος ἐπιτρέψαντι, πάντα τοῦ αἰῶνος τοῦδε διὰ μίσους ἐστί· κρείττων γὰρ οὗτος τῶν τοῦ κόσμου κατέστη πάντων· κἂν χρυσὸν εἴπῃς, κἂν ἄργυρον, κἂν τιμὰς καὶ δόξας, κἂν μακαρισμοὺς καὶ ἐπαίνους· ὑπ' οὐδενὸς ἁλῶναι τῶν τοιούτων δύναται· καθότι πλούτου ἄλλου καὶ τιμῆς ἄλλης, ἑτέρας δὲ δόξης εἰς πεῖραν ἀφῖκται, καὶ ἡδονῇ ἀφθάρτῳ τρέφεται τὴν ψυχὴν, καὶ αἴσθησιν ἔχει καὶ πληροφορίαν πᾶσαν διὰ τῆς κοινωνίας τοῦ Πνεύματος.
22. To him who loves truth and loves God and has tasted of the heavenly sweetness, who possesses grace implanted and mingled in his soul, and has wholly entrusted himself to the wills of grace, all things of this age are held in hatred; for this man has become superior to all the things of the world; whether you speak of gold, or silver, or honours and glories, or felicitations and praises, by none of such things can he be captured; inasmuch as he has come into experience of another wealth and another honour, and of another glory, and is nourished in his soul with an incorruptible pleasure, and has all perception and full assurance through the communion of the Spirit.
ΚΓʹ. Οὗτος, ὁπόση τῷ λογικῷ ποιμένι διαφορὰ πρὸς τὰ ἄλογα θρέμματα, τοσοῦτον ἐν συνέσει τε καὶ γνώσει καὶ διακρίσει, τῶν ἀνθρώπων διαφέρων ἐστί· καὶ γὰρ ἄλλου Πνεύματος, καὶ ἄλλου νοὸς, ἄλλης τε συνέσεως καὶ σοφίας παρὰ τὴν τοῦ κόσμου τούτου μετέχει σοφίαν· Σοφίαν γὰρ, φησὶ, λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμέ-
23. This man, by as much difference as the rational shepherd has towards the irrational cattle, by so much in understanding and knowledge and discernment does he differ from men; for indeed he partakes of another Spirit, and another mind, and another understanding and wisdom beyond the wisdom of this world: For we speak wisdom, says he, among the perfect; yet a wisdom not of this age, nor of the rulers of this age who are being brought to
Notes, col. 925

On the reading

Printed Χριστιανοις, for Χριστιανοῖς.

PG 34:928Read from the page
νων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ, ἐν μυστηρίῳ. Διὰ ταῦτα καὶ πάντων τῶν ἀνθρώπων τὸ τοῦ κόσμου πνεῦμα ἐχόντων, καθάπερ εἴρηται, εἴτε φρονίμων εἴτε σοφῶν, ὁ τοιόσδε τοῖς ὅλοις διενήνοχε· καὶ πάντας μὲν ἀνθρώπους ἀνακρίνει, κατὰ τὸ γεγραμμένον. Ὁ τοιοῦτος γινώσκει τε ἕκαστον πόθεν τε λέγει, καὶ ποῦ ἕστηκε, ἐν ποίοις ἐστίν· αὐτὸν δὲ οὐδενὶ τῶν ἐχόντων τὸ τοῦ κόσμου πνεῦμα διαγινώσκειν τε καὶ ἀνακρίνειν δύναμις· ὅτι μὴ ἐκείνῳ ᾧ τὸ ὅμοιόν ἐστι τῆς θεότητος πνεῦμα, κατὰ τὸν θεῖον Ἀπόστολον· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γάρ ἐστι τούτῳ· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς ὑπ' οὐδενὸς ἀνακρίνεται.
nought; but we speak God's wisdom in a mystery. Wherefore also from all men who have the spirit of the world, even as has been said, whether prudent or wise, such a man differs altogether; and he judges all men, according to what is written. Such a man knows each one, both whence he speaks, and where he stands, and in what things he is; whereas none of those who have the spirit of the world has the power to discern and judge him, save he who has the like Spirit of the Godhead, according to the divine Apostle: Comparing spiritual things with spiritual; but the natural man does not receive the things of the Spirit of God, for they are foolishness to him; whereas the spiritual man judges all things, and he himself is judged by no one.
ΚΔʹ. Τοῦ παναγίου δέ φησι τούτου Πνεύματος ἀμήχανον ἄλλως τυχεῖν, εἰ μὴ πάντων τις τῶν τοῦ αἰῶνος τούτου ξένος γενόμενος, πρὸς τὴν ζήτησιν τῆς τοῦ Χριστοῦ ἀγάπης ἑαυτὸν ἀποτάξειεν, ἵνα πασῶν τῶν κατὰ τὴν ὕλην μεριμνῶν ἀνεθεὶς ὁ νοῦς, περὶ τὸν ἕνα τοῦτον σκοπὸν ἀπασχολῆται μόνον· καὶ οὕτω καταξιωθείη μετὰ Χριστοῦ εἰς ἓν πνεῦμα γενέσθαι, ὥς φησιν ὁ Ἀπόστολος· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἔσται εἰς ἓν πνεῦμα. Ψυχῇ δὲ τῇ ὅλως τινὶ τῶν τοῦ αἰῶνος τούτου συνδεδεμένῃ καὶ πρὸς αὐτὸν ἐχούσῃ, οἷον πλούτῳ ἢ δόξῃ, ἢ φιλίᾳ τῇ κατὰ κόσμον, οὐκ ἔσται δυνατὸν φυγεῖν καὶ διαπεράσαι τὸ σκότος τῶν πονηρῶν δυνάμεων.
24. And it is impossible otherwise, says he, to obtain this all-holy Spirit, unless a man, having become a stranger to all the things of this age, set himself apart for the pursuit of the love of Christ, so that his mind, released from all cares concerning matter, may be occupied about this one aim alone; and thus he may be counted worthy to become one spirit with Christ, as the Apostle says: He that is joined to the Lord shall be one spirit. But for a soul that is bound at all to any of the things of this age and clings to it, such as wealth or glory or friendship according to the world, it will not be possible to flee and pass through the darkness of the evil powers.
ΚΕʹ. Αἱ φιλαλήθεις ψυχαὶ καὶ φιλόθεοι οὐδὲ τὴν βραχεῖαν ὕφεσιν τοῦ πρὸς τὸν Κύριον ἔρωτος ὑπομένουσιν· ἀλλ' ὅλαι δι' ὅλου τῷ σταυρῷ τούτου προσηλωμέναι, τὴν τῆς πνευματικῆς προκοπῆς αἴσθησιν ἐν ἑαυταῖς γινομένην ἐπιγινώσκουσι. Τετρωμέναι γοῦν τούτῳ τῷ πόθῳ, καὶ, ὡς εἰπεῖν, ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, καὶ τὴν τοῦ ἀγαθοῦ Πνεύματος ἔλλαμψιν, κἂν μυστηρίων ἄξιαι θείων, κἂν εὐφροσύνης ἐπουρανίου καὶ χάριτος μέτοχοι γένονται, οὐ πεποίθασι περὶ αὑταῖς, οὐδὲ εἶναί τι οἴονται· ἀλλ' ὅσῳ χαρισμάτων ἀξιοῦνται πνευματικῶν, τοσούτῳ μᾶλλον ἀπλήστως ἔχουσαι τῶν οὐρανίων φιλοπονώτερον ἐκζητοῦσι· καὶ ὅσῳ πνευματικῆς αἰσθάνονται προκοπῆς, τοσούτῳ δὴ καὶ λιχνότεραι πρὸς τὴν μετάληψιν τούτων γίνονται, καὶ πνευματικῶς πλουτοῦσαι, τό γε παρ' ἑαυταῖς, πενομέναις ἐοίκασι, κατὰ τὴν θείαν Γραφήν· Οἱ τρώγοντες γάρ με, φησὶν, ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
25. Souls that love truth and love God do not endure even a brief abatement of their love towards the Lord; but being wholly nailed throughout to His cross, they recognize the perception of spiritual progress taking place within themselves. Wounded therefore with this longing, and, so to speak, famished for the righteousness of the virtues and the illumination of the good Spirit, even if they are counted worthy of divine mysteries, even if they become partakers of heavenly gladness and grace, they do not trust in themselves, nor suppose themselves to be anything; rather, the more they are counted worthy of spiritual gifts, the more insatiably do they hold themselves towards heavenly things and seek them out more industriously; and the more they perceive spiritual progress, so much the more eager also do they become for the participation of these things, and while growing rich spiritually, so far as lies in their own estimation, they resemble the needy, according to the divine Scripture: For they that eat me, says it, shall yet hunger, and they that drink me shall yet thirst.
Κϛʹ. Αἱ τοιαῦται ψυχαὶ καὶ τῆς τῶν παθῶν ἐλευθερίας παντάπασιν ἀξιοῦνται, καὶ τὴν τοῦ θείου Πνεύματος ἔλλαμψίν τε καὶ κοινωνίαν ἐν πληρώματι τῆς χάριτος τελείως κομίζονται. Ὅσαι δὲ ὀκνηραί τε καὶ ἀφερέπονοι, καὶ μὴ ζητοῦσαι τὸν τῆς καρδίας
26. Such souls are both counted worthy altogether of freedom from the passions, and receive in perfection the illumination and communion of the divine Spirit in the fullness of grace. But as many souls as are slothful and impatient of labour, and do not seek the sanctification of the heart