λείας τοῦ αἰῶνος· πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει. Εἰ γὰρ, φησὶν, ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν, δυνάμει καὶ πληροφορίᾳ πολλῇ κατὰ τὸν Ἀπόστολον; Τὰ οὖν τοιαῦτα καὶ μέτρῳ, καὶ πόνῳ, καὶ κόπῳ πολλῷ, καὶ ὑπομονῇ, καὶ φιλίᾳ τῇ πρὸς αὐτὸν εὑρίσκεται, γυμναζομένων τῶν αἰσθητηρίων τῆς ψυχῆς, κατὰ τὸ εἰρημένον, διὰ καλοῦ τε καὶ κακοῦ, δηλαδὴ διά τε τῶν μηχανῶν καὶ ἐπιβουλῶν, καὶ πολυτρόπων περιστάσεων, καὶ ἐνεδρῶν τῆς κακίας· ὁμοίως δὲ καὶ διὰ τῶν διαφόρων χαρισμάτων καὶ ποικίλων ἀντιλήψεων τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ Πνεύματος. Ὁ γὰρ γνωρίζων τὴν ἐπουλὴν τῆς κακίας διὰ τῶν παθῶν μιαίνουσαν τὸν ἔσω ἄνθρωπον, καὶ μὴ ἐπιγινώσκων ἐν αὐτῷ τὴν ἀντίληψιν τοῦ ἁγίου Πνεύματος τῆς ἀληθείας ἐνδυναμοῦσαν αὐτοῦ τὴν ἀσθένειαν καὶ ἀνανεοῦσαν τὴν ψυχὴν ἐν ἀγαλλιάσει καρδίας, ὁ τοιοῦτος ἐν ἀδιακρισίᾳ πορεύεται, μὴ γνωρίζων γε μὴν τὴν πολύτροπον οἰκονομίαν τῆς τοῦ Θεοῦ χάριτος καὶ εἰρήνης. Καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ Κυρίου, καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασι ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀνακεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων λεπτότητα τῆς κακίας· καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γενομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ. Διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου καὶ θεϊκοῦ Πνεύματος [ὁμοῦ τε καὶ ἡ πίστις αὐξανομένη εἰς προκοπὴν ἔρχεται, καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ. Ἐρευνᾷν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρὸν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα, καὶ ἀνεπαύθη ἐγγύτατος αὐτοῦ γενόμενος, εἴτε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οἴκους διακινεῖ· ἡ γὰρ ψυχὴ ἔχει μέλη πολλὰ, καὶ βάθος πολὺ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν, καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως. Ὁ οὖν ἄπειρος, παρακαλούμενος ὑπὸ τῆς χάριτος, νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε, καὶ ἐξεῤῥιζώθη ἡ ἁμαρτία. Τὸ πλεῖστον δὲ μέρος τῆς ἁμαρτίας κρατεῖται, καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος· καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε. Διὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἰλικρινείας, δι' ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύναμιν, συνετώτεροι γένησθε ἐν Κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ αὐτοῦ χάριτι, καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν
mation of the age (Matt. 28:20); for everyone that seeks finds (Matt. 7:8). For if, He says, you, being evil, know how to give good gifts to your children, how much more shall your heavenly Father give the Holy Spirit to those who ask Him (Luke 11:13; Matt. 7:11), in power and in much full assurance according to the Apostle (1 Thess. 1:5)? Such things therefore are found by measure, and pain, and much labour, and endurance, and love towards Him, while the senses of the soul are exercised, according to what has been said, through both good and evil (Heb. 5:14), that is to say, through the devices and plots, and manifold trials, and ambushes of wickedness; and likewise also through the diverse gifts and manifold succours of the working and power of the Spirit. For he who recognises the scar of wickedness defiling the inner man through the passions, and does not acknowledge within himself the succour of the Holy Spirit of truth strengthening his weakness and renewing the soul in gladness of heart, such a one walks in lack of discernment, not recognising indeed the manifold dispensation of the grace and peace of God. And again, he who is helped by the Lord, and is found in spiritual gladness and heavenly gifts, if he supposes that he is no longer subject to sin, is deceived, being beguiled, not discerning the subtlety of wickedness; and not understanding the growth of infancy and perfection in Christ that comes to pass part by part. For through the supply of the holy and divine Spirit both faith growing together comes unto progress, and every stronghold of evil thoughts gives way part by part unto utter demolition. Each one of us ought therefore to search whether he has found the treasure in this earthen vessel (2 Cor. 4:7), whether he has put on the purple of the Spirit, whether he has seen the King, and has rested having come nearest to Him, or whether he still moves about in the outermost chambers; for the soul has many members, and great depth, and consequently sin, having entered in besides, took hold of all her members and the pastures of the heart. Then, when the man seeks after God, grace comes to him, and takes hold of two members of the soul, perhaps. The inexperienced man, therefore, being comforted by grace, supposes that grace having come has taken hold of all the members of the soul, and that sin has been rooted out. Yet the greatest part is held by sin, and one part by grace; and he is beguiled secretly and does not know it. And though having yet more at length concerning these things to write to the disposition of your sincerity, in a few words we have given you an occasion as to understanding men, that having laboured and searched out the power of the words, you may become more understanding in the Lord (Prov. 9:9), and may increase the simplicity of your heart in His grace, and in the power of the truth, that with all security cleaving to your own