PG 34:737Read from the pageγὰρ, Μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶχεν ὁ ἀρχιερεὺς ἐπὶ τοῦ στήθους δύο τιμίους λίθους, καὶ εἶχον τὰ ὀνόματα τῶν δώδεκα πατριαρχῶν. Τὸ γενόμενον ἐκεῖ, τύπος ἐστίν· οὕτως γὰρ καὶ ὁ Κύριος ἐνδυσάμενος τοὺς δώδεκα ἀποστόλους, ἀπέστειλεν αὐτοὺς εὐαγγελιστὰς, καὶ κήρυκας ὅλου τοῦ κόσμου. Ὁρᾷς πῶς ἡ σκιὰ προσεγγίζουσα τὴν ἀλήθειαν δείκνυσιν. Ὃν δὲ τρόπον ἡ σκιὰ διακονίαν οὐκ ἔχει, οὔτε πόνους ἰᾶται· οὕτως οὐδὲ ὁ παλαιὸς νόμος τὰ τραύματα τῆς ψυχῆς καὶ τοὺς πόνους ἰάσασθαι ἠδυνήθη· οὐδὲ γὰρ εἶχεν ζωήν.
says: I will be with you until the consummation of the age (Matt. 28:20). The high priest had upon his breast two precious stones, and they had the names of the twelve patriarchs. What took place there is a type; for so also the Lord, having clothed Himself with the twelve apostles, sent them forth as evangelists and heralds of the whole world. You see how the shadow drawing near shows the truth. And in the manner in which the shadow has no service, nor heals pains, so neither was the old law able to heal the wounds and the pains of the soul; for neither did it have life.
ςʹ. Δύο γὰρ πρόσωπα συναπτόμενα, τέλειόν τι πρᾶγμα ἀπεργάζεται, οἷον δύο διαθῆκαι· κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γέγονεν ὁ ἄνθρωπος, δύο ὀφθαλμοὺς ἔχει, δύο ὀφρύας, δύο χεῖρας, δύο πόδας, καὶ ἐὰν συμβῇ μονόφθαλμον εἶναι, ἢ μονόχειρα, ἢ μονόπουν, ὥσπερ ἐπίμωμός ἐστιν· ἢ ὥσπερ πετεινὸν ἐὰν ἔχῃ πτερὸν ἓν, ἐν τῷ ἑνὶ πετασθῆναι οὐ δύναται· οὕτω καὶ ἡ φύσις τῆς ἀνθρωπότητος, ἐὰν καθ' ἑαυτὴν γυμνὴ ἀπομείνῃ, καὶ μὴ λάβῃ τὴν μίξιν καὶ τὴν κοινωνίαν τῆς ἐπουρανίου φύσεως, οὐδὲν διωρθώθη· ἀλλ' ἔμεινε γυμνὴ, καὶ ἐπίμωμος εἰς τὴν φύσιν αὐτῆς ἐν ῥυπαρίᾳ πολλῇ. Αὐτὴ γὰρ ἡ ψυχὴ, ναὸς Θεοῦ καὶ οἰκητήριον ἐπεκλήθη, καὶ νύμφη βασιλέως· λέγει γὰρ, Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Οὕτως εὐδόκησεν ὁ Θεὸς, ὅτι κατελθὼν ἐξ ἁγίων οὐρανῶν, συμπεριέλαβε τὴν φύσιν σου τὴν λογικὴν, τὴν σάρκα τὴν ἐκ τῆς γῆς, καὶ συνεκέρασε τῷ θείῳ αὐτοῦ Πνεύματι, ἵνα καὶ σὺ ὁ χοϊκὸς δέξῃ τὴν ἐπουράνιον ψυχήν. Καὶ ὅταν ἡ ψυχή σου κοινωνήσῃ τῷ Πνεύματι, καὶ εἰσέλθῃ ψυχὴ ἐπουράνιος εἰς τὴν ψυχήν σου, τότε εἶ τέλειος ἄνθρωπος ἐν Θεῷ, καὶ κληρονόμος, καὶ υἱός.
Chapter VI. For two persons joined together accomplish some perfect thing, such as two covenants. Man was made according to the image and likeness of God: he has two eyes, two eyebrows, two hands, two feet, and if he happens to be one-eyed, or one-handed, or one-footed, he is as it were blemished; or just as a bird, if it has one wing, cannot fly with the one: so also the nature of humanity, if it remains naked by itself, and does not receive the mingling and communion of the heavenly nature, has in no way been set right, but has remained naked and blemished in its nature in much filthiness. For the soul itself has been called the temple and dwelling-place of God, and the bride of the King; for He says: I will dwell in them, and walk among them (2 Cor. 6:16). Thus was God well-pleased, that having come down from the holy heavens, He encompassed your rational nature, the flesh that is from the earth, and mingled it with His divine Spirit, so that you also who are of the dust might receive the heavenly soul. And when your soul has communion with the Spirit, and the heavenly soul enters into your soul, then you are a perfect man in God, and an heir, and a son.
Ζʹ. Ὥσπερ δὲ τὸ μέγεθος τοῦ Θεοῦ, καὶ τὸ ἀκατάληπτον αὐτοῦ, οὔτε οἱ ἄνω αἰῶνες χωροῦσιν, οὔτε οἱ κάτω· οὕτως πάλιν τὸ λεπτὸν τοῦ Θεοῦ, καὶ ὅπως συσμικρύνεται λεπτοῖς καὶ μικροῖς, οὔτε οἱ ἄνω κόσμοι, οὔτε οἱ ἐπίγειοι καταλαβεῖν δύνανται. Ὥσπερ γὰρ τὸ μέγεθος αὐτοῦ ἀκατάληπτον, οὕτως καὶ τὸ λεπτὸν αὐτοῦ· καὶ συμβαίνει, ὅτι οἰκονομεῖται εἰς θλίψεις εἶναι, καὶ πάθη, καὶ στίγματα, καὶ ἃ νομίζεις ἐναντία, ταῦτα ὑπὲρ τῆς ψυχῆς σου γίνεται. Εἰ ἐν τῷ κόσμῳ θέλεις εἶναι καὶ πλουτεῖν, ἀπαντᾷ σοι πᾶσα ἀτυχία· ἄρχῃ καθ' ἑαυτὸν λογίζεσθαι, Παρ' ὃ οὐκ εὐτύχηκα εἰς τὸν κόσμον, ἀπελθὼν ἂν ἀποτάσσομαι, καὶ τῷ Θεῷ δουλεύω. Λοιπὸν ἐρχόμενος ὧδε, ἀκούεις τῆς ἐντολῆς λεγούσης· Πώλησόν σου τὰ ὑπάρχοντα, μίσησον κοινωνίαν σαρκικὴν, δούλευσον τῷ Θεῷ. Τότε ἄρχῃ εὐχαριστεῖν τῇ ἀτυχίᾳ σου τῇ ἐν τῷ κόσμῳ, ὅτι διὰ προφάσεως εὑρίσκομαι ὑπήκοος τῆς ἐντολῆς τοῦ Χριστοῦ. Λοιπὸν εἰ ἐν μέρει ἐν τοῖς φαινομένοις ἤλλαξάς σου τὸν νοῦν, καὶ ἀνεχώρησας κόσμου καὶ κοινωνίας σαρκικῆς· οὕτως οὖν χρή σε καὶ εἰς τὸν νοῦν ἀλλαγῆναι ἀπὸ σαρκικοῦ φρονήματος εἰς φρόνημα οὐράνιον. Λοιπὸν εἰς αὐτὴν τὴν ἀκοὴν ἄρχῃ διακρίνειν, καὶ οὐκ ἔτι ἔχεις ἀνάπαυσιν, ἢ μόνον
Chapter VII. And just as neither the ages above nor those below contain the greatness of God and His incomprehensibility, so again neither the worlds above nor the earthly ones are able to comprehend the subtlety of God, and how He contracts Himself for the subtle and small. For just as His greatness is incomprehensible, so also is His subtlety; and it comes to pass that it is dispensationally arranged for you to be in afflictions, and sufferings, and marks, and the things that you suppose to be adverse happen for the sake of your soul. If you wish to be in the world and to be rich, every misfortune meets you; you begin to reckon with yourself: Because I have not prospered in the world, I will go away and renounce it, and serve God. Then coming here, you hear the commandment saying: Sell your possessions, hate carnal fellowship, serve God (Matt. 19:21). Then you begin to give thanks for your misfortune in the world: Because through an occasion I am found obedient to the commandment of Christ. Therefore if in part among visible things you have changed your mind, and withdrawn from the world and carnal fellowship, so therefore you must also in your mind be changed from a carnal mindset into a heavenly mindset. Then at the very hearing you begin to discern, and you no longer have rest, save only
PG 34:740Read from the pageτὴν μέριμναν, καὶ τὸν πόνον, ἵνα κτήσῃ ὃ ἤκουσας.
the care, and the labour, that thou mayest acquire what thou hast heard.
Ηʹ. Ὅτι νομίζεις ὅτι ἐποίησας πάντα ἀποταξάμενος, ποιεῖ λόγον μετὰ σοῦ ὁ Κύριος· Τί καυχᾶσαι; οὐχὶ τὸ σῶμά σου καὶ τὴν ψυχὴν ἐγὼ ἔκτισα; τί ἐποίησας σύ; ἄρχεται ἡ ψυχὴ ἐξομολογουμένη δέεσθαι τοῦ Κυρίου καὶ λέγειν, ὅτι Πάντα σά ἐστιν, ὁ οἶκος εἰς ὅν εἰμι, σός ἐστι· τὰ ἐνδύματά μου, σά ἐστιν. Ἐκ σοῦ τρέφομαι, καὶ ἀπὸ σοῦ οἰκονομοῦμαι εἰς πᾶσαν χρείαν. Τότε ἄρχεται ὁ Κύριος πρὸς ταῦτα λέγειν, Χάριν σοι ἔχω, τὰ ὑπάρχοντα σά ἐστι· τὸ θέλημα τὸ ἀγαθὸν, σόν ἐστι· καὶ διὰ τὴν πρός μέ σου ἀγάπην, ἐπεὶ προσέφυγές μοι, δεῦρο λοιπὸν δώσω σοι, ἃ οὔτε σὺ ἕως ἄρτι ἐκτήσω, οὔτε ἐπὶ γῆς ἄνθρωποι ἔχουσιν. Ἐμὲ λαβὲ τὸν Κύριόν σου μετὰ τῆς ψυχῆς σου, ἵνα ᾖς πάντοτε μετ' ἐμοῦ εὐφραινομένη καὶ ἀγγαλλιῶσα.
VIII. Because thou thinkest that thou hast done all things having renounced them, the Lord reckoneth with thee: Why boastest thou? Did not I create thy body and thy soul? What hast thou done? The soul, confessing, beginneth to entreat the Lord and to say: All things are Thine; the house in which I am is Thine; my garments are Thine. From Thee I am nourished, and by Thee I am provided for unto every need. Then the Lord beginneth to say unto these things: I thank thee; the possessions are thine; the good will is thine; and because of thy love towards Me, since thou hast fled unto Me for refuge, come now, I will give thee things which neither thou hast acquired until now, nor men upon earth possess. Take Me, thy Lord, with thy soul, that thou mayest always be with Me rejoicing and exulting.
Θʹ. Ὥσπερ γὰρ γυνὴ μεμνηστευμένη ἀνδρὶ, πάντα τὰ ὑπάρχοντα αὐτῆς, καὶ ὅλην τὴν προῖκα ἀποφέρει ἐκ πολλῆς ἀγάπης εἰς τὰς χεῖρας ῥίψασα τοῦ ἀνδρὸς, καὶ τοῦτο λέγει, Ἐμὸν οὐδὲν ἔχω, τὰ ἐμοὶ ὑπάρχοντα σά ἐστι· καὶ προὶξ σή ἐστι, καὶ ἡ ἐμὴ ψυχὴ καὶ τὸ σῶμα τὸ ἐμόν, σόν ἐστιν· οὕτω καὶ ἡ σώφρων ψυχὴ παρθένος ἐστὶ τῷ Κυρίῳ, κοινωνοῦσα τῷ ἁγίῳ αὐτοῦ Πνεύματι. Χρὴ δέ σε ὥσπερ αὐτὸς ἐπὶ γῆς ἐλθὼν ἔπαθε, καὶ ἐσταυρώθη, καὶ σὲ συμπαθεῖν. Ὅταν γὰρ ἀναχωρήσῃς τοῦ κόσμου, καὶ ἄρξῃ ζητεῖν τὸν Θεὸν καὶ διακρίνειν, λοιπὸν μάχῃ τῇ φύσει σου ἐν τοῖς παλαιοῖς ἤθεσι καὶ τῇ συνηθείᾳ ᾗ συνεγεννήθης. Καὶ ἐν τῷ μάχεσθαι τῇ συνηθείᾳ, εὑρίσκεις λογισμοὺς ἀντικειμένους σοι καὶ μαχομένους τῷ νῷ σου, καὶ ἕλκουσί σε οἱ λογισμοὶ, καὶ ῥεμβάζουσιν, ὅθεν ἐξῆλθες εἰς τὸ φαινόμενον. Ἄρχῃ λοιπὸν ποιεῖν ἀγῶνα καὶ πόλεμον, λογισμοὺς κινῶν πρὸς λογισμοὺς, νοῦν πρὸς νοῦν, ψυχὴν πρὸς ψυχὴν, πνεῦμα πρὸς πνεῦμα· καὶ λοιπὸν ἐκεῖ αἰωνία ἡ ψυχή.
IX. For just as a woman betrothed to a husband bringeth away all her possessions and the whole dowry out of much love, casting them into the hands of her husband, and saith this: I have nothing of mine own; the things belonging to me are thine, and the dowry is thine, and my soul and my body are thine; so also the chaste soul is a virgin unto the Lord, having fellowship with His Holy Spirit. And it behoveth thee, just as He Himself having come upon earth suffered and was crucified, so also thyself to suffer with Him. For when thou withdrawest from the world, and beginnest to seek God and to discern, thereafter thou fightest with thy nature in the old habits and the custom wherewith thou wast born. And in fighting with custom, thou findest thoughts opposing thee and warring against thy mind, and the thoughts drag thee, and cause thee to wander back whence thou camest forth unto that which is visible. Thou beginnest thereafter to wage a contest and a war, stirring up thoughts against thoughts, mind against mind, soul against soul, spirit against spirit; and thereafter the soul is in agony there.
Ιʹ. Ἀποκαλύπτεται γὰρ κεκρυμμένη τις καὶ λεπτὴ δύναμις τοῦ σκότους ἐγκαθεζομένου τῇ καρδίᾳ· καὶ ὁ Κύριος ἐγγὺς τῆς ψυχῆς καὶ τοῦ σώματός σού ἐστιν ὁρῶν τὸν πόλεμόν σου, καὶ κρυπτοὺς λογισμοὺς οὐρανίους ἐντίθησί σοι, καὶ ἄρχεται ἀναπαύειν σε ἐν τῷ κρυπτῷ. Ἀφίησι δέ σε τέως παιδευθῆναι, καὶ εἰς αὐτὰς τὰς θλίψεις οἰκονομεῖ σε ἡ χάρις· καὶ ὅταν ἔλθῃς εἰς ἀνάπαυσιν, γνωρίζει σοι ἑαυτὴν, καὶ δείκνυσί σοι, ὅτι ὑπὲρ τοῦ συμφέροντός σου παρεχώρησε γυμνασθῆναί σε. Ὥσπερ ὅταν ᾖ πλουσίου τινὸς παιδίον, καὶ ἔχῃ παιδαγωγὸν, τέως μὲν λώροις αὐτὸν βασανίζει, καὶ ἡ παιδεία, καὶ τὰ τραύματα, καὶ αἱ πληγαὶ βαρεῖαι φαίνονται, ἕως ὅτε γένηται ἀνὴρ, τότε δὲ ἄρχεται εὐχαριστεῖν τῷ παιδαγωγῷ· οὕτως καὶ ἡ χάρις οἰκονομικῶς παιδεύει, ἕως ὅτε φθάσῃς εἰς τέλειον ἄνδρα.
X. For there is uncovered a certain hidden and subtle power of darkness sitting entrenched in the heart; and the Lord is near thy soul and thy body, beholding thy warfare, and He putteth within thee secret heavenly thoughts, and beginneth to give thee rest in secret. Yet for a while He suffereth thee to be disciplined, and in those very afflictions grace ordereth thee; and when thou comest unto rest, it maketh itself known to thee, and showeth thee that for thy profit it permitted thee to be exercised. Just as when there is a child of some rich man, and he hath a tutor, for a while indeed he chastiseth him with thongs, and the discipline, and the wounds, and the stripes seem grievous, until he becometh a man, and then he beginneth to give thanks to the tutor; so also grace dispenseth discipline, until thou attainest unto a perfect man.
ΙΑʹ. Ὁ γεωργὸς τὸν σπόρον πανταχοῦ ῥίπτει, καὶ ὁ φυτεύων ἄμπελον, θέλει, ἵνα ὅλη καρποφορήσῃ. Λοι-
XI. The husbandman casteth the seed everywhere, and he that planteth a vine willeth that the whole thereof should bear fruit. There-
Notes, col. 740
On the reading
Printed ἀγγαλλιῶσα, for ἀγαλλιῶσα.
PG 34:741Read from the pageπὸν οὖν ἐπιφέρει τὸ δρέπανον, καὶ εἰ μὴ εὕροι καρπὸν, λυπεῖται· οὕτως καὶ ὁ Κύριος τὸν λόγον αὐτοῦ σπαρῆναι θέλει εἰς τὰς καρδίας τῶν ἀνθρώπων. Ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐν τῇ ἀποκένῳ χώρᾳ λυπεῖται· οὕτως καὶ ὁ Κύριος ἐν τῇ ἀποκένῳ καρδίᾳ καὶ μὴ καρποφορούσῃ λυπεῖται. Ὥσπερ οἱ ἄνεμοι πανταχοῦ πνέουσιν εἰς πᾶσαν τὴν κτίσιν, καὶ ὥσπερ ἥλιος πάσῃ τῇ οἰκουμένῃ ἐπιλάμπει· οὕτως ἡ θεότης πανταχοῦ ἐστι, καὶ πανταχοῦ εὑρίσκεται. Εἰ ζητεῖς αὐτὸν ἐν τοῖς οὐρανοῖς, ἐκεῖ εὑρίσκεται ἐν τοῖς λογισμοῖς τῶν ἀγγέλων· εἰ ζητεῖς αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ὧδε εὑρίσκεται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. Ἀπὸ πολλῶν δὲ ὀλίγοι εὑρίσκονται οἱ εὐαρεστοῦντες αὐτῷ Χριστιανοί. Δόξα καὶ μεγαλοπρέπεια Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
fore afterwards he putteth in the sickle, and if he find no fruit, he is grieved; so also the Lord willeth His word to be sown in the hearts of men. But just as the husbandman is grieved over the barren land, so also the Lord is grieved over the barren heart that beareth no fruit. Just as the winds blow everywhere unto all creation, and just as the sun shineth upon the whole world, so the Godhead is everywhere, and is found everywhere. If thou seekest Him in the heavens, there He is found in the thoughts of the angels; if thou seekest Him upon the earth, here also He is found in the hearts of men. Yet out of many, few are found who are Christians well-pleasing unto Him. Glory and majesty be to the Father, and to the Son, and to the Holy Spirit, unto the ages. Amen.
ΟΜΙΛΙΑ ΛΓʹ.
Homily XXXIII.
Ἀδιαλείπτως καὶ προσεχῶς δεῖ τῷ Θεῷ προσεύχεσθαι.
That one must pray to God unceasingly and attentively.
Αʹ. Δει ἡμᾶς, μὴ κατὰ ἔθος σωματικὸν, μήτε κραυγῆς ἔθει, μήτε συνηθείᾳ σιωπῆς, μήτε κλίσεως γονάτων προσεύχεσθαι· ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾷν τὸν Θεὸν πότε ἐπιστῇ, καὶ ἐπισκέψηται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν, καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. Καὶ οὕτως ἡνίκα χρὴ σιωπᾷν, καὶ ἡνίκα βοᾷν χρὴ, καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐῤῥωμένος ᾖ πρὸς τὸν Θεόν. Ὥσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι' ὅλου ἀποσχολεῖται ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοὺ τὰ μέλη ἀλλήλοις βοηθεῖ· οὕτω καὶ ἡ ψυχὴ ὅλη δι' ὅλου ἀποδεδύσθω εἰς τὴν πρὸς Κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβομένη καὶ περιφερομένη τοῖς λογισμοῖς, καὶ πάσῃ τῇ προσδοκίᾳ προσανακειμένη Χριστοῦ.
I. We ought to pray, not according to bodily custom, nor by a habit of loud crying, nor by a custom of silence, nor of bending the knees; but soberly attending with the mind to await God, when He shall come and visit the soul through all its goings forth, and its paths and senses. And thus when it is needful to keep silence, and when it is needful to cry aloud and pray with a cry, only let the mind be steadfast towards God. For just as the body, when it worketh at anything, is wholly and entirely occupied in pressing upon the work, and all its members aid one another; so also let the soul wholly and entirely strip itself for petition and love towards the Lord, not wandering and being carried about by thoughts, and with all expectation resting wholly upon Christ.
Βʹ. Καὶ οὕτως αὐτὸς ἐπιλάμψει, ἀληθινὴν διδάσκων αἴτησιν, διδοὺς εὐχὴν καθαρὰν, πνευματικὴν, Θεοῦ ἀξίαν, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν. Ὥσπερ δὲ ὁ ἐμπορίας τέχνην ἐπανελόμενος, οὐ μονότροπον ἔχει τοῦ κέρδους τὴν ἐπίνοιαν, ἀλλὰ πάντοθεν αὔξειν καὶ πολυπλασιάζειν τὸ κέρδος ἐπείγεται, ἀπὸ ταύτης ἐφ' ἑτέραν μετιὼν ἐπίνοιαν, καὶ ἐντεῦθεν πρὸς ἕτερον τρέχων πόρον, καὶ ἀπὸ τοῦ μηδὲν ὀνήσαντος ἀεὶ ἀποπηδῶν ἐπὶ τὸ κερδαλεώτερον τρέχει· οὕτως καὶ ἡμεῖς τὴν ψυχὴν ἡμῶν ποικίλως καὶ ἐντέχνως εὐτρεπίσωμεν, ὅπως κερδάνωμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, τὸν Θεὸν τὸν διδάσκοντα ἡμᾶς ἐξ ἀληθείας προσεύχεσθαι. Οὕτως γὰρ ἐπαναπαύεται ὁ Κύριος τῇ ἀγαθῇ τῆς ψυχῆς προαιρέσει, θρόνον δόξης αὐτὴν ἐργαζόμενος, ἐπικαθήμενός τε καὶ ἐπαναπαυόμενος ἐπ' αὐτήν. Οὕτως γὰρ παρὰ Ἰεζεκιὴλ τοῦ προφήτου ἠκούσαμεν περὶ τῶν πνευματικῶν ζώων, τῶν ὑπεζευγμένων τῷ Δεσποτικῷ ἅρματι· ὁλόφθαλμα γὰρ ἡμῖν παριστᾷ ταῦτα, ὥσπερ ἐστὶν ἡ ψυχὴ ἡ βαστάζουσα τὸν Θεὸν, μᾶλλον δὲ βασταζομένη ὑπὸ τοῦ Θεοῦ· γίγνεται γὰρ ὅλη ὀφθαλμός.
II. And thus He Himself will shine forth, teaching true petition, granting pure, spiritual prayer, worthy of God, and worship in spirit and in truth (John 4:24). And just as he who hath undertaken the art of merchandise hath not a single-mannered device for gain, but hasteneth from all sides to increase and multiply his gain, passing from this device unto another, and thence running to another resource, and ever leaping away from that which hath profited nothing, runneth unto that which is more profitable; so also let us prepare our soul variously and skilfully, that we may gain the true and great gain, even God Who teacheth us to pray in truth. For thus the Lord resteth upon the good purpose of the soul, making it a throne of glory, sitting thereon and resting upon it. For thus have we heard from Ezekiel the prophet concerning the spiritual living creatures that were yoked beneath the Master's chariot (Ezek. 1:1; 10:2); for he presenteth them unto us as full of eyes all over, even as is the soul that beareth God, or rather is borne by God; for it becometh wholly an eye.
Γʹ. Καὶ ὃν τρόπον οἶκος τὸν δεσπότην παρόντα ἔχων, πάσης γέμει εὐκοσμίας καὶ ὡραιότητος καὶ εὐ-
III. And in what manner a house that hath its master present is full of all good order and beauty and come-
Notes, col. 741
On the reading
Printed αὐτοὺ, for αὐτοῦ.
PG 34:744Read from the pageπρεπείας· οὕτω καὶ ψυχὴ ἡ ἔχουσα τὸν Δεσπότην αὐτῆς πρὸς ἑαυτὴν καὶ ἐν αὐτῇ καταμένοντα, πάσης ὡραιότητος καὶ εὐπρεπείας γέμει· τὸν γὰρ Κύριον σὺν τοῖς πνευματικοῖς αὐτοῦ θησαυροῖς ἔνοικον ἔχει καὶ ἡνίοχον. Οὐαὶ δὲ οἰκίᾳ, ἧς ὁ δεσπότης ἀποδημεῖ, καὶ ὁ κύριος οὐ πάρεστιν, ὅτι ἠρήμωται κατεσκαμμένη, γέμουσα πάσης ἀκαθαρσίας, καὶ ἀκαταστασίας. Ἐκεῖ Σειρῆνες καὶ δαιμόνια, κατὰ τὸν προφήτην, οἰκοῦσιν. Ἐν γὰρ τῇ ἠρημωμένῃ οἰκίᾳ, αἴλουροι καὶ κύνες, καὶ πᾶσα ἀκαθαρσία ἐστίν· οὐαὶ ψυχῇ τῇ μὴ ἀνισταμένῃ ἐκ τῆς χαλεπῆς πτώσεως αὐτῆς, καὶ ἔνδον αὐτῆς ἐχούσῃ τους πείθοντας αὐτὴν, καὶ ἀναγκάζοντας ἔχθραν ἔχειν πρὸς τὸν ἑαυτῆς Νυμφίον, καὶ βουλομένους φθείρειν τὰ νοήματα αὐτῆς ἀπὸ τοῦ Χριστοῦ.
liness; so also a soul that hath her Master with her and abiding in her is full of all beauty and comeliness; for she hath the Lord, together with His spiritual treasures, as indweller and charioteer. But woe to a house whose master is abroad, and whose lord is not present, because it is laid waste and overthrown, full of all uncleanness and disorder. There sirens and demons, according to the prophet (Isa. 34:14), dwell. For in the desolated house are cats and dogs, and all uncleanness; woe to the soul that riseth not up from her grievous fall, and hath within her those who persuade her and compel her to hold enmity towards her own Bridegroom, and who wish to corrupt her thoughts away from Christ.
Δʹ. Ὅταν δὲ ἴδῃ ὁ Κύριος, ὅτι συνάγει ἑαυτὴν ὅσον τὸ κατὰ δύναμιν, ἀεὶ τὸν Κύριον ζητουσα νυκτὸς καὶ ἡμέρας, καὶ βοῶσα πρὸς αὐτὸν, καθὼς ἐνετείλατο, ἀδιαλείπτως προσεύχεσθαι ἐν παντὶ, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς, ὡς ὑπέσχετο, καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, καὶ ἄμωμον, καὶ ἄσπιλον νύμφην αὐτὸς ἑαυτῷ παραστήσει αὐτήν. Εἰ δὲ πιστεύεις ταῦτα ἀληθῆ εἶναι, ὥσπερ καὶ εἰσὶ, πρόσεχε σεαυτῷ, εἰ εὗρεν ἡ ψυχή σου τὸ ὁδηγοῦν αὐτὴν φῶς, καὶ τὴν ἀληθινὴν βρῶσιν καὶ πόσιν, ἥτις ἐστὶν ὁ Κύριος. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶ ἡμέρας ἵνα λάβῃς. Ὅταν οὖν ἴδῃς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον· τυφλὸς γὰρ εἶ. Ὅταν θεωρῇς φῶς, ἐπίβλεψον εἰς την ψυχήν σου, εἰ εὗρες τὸ ἀληθινὸν φῶς, καὶ ἀγαθόν. Σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. Ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔνδον· καὶ ὀφθαλμοὶ, οὓς ἐτύφλωσεν ὁ Σατανᾶς, καὶ ὦτα ἃ ἐκώφωσεν, καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον τὸν ἔσω ἄνθρωπον ὑγιῆ ποιῆσαι· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
IV. Yet when the Lord seeth that she gathereth herself together as much as lieth in her power, ever seeking the Lord night and day, and crying unto Him, according as He commanded, to pray unceasingly in everything, He will avenge her, as He promised (Luke 18:1, 7), having cleansed her from the malice that is in her, and He Himself will present her unto Himself a blameless and spotless bride (Eph. 5:26-27). Now if thou believest these things to be true, even as they are, give heed unto thyself, whether thy soul hath found the light that guideth her, and the true meat and drink, which is the Lord. And if thou hast it not, seek night and day that thou mayest receive it. When therefore thou seest the sun, seek the true Sun; for thou art blind. When thou beholdest light, look upon thy soul, whether thou hast found the true and good light. For all visible things are a shadow of the true realities of the soul. For beside the visible man there is another man within; and eyes which Satan hath blinded, and ears which he hath deafened; and Jesus came to make this inner man whole; to Whom be the glory and the dominion with the Father and the Holy Spirit unto the ages. Amen.
Περὶ τῆς τῶν Χριστιανῶν δόξης, ἧς τὰ σώματα αὐτῶν ἐν τῇ ἀναστάσει καταξιωθήσεται, καὶ μετὰ τῆς ψυχῆς φωτισθήσεται.
Concerning the glory of Christians, of which their bodies shall be counted worthy in the resurrection, and shall be enlightened together with the soul.
Αʹ. Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεότητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί. Ἀλλὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς κεκάλυπται ἡ δόξα ἐκείνη, τῇ ψυχῇ δὲ τῇ πιστευούσῃ τηλαυγῶς ἀποκαλύπτεται, ἣν ὁ Κύριος νεκρωθεῖσαν ἀνιστᾷ ἐκ τῆς ἁμαρτίας, ὥσπερ ἐγείρει καὶ τὰ νεκρὰ σώματα, ἑτοιμάζων αὐτῇ οὐρανὸν καινὸν, καὶ γῆν καινὴν, καὶ ἥλιον δικαιοσύνης, διδοὺς αὐτῇ πάντα ἐκ τῆς αὐτοῦ θεότητος. Ἔστι κόσμος ἀληθινὸς, καὶ γῆ ζῶσα, καὶ ἄμπελος καρποφόρος, καὶ ἄρτος ζωῆς, καὶ ὕδωρ ζῶν, καθὼς γέγραπται, Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων· καὶ πάλιν, Ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Κύριον Ἥλιος δικαιοσύνης, καὶ
I. Just as the bodily eyes clearly behold all things, so also unto the souls of the saints the beauties of the Godhead are manifest and visible, wherein Christians are mingled and have their mind. Yet to the bodily eyes that glory is veiled, whereas to the believing soul it is clearly revealed, which soul, having been deadened, the Lord raiseth up out of sin, even as He raiseth up also the dead bodies, preparing for her a new heaven, and a new earth, and a Sun of righteousness, giving unto her all things out of His own Godhead. He is a true world, and a living earth, and a fruit-bearing vine, and bread of life, and living water, according as it is written: I believe to see the good things of the Lord in the land of the living (Ps. 26:13); and again: Unto those that fear the Lord shall the Sun of righteousness arise, and
Notes, col. 744
On the reading
Printed ζητουσα, for ζητοῦσα.
PG 34:745Read from the pageἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Καὶ ὁ Κύριος εἶπεν, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Καὶ πάλιν, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Καὶ πάλιν, Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
healing in His wings (Mal. 4:2). And the Lord said: I am the true vine (John 15:1). And again: I am the bread of life (John 6:48). And again: Whosoever drinketh of the water that I shall give him, it shall become in him a well of water springing up into everlasting life (John 4:14).
Βʹ. Ἡ γὰρ ἔλευσις τοῦ Κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται, τὸν τεθανατωμένον ἐν τάφῳ σκότους, ἁμαρτίας, πνεύματος ἀκαθάρτου, καὶ δυνάμεων πονηρῶν, ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον, καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας, καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ, καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. Ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων, ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαὶ, τότε καὶ τὰ σώματα συνδοξάζονται, καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ Κύριος. Τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ τὸ ἀχειροποίητον περιβέβληνται δόξαν φωτὸς θεϊκοῦ, ὡς τέκνα φωτὸς γενόμενοι, οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ· πονηρία γὰρ ἐξήρθη. Οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ, δοῦλος καὶ ἐλεύθερος· εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται, χρηστοὶ, καὶ θεοὶ, καὶ τέκνα Θεοῦ γενόμενοι. Ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ· ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες, καὶ πάντες ἐν ἑνὶ φωτὶ ἀναπαυόμενοι. Προσέξει ἕτερος τῷ ἑτέρῳ, καὶ ἐν τῷ προσέχειν, εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν, εἰς ἀληθινὴν θέαν φωτὸς ἀῤῥήτου.
II. For the whole coming of the Lord hath taken place for the sake of man, who was put to death in the tomb of darkness, of sin, of the unclean spirit, and of evil powers, that in this age He might now raise up and quicken man, and cleanse him from all blackness, and enlighten him with His own light, and clothe him with His own heavenly garments of the Godhead. And in the resurrection of the bodies, whose souls have previously risen and been glorified beforehand, then the bodies also are glorified together with them, and are enlightened by the soul that from now hath been enlightened and glorified; for the Lord is their house and tabernacle and city. And they are clothed with the habitation which is from heaven, not made with hands, even the glory of divine light; having become children of light, they shall not look upon one another with an evil eye, for wickedness hath been taken away. There is not there male and female, bond and free; for all are transformed into a divine nature, having become good, and gods, and children of God. There without shame shall brother then speak peace unto sister; for all are one in Christ, and all rest in one light. One shall look upon another, and in looking, straightway again they shall shine forth in truth, unto a true vision of ineffable light.
Γʹ. Οὕτως πολλοῖς σχήμασι, καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεϊκαῖς ἀλλήλοις ἐνορῶσι, καὶ ἕκαστος ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ, προσέχων τῇ τοῦ ἑτέρου δόξῃ. Ὁρᾷς πῶς αἱ τοῦ Θεοῦ δόξαι ἄφραστοί εἰσι καὶ ἀκατάληπτοι, φωτὸς ἀῤῥήτου καὶ ἀϊδίων μυστηρίων, καὶ ἀναριθμήτων ἀγαθῶν ὑπάρχουσι; Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις τὰ τῆς γῆς φυτὰ, ἢ σπέρματα, ἢ ἄνθη ποικίλα ἀδύνατόν τινι καταλαβεῖν ἀριθμῷ, καὶ τὸν πάντα πλοῦτον τῆς γῆς, ἀμήχανόν τινι μετρῆσαι ἢ ἐπίστασθαι· ἢ ὥσπερ ἐν τῇ θαλάσσῃ τὰ ἐν αὐτῇ ζῶα, ἢ τὸν ἀριθμὸν, ἢ τὰ γένη, ἢ τὴν διαφορὰν, ἢ τὸ μέτρον τοῦ ὕδατος αὐτῆς, ἢ τὸ μέτρον τοῦ τόπου αὐτῆς ἀδύνατόν τινι τῶν ἀνθρώπων καταλαβεῖν· ἢ ὥσπερ ἐν τῷ ἀέρι τὸν ἀριθμὸν τῶν πετεινῶν· ἢ τὰ γένη ἢ τὴν ποικιλίαν ἀδύνατον γνῶναι· ἢ ὥσπερ τὸ τοῦ οὐρανοῦ μέγεθος, ἢ τὰς θέσεις τῶν ἄστρων, ἢ τὸν δρόμον αὐτῶν ὡς ἔστιν ἀδύνατον καταλαβεῖν· οὕτως ἐστὶν ἀδύνατον εἰπεῖν, ἢ διαγορεῦσαι τὸν πλοῦτον τῶν Χριστιανῶν τὸν ἀμέτρητον, ἀπέραντον καὶ ἀκατάληπτον. Εἰ γὰρ τὰ κτίσματα ταῦτα τοσοῦτον ἄπειρα καὶ ἀκατάληπτα τοῖς ἀνθρώποις τυγχάνει, πόσῳ μᾶλλον ὁ κτίσας καὶ κατασκευάσας αὐτά! Ὀφείλει οὖν τις μᾶλλον ἀγαλλιασθῆναι καὶ χαρῆναι, ὅτι τοσοῦτος πλοῦτος καὶ κληρονομία τοῖς Χριστιανοῖς ἡτοίμασται, ὥστε μηδένα δυνηθῆναι εἰπεῖν, ἢ ἐξαγορεῦσαι. Μετὰ πάσης δὲ σπουδῆς καὶ ταπεινοφροσύνης προσελθεῖν δεῖ ἐπὶ τὸν ἀγῶνα τῶν Χριστιανῶν, καὶ λα-
III. In such manifold forms, and in many and varied divine glories, do they look upon one another, and each is amazed and exulteth with unspeakable joy, attending to the glory of the other. Seest thou how the glories of God are unutterable and incomprehensible, consisting of ineffable light and eternal mysteries, and innumerable good things? For just as among visible things it is impossible for anyone to comprehend by number the plants of the earth, or the seeds, or the varied flowers, and it is impracticable for anyone to measure or to know all the wealth of the earth; or just as in the sea it is impossible for any man to comprehend the living creatures therein, either their number, or their kinds, or their difference, or the measure of its water, or the measure of its space; or just as in the air it is impossible to know the number of the birds, or their kinds or variety; or just as it is impossible to comprehend the magnitude of the heaven, or the positions of the stars, or their course as it is; so is it impossible to utter or declare the unmeasured, boundless, and incomprehensible wealth of Christians. For if these creatures are so infinite and incomprehensible unto men, how much more He Who created and fashioned them! One ought therefore the more to exult and rejoice, because so great wealth and inheritance hath been prepared for Christians that none is able to utter or declare it. With all earnestness and humility of mind, therefore, must one come unto the contest of Christians, and re-
PG 34:748Read from the pageβεῖν ἐκεῖνον τὸν πλοῦτον. Κληρονομία γὰρ καὶ μερὶς τῶν Χριστιανῶν αὐτός ἐστιν ὁ Θεός· Κύριος γὰρ, φησὶ, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Δόξα τῷ ἑαυτὸν διδόντι, καὶ συγκιρνῶντι τὴν ἁγίαν φύσιν αὐτοῦ ταῖς ψυχαῖς τῶν Χριστιανῶν, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ceive that wealth. For the inheritance and portion of Christians is God Himself: For the Lord, saith he, is the portion of mine inheritance and of my cup (Ps. 15:5). Glory be to Him Who giveth Himself, and mingleth His holy nature with the souls of Christians, unto the ages. Amen.
Περὶ τοῦ παλαιοῦ καὶ τοῦ καινοῦ Σαββάτου.
Concerning the old and the new Sabbath.
Αʹ. Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος, προσέταξεν ὁ Θεὸς ἐν τῷ Σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν. Τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ Σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ Κυρίου. Ἡ γὰρ καταξιωθεῖσα ψυχὴ [ἐλευθερωθῆναι] ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, καὶ ἀληθινὸν Σάββατον σαββατίζει, καὶ ἀληθινὴν ἀνάπαυσιν ἀναπαύεται, ἀργοῦσα καὶ ἐλευθερουμένη ἀπὸ πάντων τῶν σκοτεινῶν ἔργων. Ἐκεῖ μὲν γὰρ εἰς τὸ τυπικὸν Σάββατον, εἰ καὶ σωματικῶς ἀνεπαύοντο, ἀλλ' αἱ ψυχαὶ εἰς τὰς πονηρίας καὶ κακίας ἦσαν δεδεμέναι. Τοῦτο δὲ τὸ ἀληθινὸν Σάββατον, ἀνάπαυσις ἀληθινή ἐστι, ψυχῆς ἀργούσης καὶ καθαριζομένης ἀπὸ τῶν διαλογισμῶν τοῦ Σατανᾶ, καὶ ἀναπαυομένης εἰς τὴν τοῦ Κυρίου ἀνάπαυσιν αἰωνίαν, καὶ χαράν.
I. In the shadow of the law given through Moses, God commanded each one to rest on the Sabbath and to do nothing. Now this was a type and shadow of the true Sabbath which is given to the soul by the Lord. For the soul that hath been counted worthy [to be set free] from shameful and filthy thoughts both keepeth the true Sabbath and resteth a true rest, ceasing from work and being set free from all dark works. For there, in the typical Sabbath, even though they rested bodily, yet their souls were bound in wickednesses and vices. But this true Sabbath is a true rest of a soul ceasing from work and being cleansed from the reasonings of Satan, and resting in the eternal rest and joy of the Lord.
Βʹ. Ὥσπερ γὰρ τότε προσέταξε καὶ αὐτὰ τὰ ἄλογα ζῶα τῷ Σαββάτῳ ἀναπαύεσθαι, τὸν βοῦν μὴ ὑπὸ ζυγὸν ἀνάγκης ἕλκεσθαι, τὸν ὄνον μὴ ἐπιφορτίζειν (ἀνεπαύοντο γὰρ καὶ αὐτὰ τὰ ζῶα ἀπὸ τῶν βαρέων ἔργων)· οὕτως ἐλθὼν ὁ Κύριος καὶ τὸ ἀληθινὸν καὶ αἰώνιον Σάββατον δοὺς, ἀνέπαυσε τὴν βεβαρημένην καὶ πεφορτισμένην ψυχὴν φορτίοις ἀνομίας, ἀκαθάρτων διαλογισμῶν, καὶ ἐργαζομένην ἀδικίας ἔργα μετὰ ἀνάγκης ὡς ὑπὸ δεσπότας πικροὺς δεδουλωμένην, καὶ ἐκούφισεν αὐτὴν ἀπὸ τῶν δυσβαστάκτων φορτίων, ματαίων καὶ ῥυπαρῶν διαλογισμῶν. Καὶ ἦρε τὸν ζυγὸν τὸν πικρὸν τῶν ἔργων ἀδικίας, καὶ ἀνέπαυσεν αὐτὴν κοπιῶσαν ἐν τοῖς διαλογισμοῖς τῆς ἀκαθαρσίας.
II. For just as He then commanded even the irrational animals themselves to rest on the Sabbath, that the ox should not be drawn beneath the yoke of necessity, and that one should not load the ass (for the animals themselves also rested from heavy works); so the Lord, having come and having given the true and eternal Sabbath, gave rest to the soul weighed down and burdened with burdens of lawlessness and of unclean reasonings, and working the works of unrighteousness under necessity as enslaved under bitter masters, and lightened her from the burdens hard to be borne, of vain and filthy reasonings. And He took away the bitter yoke of the works of unrighteousness, and gave rest to her who was labouring in the reasonings of uncleanness.
Γʹ. Ὁ γὰρ Κύριος καλεῖ τὸν ἄνθρωπον εἰς τὴν ἀνάπαυσιν λέγων, Δεῦτε πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι· κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ ὅσαι ψυχαὶ πείθονται καὶ προσέρχονται, ἀναπαύει αὐτὰς ἀπὸ τούτων τῶν βαρέων καὶ φορτικῶν καὶ ἀκαθάρτων λογισμῶν, καὶ ἀργοῦσιν ἀπὸ πάσης ἀνομίας, σαββατίζουσαι Σάββατον ἀληθινὸν, τρυφερὸν, ἅγιον· καὶ ἑορτάζουσιν ἑορτὴν Πνεύματος, χαρᾶς, καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου. Καὶ λατρεύουσι λατρείαν καθαρὰν, καὶ εὐάρεστον τῷ Θεῷ, ἐκ καθαρᾶς καρδίας· τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ ἅγιον Σάββατον. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ταύτην, τοῦ ἀργεῖν ἡμᾶς ἀπὸ τῶν αἰσχρῶν, καὶ πονηρῶν, καὶ ματαίων διαλογισμῶν, ἵνα οὕτως δυνηθῶμεν λατρεῦσαι τῷ Θεῷ ἐκ καθαρᾶς καρδίας, καὶ ἑορτάσαι ἑορτὴν Πνεύματος ἁγίου. Μακάριος οὖν ὁ εἰσελθὼν εἰς ἐκεινην τὴν κατάπαυσιν· δόξα τῷ οὕτως εὐδοκήσαντι Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
III. For the Lord calleth man unto rest, saying: Come unto Me, all ye that labour and are heavy laden, and I will give you rest (Matt. 11:28). And as many souls as obey and draw near, He giveth them rest from these heavy and burdensome and unclean thoughts, and they cease from all lawlessness, keeping a true, delightful, holy Sabbath; and they keep a feast of the Spirit, of joy, and of unspeakable exultation. And they render a pure service, well-pleasing to God, out of a pure heart; this is the true and holy Sabbath. Let us also therefore beseech God to enter into this rest, that we may cease from shameful, and evil, and vain reasonings, so that thus we may be enabled to serve God out of a pure heart, and to keep a feast of the Holy Spirit. Blessed therefore is he that hath entered into that rest; glory be to the Father Who hath so been well-pleased, and to the Son, and to the Holy Spirit, unto the ages. Amen.
Notes, col. 748
On the reading
Printed ἐκεινην, for ἐκείνην.