αὐτὴν δυσωδίαν, καὶ τὸ αὐτὸ σκότος φορεῖς. Ἐκείνου γὰρ πάντες ἐσμὲν υἱοὶ τοῦ σκοτεινοῦ γένους, καὶ πάντες τῆς αὐτῆς δυσωδίας μετέχομεν. Ὅπερ οὖν πέπονθε πάθος ἐκεῖνος, τοῦτο πάντες ἐκ τοῦ σπέρματος Ἀδὰμ ὄντες πεπόνθαμεν· τοιοῦτον γὰρ πάθος συμβέβηκεν, ὥς φησιν Ἠσαΐας· Οὐκ ἔστι τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους ποιῆσαι. Οὕτως ἀνίατον τραῦμα ἐτραυματίσθημεν, μόνῳ τῷ Κυρίῳ δυνατὸν θεραπεῦσαι αὐτό. Διὰ τοῦτο γὰρ καὶ δι' ἑαυτοῦ ἦλθεν, ὅτι μηδεὶς τῶν ἀρχαίων, οὔτε ὁ νόμος αὐτὸς, οὔτε οἱ προφῆται τοῦτο ἠδυνήθησαν θεραπεῦσαι. Οὗτος δὲ μόνος ἐλθὼν, ἐθεράπευσε τὴν πληγὴν ἐκείνην τῆς ψυχῆς τὴν ἀνίατον.
same stench, and the same darkness. For we are all sons of that dark race, and we all partake of the same stench. Therefore whatever passion that man suffered, this we all, being of the seed of Adam, have suffered; for such a passion has befallen us, as Isaiah says: There is no wound, nor bruise, nor inflamed stripe; there is no poultice to apply, neither oil, nor to make bandages (Isa. 1:6). With so incurable a wound were we wounded, that it was possible for the Lord alone to heal it. For on this account He also came by Himself, because none of the ancients, neither the law itself, nor the prophets were able to heal this. But He alone having come healed that incurable stripe of the soul.
Θʹ. Προσδεχώμεθα τοίνυν τὸν Θεὸν καὶ Κύριον, τὸν ἀληθινὸν θεραπευτὴν, ὃς μόνος δυνατός ἐστιν ἐλθὼν ἰάσασθαι τὰς ψυχὰς ἡμῶν, κεκοπιακὼς πολλὰ δι' ἡμᾶς. Κρούει γὰρ ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξωμεν αὐτῷ, καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν, καὶ νίψωμεν, καὶ ἀλείψωμεν αὐτοῦ τοὺς πόδας, καὶ μονὴν παρ' ἡμῖν ποιήσει. Καὶ γὰρ ἐκεῖ ὀνειδίζει ὁ Κύριος τὸν μὴ νίψαντα τοὺς πόδας αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ λέγει, Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν, ἐὰν ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτόν. Διὰ τοῦτο γὰρ πολλὰ παθεῖν ὑπέμεινε, δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον, καὶ ἐξαγοράσας ἡμᾶς τῆς δουλείας, ἵνα ἐλθὼν τῇ ψυχῇ ἡμῶν μονὴν ποιήσῃ παρ' αὐτῇ. Διὰ τοῦτο ἐκείνοις τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπ' αὐτοῦ πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου φησὶν ὁ Κύριος, Ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ οὐκ ἐποτίσατέ με. Ἡ γὰρ τροφὴ αὐτοῦ καὶ ἡ πόσις, καὶ ἄμφιον, καὶ στέγη, καὶ ἀνάπαυσις ἐν ταῖς ψυχαῖς ἡμῶν ἐστιν. Ἀεὶ τοίνυν κρούει, βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς. Δεξώμεθα τοίνυν αὐτὸν, καὶ εἰσαγάγωμεν ἔνδον ἡμῶν, ὅτι καὶ ἡμῶν ἡ τροφὴ, καὶ ἡ ζωὴ, καὶ ἡ πόσις, καὶ ἡ ζωὴ ἡ αἰώνιος αὐτός ἐστιν. Καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀναπαύσασα, μᾶλλον δὲ ἀναπαεῖσα ἐν αὐτῷ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρονομίαν οὐκ ἔχει, οὔτε εἰς τὴν ἐπουράνιον πόλιν εἰσελθεῖν δύναται. Αὐτὸς δὲ, Κύριε Ἰησοῦ Χριστὲ, εἰσάγαγε ἡμᾶς εἰς αὐτὴν, δοξάζοντάς σου τὸ ὄνομα σὺν Πατρὶ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
Chapter IX. Let us therefore receive God and the Lord, the true healer, Who alone is able upon coming to heal our souls, having laboured much for our sakes. For He always knocks at the doors of our hearts, that we may open to Him, and that having entered He may rest in our souls, and that we may wash and anoint His feet, and He will make His abode with us. For indeed there the Lord reproaches him who did not wash His feet (Luke 7:44); and again elsewhere He says: Behold, I stand at the door; if anyone hears My voice and opens the door, I will come in to him (Rev. 3:20). For on this account He endured to suffer many things, giving His own body unto death, and redeeming us from slavery, so that having come to our soul He might make His abode with it. On this account, to those on the left hand who in the judgement are sent by Him into Gehenna with the devil, the Lord says: I was a stranger, and you did not take Me in; I was hungry, and you did not give Me to eat; I was thirsty, and you did not give Me to drink (Matt. 25:42-43). For His food and drink, and clothing, and shelter, and rest are in our souls. Therefore He always knocks, wishing to enter in to us. Let us therefore receive Him, and bring Him within us, because He Himself is also our food, and life, and drink, and eternal life. And every soul that has not received Him within now and given Him rest, or rather found rest in Him, has no inheritance with the saints in the kingdom of the heavens, nor is it able to enter into the heavenly city. But do Thou Thyself, O Lord Jesus Christ, bring us into it, glorifying Thy name with the Father and the Holy Spirit, unto the ages. Amen.
Αʹ. Δεῖ τὸν πιστεύοντα αἰτεῖν τὸν Θεὸν μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ, μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν, πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμοῤῥοοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη· ὅτι τὸ ἄκρως καλὸν ὁ Θεός ἐστι· πρὸς ὃν ὀφείλεις συναγα-
Chapter I. The believer must ask God to be changed in his purpose, through a change of heart transformed from bitterness into sweetness, and remember how the blind man was healed, how the woman with an issue of blood likewise touched the hem and obtained healing, how the nature of lions was tamed, how the nature of fire was deadened; because God is the supremely good, unto Whom you ought to gather