μάζοντος διαφόρως τὰς πιστευούσας ψυχὰς, καὶ εἰς τὴν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπην ἀποσκοποῦντος. Ὅροι γὰρ καὶ μέτρα καὶ σταθμοὶ τῆς αὐτεξουσίου προαιρέσεώς εἰσι, καὶ τοῦ θελήματος τῆς ἀγάπης, καὶ τῆς εἰς πάσας τὰς ἁγίας αὐτοῦ ἐντολὰς, ὅση δύναμις διαθέσεως. Καὶ οὕτως ἀναπληροῦσαι αἱ ψυχαὶ τὸ τῆς ἀγάπης αὐτῶν καὶ ὀφειλῆς μέτρον, τῆς βασιλείας καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦνται.
in diverse ways the believing souls, and looks unto the love that springs from will and deliberate choice. For there are bounds and measures and weights of the free choice, and of the will of love, and of the disposition, so far as lies in their power, towards all His holy commandments. And thus the souls, fulfilling the measure of their love and debt, are counted worthy of the kingdom and of eternal life.
Ϛʹ. Δίκαιος γάρ ἐστιν ὁ Θεὸς, καὶ δίκαια τὰ κρίματα αὐτοῦ, καὶ προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν, ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν, ἤτοι σωματικῶν, ἢ πνευματικῶν, ἤτοι γνώσεως, ἤτοι συνέσεως, ἢ διακρίσεως, ἃ καὶ ἐν τῇ φύσει τῶν ἀνθρώπων ὁ Θεὸς διαφόρως ἐνέθηκεν, ἕκαστον κρίνων τοὺς καρποὺς τῆς ἀρετῆς ἐπιζητήσει, καὶ κατ' ἀξίαν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· καὶ ὁ Κύριος λέγει, Δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· παντὶ δὲ ᾧ ἐδόθη πολὺ, πολὺ ζητήσεται παρ' αὐτοῦ, καὶ ᾧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν. Τὴν δὲ γνῶσιν καὶ σύνεσιν διαφόρως νόει, ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον τοῦ Πνεύματος, ἤτοι κατὰ φυσικὴν ἀκολουθίαν συνέσεως ἢ διακρίσεως, καὶ διὰ τῶν θείων Γραφῶν παιδεύσεως· ἕκαστος γὰρ τοὺς καρποὺς ἀπαιτηθήσεται τῆς ἀρετῆς, κατὰ ἀναλογίαν τῶν παρὰ Θεοῦ γενομένων εἰς αὐτὸν εὐεργεσιῶν, ἤτοι φυσικῶν, ἤτοι ἐκ θείας χάριτος δεδομένων. Ἀναπολόγητος τοίνυν ἐστὶ πᾶς ἄνθρωπος παρὰ Θεῷ ἐν ἡμέρᾳ κρίσεως· ἕκαστος γὰρ καθ' ὃ ἔγνω τοὺς καρποὺς τῆς πίστεως, καὶ ἀγάπης, καὶ πάσης ἀρετῆς τῆς πρὸς αὐτὸν, ἐκ προαιρέσεως καὶ θελήματος ἀνταπόδοσιν ἀπαιτηθήσεται, ἤτοι δι' ἀκοῆς, ἤτοι μηδέποτε λόγον ἀκούσας Θεοῦ.
6. For God is righteous, and righteous are His judgements, and there is no respect of persons with Him, but in proportion to the benefactions, whether bodily or spiritual, whether of knowledge, or of understanding, or of discernment, which God has also variously implanted in the nature of men, judging each one He will require the fruits of virtue, and according to desert He will render to each according to his works, and mighty men shall be mightily tested (Wisd. 6:7). For the least is pardonable with mercy; and the Lord says: The servant who knew the will of his master, and did not make ready, nor do according to his will, shall be beaten with many stripes. But he who did not know, and did things worthy of stripes, shall be beaten with few; and to everyone to whom much has been given, much shall be required from him, and to whom men have committed much, the more will they demand of him (Luke 12:47-48). And understand knowledge and understanding in diverse ways, either according to grace and the heavenly gift of the Spirit, or according to the natural sequence of understanding or discernment, and through the instruction of the divine Scriptures; for each one will have demanded of him the fruits of virtue, in proportion to the benefactions from God that have come to pass towards him, whether natural or given from divine grace. Without excuse, therefore, is every man before God in the day of judgement; for each one, according to what he knew, will have demanded of him a return in the fruits of faith, and of love, and of every virtue towards Him, from deliberate choice and will, whether through hearing, or having never heard the word of God.
Ζʹ. Ἀποσκοποῦσα γὰρ ἡ ψυχὴ ἡ πιστὴ καὶ φιλαλήθης εἰς τὰ ἀποκείμενα αἰώνια ἀγαθὰ τοῖς δικαίοις, καὶ εἰς τὴν ἄῤῥητον τῆς μελλούσης ἐπιφοιτᾷν θείας χάριτος εὐεργεσίαν, ἀναξίαν ἑαυτὴν, καὶ τὴν σπουδὴν αὐτῆς, καὶ πόνον, καὶ κάματον ἡγεῖται πρὸς τὰς ἀῤῥήτους ἐπαγγελίας τοῦ Πνεύματος. Οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, ὃν ὁ Κύριος μακαρίζει· οὗτός ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην· οὗτός ἐστιν ὁ συντετριμμένος τὴν καρδίαν. Οἱ τοιαύτην προαίρεσιν ἀναλαμβάνοντες, καὶ σπουδὴν, καὶ πόνον, καὶ πόθον ἀρετῆς, καὶ ἕως τέλους ἐν αὐτῷ διαμένοντες, τῆς ζωῆς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται. Μὴ τοίνυν τις τῶν ἀδελφῶν κατεπαιρέσθω τοῦ ἀδελφοῦ, καὶ εἰς οἴησιν προκοπτέτω, ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος, ὡς ὅτι Ἰδοὺ ἐγὼ χάρισμα πνευματικὸν κέκτημαι· οὐκ ἔστι γὰρ ἄξιον ταῦτα Χριστιανοὺς ἐνθυμεῖσθαι. Τί γὰρ ποιεῖ ἡ αὔριον εἰς ἐκεῖνον οὐκ οἶδας· καὶ ποῖον τέλος ἐκείνου, καὶ ποῖον τὸ σὸν ἀγνοεῖς. Ἀλλ' ἕκαστος ἑαυτῷ προσέχων, ἀνακρινέτω τὴν ἰδίαν συνείδησιν
7. For the faithful and truth-loving soul, looking unto the eternal good things laid up for the righteous, and unto the ineffable benefaction of the divine grace that is about to visit it, accounts itself unworthy, and its own zeal, and labour, and toil as nothing in comparison with the ineffable promises of the Spirit. This is the poor in spirit, whom the Lord pronounces blessed (Matt. 5:3); this is he who hungers and thirsts after righteousness; this is he who is contrite in heart. Those who take up such deliberate choice, and zeal, and labour, and longing for virtue, and abide in it until the end, will in truth be able to obtain life and the eternal kingdom. Let not, therefore, any of the brethren exalt himself against his brother, and advance into conceit, being stealthily led away by wickedness, saying: Behold, I have acquired a spiritual gift; for it is not worthy for Christians to ponder these things. For what the morrow does unto that man you do not know; and what his end will be, and what yours will be, you are ignorant. But let each one, taking heed to himself, examine his own conscience