PG 34:681Read from the pageΠροσέρχεται γὰρ ἔστιν, ὅτε τῷ Θεῷ ζέων, καὶ οἶδεν ὁ Σατανᾶς, καὶ βλέπει ὅτι κατ' αὐτοῦ ποιεῖ, καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον. Διὰ τί; ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν Θεὸν, ἔχει φυσικοὺς καρποὺς τοῦ ἀγαπῆσαι Θεὸν, τοῦ πιστεῦσαι, τοῦ ἐπιζητῆσαι καὶ προσελθεῖν. Καὶ γὰρ ἐν τοῖς φαινομένοις, ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, οὕτως καὶ εἰς τὸ πνευματικὸν, εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα. Χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν τῆς καρδίας αὐτοῦ, καὶ πονῆσαι. Ζητεῖ γὰρ ὁ Θεὸς τὸν πόνον, καὶ κάματον, καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου. Ἀλλ' ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνια νέφη, καὶ ὑετοὶ χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς καμών.
For sometimes he approaches God fervently, and Satan knows, and sees that he acts against him, and is not able to hold the man back. Why? Because he has a will to cry out towards God, he has natural fruits of loving God, of believing, of seeking after Him and approaching. For indeed in visible things, the husbandman works the earth; so also in the spiritual realm, matters are understood in two persons. Man must therefore of his own choice till the earth of his heart, and toil. For God seeks the toil, and labour, and the work of man. But unless heavenly clouds and rains of grace appear from above, the husbandman who laboured has profited nothing.
ΙΑʹ. Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἂν κάμῃ, καὶ ὅσας ἂν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιήσας διακεῖσθαι, καὶ νηστεύων λέγειν, Οὐκ ἐνήστευσα· εὐχόμενος, Οὐκ ηὐξάμην· παραμένων τῇ εὐχῇ, Οὐ παρέμεινα· καὶ ἀκμὴν ἀρχὴν ἔχω τοῦ ἀσκεῖν, καὶ κάμνειν· κἂν δίκαιος ᾖ παρὰ Θεῷ, ὀφείλει λέγειν, Ἐγὼ οὐκ εἰμὶ δίκαιος, οὔτε κάμνω, ἀλλὰ καθ' ἡμέραν ἄρχομαι. Ὀφείλει δὲ ἔχειν καθ' ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν, καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ ἀπολυτρώσεως, καὶ λέγων, Ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον λυτροῦμαι· ὡς γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἢ ἐξάρξασθαι τοῦ καμάτου, ἔχει τὴν χαρὰν ἐν ἑαυτῷ, καὶ τὴν ἐλπίδα· καὶ προδιαγράφει ἐν τῷ νῷ οἰνεῶνας, καὶ ψηφίζει προσόδους, μήπω γενομένου οἴνου. Καὶ οὕτως ἀναδέχεται τὸν κάματον. Ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν, καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς δαπάνας σκορπίζει· ὁμοίως καὶ ὁ οἰκοδομῶν οἶκον, καὶ ὁ γεωργῶν, πρῶτον ἐκ τῶν ἰδίων πολλὰ σκορπίζει διὰ τὴν ἐλπίδα τῆς μελλούσης προσόδου· οὕτω κἀνταῦθα, ἐὰν μή τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα, ὅτι Μέλλω λυτρώσεως τυχεῖν καὶ ζωῆς, οὐ δύναται ὑπομένειν τὰς θλίψεις, οὔτε τὸ φορτίον, καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι· ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν, καὶ ὑπομένειν τὰς θλίψεις, καὶ τὸ φορτίον, καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι.
11. And this is the sign of Christianity: whatsoever one may labour, and howsoever many righteous deeds one may do, to be disposed as having done nothing, and when fasting to say, I have not fasted; when praying, I have not prayed; when persevering in prayer, I have not persevered; and I am still at the beginning of practising asceticism, and of labouring; and even if he be righteous before God, he ought to say, I am not righteous, nor do I labour, but every day I begin. And he ought to have every day the hope and the joy, and the expectation of the coming kingdom and redemption, and saying, If today I have not been redeemed, tomorrow I am redeemed; for just as he who plants a vine, before he begins the labour, has joy in himself, and hope; and he sketches beforehand in his mind wine-cellars, and reckons revenues, when there is not yet wine. And thus he takes up the labour. For hope and expectation make him labour eagerly, and in the meantime from his house he scatters many expenses; likewise both he who builds a house, and he who tills the earth, first scatters many things of his own because of the hope of the coming revenue; so here also, unless someone has before his eyes the joy and the hope, that I am going to obtain redemption and life, he is not able to endure the afflictions, nor to take up the burden and the narrow way; for the hope and joy that are with him make him labour, and endure the afflictions, and take up the burden and the narrow way.
ΙΒʹ. Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δόλον φυγεῖν ἀπὸ πυρὸς, οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου εἰ μὴ διὰ πολλοῦ καμάτου. Ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ Σατανᾶς, ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν, ὅτι ἐκ τούτου δύνασαι εὐαρεστῆσαι τῷ Θεῷ, ὑποβάλλει τῇ ψυχῇ, καὶ ὑποκλέπτει αὐτὴν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα, καὶ οὐκ οἶδεν ὑποκλεπτομένη διακρῖναι, καὶ οὕτως ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου. Τὸ δὲ καιριώτατον ὅπλον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ, ταῦτό ἐστιν, ἵνα εἰσελθὼν εἰς τὴν καρδίαν ποιήσῃ πόλεμον πρὸς τὸν Σατανᾶν, καὶ μισήσῃ ἑαυτὸν, καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ, ὀργισθῇ τε καὶ ἐπιπλήξῃ, καὶ ταῖς συνοῦσαις ἐπιθυμίαις ἀντιτάξηται καὶ ἀντιπαλαίσῃ τοῖς λογισμοῖς, καὶ μαχεσθῇ αὐτῷ.
12. And just as it is not easy for a brand to escape from fire, so neither is it for a soul from the fire of death save through much labour. And for the most part Satan, as if under the pretext of good thoughts, that From this you are able to please God, suggests to the soul, and secretly steals it away into subtle and specious conceptions, and being secretly stolen away it does not know how to discern, and thus it falls into the snare and destruction of the devil. But the most vital weapon of the athlete and combatant is this, that having entered into the heart he should wage war against Satan, and hate himself, and deny his soul, and be angry and rebuke it, and array himself against the desires that are with him, and wrestle against the thoughts, and fight with him.
ΙΓʹ. Εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσεις τὸ σῶμά
13. But if in outward appearance you guard your body
Notes, col. 681
On the reading
Printed δόλον, for δαλὸν.
PG 34:684Read from the pageσου ἀπὸ φθορᾶς καὶ πορνείας· ἔσωθεν δὲ ἐμοίχευσας καὶ ἐπόρνευσας ἐν τοῖς λογισμοῖς σου, μοιχεύεις τῷ Θεῷ, καὶ οὐδὲν ὠφέλησας τὸ σῶμα ἔχων παρθένον. Ὥσπερ ἐὰν ᾖ νεᾶνις καὶ νεανίσκος, καὶ δόλῳ κολακεύσας αὐτὴν φθείρῃ, λοιπὸν βδελυκτή ἐστι τῷ νυμφίῳ, ὅτι ἐμοιχεύθη· οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐνδομυχοῦντι ὄφει κοινωνοῦσα τῷ πονηρῷ πνεύματι, πορνεύει ἀπὸ Θεοῦ· καὶ γέγραπται, Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἔστι γὰρ πορνεία διὰ σώματος τελουμένη, καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ Σατανᾷ· ἡ αὐτὴ γὰρ ψυχὴ κοινωνική ἐστι καὶ ἀδελφὴ ἢ δαιμόνων, ἢ Θεοῦ καὶ ἀγγέλων· καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ διαβόλου, ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ Νυμφίῳ.
from corruption and fornication, yet inwardly you have committed adultery and fornication in your thoughts, you commit adultery against God, and have profited nothing by having your body virgin. Just as if there be a maiden and a young man, and having flattered her with guile he corrupts her, thereafter she is abominable to the bridegroom, because she committed adultery; so also the bodiless soul, holding fellowship with the serpent that lurks within, the evil spirit, commits fornication away from God; and it is written, Everyone who looks upon a woman to lust after her has already committed adultery in his heart (Matt. 5:28). For there is a fornication accomplished through the body, and there is a fornication of the soul holding fellowship with Satan; for the same soul is a partner and sister either of demons, or of God and angels; and thereafter, committing adultery with the devil, it is useless to the heavenly Bridegroom.
ΙΔʹ. Ἐρώτησις. Εἰ ἡσυχάζει ποτὲ ὁ Σατανᾶς, καὶ ἐλευθεροῦται ὁ ἄνθρωπος ἐκ τοῦ πολέμου, ἢ ἕως ὅτε ζῇ, ἔχει πόλεμον;
14. Question. Whether Satan ever rests, and man is set free from the war, or so long as he lives, he has war?
Ἀπόκρισις. Ὁ Σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν· ἕως ἂν ζῇ τις τὸν αἰῶνα τοῦτον, καὶ φορεῖ σάρκα, πολεμεῖται. Ἀλλ' ὅταν τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ, λοιπὸν ἐκεῖ τί βλάπτει τὸν ἄνθρωπον, εἰ καὶ ἔρχεται ὁ Σατανᾶς πρὸς λόγον; Ἔστι τις φίλος βασιλέως, καὶ ἔχει δίκην πρὸς ἀντίδικον· ὅταν οὖν τὸν βασιλέα ἔχῃ ἐπιῤῥεπῆ καὶ φίλον αὐτοῦ, ὅστις βοηθεῖ αὐτῷ, οὐδὲν βλάπτεται. Ὅταν γάρ τις φθάσῃ ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμοὺς, καὶ γενέσθαι φίλος βασιλέως, οὗτος λοιπὸν τί βλάπτεται ὑπό τινος; εἰς τὸ φαινόμενον εἰσὶ πόλεις λαμβάνουσαι δῶρα καὶ ἀννόνας παρὰ τοῦ βασιλέως. Εἰ οὖν ὀλίγον τι λειτουργοῦσιν, οὐδὲν ζημιοῦνται, ὁπότε τοσαῦτα πορίζονται καὶ δέχονται παρὰ τοῦ βασιλέως. Οὕτως καὶ οἱ Χριστιανοὶ, εἰ καὶ πολεμοῦνται παρὰ τοῦ ἐχθροῦ, ἀλλ' αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα, καὶ ἐνεδύσαντο τὴν ἐξ ὕψους δύναμιν καὶ ἀνάπαυσιν, καὶ οὐδὲν φροντίζουσι τοῦ πολέμου.
Answer. Satan never rests from waging war; so long as anyone lives in this age, and wears flesh, he is warred against. But when the fiery darts of the evil one have been quenched, thereafter what does it harm the man there, even if Satan comes to a reckoning? Someone is a friend of a king, and has a lawsuit against an adversary; when therefore he has the king inclined towards him and his friend, who helps him, he is harmed in nothing. For when someone has attained to pass through all the ranks and the degrees, and to become a friend of the king, what is this man harmed thereafter by anyone? In outward appearance there are cities receiving gifts and provisions from the king. If therefore they perform some slight public service, they suffer no loss, since they procure and receive so many things from the king. Thus Christians also, even if they are warred against by the enemy, yet they themselves have lodged in the Godhead, and have put on power and rest from on high, and take no thought at all for the war.
ΙΕʹ. Ὥσπερ γὰρ ὁ Κύριος ἐνεδύσατο τὸ σῶμα, καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐν ἀναπαύσει εἰσίν. Εἰ δὲ καὶ ἔρχεται πόλεμος ἔξωθεν, κρούει ὁ Σατανᾶς, ἀλλ' αὐτοὶ ἔσωθεν ἠσφαλισμένοι εἰσὶ τῇ τοῦ Κυρίου δυνάμει, καὶ οὐ φροντίζουσι τοῦ Σατανᾶ· καθὼς ἐκεῖνος εἰς τὴν ἔρημον ἐπείρασε τὸν Κύριον ἡμέρας τεσσαράκοντα, τί αὐτὸν ἔβλαψεν, ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι αὐτοῦ; Ἔσωθεν γὰρ Θεὸς ἦν. Οὕτω καὶ οἱ Χριστιανοὶ, εἰ καὶ ἔξωθεν πειράζονται, ἀλλ' ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος, καὶ οὐδὲν ἀδικοῦνται. Εἰς ταῦτα δὲ τὰ μέτρα εἴ τις ἔφθασεν, εἰς τὴν τελείαν ἀγάπην τοῦ Χριστοῦ, καὶ εἰς τὸ πλήρωμα τῆς θεότητος κατήντησεν. Ὁ δὲ μὴ τοιοῦτος, ἀκμὴν ἔσωθεν ἔχει πόλεμον· ὥρᾳ ἀναπαύεται εἰς τὴν εὐχὴν, καὶ ἄλλῃ ὥρᾳ ἐν θλίψει καὶ πολέμῳ στήκει. Οὕτω γὰρ θέλει ὁ Κύριος, ἐπειδὴ ἀκμὴν νήπιός ἐστι, γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους καὶ τὰ δύο πρόσωπα ἔσωθεν
15. For just as the Lord put on the body, having left behind all principality and authority, so also Christians put on the Holy Spirit, and are in rest. And even if war comes from without, Satan knocks, yet inwardly they are secured by the power of the Lord, and take no thought for Satan; just as that one in the wilderness tempted the Lord forty days (Matt. 4:2), what did it harm Him, that from without he approached His body? For inwardly He was God. Thus Christians also, even if from without they are tempted, yet inwardly they are filled with the Godhead, and suffer no wrong at all. And if anyone has attained unto these measures, he has arrived unto the perfect love of Christ, and unto the fullness of the Godhead. But he who is not such, still has war inwardly: at one hour he rests in prayer, and at another hour he stands in affliction and war. For so the Lord wills; since he is still an infant, He trains him for the wars, and the two persons inwardly
Notes, col. 684
PG 34:685Read from the pageβρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλίψις· εὔχονται ἐν ἀναπαύσει, καὶ ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν.
gush forth, both light and darkness, both rest and affliction: they pray in rest, and at another hour they are in turmoil.
ΙϚʹ. Οὐκ ἀκούεις τί λέγει ὁ Παῦλος· Ἐὰν ἔχω πάντα τὰ χαρίσματα· ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι· ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Ἐπειδὴ ταῦτα τὰ χαρίσματα προτρεπτικά εἰσι· καὶ οἱ ἐν τούτοις στήκοντες, εἰ καὶ ἐν φωτὶ, νήπιοί εἰσι· πολλοὶ γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς τὰ τοιαῦτα μέτρα, καὶ ἔσχον χαρίσματα ἰαμάτων, καὶ ἀποκάλυψιν, καὶ προφητείαν· καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τὴν τελείαν ἀγάπην, ὅπου ὁ σύνδεσμος τῆς τελειότητος, ἐπῆλθεν αὐτοῖς πόλεμος, καὶ ἀμελήσαντες ἔπεσον. Εἰ δέ τις φθάσει εἰς τὴν τελείαν ἀγάπην, οὗτος λοιπὸν δέδεται, καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν. Εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ἀκμὴν ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ, καὶ πόλεμον καὶ πτῶσιν, καὶ εἰ μὴ ἀσφαλίσεται, ῥίπτει αὐτὸν ὁ Σατανᾶς.
16. Do you not hear what Paul says: If I have all the gifts of grace; if I deliver up my body, that I may be burned; if I speak with the tongues of angels, but have not love, I am nothing (1 Cor. 13:1–3)? Since these gifts of grace are exhortatory; and those who stand in these, even if in light, are infants; for many of the brethren came unto such measures, and had gifts of healings, and revelation, and prophecy; and since they did not attain unto perfect love, wherein is the bond of perfection (Col. 3:14), war came upon them, and having been negligent they fell. But if anyone attains unto perfect love, this man thereafter is bound, and is taken captive unto grace. But if anyone draws near within a little to the measure of love, yet does not attain unto love itself so as to be bound, such a one is still under fear, and war and falling, and unless he secures himself, Satan casts him down.
ΙΖʹ. Οὕτως γὰρ πολλοὶ ἐπλανήθησαν χάριτος εἰς αὐτοὺς γενομένης. Ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα, καὶ ἔλεγον, Ἀρκεῖ ἡμῖν, οὐ χρῄζομεν· ἀλλ' ὁ Κύριος οὔτε τέλος ἔχει, οὔτε κατάληψιν. Καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν, ὅτι Κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς φαινομένοις τὰ γράμματα ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο, εἰ μὴ σχολαστικὸς, ὁ μετρίως μαθὼν γράμματα. Οὕτως καὶ ὧδε, οὐδενί ἐστι καταληπτὸς ὁ Θεὸς καὶ μετρητὸς, εἰ μὴ τοῖς γευσαμένοις ἐξ αὐτοῦ ἐκείνου, οὗ ἐδέξαντο, καὶ γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν· εἰς χωρίον ἐάν τις ἀπέλθῃ, ὀλίγα γράμματα εἰδὼς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ' αὐτῶν ὁ σχολαστικός· ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς, μὴ εἰδότες δοκιμάσαι. Αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδὼς γράμματα, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοὶ, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς, οὔτε λαλῆσαι· ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν.
17. For thus many went astray when grace came unto them. They supposed that they had attained perfection, and said, It is enough for us, we have no need; but the Lord has neither end, nor comprehension. And Christians do not dare to say, We have attained, but are humbled night and day; in visible things letters are endless, and no one knows this, save a scholar, he who has moderately learned letters. So here also, to no one is God comprehensible and measurable, save to those who have tasted from that very thing which they received, and know their own weakness; if someone knowing a few letters goes off into a village, where there are unlearned men, the scholar is glorified by them; since they are wholly rustics, not knowing how to test him. But this very man who knows a few letters, if he goes off into a city, where there are rhetoricians and scholars, does not dare to show himself beside them, nor to speak; for he is judged as a rustic by the scholars.
ΙΗʹ. Ἐρώτησις. Εἰ ὢν ἐν πολέμῳ ἄνθρωπος, καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς ἁμαρτίας καὶ τῆς χάριτος, μετέστη ἐκ τοῦ κόσμου τούτου, ποῦ προχωρεῖ κατεχόμενος εἰς τὰ δύο μέρη;
18. Question. If a man being in war, and having the two persons in his soul, of sin and of grace, departs out of this world, whither does he go, being held fast unto the two parts?
Ἀπόκρισις. Ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς, καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ προχωρεῖ. Μόνον εἰ ἐπέρχεταί σοι θλίψις καὶ πόλεμος, ἀντιλέγειν ὀφείλεις καὶ μισεῖν. Τὸ γὰρ ἐλθεῖν τὸν πόλεμον, οὐκ ἔστι σόν· τὸ δὲ μισῆσαι, σόν ἐστι· καὶ τότε βλέπων ὁ Κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ, καὶ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης ψυχῆς, διαχωρίζει τὸν θάνατον ἐκ τῆς ψυχῆς σου μιᾷ ὥρᾳ· οὐκ ἔστι γὰρ αὐτῷ δυσχερές· καὶ προσλαμβάνεταί σε εἰς τοὺς κόλπους αὐτοῦ, καὶ εἰς τὸ φῶς· ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόμα-
Answer. Where the mind has its aim, and where it loves, thither it goes. Only if affliction and war come upon you, you ought to gainsay and hate them. For the coming of the war is not yours; but the hating is yours; and then the Lord, seeing your mind, that you contend, and love Him with your whole soul, separates death from your soul in one hour—for it is not hard for Him—and receives you unto His bosom, and into the light; for He snatches you in the twinkling of an hour out of the mouth
PG 34:688Read from the pageτος τοῦ σκότους, καὶ εὐθέως μετατίθησί σε εἰς τὴν βασιλείαν αὐτοῦ. Τῷ γὰρ Θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα τὴν ἀγάπην ἔχῃς πρὸς αὐτόν. Χρῄζει γὰρ ὁ Θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος.
of darkness, and straightway transfers you into His kingdom. For to God it is easy to do all things in the twinkling of an hour, only that you have love towards Him. For God has need of the work of man, since the soul is a partner of the Godhead.
ΙΘʹ. Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι καμὼν καὶ βαλὼν τὸν σπόρον ἐν τῇ γῇ, ὀφείλει ἐκδέξασθαι καὶ τὸν ἄνωθεν ὑετόν. Ἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ· ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειται· τοῦτο ἀνέλαβε καὶ εἰς τὸ πνευματικόν· ἐὰν μόνον ἐν τῇ ἰδίᾳ ἐργασίᾳ ἀπομείνῃ ὁ ἄνθρωπος, καὶ μὴ ἐπιδέξηταί τι ξένον τῆς φύσεως αὐτοῦ, οὐ δύναται καρποὺς ἀξίους τῷ Κυρίῳ ἀποδοῦναι. Τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; Τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομένειν ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, τὸ ἀγαπᾷν τὸν Θεὸν καὶ τοὺς ἀδελφούς. Τοῦτο ἴδιον ὑπομένειν αὐτοῦ ἐστιν. Ἀλλ' ἐὰν ὑπομείνῃ ἐν τῇ ἑαυτοῦ ἐργασίᾳ, καὶ μὴ ἐλπίσῃ ἄλλο τι ἐπιδέξασθαι, καὶ μὴ πνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου Πνεύματος τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη, καὶ κατέλθῃ ἐξ οὐρανοῦ ὑετὸς, καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι τῷ Κυρίῳ.
19. And just as we have often spoken the parable of the husbandman, that having laboured and cast the seed into the earth, he ought to wait also for the rain from above. For unless clouds appear and winds blow, the labour of the husbandman has profited nothing; for the seed lies bare; take this up also into the spiritual realm: if man abides only in his own work, and does not receive anything foreign to his nature, he is not able to render fruits worthy of the Lord. And what is the work of man? To renounce, to go out from the world, to endure in prayer, to keep vigil, to love God and the brethren. To endure this is his own part. But if he endures in his own work, and does not hope to receive anything else besides, and the winds of the Holy Spirit do not blow upon the soul, and unless heavenly clouds appear, and rain comes down from heaven, and waters the soul, man is not able to render fruits worthy of the Lord.
Κʹ. Γέγραπται δὲ, ὅτι Ὁ γεωργὸς ὅταν ἴδῃ τὸ κλῆμα φέρον καρπὸν, καθαρίζει αὐτὸ, ἵνα πλείονα ἐξενέγκῃ· τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ, καὶ εἰς καῦσιν δίδωσι. Πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν, ἵνα εἴτε νηστεύσει, εἴτε ἀγρυπνεῖ, εἴτε εὔχεται, εἴτε καλόν τι ποιεῖ, ἐπιγράφῃ ἅπαντα τῷ Κυρίῳ, τοῦτο λέγων, ὅτι Εἰ μὴ ὁ Θεὸς ἐνεδυνάμωσέ με, οὐκ ἠδυνάμην νηστεύειν, ἢ εὔχεσθαι, ἢ ἐκ τοῦ κόσμου ἀπελθεῖν. Καὶ οὕτω βλέπων ὁ Θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ, ἅπερ ἀπὸ φύσεως ποιεῖς, τῷ Θεῷ ἐπιγράφεις, πάλιν αὐτὸς τὰ ἴδια αὑτοῦ, τὰ πνευματικὰ, τὰ θεῖα καὶ ἐπουράνια, σοὶ ταῦτα χαρίζεται, τίνα δέ ἐστιν; οἱ τοῦ Πνεύματος καρποὶ, ἀγαλλίασις, καὶ εὐφροσύνη.
20. And it is written that The husbandman, when he sees the branch bearing fruit, cleanses it, that it may bring forth more; but that which does not bear fruit he roots out, and gives unto burning (John 15:2, 6). Nevertheless this belongs to man, that whether he fasts, or keeps vigil, or prays, or does anything good, he should ascribe all things to the Lord, saying this, Unless God had strengthened me, I could not have fasted, or prayed, or departed out of the world. And thus God, seeing your good choice, that you ascribe your own things, which you do by nature, to God, Himself in turn freely gives these things of His own, the spiritual, the divine and heavenly things, to you; and what are they? The fruits of the Spirit, exultation, and gladness.
ΚΑʹ. Ἐρώτησις. Ἀλλ' ἐπειδή εἰσι φυσικοὶ καρποὶ τούτοις ὅμοιοι, ἀγάπη, πίστις, εὐχὴ, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ πνευματικά;
21. Question. But since there are natural fruits like unto these, love, faith, prayer, discern for us how the spiritual things are?
Ἀπόκρισις. Τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ Θεῷ εὐπρόσδεκτα, ἀλλ' οὐκ ἔστι καθαρά· οἷον, ἀγαπᾷς τὸν Θεὸν, ἀλλ' οὐ τελείως· ἔρχεται ὁ Κύριος, δίδωσιν ἀγάπην ἄτρεπτον τὴν ἐπουράνιον. Εὔχῃ σὺ φυσικῶς μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι· δίδωσί σοι ὁ Θεὸς τὴν καθαρὰν εὐχὴν, ἐν Πνεύματι καὶ ἀληθείᾳ. Ἐν τοῖς φαινομένοις, ἡ γῆ ὡς ἐπὶ τὸ πλεῖστον ἀφ' ἑαυτῆς ἐκφέρει τὰς ἀκάνθας· ὁ δὲ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον· ἀλλ' αἱ ἄκανθαι μὴ σπειρόμεναι, ἀναφύουσι, καὶ πληθύνονται· μετὰ γὰρ τὴν παράβασιν ἐῤῥέθη τῷ Ἀδὰμ, Τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ. Πάλιν ὁ γεωργὸς ἐκπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὗται ἔτι πληθύνονται.
Answer. Your own things which you do are indeed good and acceptable to God, yet they are not pure: for instance, you love God, yet not perfectly; the Lord comes, He gives unchangeable love, the heavenly love. You pray naturally with wandering and pondering; God gives to you pure prayer, in Spirit and truth. In visible things, the earth for the most part of itself brings forth thorns; and the husbandman digs, works diligently, casts seed; yet the thorns, though not sown, spring up, and multiply; for after the transgression it was said to Adam, Thistles and thorns shall the earth bring forth to you (Gen. 3:18). Again the husbandman toils at the earth, digs up the thorns, and these still multiply.
PG 34:689Read from the pageἈνάλαβε τοῦτο πνευματικῶς· μετὰ γὰρ τὴν παράβασιν ἡ γῆ ἐκ τῆς καρδίας ἐκφέρει ἀκάνθας καὶ τριβόλους· ἐργάζεται ὁ ἄνθρωπος, ἐκπονεῖ, καὶ ἔτι αἱ ἄκανθαι τῶν πονηρῶν πνευμάτων ἀναφύονται. Εἶτα αὐτὸ τὸ ἅγιον Πνεῦμα συναντιλαμβάνεται τῆς ἀσθενείας τῶν ἀνθρώπων, καὶ ὁ Κύριος βάλλει ἐν αὐτῇ τῇ γῇ τῆς καρδίας σπόρον ἐπουράνιον, καὶ ἐργάζεται αὐτήν· καὶ πεσόντος τοῦ σπόρου, ἀκμὴν οἱ τρίβολοι καὶ ἄκανθαι ἀναφύονται. Πάλιν αὐτὸς ὁ Κύριος, καὶ ὁ ἄνθρωπος ἐργάζονται τὴν γῆν τῆς ψυχῆς, καὶ ἑπτὰ πονηρὰ πνεύματα καὶ αἱ ἄκανθαι βρύουσιν ἐκεῖ, καὶ ἀναφύονται, ἕως οὗ γένηται θέρος, καὶ πλεονάσῃ ἡ χάρις, καὶ καταξηρανθῶσιν ἐκ τῆς θέρμης τοῦ ἡλίου αἱ ἄκανθαι.
Take this up spiritually: for after the transgression the earth brings forth from the heart thorns and thistles; man works, toils, and still the thorns of the evil spirits spring up. Then the Holy Spirit Himself helps the weakness of men, and the Lord casts into that very earth of the heart heavenly seed, and works it; and when the seed has fallen, still the thistles and thorns spring up. Again the Lord Himself and man work the earth of the soul, and seven evil spirits and the thorns gush forth there, and spring up, until summer comes, and grace abounds, and the thorns are withered up by the heat of the sun.
ΚΒʹ. Εἰ γὰρ καὶ σύνεστι κακία τῇ φύσει, ἀλλ' οὕτω κατακυριεύει ταύτης, ἢ ἔχει νομήν. Τὰς γὰρ τρυφερὰς χλόας τοῦ σίτου δύναται τὰ ζιζάνια συμπνίγειν. Φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς, οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σῖτον. Καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι, καθαροῦ σίτου, ἔστι γὰρ μίξις ἐκεῖ ζιζανίων, ὡς χοινικός τι παραφαίνεσθαι· κέχωσται γὰρ διὰ τὴν πλεονασμὸν τοῦ σίτου· οὕτω καὶ ἐν τῇ χάριτι, ὅταν πλεονάσῃ ἡ δωρεὰ τοῦ Θεοῦ, καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον, καὶ πλουτῇ εἰς τὸν Κύριον, συνῇ δὲ ἡ κακία μερικῶς, οὐ δύναται καταβλάψαι τὸν ἄνθρωπον, οὔτε ἔχει ἰσχύν τινα, ἢ νομὴν κατ' αὐτοῦ. Ἡ γὰρ τοῦ Κυρίου ἔλευσις, καὶ ἡ πρόνοια διὰ τοῦτο γέγονεν, ἵνα τοὺς τῇ κακίᾳ δεδουλωμένους ὄντας, καὶ ἐνόχους, καὶ ὑποτεταγμένους ἐλευθερώσῃ, καὶ ποιήσῃ νικητὰς τοῦ θανάτου καὶ τῆς ἁμαρτίας. Οὐκ ὀφείλουσιν οὖν ἀδελφοὶ ξενίζεσθαι, εἴτε ὑπό τινων θλίβονται πρὸς τὸ κακίας ἀπαλλαγῆναι.
22. For even if malice is present with nature, yet does it thus lord it over it, or have pasturage? For the tares are able to choke the tender blades of the wheat. But when summer has arrived after the fruits have been ripened, the tares harm the wheat in nothing. For indeed if there happen to be thirty measures of pure wheat, even though there is a mixture of tares there, such as a quart to appear beside it, it is buried because of the abundance of the wheat; so also in grace, when the gift of God and grace abound unto the man, and he is rich towards the Lord, and malice is partially present, it is not able to harm the man, nor has it any strength or pasturage against him. For the coming of the Lord, and His providence came to pass on this account, that He might set free those who were enslaved to malice, and subject, and subordinated, and might make them victors over death and sin. Brethren therefore ought not to think it strange, if they are afflicted by some towards being delivered from malice.
ΚΓʹ. Καὶ γὰρ εἰς τὸ παλαιὸν Μωσῆς καὶ Ἀαρὼν ἔχοντες τὴν ἱερωσύνην, πολλὰ ἔπαθον· Καϊάφας δὲ τὴν ἐκείνων καθέδραν ἔχων, αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν Κύριον· ὅμως δὲ τὴν ἱερωσύνην ὁ Κύριος τιμῶν, ἀφῆκεν αὐτὸ γενέσθαι· ὁμοίως οἱ προφῆται ὑπ' αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο. Λοιπὸν Πέτρος Μωσέα διεδέξατο, τὴν καινὴν Ἐκκλησίαν Χριστοῦ, καὶ τὴν ἀληθινὴν ἱερωσύνην ἐγχειρισθείς. Νῦν γάρ ἐστι βάπτισμα πυρὸς καὶ Πνεύματος, καὶ περιτομή τις ἐν καρδίᾳ γινομένη. Τὸ γὰρ θεῖον καὶ ἐπουράνιον Πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ· πλὴν οὔτε οὗτοι οἱ τέλειοι, ἕως εἰσὶν εἰς τὴν σάρκα, ἀμεριμνοῦσι διὰ τὸ αὐτεξούσιον, ἀλλ' ἔμφοβοί εἰσι· διὸ καὶ παραχωροῦνται πειράζεσθαι. Εἰ δὲ φθάσει ἡ ψυχὴ πρὸς ἐκείνην τὴν πόλιν τῶν ἁγίων ἀπελθεῖν, τότε δύναται μόνον ἄνευ θλίψεως καὶ πειρατηρίων εἶναι· Ἐκεῖ γὰρ οὐκέτι ἐστὶ μέριμνα, ἢ θλίψις, ἢ πόνος, ἢ γῆρας, ἢ Σατανᾶς, ἢ πόλεμος· ἀλλ' ἀνάπαυσις, χαρὰ, εἰρήνη, καὶ σωτηρία. Ὁ γὰρ Κύριος ἐν μέσῳ αὐτῶν ἐστιν, ὃς ἐπικαλεῖται Σωτὴρ διὰ τὸ σώζειν τοὺς αἰχμαλώτους· ἰατρὸς ἐπικέκληται, ἐπειδὴ οὐράνιον καὶ θεῖον φάρμακον δίδωσι, καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς· ἔν τισι γὰρ κυριεύουσι τοῦ ἀνθρώπου· πρὸς λόγον δὲ εἰπεῖν, ἔστι Βασιλεὺς καὶ Θεὸς, ὁ Ἰησοῦς· τύραννος δὲ καὶ ἄρχων κακὸς, ὁ Σατανᾶς.
23. For indeed of old Moses and Aaron, having the priesthood, suffered many things; and Caiaphas, having their seat, himself persecuted and condemned the Lord; yet the Lord, honouring the priesthood, suffered it to come to pass; likewise the prophets were persecuted by that very nation. Thereafter Peter succeeded Moses, having been entrusted with the new Church of Christ, and the true priesthood. For now there is a baptism of fire and Spirit, and a certain circumcision taking place in the heart. For the divine and heavenly Spirit sojourns in the mind; nevertheless neither are these perfect ones, so long as they are in the flesh, free from care because of free will, but they are fearful; wherefore they are also permitted to be tempted. But if the soul attains to depart unto that city of the saints, then alone is it able to be without affliction and trials: For there, there is no longer care, or affliction, or pain, or old age, or Satan, or war; but rest, joy, peace, and salvation. For the Lord is in the midst of them, Who is called Saviour because of saving the captives; He has been called Physician, since He gives heavenly and divine medicine, and heals the passions of the soul; for in some things they lord it over man; and to speak in brief, Jesus is King and God; and Satan is a tyrant and an evil ruler.
Notes, col. 689
On the reading
Printed τὴν πλεονασμὸν, for τὸν πλεονασμὸν.
PG 34:692Read from the pageΚΔʹ. Λοιπὸν ὁ Θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ τὸν ἄνθρωπον τοῦτον βούλονται οἰκειώσασθαι μεθ' ἑαυτῶν εἰς τὴν βασιλείαν· ὁμοίως ὁ διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον εἰς ἑαυτούς. Μέση οὖν ἐστιν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων, καὶ λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται καὶ υἱός. Ὥσπερ δὲ ἐὰν ἀποστείλῃ τις πατὴρ εἰς πατρίδα ξένην τὸν ἑαυτοῦ υἱὸν, ὅπου ἀπαντῶσιν αὐτῷ καθ' ὁδὸν θηρία, καὶ δίδωσιν αὐτῷ φάρμακα, καὶ ἀντίδοτα· ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι τὰ θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον, καὶ ἀποκτείνῃ αὐτά· οὕτως καὶ ἡμεῖς σπουδάσατε λαβεῖν ἐπουράνιον φάρμακον, τὸ ἰαματικὸν καὶ ἀντίδοτον τῆς ψυχῆς, ἵνα δι' αὐτοῦ ἀποκτείνητε τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων. Οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα, καθαρὰν καρδίαν κτήσασθαι· εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου, ἵνα συνείδησιν καὶ καθαρὰν καρδίαν κτήσηται ὁ ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν.
Chapter XXIV. Moreover, God and His angels wish to make this man their own with themselves for the kingdom; likewise the devil and his angels wish to make this one their own for themselves. The soul, therefore, is in the midst of the two substances, and consequently towards whichever side the will of the soul inclines, to that one it also becomes a son. And just as if some father should send his own son into a foreign country, where wild beasts meet him on the way, and gives him medicines and antidotes, so that if the wild beasts or serpents come upon him, he may apply the medicine and kill them; so do we [you] also be zealous to receive the heavenly medicine, the healing remedy and antidote of the soul, so that through it you may kill the venomous beasts of the unclean spirits. For it is not an easy thing to acquire a pure heart, except with much struggle and toil, so that a man may acquire a conscience and a pure heart, so that evil may be completely rooted out.
ΚΕʹ. Καὶ χάριν γὰρ συμβαίνει εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται· καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι αὐτοῖς τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν· πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, μέχρι τέλους εὐηρέστησαν τῷ Θεῷ. Ὁ Ἀβραὰμ κατὰ Θεὸν πλούσιος ὢν, καὶ κατὰ κόσμον, γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζεν· καὶ Δαβὶδ, Ὄνειδος ἀνθρώπων, φησὶ, καὶ ἐξουδένωμα λαῶν, καὶ σκώληξ, καὶ οὐκ ἄνθρωπος. Ὁμοίως πάντες οἱ ἀπόστολοι καὶ προφῆται κακουχούμενοι, ὀνειδιζόμενοι ἦσαν· αὐτὸς ὁ Κύριος ὅς ἐστιν ὁδὸς καὶ Θεὸς ἐλθὼν οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ σὲ, ἵνα σοι τύπος γένηται παντὸς ἀγαθοῦ, βλέπε εἰς ποίαν ταπείνωσιν ἦλθε, μορφὴν δούλου λαβὼν, Θεὸς, Υἱὸς Θεοῦ, Βασιλεὺς, Υἱὸς βασιλέως, διδοὺς μὲν αὐτὸς ἰαματικὰ φάρμακα, καὶ θεραπεύων τοὺς τετραυματισμένους· ἔξωθεν δὲ ὡς εἷς τῶν τετραυματισμένων φαινόμενος.
Chapter XXV. For it happens that grace is in someone, and yet the heart has not been purified; and on account of this those who fell did fall, because they did not believe that after grace the smoke and sin were still present with them; whereas all the righteous, through the narrow and afflicted way, were well-pleasing to God unto the end. Abraham, being rich according to God and according to the world, called himself earth and ashes (Gen. 18:27); and David says, A reproach of men, and the outcast of the people, and a worm, and not a man (Ps. 21:7). Likewise all the apostles and prophets were ill-treated and reproached; the Lord Himself, Who is the way and God, having come not on account of Himself, but on account of you, that He might become for you a pattern of every good thing, see into what humiliation He came, taking the form of a servant, God, the Son of God, King, the Son of the King, Himself giving healing medicines and curing those who had been wounded, yet outwardly appearing as one of the wounded.
ΚϚʹ. Ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν ἔξωθεν τεταπεινωμένον ὡς ὅμοιον ἡμῖν· δι' ἡμᾶς οὕτως ἐφάνη, οὐ δι' ἑαυτόν. Ἐννόησον ἐν ᾗ ὥρᾳ ἔκραζον, Σταύρωσον, σταύρωσον αὐτὸν, καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος παρὰ πάντας. Ὥσπερ ἐν τοῖς φαινομένοις, ἐὰν ᾖ κακοποιὸς, καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ δήμου ὅλου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος. Οὕτως ὁ Κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ· ὡς ἄνθρωπος μέλλων ἀποθνήσκειν κατευτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. Ὅτε δὲ πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐπέθηκαν αὐτῷ ἀκάνθινον στέφανον, καὶ ἐῤῥάπισαν αὐτὸν, ποίαν οὐχ ὑπερέβη ταπείνωσιν! Γέγραπται γὰρ, ὅτι Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ τὰς σιαγόνας μου ἀπὸ ῥαπισμάτων. Εἰ δὲ ὁ Θεὸς εἰς τοσαύτας ὕβρεις, καὶ πάθη, καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύ-
Chapter XXVI. But do not despise the divine dignity, seeing Him outwardly humbled as like unto us; for our sake He thus appeared, not for His own sake. Consider in the hour when they cried out, Crucify, crucify Him (Luke 23:21), and the crowd came together, how He was humbled beyond all men. Just as in visible things, if there be a malefactor, and he receive sentence from the ruler, thereafter he is abominable and despised by the whole populace; so too the Lord in the hour of the cross: as a man about to die He was held in utter contempt by the Pharisees. And when again they spat into His face, and placed upon Him a crown of thorns, and struck Him with the palms of their hands, what humiliation did He not surpass! For it is written, I gave My back to scourges, and My face was not turned away from the shame of spittings, and My cheeks from blows (Isa. 50:6). And if God came down into such insults, and sufferings, and humiliation, you who by nature are mire and of a
Notes, col. 692
On the reading
Printed ἡμεῖς, for ὑμεῖς.