Migne Reading Room

PG 34 · cols. 657–668 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:657Read from the page
ὅτι ἔστιν ἐν τῇ καρδίᾳ ἄλλη πάλη, ἄλλη ἐναντίωσις κρυπτὴ, καὶ ἄλλος πόλεμος λογισμῶν πνευμάτων πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται. Καὶ οὕτως δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν Κύριον ἐν πίστει ἀδιστάκτῳ καὶ ὑπομονῇ πολλῇ, καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐκδεχόμενος, τυχεῖν ἐκεῖθεν τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν, καὶ τριχῶν, καὶ φραγμῶν, καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι.
that there is in the heart another wrestling, another hidden opposition, and another war of the thoughts of the spirits of wickedness, and another contest lies before him. And thus he is able, by abiding stedfast and calling upon the Lord in unwavering faith and much patience, and awaiting the help that is from Him, to obtain from thence inward deliverance from the bonds, and snares, and barriers, and darkness of the spirits of wickedness, which are the workings of the hidden passions.
Δʹ. Οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως Θεοῦ καταργεῖσθαι δύναται· δι' ἑαυτοῦ γάρ τις ῥύσασθαι ἑαυτὸν τῆς ἐναντιότητος, καὶ πλάνης τῶν λογισμῶν, καὶ παθῶν ἀοράτων καὶ μηχανῶν τοῦ πονηροῦ, ἀδυνατεῖ. Εἰ δὲ ἐν τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι, καὶ δεσμοῖς ποικίλοις γηΐνοις ἐμπέπλεκται, καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἔστιν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον· γένοιτο γὰρ, ἵνα ὅταν τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος, καὶ λυσῃ ἑαυτὸν ἀπὸ τούτων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων, καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ Κυρίῳ προσκαρτερεῖν, κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, κἂν τότε δυνηθῇ ἐπιγνῶναι τὴν ἔνδον πάλην τῶν παθῶν αὐλιζομένην, καὶ τὸν ἔνδον πόλεμον, καὶ τοὺς πανηροὺς λογισμούς· ἐὰν γὰρ μὴ, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον, καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας, καὶ ὅλος ἐξ ὅλου θέλῃ προσκολλᾶσθαι τῷ Κυρίῳ, οὐκ ἐπιγινώσκει τῶν κρυπτῶν πνευμάτων τῆς πονηρίας τὴν πλάνην, καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ' ἔστιν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα, καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν· ἔτι δὲ εἰς τὰ φαινόμενα δέδεται, καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἐνέχεται ἑκών.
Chapter IV. Now this war can be abolished through the grace and power of God; for of himself no one is able to deliver himself from the opposition, and error of thoughts, and invisible passions and devices of the evil one. And if anyone is held fast in the visible affairs of this world, and is entangled in manifold earthly bonds, and is carried away together with the passions of malice, he does not even recognise that there is another wrestling and boxing and war within; for it may well be that when anyone has lifted himself up by struggling, and has loosed himself from these visible bonds of worldly and material affairs, and carnal pleasures, and has begun to cleave stedfastly to the Lord, emptying himself of this world, even then he may be able to recognise the inward wrestling of the passions lodging within him, and the inward war, and the evil thoughts; for unless, as we said before, by struggling he renounce the world, and loose himself from earthly desires with his whole heart, and wholly and altogether will to cleave unto the Lord, he does not recognise the deceit of the hidden spirits of wickedness, and the hidden passions of malice, but is a stranger to himself, as one who knows not that he has hidden wounds and passions and is ignorant thereof; and he is still bound to visible things, and is willingly held fast in the affairs of the world.
Εʹ. Ὁ γὰρ ἀρνησάμενος κατὰ ἀλήθειαν τὸν κόσμον, καὶ ἀγωνισάμενος, καὶ ἀποῤῥίψας ἀφ' ἑαυτοῦ τὸ φορτίον τῆς γῆς, καὶ τῶν ματαίων ἐπιθυμιῶν, καὶ ἡδονῶν σαρκικῶν, καὶ δόξης, καὶ ἀρχῆς, καὶ τιμῶν ἀνθρωπίνων ἄρας ἑαυτὸν, καὶ ἐξ ὅλης καρδίας τοῦτον ἀπαγαγὼν, ὁπότε καὶ εἰς τοῦτον τὸν φανερὸν ἀγῶνα ὁ Κύριος κρυπτῶς βοηθεῖ, κατὰ τὸ μέτρον τῆς ἀρνήσεως τοῦ θελήματος τοῦ κόσμου, καὶ σταθεὶς εἰς τὴν τοῦ Κυρίου λατρείαν, καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου, σώματι καὶ ψυχῇ λέγω, ἐκεῖνος εὑρίσκει ἐναντιότητα, καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους, καὶ πόλεμον ἀφανῆ, καὶ ἀγῶνα, καὶ ἄθλησιν κρυπτήν· καὶ οὕτως δεηθεὶς τοῦ Κυρίου, καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τοῦ Πνεύματος, ὥσπερ κατέλεξεν ὁ μακάριος Ἀπόστολος, Τὸν θώρακα τῆς δικαιοσύνης, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, καὶ διὰ τούτων ὁπλισάμενος, δυνήσεται στῆναι πρὸς τὰς κρυπτὰς μεθοδείας τοῦ διαβόλου ἐν ταῖς ἐνεστώσαις πονηρίαις. Ἅπερ ὅπλα διὰ πάσης προσευχῆς, καὶ προσκαρτερήσεως, καὶ δεήσεως, καὶ νηστείας, τὸ δὲ πᾶν διὰ τῆς πίστεως
Chapter V. For he who has in truth renounced the world, and struggled, and cast off from himself the burden of the earth, and lifted himself above vain desires, and carnal pleasures, and glory, and rule, and human honours, and withdrawn himself from this world with his whole heart, since even in this manifest contest the Lord secretly gives help, according to the measure of his renunciation of the will of the world, and having stood firm in the service of the Lord, and persevered wholly and altogether, in body and soul I mean, that man finds opposition, and hidden passions and invisible bonds, and an unseen war, and a contest, and a hidden conflict; and having thus besought the Lord, and received from heaven the weapons of the Spirit, even as the blessed Apostle enumerated them, The breastplate of righteousness, and the helmet of salvation, and the shield of faith, and the sword of the Spirit (Eph. 6:14-17), and having armed himself with these, he will be able to stand against the hidden wiles of the devil in the present wickednesses. Which weapons through all prayer, and perseverance, and supplication, and fasting, and above all through faith
Notes, col. 657

On the reading

Printed λυσῃ, for λύσῃ.

Printed πανηροὺς, for πονηροὺς.

PG 34:660Read from the page
πορισάμενος, τὸν πρὸς τὰς ἀρχὰς, καὶ ἐξουσίας, καὶ κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτως νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς συνεργείας τοῦ Πνεύματος, καὶ τῆς ἰδίας ἐν πάσαις ἀρεταῖς σπουδῆς, τῆς αἰωνίου ζωῆς ἄξιος γενήσεται, δοξάζων Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
having procured for himself, he will be able to fight down the war against the principalities, and powers, and world-rulers, and having thus conquered the opposing powers through the co-operation of the Spirit, and his own earnestness in all virtues, he will become worthy of eternal life, glorifying the Father, and the Son, and the Holy Spirit; to Whom be the glory and the dominion unto the ages. Amen.
ΟΜΙΛΙΑ ΚΒʹ.
Homily XXII.
Περὶ δισσῆς στάσεως τῶν ἐκ τοῦ βίου τούτοι ἐξερχόντων.
Concerning the twofold state of those who depart out of this life.
Ὅταν ἐξέλθῃ ἐκ τοῦ σώματος ψυχὴ ἀνθρώπου, μυστήριόν τι μέγα ἐκεῖ ἐπιτελεῖται. Ἐὰν γὰρ ᾖ ὑπεύθυνος ἐν ἁμαρτίαις, ἔρχονται χοροὶ δαιμόνων, καὶ ἄγγελοι ἀριστεροὶ, καὶ δυνάμεις σκότους παραλαμβάνουσι τὴν ψυχὴν ἐκείνην, καὶ κρατοῦσιν εἰς τὸ ἴδιον μέρος, καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις ξενίζεσθαι. Εἰ γὰρ ζῶν, καὶ ὢν ἐν τῷ αἰῶνι τούτῳ ὑπετάγη, καὶ ὑπήκουσε, καὶ δοῦλος ἐγένετο αὐτοῖς, πόσῳ μᾶλλον, ὅταν ἐξέρχηται ἐκ τοῦ κόσμου, κατέχεται καὶ κρατεῖται ὑπ' αὐτῶν; Ἀπὸ τοῦ μέρους τοῦ ἀγαθοῦ ὀφείλεις νοῆσαι, ὅτι οὕτως ἔχει τὰ πράγματα· καὶ γὰρ τοῖς ἁγίοις δούλοις τοῦ Θεοῦ ἀπὸ τοῦ νῦν εἰσιν ἄγγελοι παραμένοντες, καὶ πνεύματα ἅγια κυκλοῦντα αὐτοὺς καὶ φυλάττοντα. Καὶ ὅταν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος, οἱ χοροὶ τῶν ἀγγέλων παραλαμβάνουσιν αὐτῶν τὰς ψυχὰς εἰς τὸ ἴδιον μέρος, εἰς τὸν καθαρὸν αἰῶνα· καὶ οὕτως αὐτοὺς προσάγουσι τῷ Κυρίῳ.
When the soul of a man goes forth out of the body, a certain great mystery is accomplished there. For if it be guilty in sins, bands of demons come, and angels of the left hand, and powers of darkness take that soul, and hold it fast to their own side, and no one ought to be surprised at these things. For if while living, and being in this age, he was subject, and obeyed, and became a slave to them, how much more, when he goes forth out of the world, is he held down and mastered by them? From the side of the good thou oughtest to understand that matters stand thus; for indeed with the holy servants of God even from now there are angels abiding beside them, and holy spirits compassing them round about and guarding them. And when they go forth from the body, the choirs of angels receive their souls unto their own side, into the pure age; and thus they bring them unto the Lord.
ΟΜΙΛΙΑ ΚΓʹ.
Homily XXIII.
Ὡς τὸν βασιλικὸν καὶ πολύτιμον μαργαρίτην φορέσαι μόνον δύνανται οἱ ἐκ τοῦ σπέρματος τοῦ βασιλέως γεννηθέντες· τὸν αὐτὸν τρόπον τὸν οὐράνιον μαργαρίτην μόνον τοῖς τοῦ Θεοῦ τέκνοις φορέσαι ἔξεστιν.
As only those born of the seed of the king are able to wear the royal and costly pearl, in the same manner only the children of God are permitted to wear the heavenly pearl.
Αʹ. Ὁ μαργαρίτης ὁ μέγας, καὶ πολύτιμος, καὶ βασιλικὸς, ὁ εἰς διάδημα βασιλικὸν προχωρῶν, βασιλέως μόνου χρήζει. Καὶ βασιλεὺς μόνος τοῦτον τὸν μαργαρίτην δύναται φορεῖν· ἄλλῳ δὲ ἀνθρώπῳ φορεῖν τὸν τοιοῦτον μαργαρίτην οὐκ ἔξεστιν. Οὕτως ἐὰν μή τις γεννηθῇ ὑπὸ τοῦ βασιλικοῦ καὶ θεϊκοῦ πνεύματος, καὶ γένος ἐπουράνιον καὶ βασιλικὸν γένηται, καὶ τέκνον Θεοῦ, κατὰ τὸ γεγραμμένον, Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τὸν ἐπουράνιον καὶ πολυτίμητον μαργαρίτην, τὴν εἰκόνα τοῦ φωτὸς τοῦ ἀλαλήτου, ἥτις ἐστὶν ὁ Κύριος, οὐ δύναται φορέσαι, βασιλέως υἱὸς μὴ γενόμενος. Οἱ γὰρ ἔχοντες καὶ φοροῦντες τὴν μαργαρίτην, συζῶσι καὶ συμβασιλεύουσι Χριστῷ εἰς τοὺς αἰῶνας· οὕτως γὰρ εἶπεν ὁ Ἀπόστολος, Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Chapter I. The great, and costly, and royal pearl, which belongs to a royal diadem, befits a king alone. And a king alone is able to wear this pearl; whereas for another man to wear such a pearl is not lawful. Even so, unless one be born of the royal and divine Spirit, and become a heavenly and royal race, and a child of God, according to that which is written, But as many as received Him, to them gave He authority to become children of God (John 1:12), he is not able to wear the heavenly and precious pearl, the image of the unutterable light, which is the Lord, if he has not become a son of the King. For they that have and wear the pearl live together and reign together with Christ unto the ages; for thus said the Apostle, Even as we have borne the image of the earthy, let us bear also the image of the heavenly (1 Cor. 15:49).
Βʹ. Ὥσπερ γὰρ ἵππος, ἕως μὲν ἂν ἐν ταῖς ὕλαις τοῖς ἀγρίοις ζώοις συννέμηται, ἀνυπότακτος ἀνθρώποις ἐστίν· ἐπὰν δὲ πρὸς τὸ ἡμερωθῆναι κρατηθῇ, περιτιθέασιν αὐτῷ βαρὺν χαλινὸν, ἕως οὗ μάθῃ εὐτάκτως καὶ ὀρθῶς περιπατεῖν· εἶτα γυμνάζεται ὑπὸ ἐμπείρου καθιστοῦ, ἵνα καὶ εἰς πόλεμον εὔχρηστος γένηται· εἶτα ἐνδύουσιν αὐτὸν ὅπλα, τὸν θώ-
Chapter II. For just as a horse, so long as it feeds together with the wild beasts in the woods, is unsubmissive to men; but when it is caught in order to be tamed, they put upon it a heavy bridle, until it learns to walk in an orderly and upright manner; then it is trained by an experienced rider, that it may also become serviceable for war; then they clothe it with armour, the breast-
Notes, col. 660

On the reading

Printed τούτοι, for τούτου.

Printed ἐξερχόντων, for ἐξερχομένων.

Printed τὴν μαργαρίτην, for τὸν μαργαρίτην.

PG 34:661Read from the page
ρακα λέγω, καὶ τὰ κατάφρακτα, καὶ πρῶτον χαλινὸν κρεμῶσι, καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, πρὸς τὸ συνεθισθῆναι, καὶ μὴ ἀποπτηγῆναι· οὕτως διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου, εἰ μὴ μανθάνει, πολεμεῖν οὐ δύναται· ἐπὰν δὲ μάθῃ, καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ καὶ ἀκούσῃ φωνὴν πολέμου, αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθροὺς, ὥστε καὶ ἀπ' αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιεῖν τοῖς πολεμίοις. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος, ἐν ἐρημίᾳ τοῦ κόσμου πελάζεται μετὰ θηρίων, τῶν πνευμάτων τῆς πονηρίας, τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ κατέχουσα· ὅταν δὲ ἀκούσῃ λόγον Θεοῦ, καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ Πνεύματος, ἀποτίθεται τὸ ἄγριον ἦθος, καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ· εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν, καὶ στενοχωρίαν ἔρχεται, εἰς τὸ δοκιμασθῆναι αὐτὴν, ἵνα κατ' ὀλίγον ἡμερωθῇ ὑπὸ τοῦ Πνεύματος, ἐκλειπούσης κατ' ὀλίγον καὶ ἀφανιζομένης τῆς ἐν αὐτῇ ἁμαρτίας. Καὶ οὕτως ἡ ψυχὴ ἐνδυομένη τὸν θώρακα τῆς δικαιοσύνης, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτοῖς· καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ Κυρίου Πνεύματι, ἀγωνίζεται πρὸς τὰ πνεύματα τῆς πονηρίας, καὶ τὰ πεπύρωμένα βέλη τοῦ πονηροῦ σβέννυσι. Χωρὶς γὰρ τῶν τοῦ Πνεύματος ὅπλων, οὐκ ἀνέρχεται εἰς παράταξιν· ἔχουσα δὲ τὰ ὅπλα τοῦ Κυρίου, ὅταν ἀκούσῃ καὶ αἴσθηται σφοδρῶν πολέμων, ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται, καθὼς ἐν τῷ Ἰὼβ εἴρηται, ὅτι καὶ ἀπ' αὐτῆς τῆς φωνῆς τῆς δεήσεως αὐτῆς προπίπτουσιν οἱ ἐχθροί· καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ Πνεύματος τὸν πόλεμον, νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παῤῥησίας πολλῆς, καὶ οὕτως συναναπαύεται τῷ ἐπουρανίῳ βασιλεῖ. Ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
plate I mean, and the mail-coat, and first they hang up a bridle, and shake it before its eyes, so that it may grow accustomed to it, and not cower in fright; being thus taught by the rider, unless it learns, it is not able to make war; but when it has learned, and has grown accustomed to war, whenever it scents and hears the voice of war, of itself it readily goes against the enemies, so as even by its very voice to strike terror into the adversaries. In the same manner also the soul, being wild and unsubmissive from the transgression, wanders in the wilderness of the world with wild beasts, the spirits of wickedness, holding fast its service in sin; but when it hears the word of God, and believes, being bridled by the Spirit, it puts off its wild disposition, and the carnal mind, being guided as with reins by the Rider, Christ; then it comes into tribulation and taming, and distress, in order that it may be proved, so that little by little it may be tamed by the Spirit, as the sin within it little by little fails and vanishes away. And thus the soul, putting on the breastplate of righteousness, and the helmet of salvation, and the shield of faith, and the sword of the Spirit (Eph. 6:14-17), is taught to make war against the enemies themselves; and having thus armed itself with the Spirit of the Lord, it contends against the spirits of wickedness, and quenches the fiery darts of the evil one. For without the weapons of the Spirit, it does not go up into battle-array; whereas having the weapons of the Lord, when it hears and perceives fierce wars, it goes forth with a battle-cry and shout, even as it is said in Job (Job 39:25), because even at the very voice of its supplication the enemies fall prostrate; and having thus contended and conquered the war through the Spirit, it bears away victorious crowns with much boldness, and thus rests together with the heavenly King. To Whom be the glory and the dominion unto the ages. Amen.
ΟΜΙΛΙΑ ΚΔʹ.
Homily XXIV.
Ἡ στάσις τῶν Χριστιανῶν ἔοικε τῇ ἐμπορίᾳ καὶ τῇ ζυμώσει. Ὥσπερ γὰρ οἱ ἔμποροι τὰ γήϊνα κέρδη ἐπισυνάγουσι, οὕτως καὶ ἐκεῖνοι διασκορπισμένους ἐν τῷ αἰῶνι λογισμούς. Καὶ ὥσπερ ἡ ζύμη φύραμα ὅλον ἀπεργάζεται ζύμην, οὕτως ἡ ζύμη τῆς ἁμαρτίας πᾶν γένος τοῦ Ἀδὰμ διατρέχει. Πλὴν ὁ Χριστὸς οὐράνιον ἀγαθότητος ζύμην ταῖς πισταῖς ψυχαῖς ἐντίθησιν.
The state of Christians is like unto merchandise and leavening. For just as merchants gather together earthly gains, so too those men gather together their thoughts scattered abroad in the age. And just as leaven makes the whole lump leaven, so the leaven of sin runs through the whole race of Adam. Yet Christ puts a heavenly leaven of goodness into faithful souls.
Αʹ. Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κερδη ἐμπορευομένοις. Ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῆς γῆς τὰ γήϊνα κέρδη ἐπισυνάγουσιν, οὕτως οὗτοι τῆς ἑαυτῶν καρδίας ἐσκορπισμένους τοὺς λογισμοὺς ἐν τῷ αἰῶνι τούτῳ διὰ πασῶν ἀρετῶν, καὶ διὰ τῆς τοῦ Πνεύματος δυνάμεως, ἐπισυλλέγουσιν ἐκ πάσης τῆς γῆς, ἥτις ἐστὶ μεγίστη καὶ ἀληθινὴ ἐμπορία. Ὁ κόσμος γὰρ οὗτος τῷ κόσμῳ τῷ ἄνω ἐναντιοῦται· καὶ ὁ αἰὼν οὗτος τῷ ἄνω αἰῶνι ἀντίκειται. Δεῖ τοίνυν τὸν Χριστιανὸν μετὰ τὰς ἁγίας Γραφὰς ἀρνησάμενον τὸν κόσμον, μετατεθῆναι καὶ μεταβῆναι τῷ νῷ, ἐκ τούτου τοῦ αἰῶνος, ἐν ᾧ ἔγκειται καὶ δελεάζεται ὁ νοῦς ἀπὸ τῆς παραβάσεως Ἀδὰμ, εἰς
Chapter I. Christians are like unto merchants trading for the greatest gains. For just as those men gather together earthly gains from the earth, so these gather together out of the whole earth through all virtues, and through the power of the Spirit, the thoughts of their own heart that were scattered abroad in this age, which is the greatest and true merchandise. For this world is opposed to the world above; and this age is set over against the age above. The Christian therefore, having according to the holy Scriptures renounced the world, must be transferred and pass over in mind out of this age, wherein the mind lies and is enticed since the transgression of Adam, unto
Notes, col. 661

On the reading

Printed πεπύρωμένα, for πεπυρωμένα.

Printed κερδη, for κέρδη.

PG 34:664Read from the page
αἰῶνα ἕτερον, καὶ τῷ φρονήματι εἰς τὸν ἄνω τῆς θεότητος κόσμον εἶναι, καθὼς εἴρηται· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.
another age, and in mind be in the upper world of the Godhead, even as it is said: For our citizenship is in heaven (Phil. 3:20).
Βʹ. Τοῦτο δὲ οὐδαμῶς δύναται κατορθωθῆναι, εἰ μὴ ἡ ψυχὴ πιστεύσει ἐξ ὅλης καρδίας τῷ Κυρίῳ, ἀρνησαμένη τὸν αἰῶνα τοῦτον, καὶ ἡ δυνάμις τοῦ θεϊκοῦ Πνεύματος ἐπισυνάξαι δύναται τὴν ἐσκορπισμένην καρδίαν ἐν ὅλῃ τῇ γῇ, εἰς τὴν τοῦ Κυρίου ἀγάπην, καὶ εἰς τὸν αἰώνιον κόσμον τὸ φρόνημα μετατεθῆναι. Ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἐσκορπίσθησαν ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ οἱ λογισμοὶ τῆς ψυχῆς, εἰς τὸν αἰῶνα τοῦτον, συμμιγέντες ὑλικοῖς καὶ γηΐνοις λογισμοῖς. Ἀλλ' ὥσπερ ὁ Ἀδὰμ παραβὰς ζύμην κακίας παθῶν ὑπεδέξατο εἰς ἑαυτὸν, καὶ οὕτως κατὰ μετοχὴν οἱ ἐξ αὐτοῦ γεννηθέντες, καὶ πᾶν τὸ γένος Ἀδὰμ, ἐκείνης τῆς ζύμης μετέσχε· καὶ λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν εἰς τοσοῦτον ηὔξησεν ἐν τοῖς ἀνθρώποις τὰ πάθη τῆς ἁμαρτίας, ὥστε ἕως πορνειῶν, καὶ ἀσελγειῶν, καὶ εἰδωλολατρειῶν, καὶ φόνων, καὶ ἑτέρων ἀτοπημάτων χωρῆσαι, ἕως οὗ ἐζυμώθη τῇ κακίᾳ ἡ ἀνθρωπότης· καὶ εἰς τοσοῦτον ηὔξησεν ἐν ἀνθρώποις τὸ κακὸν, ὡς νομίζειν μήτε εἶναι Θεὸν, ἀλλὰ λίθοις ἀψύχοις προσκυνῆσαι, μήτε κἂν ἕως ἐννοίας Θεὸν λαμβάνειν δύνασθαι, εἰς τοσοῦτον ἐζύμωσεν ἡ τῆς κακίας τῶν παθῶν ζύμη τὸ γένος τοῦ παλαιοῦ Ἀδάμ.
Chapter II. Yet this can by no means be accomplished, unless the soul shall believe with its whole heart in the Lord, having renounced this age, and the power of the divine Spirit is able to gather together into the love of the Lord the heart that was scattered abroad in all the earth, and its mind is transferred into the eternal world. For from the transgression of Adam the thoughts of the soul were scattered abroad away from the love of God into this age, having been mingled with material and earthly thoughts. But just as Adam when he transgressed received into himself a leaven of the malice of passions, and thus by participation those born of him, and the whole race of Adam, partook of that leaven; and thenceforth by progression and growth the passions of sin increased to such a degree in men, as to advance even unto fornications, and lasciviousnesses, and idolatries, and murders, and other enormities, until mankind was leavened with malice; and evil increased to such a degree in men, that they supposed that there was not even a God, but worshipped lifeless stones, and were not able to conceive God even so much as in thought—to such a degree did the leaven of the malice of the passions leaven the race of the old Adam.
Γʹ. Τὸν αὐτὸν τρόπον εὐδόκησεν ὁ Κυριος ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ παθεῖν ὑπὲρ πάντων, καὶ ἀγοράσαι αὐτοὺς τῷ ἰδίῳ αἵματι, καὶ ζύμην ἐπουράνιον ἀγαθότητος ἐνθεῖναι ταῖς πισταῖς ψυχαῖς ταπεινωθείσαις ὑπὸ τὴν ἁμαρτίαν· καὶ οὕτω λοιπὸν κατὰ προκοπὴν καὶ αὔξησιν, πᾶσαν δικαιοσύνην ἐντολῶν, καὶ πάσας ἀρετὰς ἐν αὐτοῖς ἐπιτελέσαι, ἕως οὗ ζυμωθῶσιν εἰς ἓν ἐν τῷ ἀγαθῷ, καὶ γένωνται μετὰ τοῦ Κυρίου εἰς ἓν Πνεῦμα κατὰ τὸ λόγιον Παύλου, κακίας καὶ πονηρίας μηδὲ μέχρις ἐννοίας ἐλθεῖν δυναμένης ἐν τῇ ζυμωμένῃ ψυχῇ ὅλῃ ἐξ ὅλου τῷ θείῳ Πνεύματι, καθὼς εἴρηται, Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακὸν, καὶ τὰ ἀκόλουθα. Ἄνευ δὲ τοῦ προζυμίου τοῦ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ θείου Πνεύματος δύναμις, ζυμωθῆναι ἐν τῇ χρηστότητι τοῦ Κυρίου, καὶ καταντῆσαι ψυχὴν εἰς ζωὴν, ἀδύνατον. Ὥσπερ οὐδὲ τὸ γένος τοῦ Ἀδὰμ εἰς τοσαύτην κακίαν καὶ πονηρίαν ἐκτραπῆναι ἠδύνατο, εἰ μὴ τὸ τῆς κακίας προζύμιον, ὅπερ ἐστὶν ἡ ἁμαρτία, ὑπεισῆλθεν αὐτῷ, λογική τις οὖσα καὶ νοερὰ δύναμις τοῦ Σατᾶν.
Chapter III. In the same manner the Lord was well pleased in His sojourn here to suffer on behalf of all, and to purchase them with His own blood, and to put a heavenly leaven of goodness into faithful souls humbled under sin; and thus thenceforth by progression and growth, to accomplish in them all righteousness of the commandments, and all virtues, until they be leavened into one in the good, and become one Spirit with the Lord (1 Cor. 6:17) according to the saying of Paul, while malice and wickedness cannot come even so far as unto thought in the soul that is wholly and altogether leavened by the divine Spirit, even as it is said, Love imputes not evil (1 Cor. 13:5), and what follows. But without the heavenly leaven, which is the power of the divine Spirit, it is impossible for a soul to be leavened in the kindness of the Lord, and to attain unto life. Just as neither could the race of Adam have been turned aside unto such great malice and wickedness, unless the leaven of malice, which is sin, had crept into him, being a certain rational and intellectual power of Satan.
Δʹ. Ὥσπερ γὰρ ἐάν τις ἄλευρα φυράσῃ, μὴ βάλῃ δὲ προζύμιον, ὅσον ἂν δοκῇ ἐπιμελεῖσθαι καὶ μεταβάλλειν, καὶ κατεργάζεσθαι, ἄζυμόν ἐστι τὸ φύραμα, καὶ ἀνεπιτήδειον εἰς βρῶσιν· ἐπὰν δὲ βληθῇ ἡ ζύμη, ἕλκει πρὸς αὑτὴν ὅλον τὸ τοῦ ἀλεύρου φύραμα, καὶ ἀπεργάζεται ὅλον ζύμην, καθάπερ καὶ ὁ Κύριος παρείκασε τὴν βασιλείαν, εἰπὼν, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Ἢ ὥσπερ ἐὰν ᾖ κρέα, καὶ πᾶσαν
Chapter IV. For just as if anyone knead meal, yet cast no leaven in, however much he may seem to take care and turn it over, and work it, the lump is unleavened, and unfit for eating; whereas when the leaven is cast in, it draws unto itself the whole lump of the meal, and makes the whole leaven, even as the Lord also likened the kingdom, saying, The kingdom of heaven is like unto leaven, which a woman took and hid in three measures of meal, till the whole was leavened (Matt. 13:33; Luke 13:21). Or just as if there be flesh-meats, and someone
Notes, col. 664

On the reading

Printed δυνάμις, for δύναμις.

Printed Κυριος, for Κύριος.

PG 34:665Read from the page
μὲν αὐτῶν ἐπιμέλειαν ποιήσηταί τις, μὴ ἁλίσῃ δὲ ἅλατι τῷ τῶν σκωλήκων ἀναιρετικῷ, καὶ δυσωδίας ἀφανιστικῷ, ὄζει καὶ σέσηπται τὰ κρέα, καὶ ἀχρήσιμα γεγένηται τοῖς ἀνθρώποις· τὸν αὐτὸν τρόπον ὑπόθου μοι πᾶσαν τὴν ἀνθρωπότητα κρέας εἶναι καὶ ἄζυμα· τὸ δὲ ἅλας καὶ τὸ προζύμιον ἐξ ἑτέρου αἰῶνος νόει τὴν θείαν φύσιν τοῦ ἁγίου Πνεύματος. Ἐὰν οὖν μὴ μιγῇ, καὶ βληθῇ εἰς τὴν ταπεινωθεῖσαν φύσιν τῶν ἀνθρώπων, ἐξ ἐκείνου τοῦ αἰῶνος, καὶ ἐξ ἐκείνης τῆς πατρίδος ἡ ἐπουράνιος τοῦ Πνεύματος ζύμη, καὶ τὸ ἀγαθὸν τῆς θεότητος ἅγιον ἅλας, οὐ μὴ μεταλλαγῇ ἡ ψυχὴ ἀπὸ τῆς δυσωδίας τῆς κακίας, οὐδ' οὐ μὴ ζυμωθῇ ἀπὸ τῆς βαρύτητος, καὶ ἀζυμότητος τῆς πονηρίας.
indeed take all care of them, yet salt them not with salt that destroys worms and does away with stench, the meats stink and rot, and have become useless to men: in the same manner suppose for me all mankind to be flesh and unleavened dough; and by the salt and the leaven from another age understand the divine nature of the Holy Spirit. Unless therefore the heavenly leaven of the Spirit, and the good and holy salt of the Godhead, from that age and from that fatherland, be mingled and cast into the humbled nature of men, the soul shall in no wise be changed from the stench of malice, nor shall it in any wise be leavened out of the heaviness and unleavened state of wickedness.
Εʹ. Ὅσα γὰρ ἀφ' ἑαυτῆς ἡ ψυχὴ δοκεῖ ποιεῖν, καὶ ἐπιμελεῖσθαι, καὶ ἐπιτηδεύειν, τῇ ἰδίᾳ δυνάμει μόνον ἐπερειδομένη καὶ οἰομένη δύνασθαι τελείαν τὴν κατόρθωσιν δι' ἑαυτῆς ἄνευ τῆς συνεργείας τοῦ Πνεύματος κατεργάσασθαι, πολὺ πλανᾶται. Οὐ χρησιμεύει γὰρ εἰς τοὺς οὐρανίους τόπους· οὐ χρησιμεύει τῇ βασιλείᾳ ἡ ἀφ' ἑαυτῆς καὶ δι' ἑαυτῆς μόνον, ἄνευ τοῦ Πνεύματος, οἰομένη τὴν τελείαν καθαρότητα κατορθῶσαι. Ἐὰν γὰρ μὴ προσέλθῃ τῷ Θεῷ ὁ ὑπὸ τῶν παθῶν ἐνεργούμενος ἄνθρωπος, ἀρνησάμενος τὸν κόσμον, καὶ πιστεύσῃ ἐν ἐλπίδι καὶ ὑπομονῇ δέξασθαι ξένον τι τῆς ἰδίας φύσεως ἀγαθὸν, ὅπερ ἐστὶν ἡ δύναμις τοῦ ἁγίου Πνεύματος, καὶ ἐνστάξῃ τῇ ψυχῇ ἄνωθεν ὁ Κύριος ζωὴν θεότητος, οὐ μὴ αἴσθηται ζωῆς ἀληθινῆς ὁ τοιοῦτος, οὐδ' οὐ μὴ ἀνανήψῃ ἐκ τῆς μέθης τῆς ὕλης, οὐ μὴ αὐγάσῃ φωτισμὸς τοῦ Πνεύματος ἐν τῇ ἐσκοτισμένῃ ψυχῇ, καὶ λάμψῃ ἐν αὐτῇ ἡμέραν ἁγίαν, καὶ ἐκ τοῦ βαθυτάτου ὕπνου τῆς ἀγνοίας ἐξυπνισθῇ, καὶ οὕτως ἐξ ἀληθείας ἐπιγνῷ Θεὸν διὰ δυνάμεως Θεοῦ, καὶ ἐνεργείας χάριτος.
Chapter V. For whatsoever things the soul seems to do of itself, and to care for, and to practise, relying on its own power alone and thinking to be able to work out perfect success through itself without the co-operation of the Spirit, it errs greatly. For it is not serviceable for the heavenly places; that soul is not serviceable for the kingdom which of itself and through itself alone, without the Spirit, thinks to achieve perfect purity. For unless the man who is actuated by the passions approach unto God, having renounced the world, and believe in hope and patience that he will receive a certain good foreign to his own nature, which is the power of the Holy Spirit, and the Lord instil into the soul from above the life of the Godhead, such a man shall in no wise perceive true life, nor shall he in any wise recover soberness out of the drunkenness of matter, nor shall the illumination of the Spirit beam forth in the darkened soul, and shine a holy day within it, and awaken it out of the deepest sleep of ignorance, so that thus in truth it may come to know God through the power of God, and the working of grace.
Ϛʹ. Ἐὰν γὰρ μὴ οὕτως καταξιωθῇ ὁ ἄνθρωπος διὰ τῆς πίστεως τοῦ λαβεῖν χάριν, καὶ ἀνεπιτήδειος καὶ ἀνεύθετός ἐστι τῇ βασιλείᾳ· καὶ πάλιν δεξάμενος τὴν χάριν τοῦ Πνεύματος ἐν μηδενὶ παρατρεπόμενος, καὶ τὴν χάριν μὴ ἐνυβρίζων δι' ἀμελείας καὶ κακοπραγίας, καὶ οὕτως ἐπὶ χρόνοις ἀγωνισάμενος μὴ λυπήσῃ τὸ Πνεῦμα, δυνήσεται τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν. Ὥσπερ γάρ τις αἰσθάνεται τῶν ἐνεργειῶν τῆς κακίας ἐκ τῶν παθῶν, λέγω θυμοῦ, καὶ ἐπιθυμίας, καὶ φθόνου, καὶ βάρους, καὶ πονηρῶν λογισμῶν, καὶ τῶν λοιπῶν ἀτοπημάτων· οὕτως αἰσθάνεσθαι ὀφείλει τῆς χάριτος καὶ δυνάμεως τοῦ Θεοῦ ἐν ταῖς ἀρεταῖς, ἀγάπῃ λέγω, καὶ χρηστότητι, καὶ χαρᾷ, καὶ ἐλαφρότητι, καὶ ἀγαλλιάσει θείᾳ, ἵνα ἐξομοιωθῆναι δυνηθῇ, καὶ συγκερασθῆναι τῇ ἀγαθῇ καὶ θείᾳ φύσει, καὶ τῇ χρηστῇ καὶ ἁγίᾳ τῆς χάριτος ἐνεργείᾳ· κατὰ προκοπὴν δὲ καὶ αὔξησιν δοκιμαζομένη χρόνοις καὶ καιροῖς ἡ προαίρεσις, εἰ συνενοῦται πάντοτε τῇ χάριτι, καὶ εὐάρεστος εὑρίσκεται, γίνεται ὅλη ἐξ ὅλου κατὰ προκοπὴν ἐν Πνεύματι, καὶ οὕτω λοιπὸν ἁγία καὶ καθαρὰ διὰ τοῦ Πνεύματος ἐξεργασθεῖσα, τῆς βασιλείας ἀξία καθίσταται. Δόξα καὶ προσκύνησις τῷ ἀχράντῳ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
Chapter VI. For unless a man be thus counted worthy through faith to receive grace, he is both unfit and unsuited for the kingdom; and again, having received the grace of the Spirit, turning aside in nothing, and not outraging the grace through negligence and evil-doing, if having thus struggled for a long time he grieve not the Spirit, he will be able to obtain eternal life. For just as anyone perceives the workings of malice from the passions, I mean wrath, and desire, and envy, and heaviness, and evil thoughts, and the rest of the enormities; so too ought he to perceive the grace and power of God in the virtues, love I mean, and kindness, and joy, and lightness, and divine exultation, so that he may be able to be assimilated, and mingled together with the good and divine nature, and with the kind and holy working of grace; and his free choice, being proved by progression and growth through times and seasons, if it is always united with grace, and is found well-pleasing, becomes wholly and altogether by progression in the Spirit, and having thus thenceforth been wrought holy and pure through the Spirit, it is rendered worthy of the kingdom. Glory and worship to the immaculate Father, and the Son, and the Holy Spirit, unto the ages. Amen.
PG 34:668Read from the page
ΟΜΙΛΙΑ ΚΕʹ.
Homily XXV.
Διδάσκει αὕτη ἡ ὁμιλία, ὅτι οὐδεὶς ἀνθρώπων, εἰ μὴ δυναμωθεὶς ὑπὸ τοῦ Χριστοῦ, τοῦ πονηροῦ σκανδάλων περιγίνεσθαι ἰσχύει· καὶ τί δεῖ τοὺς τῆς θείας δόξης ὀρεγομένους πράττειν. Διδάσκει καὶ, ὅτι διὰ παρακοῆς τοῦ Ἀδὰμ εἰς δουλείαν τῆς σαρκὸς παθῶν κατήλθομεν, ἀφ' ἧς διὰ τοῦ ἐν τῷ σταυρῷ μυστηρίου ῥυόμεθα. Παιδεύει λοιπὸν ἡμᾶς, ὅτι μεγάλη ἐστὶ τῶν δακρύων καὶ τοῦ θείου πυρὸς δύναμις.
This homily teaches that no man, unless strengthened by Christ, has strength to overcome the stumbling-blocks of the evil one; and what those who long after divine glory must do. It teaches also that through the disobedience of Adam we came down into bondage to the passions of the flesh, from which we are delivered through the mystery on the cross. Finally it instructs us that great is the power of tears and of the divine fire.
Αʹ. Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος οὐκ ἐν μέλανι καὶ γράμμασιν ἐγγεγραμμένος, ἀλλ' ἐν καρδίαις σαρκίναις ἐμπεφυτευμένος, οὗτοι τοὺς τῆς διανοίας ὀφθαλμοὺς φωτισθέντες, καὶ ἀεὶ ὀρεγόμενοι, οὐ τῆς αἰσθητῆς καὶ βλεπομένης ἐλπίδος, ἀλλὰ τῆς ἀοράτου καὶ νοητῆς, περιγίνεσθαι τῶν τοῦ πονηροῦ σκανδάλων ἰσχύουσιν, ἀλλ' ἐκ τῆς ἀηττήτου δυνάμεως. Οἱ δὲ μὴ λόγῳ Θεοῦ τετιμημένοι, μήτε νόμῳ θείῳ πεπαιδευμένοι, εἰκῆ φυσιούμενοι οἴονται διὰ τοῦ ἰδίου αὐτεξουσίου καταργεῖν τὰς ἀφορμὰς τῆς ἁμαρτίας, τῆς διὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου κατακρινομένης. Τὸ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τῷ ἀντιστῆναι τῷ διαβόλῳ κεῖται, ἀλλ' οὐκ ἐπὶ τῷ δύνασθαι ἔχειν παντελῶς τὸ κράτος κατὰ τῶν παθῶν. Ἐὰν γὰρ μὴ ὁ Κύριος οἰκοδομήσῃ, φησὶν, οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάττων, καὶ κοπιᾷ ὁ οἰκοδομῶν.
Chapter I. Those in whom the divine law is present, not inscribed in ink and letters, but implanted in fleshy hearts, these, having the eyes of their understanding enlightened, and ever longing after not the sensible and visible hope, but the invisible and intellectual, have strength to overcome the stumbling-blocks of the evil one, yet out of the unconquered power. Whereas those who have neither been honoured with the word of God, nor instructed in the divine law, being vainly puffed up, think through their own free-will to abolish the occasions of sin, which is condemned through the mystery on the cross alone. For the free-will that lies in man's power is set for resisting the devil, yet not for being able to hold complete mastery over the passions. For unless the Lord build the house, it says, and guard the city, in vain has the watchman waked, and the builder labours (Ps. 126:1).
Βʹ. Ἀμήχανον γὰρ ἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατῆσαι λέοντα καὶ δράκοντα, μὴ πρότερον, καθ' ὅσον δυνατὸν ἀνθρώπῳ, ἐκκαθάραντα ἑαυτὸν, καὶ δυναμωθέντα παρὰ τοῦ εἰπόντος τοῖς ἀποστόλοις, Ἰδοὺ δέδωκα ὑμῖν δύναμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἰ γὰρ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ ἁγίου Πνεύματος, στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, οὐκ ἂν εἴρητο ὑπὸ τοῦ Ἀποστόλου, Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Καὶ πάλιν, Ὃν ὁ Κύριος, ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Διὸ δὴ καὶ προσετάχθημεν δέεσθαι τοῦ Κυρίου, Μὴ εἰσενέγκῃς εἰς πειρασμὸν ἡμᾶς, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐὰν γὰρ μὴ διὰ τῆς κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ, καταξιωθῶμεν τῆς υἱοθεσίας, εἰς μάτην πολιτευόμεθα, ὡς πόῤῥω τῆς δυνάμεως τοῦ Θεοῦ τυγχάνοντες.
Chapter II. For it is impossible to tread upon the asp and the basilisk, and to trample under foot the lion and the dragon (Ps. 90:13), unless one has first, so far as is possible for man, cleansed himself out, and been strengthened by Him Who said to the apostles, Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy (Luke 10:19). For if the nature of mankind had strength apart from the whole armour of the Holy Spirit to stand against the wiles of the devil, it would not have been said by the Apostle, And the God of peace shall bruise Satan under your feet shortly (Rom. 16:20). And again, Whom the Lord shall slay with the breath of His mouth (2 Thess. 2:8). Wherefore indeed we were also commanded to beseech the Lord, Lead us not into temptation, but deliver us from the evil one (Matt. 6:13). For unless through the higher help we are delivered from the fiery darts of the evil one, and counted worthy of the adoption of sons, in vain do we conduct our life, as being far from the power of God.
Γʹ. Ὁ τοίνυν βουλόμενος μέτοχος γίνεσθαι τῆς θείας δόξης, καὶ ὥσπερ ἐν κατόπτρῳ, τὴν Χριστοῦ μορφὴν ὁρᾷν ἐν τῷ ἡγεμονικῷ αὐτοῦ, ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως νύκτωρ καὶ μεθ' ἡμέραν ζητεῖν τὴν ἐκ τοῦ Θεοῦ ἀντίληψιν ἐν δυνάμει, ἧς ἀμήχανον μετασχεῖν, εἰ μὴ, ὡς προεῖπον, ἀπόσχοιτό τις πρότερον τῆς ἡδυπαθείας τοῦ κόσμου, τῶν ἐπιθυμιῶν τῆς ἐναντίας δυνάμεως, ἥτις φωτὸς ἀλλοτρία ἐστὶ, καὶ ἐνέργεια πονηρίας ἀγαθῆς ἐνεργείας ἀνοίκειός ἐστι, καὶ πάντῃ ἀπεξενωμένη. Τοιγαροῦν εἰ βούλει
Chapter III. He therefore who wishes to become a partaker of the divine glory, and, as in a mirror, to behold the form of Christ in his ruling mind, ought with insatiable affection and unquenchable disposition with his whole heart and strength by night and by day to seek the succour that is from God in power, whereof it is impossible to partake, unless, as I said before, one first abstain from the luxury of the world, from the desires of the opposing power, which is alien to light, and as a working of wickedness is unsuited to good working, and altogether estranged therefrom. Wherefore if thou wilt