ρακα λέγω, καὶ τὰ κατάφρακτα, καὶ πρῶτον χαλινὸν κρεμῶσι, καὶ συσσείουσι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, πρὸς τὸ συνεθισθῆναι, καὶ μὴ ἀποπτηγῆναι· οὕτως διδασκόμενος ὑπὸ τοῦ ἐπιβάτου, εἰ μὴ μανθάνει, πολεμεῖν οὐ δύναται· ἐπὰν δὲ μάθῃ, καὶ συνεθισθῇ εἰς τὸν πόλεμον, ὅταν ὀσφρανθῇ καὶ ἀκούσῃ φωνὴν πολέμου, αὐτὸς ἑτοίμως ἔρχεται ἐπὶ τοὺς ἐχθροὺς, ὥστε καὶ ἀπ' αὐτῆς τῆς φωνῆς πτόησιν ἐμποιεῖν τοῖς πολεμίοις. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως οὖσα ἀγρία καὶ ἀνυπότακτος, ἐν ἐρημίᾳ τοῦ κόσμου πελάζεται μετὰ θηρίων, τῶν πνευμάτων τῆς πονηρίας, τὴν διακονίαν ἐν τῇ ἁμαρτίᾳ κατέχουσα· ὅταν δὲ ἀκούσῃ λόγον Θεοῦ, καὶ πιστεύσῃ, χαλιναγωγουμένη ὑπὸ τοῦ Πνεύματος, ἀποτίθεται τὸ ἄγριον ἦθος, καὶ τὸ σαρκικὸν φρόνημα, ἡνιοχουμένη ὑπὸ τοῦ ἐπιβάτου Χριστοῦ· εἶτα εἰς θλῖψιν καὶ δαμασμὸν, καὶ στενοχωρίαν ἔρχεται, εἰς τὸ δοκιμασθῆναι αὐτὴν, ἵνα κατ' ὀλίγον ἡμερωθῇ ὑπὸ τοῦ Πνεύματος, ἐκλειπούσης κατ' ὀλίγον καὶ ἀφανιζομένης τῆς ἐν αὐτῇ ἁμαρτίας. Καὶ οὕτως ἡ ψυχὴ ἐνδυομένη τὸν θώρακα τῆς δικαιοσύνης, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, διδάσκεται πολεμεῖν τοῖς ἐχθροῖς αὐτοῖς· καὶ οὕτως ὁπλισαμένη τῷ τοῦ Κυρίου Πνεύματι, ἀγωνίζεται πρὸς τὰ πνεύματα τῆς πονηρίας, καὶ τὰ πεπύρωμένα βέλη τοῦ πονηροῦ σβέννυσι. Χωρὶς γὰρ τῶν τοῦ Πνεύματος ὅπλων, οὐκ ἀνέρχεται εἰς παράταξιν· ἔχουσα δὲ τὰ ὅπλα τοῦ Κυρίου, ὅταν ἀκούσῃ καὶ αἴσθηται σφοδρῶν πολέμων, ἐν ἀλαλάγματι καὶ κραυγῇ ἐκπορεύεται, καθὼς ἐν τῷ Ἰὼβ εἴρηται, ὅτι καὶ ἀπ' αὐτῆς τῆς φωνῆς τῆς δεήσεως αὐτῆς προπίπτουσιν οἱ ἐχθροί· καὶ οὕτως ἀγωνισαμένη καὶ νικήσασα διὰ τοῦ Πνεύματος τὸν πόλεμον, νικηφόρους στεφάνους ἐπιφέρεται μετὰ παῤῥησίας πολλῆς, καὶ οὕτως συναναπαύεται τῷ ἐπουρανίῳ βασιλεῖ. Ὧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
plate I mean, and the mail-coat, and first they hang up a bridle, and shake it before its eyes, so that it may grow accustomed to it, and not cower in fright; being thus taught by the rider, unless it learns, it is not able to make war; but when it has learned, and has grown accustomed to war, whenever it scents and hears the voice of war, of itself it readily goes against the enemies, so as even by its very voice to strike terror into the adversaries. In the same manner also the soul, being wild and unsubmissive from the transgression, wanders in the wilderness of the world with wild beasts, the spirits of wickedness, holding fast its service in sin; but when it hears the word of God, and believes, being bridled by the Spirit, it puts off its wild disposition, and the carnal mind, being guided as with reins by the Rider, Christ; then it comes into tribulation and taming, and distress, in order that it may be proved, so that little by little it may be tamed by the Spirit, as the sin within it little by little fails and vanishes away. And thus the soul, putting on the breastplate of righteousness, and the helmet of salvation, and the shield of faith, and the sword of the Spirit (Eph. 6:14-17), is taught to make war against the enemies themselves; and having thus armed itself with the Spirit of the Lord, it contends against the spirits of wickedness, and quenches the fiery darts of the evil one. For without the weapons of the Spirit, it does not go up into battle-array; whereas having the weapons of the Lord, when it hears and perceives fierce wars, it goes forth with a battle-cry and shout, even as it is said in Job (Job 39:25), because even at the very voice of its supplication the enemies fall prostrate; and having thus contended and conquered the war through the Spirit, it bears away victorious crowns with much boldness, and thus rests together with the heavenly King. To Whom be the glory and the dominion unto the ages. Amen.
Ἡ στάσις τῶν Χριστιανῶν ἔοικε τῇ ἐμπορίᾳ καὶ τῇ ζυμώσει. Ὥσπερ γὰρ οἱ ἔμποροι τὰ γήϊνα κέρδη ἐπισυνάγουσι, οὕτως καὶ ἐκεῖνοι διασκορπισμένους ἐν τῷ αἰῶνι λογισμούς. Καὶ ὥσπερ ἡ ζύμη φύραμα ὅλον ἀπεργάζεται ζύμην, οὕτως ἡ ζύμη τῆς ἁμαρτίας πᾶν γένος τοῦ Ἀδὰμ διατρέχει. Πλὴν ὁ Χριστὸς οὐράνιον ἀγαθότητος ζύμην ταῖς πισταῖς ψυχαῖς ἐντίθησιν.
The state of Christians is like unto merchandise and leavening. For just as merchants gather together earthly gains, so too those men gather together their thoughts scattered abroad in the age. And just as leaven makes the whole lump leaven, so the leaven of sin runs through the whole race of Adam. Yet Christ puts a heavenly leaven of goodness into faithful souls.
Αʹ. Ἐοίκασιν οἱ Χριστιανοὶ ἐμπόροις μέγιστα κερδη ἐμπορευομένοις. Ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῆς γῆς τὰ γήϊνα κέρδη ἐπισυνάγουσιν, οὕτως οὗτοι τῆς ἑαυτῶν καρδίας ἐσκορπισμένους τοὺς λογισμοὺς ἐν τῷ αἰῶνι τούτῳ διὰ πασῶν ἀρετῶν, καὶ διὰ τῆς τοῦ Πνεύματος δυνάμεως, ἐπισυλλέγουσιν ἐκ πάσης τῆς γῆς, ἥτις ἐστὶ μεγίστη καὶ ἀληθινὴ ἐμπορία. Ὁ κόσμος γὰρ οὗτος τῷ κόσμῳ τῷ ἄνω ἐναντιοῦται· καὶ ὁ αἰὼν οὗτος τῷ ἄνω αἰῶνι ἀντίκειται. Δεῖ τοίνυν τὸν Χριστιανὸν μετὰ τὰς ἁγίας Γραφὰς ἀρνησάμενον τὸν κόσμον, μετατεθῆναι καὶ μεταβῆναι τῷ νῷ, ἐκ τούτου τοῦ αἰῶνος, ἐν ᾧ ἔγκειται καὶ δελεάζεται ὁ νοῦς ἀπὸ τῆς παραβάσεως Ἀδὰμ, εἰς
Chapter I. Christians are like unto merchants trading for the greatest gains. For just as those men gather together earthly gains from the earth, so these gather together out of the whole earth through all virtues, and through the power of the Spirit, the thoughts of their own heart that were scattered abroad in this age, which is the greatest and true merchandise. For this world is opposed to the world above; and this age is set over against the age above. The Christian therefore, having according to the holy Scriptures renounced the world, must be transferred and pass over in mind out of this age, wherein the mind lies and is enticed since the transgression of Adam, unto